Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Περὶ σημείων πρὸ τῆς μάχης φανέντων. τροπὴ τοῦ Πομπηίου. οἵα ἦν ἡ τοῦ Πομπηίου γυνὴ καὶ ὅσα εἶπεν ἰδοῦσα αὐτὸν φεύγοντα καὶ οἶα ἐκεῖνος πρὸς αὐτήν. ὅτι εἰς Αἴγυπτον ὁ Πομπήιος κατηνέχθη 4) καὶ ὅπως ἀνῃρέθη ἐκεῖ. οἵας ἔτυχε ταφῆς ὁ Μάγνος Πομπήιος.

[*](1) τῶν] addit 2) ὅτι τὴν] ὅτην τὴν 3) παράβολος] παράβουλος 4) κατηνέχθη] κατήχθη, ut in textu. )
324

ὅπως ὁ Καῖσαρ διετέθη πρὸς τοὺς ἀναιρέ- ἀναιρέτας Πομπηίου. περὶ τῆς Κλεοπάτρας , καὶ ὅπως ὁ Καῖσαρ ἑάλω ταύτης τῷ ἔρωτι. ὅτι πολέμου μέσον τοῦ Καίσαρος καὶ τῶν Ἀλεξανδρέων συστάντος ἡ μεγάλη βιβλιοθήκη ἐκαύθη. ὅτι τὴν Κλεοπάτραν Αἰγύπτου βασιλίδα κατέλιπε Καῖσαρ ἔγκυον οὖσαν ἐξ αὐτοῦ. καὶ ὅπως τὸν Φαρνάκην ἐνίκησεν. ὅσον πλῆθος Ῥωμαίων ἐν τοῖς ἐμφυλίοις πολέμοις διέ- φθαρτο καὶ ὅπως τοῖς υἱοῖς τοῦ Πομπηίου ἐμαχέ- σατο Καῖσαρ.

ὅτι δικτάτωρ ὁ Καῖσαρ διὰ βίου ἐψηφίσθη. ὅτι διὰ τὸν τῆς βασιλείας ἔρωτα ἐμισήθη ὁ Καῖσαρ. ὅθεν ἐκαλεῖτο Καῖσαρ. ὅσα ὁ Καῖσαρ ἐκ φιλαρχίας ἐποίησε, δι’ ἃ ἐμισήθη καὶ ἐπεβουλεύθη. περὶ Βρού- καὶ ὅπως αὐτὸν κατὰ τοῦ Καίσαρος παρώξυνον πολλοί. σημεῖα γενόμενα δηλωτικὰ τῆς τοῦ Καίσα- ἀναιρέσεως. σφαγὴ τοῦ Καίσαρος. ὅσα τῷ Καί- σαρι ἐψηφίζοντο.

ὅτι οἱ τοῦ Καίσαρος ἀναιρέται εἰς τὸ Κα- πιτώλιον ἀνῆλθον. ὅτι ὁ Κικέρων ἔπεισε πάντας σπείσασθαι ἀλλήλοις καὶ τὰ παρὰ τοῦ Καίσαρος πραχθέντα κρατεῖν. ὅτι ὁ Ἀντώνιος τὸν τοῦ Καί- νεκρὸν προθέμενος πολλὰ πρὸς ἔπαινον ἐκεί- καὶ κινοῦντα τὸν δῆμον πρὸς ὀργὴν κατὰ τῶν φονέων εἶπεν. ὅτι ὁ δῆμος ἐκ τῆς τοῦ Ἀντωνίου δημηγορίας ἐρεθισθεὶς τὸν νεκρὸν τοῦ Καίσαρος ἔκαυσε, κατὰ δὲ τῶν φονέων αὐτοῦ κεκίνητο.