Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

ὅτι ἐν ἀκμῇ θέρους χειμὼν γέγονεν. ὅτι καὶ πάλιν οἱ Παλαιστηνοὶ τοὺς Ἑβραίους κατέτρωσαν. ὅπως ὁ Ἰωνάθαν προσέβαλε τοῖς πολεμίοις καὶ ἥττησεν αὐτούς. ὅτι ἀρὰν ἔθετο Σαοὺλ τοῦ μὴ φαγεῖν τινα ἕως νυκτός, ἀλλὰ διώξας ἀκρατῶς τοὺς ἐχθρούς, καὶ ὅτι μὴ ἀκούσας τῆς ἀρᾶς ἔφαγεν Ἰωνάθαν, διὰ τοῦτο γέγονεν ἧττα. καὶ ὅτι ἔμελλε τοῦτον 2) ἀνελεῖν ὁ πατήρ, εἰ μὴ ἥρπασεν αὐτὸν ὁ λαός.

Ὅτι κατὰ κέλευσιν θεοῦ εἶπε Σαμουὴλ τῷ Σαοὺλ συμβαλεῖν Ἀμαληκίταις καὶ πάντας κτεῖναι. καὶ ὅτι προσβαλὼν ἐνίκησε, τὸν δὲ βασιλέα αὐτῶν οὐκ ἀπέκτεινε. καὶ διὰ τοῦτο ἀκούει ἀπὸ Σαμουὴλ ἀφαιρεθῆναι τὴν βασιλείαν. ὅτι τοῦ Σαμουὴλ ὑπο- χωροῦντος κατέσχε τὴν διπλοίδα αὐτοῦ Σαούλ, παρακαλῶν ἱλεώσασθαι τὸν θεόν. καὶ ἐσχίσθη ἡ διπλοίς, καὶ εἶπε Σαμουὴλ οὕτω διαιρεθῆναι τὴν βασιλείαν αὐτοῦ. καὶ ὀψὲ παρεκλήθη Σαμουὴλ εἰπὼν ἱκετεῦσαι τὸν θεόν, εἰ τὸν βασιλέα Ἀμαληκιτῶν κτείνει Σαούλ. ὅτι ἀπὸ πάντων τῶν ἀδελφῶν ὁ Δαβὶδ ἐχρίσθη εἰς βασιλέα, καὶ ὅτι ἐπῆλθεν ἐπ’ αὐτὸν πνεῦμα προφητείας ὑποχωροῦν ἀπὸ Σαούλ. ὅτι πνεῦμα πονηρὸν ἔπνιγε τὸν Σαούλ, ὃ κατεπῇδε Δαβὶδ ψάλλων μετὰ κιννύρας. καὶ ὁπλοφόρος τῷ [*](1) προεφήτευσε σαοὺλ pro Σαοὺλ προεφήτευσε. 2) ἔμελλε τοῦτον pro τοῦτον ἔμελλεν.)

273
αοὺλ ἐχρημάτιζεν. περὶ τόν ἐπελθόντων ἀλλοφύλων τοῖς Ἰσραηλίταις καὶ περὶ Γολιὰθ οἷος ἦν, καὶ ὅπως ὁ Δαβὶδ αὐτὸν ἐνίκησε, καὶ περὶ τῶν ὅπλων τοῦ Γολιάθ. ὁ Δαβὶδ θαρρεῖν λέγει ἐπὶ τῷ ἐνισχύσαντι αὐτὸν κατὰ τῆς ἄρκτου καὶ κατὰ τοῦ λέοντος. ὅτι ἄοπλος πρόσ’ ἔβαλε Δαβὶδ τῷ Γολιάθ, μόνους πέντε λίθους φέρων καὶ τὴν σφενδόνην. ὅπως λίθῳ διὰ σφενδόνης τὸν Γολιὰθ κατέβαλε Δαβίδ, καὶ ἀνεῖλεν αὐτὸν τῇ οἰκείᾳ ῥομφαίᾳ αὐτοῦ. καὶ οὕτως ἡττῶνται οἶ ἀλλόφυλοι.

ὅτι ἀνέθετο Δαβὶδ τὴν ῥομφαίαν τοῦ Γολιὰθ τῷ θεῷ. ὅπως φθονῆσαι τὸν Δαβὶδ ἐκινήθη Σαούλ. ὅπως ἔψαλλε Δαβὶδ ἐπὶ Σαοὺλ δαιμονιξομένῳ, ὁ δὲ ἐπεχείρησε βάλλειν τῷ δόρατι, καὶ ἠτύχησεν. ὅτι ἤρα Δαβὶδ ἡ θυγάτηρ Σαούλ, καὶ ὑπέσχετο τὸν γάμον, εἰ ἑκατὸν ἀκροβυστίας ἐνέγκοι αὐτῷ Δαβίδ, ὃ καὶ πεποίηκεν ὁ Δαβίδ. ὅπως ἐπεβούλευεν ἀεὶ Σαοὺλ τῷ Δαβίδ. ὅπως καὶ πάλιν ὁ Δαβὶδ ἐνίκησε τοὺς πολεμίους. ὅπως πρὸς τὴν ἀποστολὴν τοῦ Σαοὺλ ἡ θυγάτηρ αὐτοῦ ἀντεμηχανήσαντο τὸν Δαβὶδ προπέμψασα καὶ ἧπαρ αἰγὸς νεοσφαγοῦς ἐν τῇ κλίνῃ κατακρύψασα. ὅπως διαφόρως προεφήτευον τότε πολλοί. ὅτι εἴρηται τὸ εἰ καὶ Σαοὺλ ἐν προφήταις.

Αἶ’ φυγαὶ τοῦ Δαβίδ. ὅπως τοὺς ἁγίους ἄρτους ἔφαγε Δαβὶδ καὶ τὴν ῥομφαίαν τού Γολιὰθ ἔλαβεν. ὅτι μανίαν ὑπεκρίθη Δαβίδ. περὶ Δωὴκ τοῦ δούλου Σαούλ, καὶ ὅπως κατήγγειλε περὶ τῶν ἄρτων καὶ τῆς ῥομφαίας, καὶ ὅπως δι’ αὐτοῦ ἐκτάνθη ὁ ἀρχιερεὺς ἐκεῖνος καὶ τὸ γένος αὐτοῦ. πάλιν ἐπιβουλὴ κατὰ Δαβίδ. ὅπως διὰ τὴν τῆς γαστρὸς ἀνάγκην εἰσῆλθε Σαοὺλ εἰς τὸ σπήλαιον,

274
ἔνθα ἦν ὁ Δαβίδ, καὶ οὐκ ἀπέκτεινεν αὐτόν, ἀλλ’ ἔλαβε μέρος τῆς διπλοίδος. ὅρκος Δαβὶδ πρὸς Σαοὺλ ὅτι οὐ κακώσει τὸ γένος αὐτοῦ.