Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Περὶ Χαγάνου. περὶ Βαρὰμ τοῦ Περσῶν στρατηγοῦ. καθαίρεσις Ὁρμίσδου ἐκ τῆς ἀρχῆς. ἀνάρρησις Χοσρόου. ἀναίρεσις Ὁρμίσδου. ἐπανάστασις κατὰ τοῦ Χοσρόου καὶ φυγὴ αὐτοῦ πρὸς [*](1) τοῦ] addit 2) καὶ τῶν ἄλλων] addit 3) ὁ μ’. pro Μ.)

349
Ῥωμαίους. περὶ τῶν ἑαλωκότων Τούρκων. ὅσα ὁ Χοσρόης περὶ τοῦ μέλλοντος ἀπεφοίβασεν , ὡς τὰ ἐσόμενα εἰδὼς ἐξ ἀστρολογίας. ὅτι τὸν υἱὸν ὁ Μαυρίκιος ἔστεψεν. περὶ τοῦ ναοῦ τῶν ἁγίων μ’. ὅπως ὁ Μαυρίκιος πολιορκοῦντα τὸν Χαγάνον τὴν Τζουρουλὸν παρεσκεύασε καὶ ἄκοντα σπείσασθαι.

Περὶ πατριαρχῶν. περὶ τῶν παρὰ τοῦ Χαγάνου πωλουμένων αἰχμαλώτων, οὑς ὁ βασιλεὺς Μαυρίκιος οὐκ ὠνήσατο. ὅτι μὴ ὠνησαμένου τοῦ βασιλέως τοὺς αἰχμαλώτους ὁ Χαγάνος πάντας ἀνεῖ- λεν. ὅτι διὰ τὴν τῶν αἰχμαλώτων ἀπώλειαν ἐμισήθη ὁ βασιλεὺς καὶ ὁ δῆμος ἐστασίασεν. 1) ὅτι τῷ υἱῷ αὐτοῦ γυναῖκα ὁ βασιλεὺς συνέζευξεν. περὶ τοῦ ὀνείρου, ὃ ὁ βασιλεὺς ἐθεάσατο. 2)] ὅτι ἐδέετο ὁ βα- σιλεὺς τοῦ θεοῦ ἐνταῦθα δίκας ἐκτῖσαι. ὅτι στα- σιάσαν τὸ στρατιωτικὸν τὸν Φωκᾶν ἀνηγόρευσε βασιλέα.