Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Περὶ τοῦ Ψευδονέρωνος. ὅτι οἱ τοῦ Ὄθωνος τῷ Οὐιτελίῳ προσβαλόντες ἡττήθησαν. ὅτι οἶ τοῦὌθωνος καὶ πάλιν ἡττήθησαν. ἀνάρρησις Οὐιτελίου Καίσαρος. 2)
Οἷος ἦν Οὐιτἐλιος. ὅπως Οὐεσπασιανὸς 3) ἐπανέστη. Οὐεσπασιανοῦ Καίσαρος ἀναγόρευσις. ὅθεν ὁ Ἰώσηπος προεῖπε τῷ Οὐεσπασιανῷ ὡς ἄρξει. ὅπως καὶ παρὰ τίνων ὁ Οὐιτἐλιος ἀνῃρέθη.
Ὅτι ὁ Οὐεσπασιανὸς αὐτοκράτωρ καὶ παρὰ τῆς βουλῆς ἀνερρήθη , καὶ ὅτι ὁ Μουκιανὸς διοικῶν ἦν τὰ πράγματα. ὅσα ὁ Οὐεσπασιανὸς ἐν Ἀλεξανδρείᾳ καὶ ἀλλαχοῦ ἐποίησεν. ὅσα ἐν τῇ Ῥώμῃ γε- [*](1) ὅτι ἡ — κοινῶν] addit 2) ἀνάρρησις — Καίσαρος] addit 3) οὐεσπεσιανὸς et mox Οὐεσπεσιανοῦ et sic porro.)
Περὶ τοῦ Ψευδονέρωνος. περὶ τοῦ Βεσβίου ὄρους καὶ τοῦ ἐξ αὐτοῦ ἀναδιδομένου πυρὸς καὶ τῶν ἐν αὐτῷ γενομένων ἐπὶ Τίτου. οἵους ἀγῶνας ὁ Τίτος ἐποίησεν. περὶ ἀρχιερέων τῆς Ῥώμης. τελευτὴ Τίτου.
Οἷος ἦν ὁ Δομετιανός. ὅτι καὶ θεὸς ἤθελε νομίζεσθαι. ὅτι ἀναριθμήτους ἐκόλασεν. ὅτι ἐμισήθη παρὰ πάντων ὁ Δομετιανὸς καὶ ἐπεβουλεύθη. περὶ τῶν προειπόντων τὸν ὄλεθρον αὐτοῦ. ἀναίρεσις Δομετιανοῦ. ὅτι Ἀπολλώνιος ὁ Τυανεὺς ἐν Ἐφέσω ὢν ἔγνω τὴν τοῦ Δομετιανοῦ σφαγήν. περὶ ἀρχιερέων. ὅτι καὶ ὁ Δομετιανὸς διωγμὸν ἐκίνησε κατὰ χριστιανῶν καὶ τὸν θεόλογον Ἰωάννην περιώρισεν ἐν Πάτμῳ. περὶ τῶν ἐκ γένους Δαβὶδ τοῦ κυρίου συγγενῶν.
ὅτι ἐπανῆλθεν ὁ θεόλογος ἀπὸ τῆς ὑπερορίας. περὶ πατριαρχῶν. ὅτι τὸν Τραιανὸν υἱοθετήσατο καὶ Καίσαρα ἀνεῖπεν ὁ Νερούας.
Οἷος ἦν ὁ Τραιανὸς τοὺς τρόπους. ὅτι ἐπολέμησε τοὺς Δάκους καὶ ἐνίκησεν. εἶτα καταθεμένοις τὰ ὅπλα ἐσπείσατο αὐτοῖς. ὅτι οὐκ ἐνέμειναν οἱ Δάκοι ταῖς ὁμολογίαις αὐτῶν καὶ ὅτι στρατεύ- σαντος αὖθις κατὰ τοῦ Τραιανοῦ ἐπεχείρησαν δόλῳ αὐτὸν ἀνελεῖν, ἐγνώσθησαν δέ, καὶ ἡττηθέντες ὑπετάγησαν Ῥωμαίοις. ὅπως ὁ βασιλεὺς τῶν Δακῶν τοὺς θησαυροὺς αὐτοῦ ἔκρυψεν. ὅπως τοῖς φίλοις ἐπίστευεν ὁ Τραιανός. ὅτι τῆς Ἀρμενίας ἐκράτησεν ὁ Τραιανός.
[*](1) οἶος — Τίτος] addit)Ὅσα Ῥωμαίοις ὑπέταξε κατὰ Παρθῶν στρα- τεύσας καὶ ὅθεν ἔσχε τὴν ἐπωνυμίαν ἡ Ἐρυθρὰ θάλασσα. περὶ Ἰουδαίων. περὶ πατριαρχῶν.
Οἶος ἦν ὁ Ἀδριανός. ὅτι χρεοκοπίαν ὁ Ἀδριανὸς ἐκήρυξεν. ὅτι ἐν Παλαιστίνῃ πόλιν ἀντὶ τῆς Ἱερουσαλὴμ ὁ Ἀδριανὸς ᾠκοδόμησεν , Αἰλίαν καλέσας αὐτήν. περὶ τῆς κατ' 1) Ἀδριανοῦ τῶν Ἰουδαίων ἐπαναστάσεως.