Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Στάσις κατὰ Φιλίππου. περὶ Δεκίου καὶ ὅπως παρὰ τῶν στρατιωτῶν ἠναγκάσθη δέξασθαι τὴν βασιλείαν. ἀναίρεσις Φιλίππου.

Περὶ μαρτύρων. περὶ πατριαρχῶν. περὶ τοῦ Ὠριγένους καὶ τῶν αὐτοῦ διαστρόφων δογμάτων. περὶ Ναυάτου. ἐπιστολὴ Διονυσίου ἐπισκόπου Ἀλεξανδρείας. περὶ τῆς τοῦ Δεκίου τελευτῆς.

ὅτι καὶ ὁ Γάλλος διωγμὸν ἐπήγειρε κατὰ χριστιανῶν. ἐθνῶν κινήσεις καὶ χωρῶν πλείστων καταδρομαὶ καὶ φθορὰ πολυπληθὴς ἐκ λοιμοῦ. ὅπως Αἰμιλιανὸς τὴν αὐταρχίαν ἥρπασεν. ἀναίρεσις Γάλλου.

Ἀναίρεσις Αἰμιλιανοῦ. περὶ πατριαρχῶν.

Ὅτι ὑπὸ Περσῶν ἐλήφθη Οὐαλεριανός. 1) ὅτι εἷλον οἱ Πέρσαι πόλεις πολλὰς καὶ πλῆθος αἰχ- μαλότων, καὶ ὅπως αὐτοῖς ἐκέχρηντο. ὅπως ἑάλω ἡ Καισάρεια. ὅτι ἐπέθεντο τοῖς Πέρσαις Ῥωμαῖοι ἀθρόον καὶ πολλοὺς αὐτῶν ἀνεῖλον καὶ παλλακὰς τοῦ Σαπώρου εἷλον. περὶ πατριαρχῶν.

Ὅσοις ἔθνεσιν ἐπολέμησεν. περὶ Αὐριόλου [*](1) Οὐαλεριανὸς] οὐαλλεριανός. )

338
καὶ περὶ Ἰγγενούου τυραννίδι ἐπιχειρήσαντος. περὶ τῆς ἐπαναστάσεως Ποστούμου. μάχη πρὸς Ποστοῦμον καὶ ἧττα αὐτοῦ. ὅτι ἐτυράννησεν ὁ Μακρῖνος. ὅτι τὸν Αὐρίολον ἔπεμψε κατὰ Μακρίνου ὁ Γαλιῆνος, 1) καὶ ὅπως οἱ τοῦ Μακρίνου τῷ βασιλεῖ προσε- χώρησαν. ἀναίρεσις Μακρίνου καὶ Μακριανοῦ. ἦττα 2) Κυΐντου καὶ ἀναίρεσις. ὅπως ὁ Ὠδέναθος ἀνῃρέθη.

ὅτι καὶ ὁ Αὐρίολος τυραννίδι ἐπικεχείρη- κεν. ὅτι μικροῦ ἑάλω ἂν τοῦ βασιλέως ἡ γαμετή. ἑτέρα ἐπιβουλὴ κατὰ Γαλιήνου καὶ ἀναίρεσις αὐτοῦ. οἷος ἦν τοὺς τρόπους ὁ Γαλιῆνος. περὶ πατριαρχῶν.

Περὶ Θεσσαλονίκης. ὅτι καὶ ὁ πατριαρχῶν. παρὰ τῆς συγκλήτου βασιλεὺς ἀνερρήθη.

ὅτι οὗτος διωγμὸν κατὰ χριστιανῶν ἐγεῖραι ἐμελέτα. ὅσα ὁ βασιλεὺς οὗτος ἐστρατήγησεν. ἀναίρεσις Αὐρηλιανοῦ.

Πόλεμοι κατὰ Σκυθῶν. ἀναίρεσις Τακίτου.