Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Βασιλεία Κώνσταντος τοῦ ἐγγόνου Ἡρα- κλείου, ὃς καὶ μονοθελήτης ἦν. ὅτι ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς στόλῳ κατὰ Ῥωμαίων ἐχώρησε, καὶ ἀντιταξάμενος αὐτῷ ὁ Κώνστας ἡττήθη. ὅτι ἐπὶ και- ρὸν ἠρέμησαν οἱ Ἀγαρηνοί. περὶ πατριαρχῶν καὶ τοῦ Πυρροῦ. ὅπως ἐμισήθη ὁ Κώνστας παρὰ τῶν ὑπηκόων καὶ εἰς Σικελίαν ἀπάρας ἐκεῖ ἀνῃρέθη.

351

Ἀπελθὼν ὁ Κωνσταντῖνος εἰς Σικελίαν τοὺς φονεῖς τοῦ πατρὸς ἐκόλασε, καὶ ὅθεν ἐπεκλήθη Πωγωνάτος. ὅτι σὺν στόλῳ οἶ Ἀγαρηνοὶ ἐπολιόρκουν τὴν Κωνσταντινούπολιν ἐπὶ ἑπτὰ ἐνιαυτούς, καὶ ἀπῆλθον παθόντες ἢ1) δράσαντες. ὅτι ἐπὶ τούτου τοῦ βασιλέως τὸ ὑγρὸν πῦρ εὑρέθη. ὅτι ἀπογνόντες οἶ τῆς Ἄγαρ εἰρήνην ᾔτησαν, καὶ δασμὸν φέρειν ἐτήσιον τῆ̣ βασιλείᾳ Ῥωμαίων κατέθεντο.