Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Αἰτίαι δι’ ἃς ἐπεβούλευσε τῷ Κλαυδίῳ ἡ ’Αγριππῖνα. τελευτὴ Κλαυδίου. ἔργον ἀξιέπαινον. περὶ σημείων. περὶ Θευδᾶ καὶ Σίμωνος τοῦ μάγου. περὶ τοῦ ἀποστόλου Πέτρου καὶ ὅπως τὸ κατὰ Μάρ- κον εὐαγγέλιον ἐξεδόθη. ὅτι ἡ Ἀγριππῖνα τὴν διοί- κησιν ἐποιεῖτο τῶν κοινῶν. 1)
ὅτι καὶ πολυδάπανος ἦν ὁ Νέρων. ὅτι φαρμάκῳ ἔκτεινε τὸν Βρεττανικὸν ὁ Νέρων. ὅτι καὶ τὴν μητέρα αὐτοῦ ὁ Νέρων ἀπέκτεινεν. ὅτι καὶ τὴν γυναῖκα αὐτοῦ ἀπεπέμψατο , εἶτα καὶ ἀνεῖλεν. ὅσα ἐποίει ὁ Νέρων ἐκπλήκτως καὶ μιαρῶς.
ὅτι πρῶτος ὁ Νέρων τοῦ κατὰ χριστιανῶν ἤρξατο διωγμοῦ καὶ ὅτι τοὺς ἀποστόλους ἀπέκτεινε Πέτρον καὶ Παῦλον, καὶ περὶ ἀρχιερέων τῆς Ῥώμης. ἀποστασία ἀποστασία κατὰ Νέρωνος. ἀναίρεσις Νέρωνος.
Ὅτι υἱοθετήσατο ὁ Γάλβας τὸν Πείσωνα καὶ ὁ Ὄθων ἐπεβούλευσε τῷ Γάλβᾳ. ἀναίρεσις Γάλβου.
Περὶ τοῦ Ψευδονέρωνος. ὅτι οἱ τοῦ Ὄθωνος τῷ Οὐιτελίῳ προσβαλόντες ἡττήθησαν. ὅτι οἶ τοῦὌθωνος καὶ πάλιν ἡττήθησαν. ἀνάρρησις Οὐιτελίου Καίσαρος. 2)
Οἷος ἦν Οὐιτἐλιος. ὅπως Οὐεσπασιανὸς 3) ἐπανέστη. Οὐεσπασιανοῦ Καίσαρος ἀναγόρευσις. ὅθεν ὁ Ἰώσηπος προεῖπε τῷ Οὐεσπασιανῷ ὡς ἄρξει. ὅπως καὶ παρὰ τίνων ὁ Οὐιτἐλιος ἀνῃρέθη.
Ὅτι ὁ Οὐεσπασιανὸς αὐτοκράτωρ καὶ παρὰ τῆς βουλῆς ἀνερρήθη , καὶ ὅτι ὁ Μουκιανὸς διοικῶν ἦν τὰ πράγματα. ὅσα ὁ Οὐεσπασιανὸς ἐν Ἀλεξανδρείᾳ καὶ ἀλλαχοῦ ἐποίησεν. ὅσα ἐν τῇ Ῥώμῃ γε- [*](1) ὅτι ἡ — κοινῶν] addit 2) ἀνάρρησις — Καίσαρος] addit 3) οὐεσπεσιανὸς et mox Οὐεσπεσιανοῦ et sic porro.)
Περὶ τοῦ Ψευδονέρωνος. περὶ τοῦ Βεσβίου ὄρους καὶ τοῦ ἐξ αὐτοῦ ἀναδιδομένου πυρὸς καὶ τῶν ἐν αὐτῷ γενομένων ἐπὶ Τίτου. οἵους ἀγῶνας ὁ Τίτος ἐποίησεν. περὶ ἀρχιερέων τῆς Ῥώμης. τελευτὴ Τίτου.
Οἷος ἦν ὁ Δομετιανός. ὅτι καὶ θεὸς ἤθελε νομίζεσθαι. ὅτι ἀναριθμήτους ἐκόλασεν. ὅτι ἐμισήθη παρὰ πάντων ὁ Δομετιανὸς καὶ ἐπεβουλεύθη. περὶ τῶν προειπόντων τὸν ὄλεθρον αὐτοῦ. ἀναίρεσις Δομετιανοῦ. ὅτι Ἀπολλώνιος ὁ Τυανεὺς ἐν Ἐφέσω ὢν ἔγνω τὴν τοῦ Δομετιανοῦ σφαγήν. περὶ ἀρχιερέων. ὅτι καὶ ὁ Δομετιανὸς διωγμὸν ἐκίνησε κατὰ χριστιανῶν καὶ τὸν θεόλογον Ἰωάννην περιώρισεν ἐν Πάτμῳ. περὶ τῶν ἐκ γένους Δαβὶδ τοῦ κυρίου συγγενῶν.
ὅτι ἐπανῆλθεν ὁ θεόλογος ἀπὸ τῆς ὑπερορίας. περὶ πατριαρχῶν. ὅτι τὸν Τραιανὸν υἱοθετήσατο καὶ Καίσαρα ἀνεῖπεν ὁ Νερούας.
Οἷος ἦν ὁ Τραιανὸς τοὺς τρόπους. ὅτι ἐπολέμησε τοὺς Δάκους καὶ ἐνίκησεν. εἶτα καταθεμένοις τὰ ὅπλα ἐσπείσατο αὐτοῖς. ὅτι οὐκ ἐνέμειναν οἱ Δάκοι ταῖς ὁμολογίαις αὐτῶν καὶ ὅτι στρατεύ- σαντος αὖθις κατὰ τοῦ Τραιανοῦ ἐπεχείρησαν δόλῳ αὐτὸν ἀνελεῖν, ἐγνώσθησαν δέ, καὶ ἡττηθέντες ὑπετάγησαν Ῥωμαίοις. ὅπως ὁ βασιλεὺς τῶν Δακῶν τοὺς θησαυροὺς αὐτοῦ ἔκρυψεν. ὅπως τοῖς φίλοις ἐπίστευεν ὁ Τραιανός. ὅτι τῆς Ἀρμενίας ἐκράτησεν ὁ Τραιανός.
[*](1) οἶος — Τίτος] addit)Ὅσα Ῥωμαίοις ὑπέταξε κατὰ Παρθῶν στρα- τεύσας καὶ ὅθεν ἔσχε τὴν ἐπωνυμίαν ἡ Ἐρυθρὰ θάλασσα. περὶ Ἰουδαίων. περὶ πατριαρχῶν.
Οἶος ἦν ὁ Ἀδριανός. ὅτι χρεοκοπίαν ὁ Ἀδριανὸς ἐκήρυξεν. ὅτι ἐν Παλαιστίνῃ πόλιν ἀντὶ τῆς Ἱερουσαλὴμ ὁ Ἀδριανὸς ᾠκοδόμησεν , Αἰλίαν καλέσας αὐτήν. περὶ τῆς κατ' 1) Ἀδριανοῦ τῶν Ἰουδαίων ἐπαναστάσεως.
Περὶ Ἀλβανῶν καὶ ὅτι Μασσαγέται εἰσίν. περὶ Σευηριανοῦ. οἷος ὁ Τούρβων ἦν καὶ οἷος ὁ Σίμιλις. ὅτι τὸν ’ Αντωνῖνον ὁ Ἀδριανὸς προεχει- ρίσατο αὐτοκράτορα. τελευτὴ Ἀδριανοῦ. περὶ πατριαρχῶν. περὶ Ἰουδαίων. περὶ αἱρεσιαρχῶν. περὶ Ἰουστίνου τοῦ φιλοσόφου καὶ μάρτυρος.
Διὰ τί εὐσεβὴς ἐπεκλήθη ὁ Ἀντωνῖνος. νομοθεσία αὐτοῦ. τελευτὴ Ἀντωνίνου. περὶ πατριαρχῶν. περὶ Ἰουστίνου τοῦ φιλοσόφου καὶ μάρτυρος. ὅτι δόγμα ὁ Ἀντωνῖνος ἐξέθετο μηδένα χρι- στιανὸν διὰ τὴν πίστιν κολάξεσθαι. 2)
Μάρκου Ἀντωνίνου πόλεμοι 3) πρὸς διάφορα ἔθνη. περὶ τοῦ ἐντεύξεσι χριστιανῶν πρὸς τὸν θεὸν γενομένου θαύματος ἐν τῷ Ῥωμαϊκῷ στρατοπέδῳ.
Ἀποστασία κατὰ Μάρκου Ἀντωνίνου. νομοθεσία. 4) ὅτι ὁ βασιλεὺς οὗτος ἐν Ἀθήναις διδασκάλους ἔταξε τῶν λόγων ἐκ τοῦ δημοσίου ταμείου μισθὸν λαμβάνοντας. τελευτὴ Μάρκου Ἀντωνίνου. περὶ μάρτυρος. 5) περὶ πατριαρχῶν.
Οἷος ἦν τὰ ἤθη ὁ Κόμοδος. ὅτι πρὸς πολκατ’ [*](1) οm. 2) ὅτι δόγμα — κολάζεσθαι] addit 3) Ἀντ. πόλεμοι] invertit 4) νομοθεσία pro νομοθέτημα per compendium 5) τελευτὴ — μάρτυρος] addit.)
Τὰ τοῦ Κομόδου ἐπίθετα. ὅτι ἡρματηλάτει καὶ ἐμονομάχει ὁ Κόμοδος καὶ ὅτι ὠμότατος ἦν. ἡ ῥάβδος τοῦ κήρυκος. ἀναίρεσις Κομόδου. περὶ πατριαρχῶν.
Οἵου γένους ἦν ὁ Περτίναξ. ὅπως διετέθη περὶ τὰ πράγματα ὁ Περτίναξ καὶ τοὺς Ῥωμαίους. ὅτι ὁ Περτίναξ τὸν παρὰ τῶν στρατιωτῶν αὐτοκράτορα μέλλοντα γενέσθαι οὐκ ἐκόλqσεν.