Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Ὅτι οἶ παρὰ Βασιλίσκου πεμφθέντες κατὰ τοῦ Ζήνωνος αὐτῷ προσετέθησαν. ὅτι ἐπανῆλθεν ὁ Ζήνων εἰς τὰ βασίλεια καὶ ὁ Βασιλίσκος ἑάλω καὶ διεφθάρη. περὶ τοῦ ἐμπρησμοῦ , γενομένου ἐν τοῖς χρόνοις τοῦ Βασιλίσκου, ὑφ’ οὗ καὶ Ὅμηρος1) ἐν τῇ βασιλικῇ βιβλιοθήκῃ διεφθάρη.2) ὅτι πολλοὺς ὁ Ζήνων ἐφόνευσε βασιλεύσας τὸ δεύτερον. τελευτὴ Ζήνωνος.
ὅθεν Δίκορος ἐκαλεῖτο ὁ Ἀναστάσιος. περὶ πατριαρχῶν. ὅτι χρεοκοπίαν ὁ Ἀναστάσιος ἔθετο, καὶ τὸν τοῦ χρυσαργύρου δασμὸν ἐξέκοψεν. ὅτι τῆς τῶν Συγχυτικῶν αἱρέσεως ὁ Ἀναστάσιος γεγονὼς τὸν πατριάρχην ἐξώρισε. περὶ Λογγίνου τοῦ ἀδελφοῦ Ζήνωνος τυραννῆσαι ἐπιχειρήσαντος , καὶ περὶ τῶν Ἰσαύρων. περὶ τοῦ πάπα τῆς Ῥώμης. περὶ τῶν Βουλγάρων. περὶ Βιταλιανοῦ τυραννήσαντος, καὶ ὅπως κατεπολεμήθη, καὶ περὶ Πρόκλου. ὅτι προσθήκην εἰς τὸ τρισάγιον βουληθέντος ποιήσα- σθαι τοῦ Ἀναστασίου τὸ ὀρθόδοξον τοῦ λαοῦ ἐστα- σίασε, καὶ ὅσα ἐποίησεν.