Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Περὶ Ἰουλίας τῆς μητρὸς Ἀντωνίνου καὶ ὅπως ἐτελεύτησεν. ἐπιβουλὴ κατὰ Μακρίνου. ἀναίρεσις Μακρίνου.

ὅτι οὐ μόνον ἦν ἀσελγέστατος, ἀλλὰ καὶ ἀσεβέστατος καὶ πρὸς τὴν ἑαυτοῦ θρησκείαν. οἶα ὁ ευδαντωνῖνος ἐποίει πᾶσαν ἀσέλγειαν ὑπερβάλλοντα. ὅτι τὸν ἐξάδελφον αὐτοῦ Βασιανὸν υἱοθετή- σατο, Ἀλέξανδρον μετονομάσας αὐτόν. ἀναίρεσις τοῦ Ψευδαντωνίνου. περὶ πατριαρχῶν.

Περὶ στάσεων μέσον τοῦ δήμου καὶ τῶν στρατιωτῶν γενομένων. ὅπως ὁ Ἀλέξανδρος ὑπε- τάσσετο τῇ μητρί. 2) ὅπως τοῖς Πέρσαις αὖθις ἡ βασιλεία περιελήλυθε , καταλυθεῖσα παρὰ Ἀλεξάν- δρου τοῦ Μακεδόνος. οἶα οἱ πεμφθέντες παρὰ Ἀρταξέρξου εἶπον. καὶ ὅπως αὐτοῖς ἐχρήσατο ὁ βασι- [*](1) Φήλικος] φίληκος 2) ὅπως — τῇ μητρὶ] addit.)

337
λεὺς οὗτος καὶ ὅπως τοῖς Πέρσαις ἐπολέμησεν. ὅτι καὶ τοῖς Γερμανοῖς ἐμαχέσατο. ἀνάρρησις Μαξιμίνου. ἀναίρεσις Ἀλεξάνδρου. ὅτι ἡ Μαμαία χριστιανὴ γέγονεν. περὶ ἀρχιερέων.

Αἰτία δι’ ἣν ὁ Μαξιμῖνος διωγμὸν κατὰ χριστιανῶν κεκίνηκεν. ὅτι κατὰ Γερμανῶν ἐκστρα- τεύσας ὁ Μαξιμῖνος ἐνίκησεν. ὅτι δύο στρατηγοὺς ἢ Καίσαρας ἡ βουλὴ προεβάλετο κατὰ Μαξιμίνου. ἀναίρεσις Μαξιμίνου καὶ τοῦ υἱοῦ αὐτοῦ.

Περὶ πατριαρχῶν.

Στάσις κατὰ Φιλίππου. περὶ Δεκίου καὶ ὅπως παρὰ τῶν στρατιωτῶν ἠναγκάσθη δέξασθαι τὴν βασιλείαν. ἀναίρεσις Φιλίππου.

Περὶ μαρτύρων. περὶ πατριαρχῶν. περὶ τοῦ Ὠριγένους καὶ τῶν αὐτοῦ διαστρόφων δογμάτων. περὶ Ναυάτου. ἐπιστολὴ Διονυσίου ἐπισκόπου Ἀλεξανδρείας. περὶ τῆς τοῦ Δεκίου τελευτῆς.

ὅτι καὶ ὁ Γάλλος διωγμὸν ἐπήγειρε κατὰ χριστιανῶν. ἐθνῶν κινήσεις καὶ χωρῶν πλείστων καταδρομαὶ καὶ φθορὰ πολυπληθὴς ἐκ λοιμοῦ. ὅπως Αἰμιλιανὸς τὴν αὐταρχίαν ἥρπασεν. ἀναίρεσις Γάλλου.

Ἀναίρεσις Αἰμιλιανοῦ. περὶ πατριαρχῶν.

Ὅτι ὑπὸ Περσῶν ἐλήφθη Οὐαλεριανός. 1) ὅτι εἷλον οἱ Πέρσαι πόλεις πολλὰς καὶ πλῆθος αἰχ- μαλότων, καὶ ὅπως αὐτοῖς ἐκέχρηντο. ὅπως ἑάλω ἡ Καισάρεια. ὅτι ἐπέθεντο τοῖς Πέρσαις Ῥωμαῖοι ἀθρόον καὶ πολλοὺς αὐτῶν ἀνεῖλον καὶ παλλακὰς τοῦ Σαπώρου εἷλον. περὶ πατριαρχῶν.

Ὅσοις ἔθνεσιν ἐπολέμησεν. περὶ Αὐριόλου [*](1) Οὐαλεριανὸς] οὐαλλεριανός. )

338
καὶ περὶ Ἰγγενούου τυραννίδι ἐπιχειρήσαντος. περὶ τῆς ἐπαναστάσεως Ποστούμου. μάχη πρὸς Ποστοῦμον καὶ ἧττα αὐτοῦ. ὅτι ἐτυράννησεν ὁ Μακρῖνος. ὅτι τὸν Αὐρίολον ἔπεμψε κατὰ Μακρίνου ὁ Γαλιῆνος, 1) καὶ ὅπως οἱ τοῦ Μακρίνου τῷ βασιλεῖ προσε- χώρησαν. ἀναίρεσις Μακρίνου καὶ Μακριανοῦ. ἦττα 2) Κυΐντου καὶ ἀναίρεσις. ὅπως ὁ Ὠδέναθος ἀνῃρέθη.