Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

ὅτι δικτάτωρ ὁ Καῖσαρ διὰ βίου ἐψηφίσθη. ὅτι διὰ τὸν τῆς βασιλείας ἔρωτα ἐμισήθη ὁ Καῖσαρ. ὅθεν ἐκαλεῖτο Καῖσαρ. ὅσα ὁ Καῖσαρ ἐκ φιλαρχίας ἐποίησε, δι’ ἃ ἐμισήθη καὶ ἐπεβουλεύθη. περὶ Βρού- καὶ ὅπως αὐτὸν κατὰ τοῦ Καίσαρος παρώξυνον πολλοί. σημεῖα γενόμενα δηλωτικὰ τῆς τοῦ Καίσα- ἀναιρέσεως. σφαγὴ τοῦ Καίσαρος. ὅσα τῷ Καί- σαρι ἐψηφίζοντο.

ὅτι οἱ τοῦ Καίσαρος ἀναιρέται εἰς τὸ Κα- πιτώλιον ἀνῆλθον. ὅτι ὁ Κικέρων ἔπεισε πάντας σπείσασθαι ἀλλήλοις καὶ τὰ παρὰ τοῦ Καίσαρος πραχθέντα κρατεῖν. ὅτι ὁ Ἀντώνιος τὸν τοῦ Καί- νεκρὸν προθέμενος πολλὰ πρὸς ἔπαινον ἐκεί- καὶ κινοῦντα τὸν δῆμον πρὸς ὀργὴν κατὰ τῶν φονέων εἶπεν. ὅτι ὁ δῆμος ἐκ τῆς τοῦ Ἀντωνίου δημηγορίας ἐρεθισθεὶς τὸν νεκρὸν τοῦ Καίσαρος ἔκαυσε, κατὰ δὲ τῶν φονέων αὐτοῦ κεκίνητο.

Σημεῖα δηλωτικὰ τῆς τοῦ Ὀκταβίου Καί- εὐτυχίας.

Συμβουλαὶ Κικέρωνος καὶ τῶν ἐναντιουμέ- ἐναντιουμένων αὐτῷ καὶ μηνύματα τῆς βουλῆς πρὸς τὸν Ἀν-

325
τώνιον. ὅτι μὴ πειθομένου 1) τῇ βουλῇ τοῦ Ἀντωνίου ἐψηφίσθη πολέμιον εἶναι αὐτόν. μάχαι μέσον Ἁντωνίου καὶ Καίσαρος. τροπὴ τοῦ Ἀντωνίου.

ὅπως οἶ ἐν τῇ Ῥώμῃ πρὸς τὸν Καίσαρα διετίθεντο. ὅτι τὸν πρὸς τὸν Ἀντώνιον καὶ τὸν Λέπιδον πόλεμον οἶ Ῥωμαῖοι τῷ Καίσαρι ἀνέθεντο. ὅτι καὶ ἄκοντες οἱ ἐν τῇ Ῥώμῃ ὕπατον τὸν Καίσαρα ἐψηφίσαντο. ὅτι καὶ παρὰ τῆς βουλῆς εἰς τὸ τοῦ Καίσαρος τοῦ Ἰουλίου εἰσεποιήθη γένος ὁ Ὀκτάβιος.

Διὰ τί τὰς πρὸς τὸν Ἀντώνιον καὶ τὸν Λέπιδον συνθήκας ὁ Καῖσαρ ἐτήρησε, καὶ ὅτι καὶ τοῖς Ῥωμαίοις αὐτοὺς κατήλλαξε δι’ ἑτέρων. πῶς συν- ῆλθον ὁ Καῖσαρ καὶ ὁ Ἀντώνιος καὶ ὁ Λέπιδος, καὶ ὅπως ἑαυτοῖς ἀρχὰς ἐθνῶν ἀπένειμαν. ὅτι τῷ Καίσαρι ἐμνηστεύθη ἡ τῆς γυναικὸς τοῦ Ἀντωνίου θυγάτηρ. περὶ σημείων. ὅτι ἐν τῇ Ῥώμῃ ἐλθόντες σφαγὰς πολλῶν ἐποιήσαντο, ἀντιδιδόντες ἀλλήλοις τοὺς ἑαυτοῦ φίλους ἕ.

ὅπως ὁ Κικέρων ἀνῄρηται καὶ ὅπως πρὸς αὐτὸν καὶ νεκρὸν διετέθη ὁ Ἀντώνιος καὶ ἡ γαμετὴ αὐτοῦ Φουλβία. πίστις θαυμαστὴ δούλου πρὸς δεσπότην. ἀγάπη πατρική. ὅσα βίαια τότε ἐπράχθη.

ὅτι ὁ μὲν Λέπιδος τὰ τῆς Ῥώμης καὶ τῆς Ἰταλίας διοικήσων εἰάθη, Καῖσαρ δὲ καὶ Ἀντώνιος κατὰ Βρούτου καὶ Κασσίου ἐστράτευσαν. ὅσα ὁ Βροῦτος καὶ ὁ Κάσσιος ἐποίουν ἑτοιμαζόμενοι ἀνθίστασθαι τῷ Καίσαρι καὶ τῷ Ἀντωνίῳ. ὅτι τῶν Ῥοδίων ὁ Κάσσιος ἐκράτησε, τῶν δὲ Λυκίων ὁ Βροῦτος. ὅτι ὁ Βροῦτος καὶ ὁ Κάσσιος ἀνεβάλλοντο τὴν μάχην. 2)

[*](1) πειθομένου] πειθόμενος perspicue 2) ὅτι ὁ Βροῦτος — μάχην] addit.)
326