Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

ὅτι Σαπώρης ὁ Περσῶν βασιλεὺς τῇ Ῥωμαίων χώρᾳ ἐπέθετο καὶ Νίσιβιν πολιορκήσας ἄπρακτος ἀνεχώρησεν. ὅτι καὶ Βετρανίων1) τυραννίδι ἐπικεχείρηκεν. ὄναρ τῷ Κωνσταντίῳ ὀφθέν. ὅτι προσ- ῆλθεν ὁ Βετρανίων τῷ Κωνσταντίῳ. περὶ Γάλλου. 2)

Περὶ Μαγνεντίου τυραννήσαντος καὶ συμ- βαλόντος τῷ Κωνσταντίῳ καὶ3) ἡττηθέντος. ὅτι ἡττηθεὶς ὁ Μαγνέντιος ἔφυγεν. ὅτι καὶ αὖθις πρὸς πόλεμον ὁ Μαγνέντιος ἡτοιμάζετο. ὅτι ἐπεβούλευ- σ’ ὲν ὁ Μαγνέντιος τῷ Γάλλῳ. περὶ τοῦ Ὀρόντου ποταμοῦ. ὅπως ἐγνώσθη ἡ κατὰ Γάλλου ἐπιβουλή.

ὅτι καὶ αὖθις ἡττήθη ὁ Μαγνέντιος καὶ ἑαυτὸν διεχρήσατο. ὅτι μόναρχος ὁ Κωνστάντιος κατέστη καὶ ὁλοκλήρου τῆς ἀρχῆς γέγονεν ἐγκρατής. ὅπως ὁ Γάλλος ὑπερεφρόνησε καὶ τοὺς συγ- κλητικοὺς ἀνεῖλεν ἄνδρας, καὶ αὐτῆς4) τοῦ Καίσαρος ἀξίας ἐξέπεσε καὶ τῆς ζωῆς ἐστερήθη ἀναιρεθείς. ἀποστασία Σιλβανοῦ καὶ ἀναίρεσις. ὅσα ὁ Σαπώρης τῷ Κωνσταντίῳ ἐπέστειλε καὶ ὅσα ὁ Κωνστάντιος αὐθις ἐκείνῳ.

[*](1) βετρανίων hic et infra pro Βρετανίων 2) περὶ Γάλ’ addit 3) καὶ] addit 4) αὐτῆς] αὐτός.)
342

Ὅτι Καίσαρα τὸν Ἰουλιανὸν ἀν’ εἶπε Κωνστάντιος καὶ τὴν ἀδελφὴν Ἑλένην αὐτῷ συνέζευξεν. ὅτι ἐν πολέμοις εὐτύχησεν Ἰουλιανός. ὅτι ἀπεστάτησεν Ἰουλιανὸς καὶ Αὔγουστος ὑπὸ τοῦ στρατοῦ ἀνηγορεύθη. οἶα τῷ Κωνσταντίῳ ἐπέστειλεν Ἰουλιανός. οἶα αὖθις ἐμήνυσε τῷ Ἰουλιανῷ ὁ Κωνστάντιος. οἷα πρὸς τὰ τοῦ Κωνσταντίου μηνύματα ἀν- τέθετο ὁ Ἰουλιανὸς καὶ ὅσα αὐτῶ ἐπέστειλεν.

Ὅτι κατὰ τοῦ Κωνσταντίου ἐπῄει ὁ Τύραννος μήπω τὴν ἑαυτοῦ ἐκφήνας ἀσέβειαν. τελευτὴ Κωνσταντίου. οἶος ὁ Κωνστάντιος ἦν. περὶ τῆς Ἀρείου διαφθορᾶς. περὶ πατριαρχῶν. ὅτι ὁ Μακεδόνιος τὸ σῶμα τοῦ μεγάλου Κωνσταντίνου εἰς τὸν ναὸν τοῦ ἁγίου μετήνεγκεν Ἀκακίου , αὖθις δὲ ὁ Κωνστάντιος εἰς τὸν ναὸν τῶν ἁγίων Ἀποστόλων αὐτὸ μετεκόμισεν. περὶ τῶν λειψάνων τῶν ἁγίων Ἀποστόλων Ἀνδρέου καὶ Λουκᾶ.1) περὶ Εὐσεβίας τῆς γαμετῆς Κωνσταντίου.