Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
ὅτι ὁ Ἴσαυρος Λέων καὶ ὁ Ἀρτάβασδος ἐπανέστησαν κατὰ τοῦ Θεοδοσίου. καθαίρεσις τοῦ βασιλέως Θεοδοσίου.
[*](1) τὸν Ἡράκλειον καὶ] addit 2) ἀναίρεσις] ἀνάρ- ρησις.)Περὶ Ἀβασγῶν καὶ ὅτε καὶ ὅπως εἰς θεο- γνωσίαν μετήχθησαν. ὅτι τοὺς ἄρχοντας αὐτῶν οἱ Ἀβασγοὶ καθελόντες ἐκ τοῦ βασιλέως Ῥωμαίων ἐδέ- χοντο ἄρχοντας. ὅτι Ἄραβες ἐξ Ἀβύδου περάσαντες τὴν πόλιν ἐπολιόρκουν κατὰ γῆν τε καὶ θάλατταν, καὶ κακῶς ἀπηλλάγησαν ἀμφοτέρωθεν.
ὅτι ὁ στρατηγὸς Σικελίας τυραννίδι ἐπεχείρησεν. ὅπως ἡ ἐν Σικελίᾳ ἐπανάστασις κατελύθη. ὅτι ἄνευ ἑ νηῶν αἱ ἄλλαι τῶν Ἀράβων ἀπώλοντο σὺν αὐτοῖς. περὶ τοῦ Κοπρωνύμου. ὅτι ἔστεψε τὸν Κοπρώνυμον ὁ Λέων. ὅτι κατὰ τῶν ἁγίων εἰκόνων ὁ Λέων εἰς τοὐμφανὲς ἐξελύττησεν. περὶ πατριαρχῶν. ὅθεν ὁ Λέων εἰς τὴν ἀσέβειαν προήχθη.1)
ὅτι οἱ τὴν βασιλείαν προμαντευσάμενοι Ἑβραῖοι τῷ Λέοντι τὴν τῶν ἁγίων εἰκόνων καθαί- ρεσιν ᾔτησαν. περὶ τοῦ πλησίον τῶν Χαλκοπρατείων2) βασιλικοῦ οἴκου καὶ τῆς ἐν αὐτῷ βιβλιοθήκης καὶ τῶν ἐν αὐτῷ διδασκάλων.
ὅτι διὰ τὴν ἀσέβειαν τοῦ Λέοντος ὁ πάπας Ῥώμης τοῖς Φράγγοις ἐσπείσατο καὶ τοὺς ἐκ τῆς Ἰταλίας τῇ βασιλείᾳ κομιζομένους ἐπέσχε φόρους. καὶ ὅτι Γερμανικὸν ἔθνος οἱ Φράγγοι, καὶ οὐ Ῥωμαῖοι. οἶα κατὰ τῶν ὀρθοδόξων ἐποίει ὁ Λέων. καὶ ὅτι τὴν τοῦ Χαγάνου θυγατέρα ἔγημεν ὁ Κοπρώνυμος.