Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Περὶ τοῦ Ἀβραάμ, καὶ ὅτι πρῶτος ἐπέγνω τὸν θεὸν ποιητὴν τοῦ παντός. περὶ τῆς τῶν Σοδομιτῶν αἰχμαλωσίας, καὶ ὅπως ἐτρώθησαν καὶ ᾐχμα- λωτίσθη Λώτ.1) ὅτι τῷ Ἀβραὰμ ὁ θεὸς δώσειν υἱὸν ἐπηγγέλλετο, ὡς τὸ σπέρμα αὐτοῦ γενέσθαι ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ. καὶ ὅπως περιετμήθησαν, καὶ ὅτι τὸ Ἰσαὰκ γέλως ἑρμηνεύεται. οἱ μὲν Ἰουδαῖοι τῇ ὀγδόῃ ἡμέρᾳ περιτέμνονται, οἱ Ἄραβες δὲ τῷ τρισκαιδεκάτῳ ἔτει. ὅτι ὁ Ἰσμαὴλ ἐκ τῆς Ἄγαρ. εἴκοσι καὶ πέντε ἐτῶν ἦν Ἰσαάκ, ὅτε θυσιάσαι προσετάχθη αὐτὸν Ἀβραάμ.

Ἀναχώρησις Ἰακὼβ εἰς Μεσοποταμίαν, καὶ περὶ τῆς θεαθείσης αὐτῷ 2) κλίμακος καθ’ ὕπνους. κατοίκησις Ἰακὼβ πρὸς λαβὰν τὸν μητράδελφον, καὶ ἔρως τῆς θυγατρὸς αὐτοῦ. συνέλευσις Ἰακὼβ πρὸς Λείαν καὶ τεκνογονία αὐτῆς. ἡ δὲ Ῥαχὴλ μὴ τίκτουσα τῇ οἰκείᾳ θεραπαίνῃ τὸν Ἰακὼβ ἠξίωσε συνελεθεῖν, καὶ τὰ τεχθέντα δύο τέκνα ᾠκειώσατο. ζηλώσασα δὲ ἡ Λεία τὴν ἑαυτοῦ θεράπαιναν 3) παρακατέκλινε τἀνδρί, καὶ τὰ γεννηθέντα ἐξιδιώσατο. ὅτι ἡ Ῥαχὴλ ἔτεκε τὸν Ἰωσήφ.