Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Περὶ τοῦ Ἀβραάμ, καὶ ὅτι πρῶτος ἐπέγνω τὸν θεὸν ποιητὴν τοῦ παντός. περὶ τῆς τῶν Σοδομιτῶν αἰχμαλωσίας, καὶ ὅπως ἐτρώθησαν καὶ ᾐχμα- λωτίσθη Λώτ.1) ὅτι τῷ Ἀβραὰμ ὁ θεὸς δώσειν υἱὸν ἐπηγγέλλετο, ὡς τὸ σπέρμα αὐτοῦ γενέσθαι ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ. καὶ ὅπως περιετμήθησαν, καὶ ὅτι τὸ Ἰσαὰκ γέλως ἑρμηνεύεται. οἱ μὲν Ἰουδαῖοι τῇ ὀγδόῃ ἡμέρᾳ περιτέμνονται, οἱ Ἄραβες δὲ τῷ τρισκαιδεκάτῳ ἔτει. ὅτι ὁ Ἰσμαὴλ ἐκ τῆς Ἄγαρ. εἴκοσι καὶ πέντε ἐτῶν ἦν Ἰσαάκ, ὅτε θυσιάσαι προσετάχθη αὐτὸν Ἀβραάμ.
Ἀναχώρησις Ἰακὼβ εἰς Μεσοποταμίαν, καὶ περὶ τῆς θεαθείσης αὐτῷ 2) κλίμακος καθ’ ὕπνους. κατοίκησις Ἰακὼβ πρὸς λαβὰν τὸν μητράδελφον, καὶ ἔρως τῆς θυγατρὸς αὐτοῦ. συνέλευσις Ἰακὼβ πρὸς Λείαν καὶ τεκνογονία αὐτῆς. ἡ δὲ Ῥαχὴλ μὴ τίκτουσα τῇ οἰκείᾳ θεραπαίνῃ τὸν Ἰακὼβ ἠξίωσε συνελεθεῖν, καὶ τὰ τεχθέντα δύο τέκνα ᾠκειώσατο. ζηλώσασα δὲ ἡ Λεία τὴν ἑαυτοῦ θεράπαιναν 3) παρακατέκλινε τἀνδρί, καὶ τὰ γεννηθέντα ἐξιδιώσατο. ὅτι ἡ Ῥαχὴλ ἔτεκε τὸν Ἰωσήφ.
Ὑποχωρήσαντος Ἰακὼβ ἀπὸ τοῦ λαβὰν καὶ ἡ Ῥαχὴλ τὰ εἴδωλα τούτου ἀφαιρεῖται. 4) πάλη Ἰακὼβ μετὰ τοῦ ἀγγέλου. ἁρπαγὴ τῆς Δεινῆς ὑπὸ τοῦ τῶν Σικίμων 5) βασιλέως, υἱοῦ Συχέμ, καὶ ἀπώ [*](1) θεράπαιναν pro θεράπαινην 2) ἀφαιρεῖται] ἀφεῖ 3) Σικίμων] σικήμων.)
Ὅπως ἐπεκλήθη Ἐδὼμ ὁ Ἠσαῦ. βουλὴ τῶν ἀδελφῶν κατὰ τοῦ Ἰωσήφ, καὶ κατάσχεσις αὐτοῦ καὶ ἀπόδοσις πρὸς τοὺς ἐμπόρους. ὅτι ὁ Πετεφρὴς 1) ὠνήσατο τὸν Ἰωσήφ. κατηγορία ψευδὴς ὑπὸ γυναικὸς Πετεφρῆ κατὰ τοῦ 2) Ἰωσὴφ καὶ κατάσχεσις αὐτοῦ ἐν φυλακῇ. δήλωσις τῶν συνδεσμωτῶν παρὰ τοῦ Ἰωσήφ.
ἐνύπνια τοῦ 3) Φαραώ. δήλωσις τῶν ἐνυπνίων Φαραὼ ὑπὸ τοῦ Ἰωσήφ, καὶ δίδωσι τὴν ἐξουσίαν αὐτῷ Φαραὼ πάσης γῆς Αἰγύπτου. τί τὸ θομφάνηχος. ἐπανέλευσις τῶν ἀδελφῶν Ἰωσὴφ διὰ τὸν λιμόν. ἀναγνωρισμὸς Ἰωσὴφ καὶ τῶν ἀδελφῶν.
Ἐλευσὶς τοῦ Ἰσραὴλ πρὸς Αἴγυπτον πανοικεί. εὐλογία Ἰακὼβ τοῖς ἐγγόνοις ἐναλλάξ. τελευτὴ Ἰακώβ. τελευτὴ Ἰωσήφ.
ὅτι ἐκάκουν οἱ Αἰγύπτιοι τοὺς Ἰσραηλίτας. περὶ τῆς γεννήσεως Μωυσέως. 4) ὅτι περικαλλὴς ἦν τὴν ἰδέαν Μωυσῆς, καὶ ὅτι οὐ 5) προσίετο θηλὴν Αἰγυπτίαν. ὅτι ἤγαγον τὴν Θέρμουθιν τὴν τροφὸν Μώσεως καὶ παρέλαβον θηλάζειν αὐτόν.6) ἐπωνυμία τοῦ ὀνόματος Μωυσέως. ὅτι 7) ἕβδομος ἦν ἐξ Ἀβραάμ. ὅπως ἐπιτίθησι τὸ διάδημα Φαραὼ τῷ Μωσεῖ. οἷος ἦν τὴν ἡλικίαν καὶ τὴν ἀρετὴν ὁ Μωσῆς καὶ ὅπως κατ’ Αἰθιόπων ἐκστρατεύει. ὅτι προμάχοις ταῖς ἴβεσι κατὰ τῶν ἰοβόλων ἐχρήσατο. ἡ [*](1) Πετεφρὴς] πετεφρῆς 2) τοῦ pro τὸν 3) τοῦ] τῶ) [*](4) Μουσέως] hic et continuo μῶσ’—, sed hic per o in ultima 5) ὅτι οὐ pro ὅτι 6) ὅτι—αὐτόν] addit καὶ ante ὅτι οm.)
Ὅτι νέμων ἐν ὄρει Σινᾶ ὁρᾷ 2) τὴν βάτον ὁ Μώσης, καὶ ἐνυπνιάσθη ἐπὶ τὴν Αἴγυπτον ἀπελθεῖν. τὸ περὶ τῆς βακτηρίας τοῦ Μώσεως θαῦμα, τὴν εἰς τὸν κόλπον βληθεῖσαν δεξιὰν καὶ τὸ εἰς αἷμα μεταβληθὲν ὕδωρ. ὅτι Μωυσῆς καὶ Ἀαρὼν ἦλθον εἰς Αἴγυπτον πρὸς Φαραώ. ὅπως ἡ ῥάβδος μετεβλήθη εἰς ὄφιν. ὅσα ὁ Μώσης κακὰ τοῖς Αἰγυπτίοις ἐπήγαγε, σκληρυνομένου τοῦ Φαραώ. ὅπως τὸ πάσχα διάβασις καὶ ὑπερβασία ἐξ ἐκείνου εἰκονίξεται. ὅσοι ἦσαν οἱ στρατεύεσθαι δυνάμενοι Ἰουδαῖοι, ἐξῆλθον τῆς Αἰγύπτου. πόσους ἐνιαυτοὺς εἰς τὴν Αἴγυπτον ἤνυσαν Ἰουδαῖοι.