Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Περὶ τῶν ἐν Ῥώμᾐ μοναρχησάντων. ὅπως ἐφθάρη ὁ Κίννας καὶ Κάρβων αὐτὸν διεδέξατο καὶ ὁ Πομπήιος τῷ Σύλλα προσῆλθεν. ὅσα κατώρθωσεν [*](1) περὶ] Scripsi παρὰ 2) φαμέας prο Φαβέας.)
ὅτι καὶ ὁ Δομέτιος προσβαλὼν τῷ Πομπηίῳ ἡττήθη καὶ ἀνῃρέθη. οἴαν ἐτήρουν διάθεσιν πρὸς Πομπήιον τὰ στρατεύματα. ὅτι Μάγνον ὁ Σύλλας προσεῖπεν αὐτόν. ὅπως ἔτυχε τοῦ θριάμβου Πομπήιος, καίπερ τοῦ Σύλλα κωλύοντος. ὅτι στρατεύματος ἡγεμὼν ᾑρέθη Πομπήιος κατὰ Λεπίδου , καὶ ὅπως ἀπέθανε Λέπιδος. ὅτι κατὰ Σερτωρίου ἐστάλη 2) Πομπήιος. ὅπως ὁ Σερτώριος ἐφθάρη καὶ ὅπως τὸν Περπένναν ἀνεῖλε Πομπήιος. ὅτι ἠγάπα τὸν Πομπήιον ὁ δῆμος κἀκεῖνος τῷ δήμῳ προσέκειτο. ὅπως οἱ τιμηταὶ τὸν Πομπήιον ἐδέξαντο προσιόντα αὐτοῖς.
Περὶ τῶν πειρατικῶν νεῶν 3) καὶ ὅσας εἷλον πόλεις καὶ ὅπως τοῖς ἁλισκομένοις Ῥωμαίοις ἐνέπαιζον καὶ οἵα ἐξουσία τῷ Πομπηίῳ κατ’ αὐτῶν στελλομένῳ ἐψηφίσθη. ὅπως ταχέως τὸν πειρατικὸν ἐνίκησε πόλεμον καὶ τὴν θάλασσαν τῶν λῃστηρίων ἐκάθηρε, καὶ ὅπως παρ’ Ἀθηναίων ἐδέχθη.
ὅσα ἐψηφίσθη τῷ Πομπηίῳ μαθόντων τῶν Ῥωμαίων τὴν νίκην τοῦ πειρατικοῦ πολέμου. ὅπως τὸν Μιθριδάτην ὁ Πομπήιος ἐπολέμησεν. ὅτι ἑαυτὸν παρέδωκε τῷ Πομπηίῳ Τιγράνης ὁ τῶν Ἁρμενίων βασιλεύς. καὶ ὅπως αὐτῷ ἐχρήσατο ἐκεῖνος καὶ τῷ υἱῷ αὐτοῦ. περὶ Ἀλβανῶν καὶ Ἰβήρων. ὅτι τοὺς Ἀλβανοὺς καὶ τοὺς Ἴβηρας ἐνίκησεν ὁ Πομπήιος. περὶ Ἀμαζόνων. περὶ τῆς σωφροσύνης Πομπηίου καὶ τῆς τῶν χρημάτων καταφρονήσεως.
[*](1) κῆδος] κῦδος 2) ἐστάλη pro ἐστάλη ὁ 3) νεῶν] νηῶν.)