Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Τοιαῦτα μὲν οὖν ἔπασχον Ἰουδαῖοι , Τίτῳ δὲ τὰ χώματα προύκοπτε, καίτοι κακουμένων ἀπὸ τοῦ τείχους χοῦς τῶν στρατιωτῶν. οἱ δὲ πρὸς συλλογὴν ἐξιόντες [*](P) τροφῆς ἐνηδρεύοντο, ἦσαν δὲ οὐ δημόται μόνον, ἀλλὰ καὶ τῶν μαχίμων τινὲς οὐκέτι ταῖς ἁρπαγαῖς ἀρκούμενοι, καὶ συλλαμβανόμενοι ὑπὸ τῶν Ῥωμαίων μετὰ πᾶσαν βάσανον πρὸ τοῦ τείχους ἀνεσταυροῦντο. Τίτῳ [*](Cap. 21. Iosephi Belli Iudaici 5, 11 — 13.)

59
μέντοι οἰκτρὸν τὸ πάθος ἐδόκει, πεντακοσίων ἑκάστης ἡμέρας ἢ καὶ πλειόνων ἁλισκομένων. οὔτε δὲ φυλάττειν αὐτοὺς οὔτ’ ἀφιέναι ἔκρινεν ἀσφαλές, καὶ ἄμα πρὸς τὴν ὄψιν ἐνδοῦναι τοὺς λοιποὺς ἤλπιζεν. οἱ στασιασταὶ δὲ τοὺς τῶν αὐτομόλων οἰκείους ἐπὶ τὸ τεῖχος ἕλκοντες, καὶ τῶν δημοτῶν τοὺς ἐπὶ πύστιν ὡρμημένους, οἷα πάσχουσιν οἱ Ῥωμαίοις προσφεύγοντες ἐπεδείκνυον, καταψευδόμενοι καὶ τῶν πολεμίων [*](C) καὶ τῶν οἰκείων.

Ἤδη δὲ τῶν χωμάτων συντελεσθέντων αἱ ἑλεπόλεις προσήγοντο. ὑπορύξαντες δ’ ἔνδοθεν Ἰουδαῖοι τὸ κατὰ τὴν Ἀντωνίαν μέχρι τῶν χωμάτων διάστημα, καὶ τοὺς ὑπονόμους ξύλοις ὐποστηρίξαντες, μετέωρα τὰ χώματα πεποιήκασιν. εἶτα ὕλης τὸ ὄρυγμα πλήσαντες, πῦρ τῇ ὕλῃ ἐνέβαλον, καὶ τῶν ὑποστηριζόντων ξύλων καυθέντων ἡ διῶρυξ ἀθρόον ἐνέδωκε καὶ κατεσείσθη τὰ χώματα· καὶ τοῖς Ῥωμαίοις ἔκπληξις καὶ ἀθυμία πρὸς τὴν ἐπίνοιαν γίνεται. κατὰ δὲ τὰ λοιπὰ τὰς ἑλεπόλεις οἱ Ῥωμαῖοι προσάγοντες διέσειον τὸ τεῖχος. ἀλλά τινες παραβόλως [*](D) λῶς ὁρμήσαντες πῦρ κατ’ αὐτῶν ἐνῆκαν καὶ πάντα κατέπρησαν. διεφθαρμένων δὲ τῶν χωμάτων Ῥωμαῖοι μὲν ἠθύμουν, Τίτος δὲ μετὰ τῶν ἡγεμόνων ἐβουλεύετο. καὶ οἱ μὲν αὖθις ἕτερα ἐγείρειν ἐκέλεουν, οἶ δὲ χωμάτων ἄνευ προσκαθέζεσθαι καὶ φυλάττειν τὰς ἐξόδους αὐτῶν καὶ τὰς τῶν ἐπιτηδείων εἰσαγωγάς , καὶ οὕτως ἔλεγον λιμῷ τὴν πόλιν ἔσεσθαι ἁλωτήν, τοῖς δὲ πᾶσαν ἐδόκει προσάγειν τὴν δύναμιν καὶ ἀποπειρᾶσθαι τοῦ τείχους · μηδὲ γὰρ οἴσειν Ἰουδαίους τὴν ἔφοδον. τῷ γε μὴν Τίτῳ τούτων ὐδὲν ἤρεσκεν, ἐδόκει δὲ περιβόλῳ τὴν πόλιν κυκλῶσαι, ἵν οὕτω πάσαν ἐμφράξῃ τοῖς ἔνδον διέξοδον. καὶ τὸ

60
ἔργον τῇ στρατιᾷ κατεμέρισε. τοῖς δέ τις ἔρις ἐμπίπτει ἐπὶ τὴν ἐργασίαν καὶ ὁρμή τις δαιμόνιος, ταχύ τε τὸ ἔργον ἐξῳκοδόμητο. περικλείσας δὲ τό τείχει τὴν πόλιν, τὴν μὲν πρώτην φυλακὴν τῆς νυκτὸς περιιὼν αὐτὸς ἐπεσκέπτετο, τὰς δὲ λοιπὰς ἑτέροις ἐπέτρεψε· διεκληροῦντο δὲ τὸν ὕπνον οἱ φύλακες.

Ἰουδαίοις δὲ μετὰ τῶν ἐξόδων ἀπεκλείσθη πᾶσα σωτηρίας ἐλπίς, καὶ ὁ λιμὸς κατ᾿ οἴκους καὶ γενεὰς τὸν δῆμον ἐβόσκετο, καὶ τὰ μὲν τέγη γυναικῶν καὶ βρεφῶν ἐκλελυμένων πεπλήρωτο, οἱ στενωποὶ δὲ γερόντων νεκρῶν· παῖδες δὲ καὶ νεανίαι διῳδηκότες ὡς εἴδωλα κατὰ τὰς ἀγορὰς περιῄεσαν, καὶ κατέπιπτον [*](P) ὅπῃ ἴκαστος ἀτονήσας ἔτυχε. θάπτειν δὲ τοὺς προσήκοντας οἱ ἔτι ζῶντες οὐκ ἴσχυον· πολλοὶ δὲ καὶ θάπτειν ὁρμήσαντες τοῖς θαπτομένοις ἐπαπέθνησκον. οἱ δὲ στασιασταὶ καὶ τῶν ἐκ τοῦ λιμοῦ κακῶν ἐγίνοντο χαλεπώτεροι, τυμβωρυχοῦντες καὶ τὰς οἰκίας συλῶντες. καὶ τὸ μὲν πρῶτον ἐκ τοῦ δημοσίου θησαυροῦ θάπτειν ἐκέλευον τοὺς νεκρούς, τὴν δυσωδίαν μὴ φέροντες, εἶτ᾿ ἐρρίπτουν αὐτοὺς ἐκ τῶν τειχῶν εἰς τὰς φάραγγας. περιιὼν δ᾿ ὁ Τίτος καὶ θεασάμενος νεκρῶν πεπληρωμένας αὐτὰς καὶ βαθὺν ἰχῶρα μυδώντων σωμάτων ἐκρέοντα, ἐστέναξε καὶ τὰς χεῖρας ἀνατείνας ἐμαρτύρετο τὸν θεὸν ὡς οὐκ εἴη τὸ ἔργον αὐτῷ πρὸς βουλῆς. καὶ πάλιν ἥπτετο [*](C) χωμάτων, χαλεπῶς αὐτῷ τῆς ὕλης ποριζομένης· πρὸ γὰρ σταδίων κεκόμιστο ἐνενήκοντα.

Πολλοὶ δ᾿ ηὐτομόλουν τοῦ δήμου, οἱ μὲν ἐκ τῶν τειχῶν κρημνίζοντες ἑαυτούς, οἱ δὲ προιόντες ὡς ἐπὶ μάχην μετὰ χερμάδων πρὸς ῾Ρωμαίους κατέφευγον. καὶ οὕτω δ᾿ οἶ πλείους ἀπώλλυντο· λιμώττοντες γὰρ καὶ ἀφθονίᾳ τροφῶν ἐντυγχάνοντες ἀπλήστως τε κο-

61
ρεννύμενοι διερρήγνυντο. συνέβη δέ τι καὶ ἕτερον τοὺς αὐτομόλους φθεῖρον. τινὲς γὰρ αὐτῶν κεκτημένοι χρυσοῦς ἐν τῷ μέλλειν πρὸς Ῥωμαίους αὐτομολεῖν κατέπινον σφᾶς, ἵνα μὴ ἁλόντες ἀφαιρεθόσιν αὐτούς. παρὰ δὲ τοῖς Ῥωμαίοις γενόμενοι τοῖς τῆς γαστρὸς σκυβάλοις τοὺς χρυσοῦς συνεξέκρινον , καὶ [*](D) ἐκλέγοντες αὐτοὺς ἐλάμβανον. φωρᾶται τοίνυν τῶν αὐτομόλων τις τοῦτο ποιῶν · καὶ φήμης γεγονυίας εἰς τὸ στρατόπεδον ὡς μεστοὶ χρυσίου προσίασιν οἱ αὐτόμολοι, ἀνετέμνοντο τὰς γαστέρας οἱ ἄθλιοι, ὡς ἐντεῦθεν πολλὴν γενέσθαι τῶν Ἰουδαίων φθοράν · μιᾷ γὰρ νυκτὶ ὑπὲρ τρισχιλίους ἀνασχισθῆναι συνέβη. ὃ γνοὺς ὁ Τίτος ἠπείλησε τῷ στρατεύματι · ἀλλὰ μικρὸν κρὸν ἢ οὐδἐν τοῖς αὐτομόλοις ἐπήμυνεν ἡ τοῦ Τίτου ὀργή. ἐν ὀλίγοις δ’ εὑρίσκετο τὰ ἀργύρια , τοὺς δὲ λοιποὺς ἐλπίδες μόναι ἀπώλλυον. λέγεται δὲ τοὺς ἐκ τῆς πόλεως διὰ τῶν πυλῶν ἐκκομισθέντας καὶ ῥιφέντας νεκροὺς τῶν ἀπόρων γενέσθαι μυριάδας ἐξήκοντα, τῶν δ’ ἄλλων ἀνεξεύρετον εἶναι τὸν ἀριθμόν, τοῦ μέντοι σίτου τὸ μέδιμνον πραθῆναι ταλάντου.

περιτειχισθείσης δὲ τῆς πόλεως παρὰ τῶν Ῥωμαίων, ὡς ἄνω μοι εἴρηται , οὐδὲ ποηλογεῖν οἶόν τε ἦν· ὅθεν τὰς τῶν ζῴων κόπρους τὰς παλαιὰς ἀνερευνῶντες ἐποιοῦντο τροφήν.

Ῥωμαίοις δὲ ἤδη ἠγέρθη τὰ χώματα, καὶ ταῖς ἑλεπόλεσι τὸ τεῖχος τῆς Ἀντωνίας ἐτύπτετο, οὐ μὴν καθῃρεῖτο τυπτόμενον. τινὲς δὲ τῶν στρατιωτῶν ὑπὲρ τῶν σωμάτων τοὺς θυρεοὺς ὀροφώσαντες , μοχλοῖς χλοῖς τοὺς θεμελίους ὑπώρυττον , καὶ τέσσαρας τῶν λίθων ἐξέσεισαν. νὺξ δ' ἐπελθοῦσα τούς πολέμους [*](Cap. 22, Iosephi Belli Iudaici 5, 13, §. 7—6, 4, §. 1.)

62
[*](P) ἑκατέρωθεν ἔπαυσε· καὶ τὸ τεῖχος ὑπὸ τῶν κριῶν σαλευθὲν κατ’ αὐτὴν αἰφνίδιον κατερείπεται. ὤφθη δ’ ἄλλο τεῖχος ἀνῳκοδομημένον ἐντός , ὁ τὴν ἐπὶ τῷ πεσόντι χαρὰν τοῖς Ῥωμαίοις εἰς ἀθυμίαν μετέβαλεν. ὁ Τίτος δὲ τοῖς στρατιώταις διαλεχθεὶς ἐπήγειρεν αὐτῶν τὰ φρονήματα. καί τις ἀπὸ Συρίας ἀνὴρ Σαβῖνος τό ὄνομα, ὑπὲρ τῆς κεφαλῆς τῇ λαιᾷ τὸν θυρεὸν ἐπανατεινάμενος, τῇ δεξιᾷ δὲ τὸ ξίφος σπασάμενος, ἐπὶ τὸ τεῖχος ἐχώρησεν · εἵποντο δὲ αὐτό καὶ ἕτεροι ἕνδεκα, τὴν ἀνδρείαν ζηλώσαντες. οἱ δ’ ἐν τῷ τείχει κατηκόντιζόν τε αὐτοὺς καὶ βέλεσιν ἔβαλλον, καὶ λίθους ὑπερμεγέθεις ἐκύλιον, δι’ ὄν τῶν ἕνδεκα παρεσύρησαν ἔνιοι. ὁ δὲ Σαβῖνος οὐ πρότερον ἐπέσχε τὴν ὁρμὴν ἢ ἀνελθεῖν εἰς τὸ τεῖχος καὶ τρέψασθαι τοὺς πολεμίους. ὅτε γοῦν ἐκράτησε τῆς ἐπιχειρήσεως , ἐσφάλη προσπταίσας πέτρᾳ τινί, καὶ πρηνὴς ἐν αὐτῇ μετὰ ψόφου τῶν ὅπλων κατέπεσε. [*](C) πρὸς γοῦν τὸν ψόφον ἐπιστραφέντες οἱ Ἰουδαῖοι, καὶ μόνον αὐτὸν ἰδόντες καὶ κείμενον, ἔβαλλον πάντοθεν. ὁ δ’ εἰς γόνυ διαναστὰς ἠμύνετο, ὑπὸ δὲ πλήθους τραυμάτων παρείθη τὴν δεξιὰν καὶ κατεχώσθη τοῖς βέλεσι. τῶν δὲ λοιπῶν τρεῖς μὲν ἤδη πρὸς τοῖς ἄκροις γενομένους τοῖς λίθοις ἀπέκτειναν , οἱ δ' ὀκτὼ τραυματίαι πρὸς τὸ στρατόπεδον ἐκομίσθησαν. Μετὰ δὲ δύο ἡμέρας νυκτός τινες ἡσυχῇ διὰ τῶν ἐρειπίων εἰς τὴν Ἀντωνίαν προσβαίνουσι, καὶ τοὺς ἐκεῖ φρουροῦντας ἀποσφάξαντες κοιμωμένους , ἐσάλπισαν. καὶ φυγὴ τῶν ἄλλων φρουρῶν ἦν, Τίτος δὲ [*](D) μετὰ τῶν ἐπιλέκτων ἀνέβη, καὶ τὰ τάγματα εἵπετο. τῶν Ἰουδαίων δὲ καταπεφευγότων εἰς τὸ ἱερόν , καὶ οἱ τοῦ Τίτου εἰσέπιπτον διὰ τῆς διώρυγος, ἣν ὑπὸ τὰ χώματα τῶν Ῥωμαίων ὑπώρυξαν. συρρήγνυται
63
δὲ περὶ τὰς εἰσόδους μάχη καρτερά, καὶ τὰ ξίφη σπασάμενοι συνεπλέκοντο , φόνος δὲ ἦν πολὺς ἑκατέρωθεν. τέρωθεν. κλινομένης δὲ ἤδη τῆς Ῥωμαϊκῆς παρατάξεως, Ἰουλιανός τις ἑκατοντάρχης , ἄριστος ἀνήρ, προπηδᾷ καὶ νικῶντας τοὺς Ἰουδαίους τρέπεται μόνος. ἔφευγε δὲ τὸ πλῆθος καὶ διεσκέδαστο. καταδιώκων οὖν τοὺς σκεδαννυμένους ὁ γενναῖος ἐκεῖνος ἀνὴρ κατολισθαίνει κατὰ τοῦ λιθοστρώτου , ἥλους πυκνοὺς ἐν τοῖς ὑποδήμασιν ἔχων, ὡς καὶ οἶ λοιποὶ στρατιῶται. καὶ Ἰουδαῖοι περιστάντες αὐτὸν ἐτίτρωσκον πάντοθεν. ὁ δὲ καὶ κείμενος ἠμύνετο, μέχρι κατατρωθεὶς ἐνέδωκε, καὶ τοῖς πολεμίοις αὐτοῖς θαυ- θαυμαζόμενος.

Ἰουδαῖοι μὲν οὖν τοὺς Ῥωμαίους ὠσάμενοι κατακλείουσιν κλείουσίν εἰς τὴν Ἀντωνίαν, ὁ Τίτος δὲ πολλὰ καὶ διὰ Ἰωσήπου παρακαλέσας τοὺς στασιαστὰς καὶ δι’ ἑαυτοῦ, ὡς ἀμειλίκτους ἐώρα, πάλιν ἐχώρει καὶ ἄκων πρὸς πόλεμον. καὶ τοὺς ἀρίστους ἐπιλεξάμενος περὶ ὥραν τῆς νυκτὸς ἐνάτην ταῖς φυλακαῖς ἐπιθέσθαι προσέταξεν. οὐ μὴν κοιμωμένους εὗρον τοὺς φύλαπρὸς ἀλλὰ γνόντες τὴν ἐπίθεσιν συνεπλέκοντο , καὶ πρὸς τὴν βοὴν καὶ οἶ ἄλλοι συνῄεσαν. ἐξ ἐνάτης δὲ τῆς νυκτὸς ὥρας εἰς πέμπτην τῆς ἡμέρας τοῦ πολέμου [*](P) συνισταμένου ἀγχώμαλος ἦν ἡ μάχη, μηδενὶ τῆς νίκης ἐπιβρισάσης. καὶ οὕτω τότε διελύθησαν οἶ μαχόμενοι. τὸ δὲ λοιπὸν τῆς τῶν Ῥωμαάων δυνάμεως ἡμέραις ἑπτὰ τοὺς τῆς Ἀντωνίας θεμελiους καταστρεψάμενον πλατεῖαν πρὸς τὸ ἱερὸν ηὐτρέπισαν ἄνοδον. καὶ πλησιάσαντα τῷ πρώτῳ περιβόλῳ τὰ τάγματα χωμάτων κατήρχετο. καὶ ταῦ τὰ μὲν ἠγείρετο σὺν μόχθῳ πολλῷ· Ἰουδαῖοι δὲ τῆς βορείου καὶ κατὰ δύσιν στοᾶς τὸ συνεχὲς πρὸς τὴν Ἀντωνίαν

64
ἐμπρήσαντες ἀπέρρηξαν ὅσον πήχεις εἴκοσι, ταῖς ἑαυτῶν χερσὶν ἀρξάμενοι καίειν τὰ ἅγια. ὑποπιμπρᾶσι δὲ καὶ Ῥωμαῖοι τὴν πλησίον στοάν · καὶ μέχρι πεντεκαίσεκα [*](C) πήχεων προκόψαντος τοῦ πυρός, ἀποκόπτου- σιν Ἰουδαῖοι τὴν ὀροφήν. οἱ δ' ἀνὰ τὸ ἱερὸν στασιασταὶ καὶ φανερός τοῖς ἐπὶ τῶν χωμάτων ἐπετίθεντο στρατιώταις, καὶ μετὰ δόλων ἠμύνοντο. ὑπὸ δὲ τοῦ λιμοῦ ἄπειρόν τι πλῆθος ἦσαν οἶ θνήσκοντες. πάθη δὲ τοῖς περιοῦσιν ἔτι συνέβαινε καὶ φρικτὰ διηγήσασθαι καὶ δύσπιστα τοῖς ἀκούουσιν· ὃν ἒν διηγήσομαι.

Γυνή τις ὑπὲρ τὸν Ἰορδάνην διὰ γένος καὶ πλοῦτον οὐκ ἄσημος εἰς τὰ Ἰεροσόλυμα καταφυγοῦσα συνεπολιορκεῖτο. ταύτης πολλάκις ἑαυτῇ τροφὰς ποριζομένης οἱ λῃστεύοντες ἐν τῇ πόλει ταύτας διήρπαζον. [*](D) ἡ δὲ πρὸς ταῦτα ἀγανακτοῦσα , θυμῷ τε καὶ λιμῷ στρατηγουμένη , ὃ ἦν αὐτῇ ὑπομάζιον τέκνον καταθύσασα καὶ ὀπτήσασα, τὸ μὲν ἔφαγε, τὸ δὲ λοι- πὸν εἰς δευτέραν ἐτήρει τροφήν. οἱ δὲ στασιασταί, τῆς κνίσης προσβαλλούσης αὐτοῖς, παρῆσαν εὐθύς, καὶ εἰ μὴ δοίη τὸ παρασκευασθέν, ἀποσφάξειν ἠπείλουν αὐτήν. ἡ δὲ τὰ τοῦ παιδὸς ἀνεκάλυψε λείψανα· κἀκεῖνοι ἐξέστησάν τε πρὸς τὴν θέαν καὶ ἔφριξαν, καὶ τρέμοντες ὑπεχώρησαν, μόλις ταύτης τέως τῆς τροφῆς παραχωρήσαντες τῇ μητρί.

Ἤδη δὲ τῶν χωμάτων τετελεσμένων προσήγοντο οἱ κριοί · ἤνυον δ' οὐδὲν διὰ τὴν τοῦ τείχους στερρότητα.

ἕτεροι δὲ τοὺς θεμελίους ὑπώρυττον καὶ οὐδ' οὕτως τὸ τεῖχος κατασέσειστο. ἀπογνόντες οὖν τῶν ἄλλων, κλίμακας προσέφερον ταῖς στοαῖς. οἱ δὲ Ἰουδαῖοι κωλῦσαι μὲν οὐκ ἔφθασαν, τοῖς δ’ ἀναβᾶσι συμπεσόντες ἐμάχοντο· καὶ ἦν οὐκ ὀλίγος αὐτῶν φόνος.

65

Ὁ δέ γε Τίτος ὡς ἑώρα τὴν ἐπὶ τῶ̣ ἱερῷ φειδὼ πρὸς βλάβην γινομένην τοῖς στρατιώταις, τὰς πύλας ὑφάπτειν προσέταξε. προσαχθέντος δ’ αὐταῖς τοῦ πυρός, τηκόμενος ὁ ἄργυρος ᾧ ἐνεδέδυντο παρεχώρει τῇ φλογὶ τῶν ξύλων ἐφάπτεσθαι, κἀντεῦθεν ἐπελαμβάωετο τῶν στοῶν. τοῖς δ’ Ἰουδαίοις ὁρῶσι τὸ πῦρ ἐν κύκλῳ μετὰ τῶν σωμάτων παρείθησαν αἱ ψυχαί. ἐκείνην μὲν οὑν τὴν ἡμέραν καὶ τὴν ἐπτοῦσαν [*](B) νύκτα τὸ πῦρ ἐπεκράτει· παρὰ μέρος δέ, οὐχ ὁμοῦ πάντοθεν ἴσχυσαν ὑφάψαι τὰς στοάς · τῇ δ ἐπιούσῃ μέρει τῆς δυνάμεως ὁ Τίτος τὸ πῦρ σβεννύειν κελεύσας καὶ παρὰ τὰς πύλας ὁδοποιεῖν εἰς εὐμαρεστέραν τῶν ταγμάτων ἄνοδον, αὐτὸς ἒξ τοὺς Κορυφαιοτάτους τῶν ἡγεμόνων προσκαλεσάμενος περὶ τοῦ ναοῦ ἐβουλεύετο. τοῖς μὲν οὖν ἐδόκει τῷ τοῦ πολέμου κεχρῆσθαι νόμῳ καὶ μή τινος φείδεσθαι, τινὲς δὲ παρῄνουν, εἰ μὲν πολεμοῖεν ἐπιβάντες αὐτοῦ Ἰουδαῖοι, καταφλέγειν , φρούριον γὰρ καταφλεγήσεσθαι, οὐκέτι ναόν, εἰ δὲ μὴ τοῦτο, σώζειν. ὁ δὲ Τίτος οὐδ’ ἂν ἐπιβάντες ἐπ’ αὐτοῦ πολεμῶσιν Ἰουδαῖοι ἔφησεν ἀντὶ τῶν ἀνδρῶν τοῖς ἀψύχοις ἐπάγειν [*](C) τὴν ἄμυναν οὐδὲ καταφλέξειν τηλικοῦτον ἔργον· Ῥωμαίοις γὰρ ἔσεσθαι πρὸς βλάβην φθαρέν, ὥσπερ καὶ κόσμον τῆς ἡγεμονίας , εἰ σώζοιτο. Τῷ μὲν οὖν Τίτῳ σκοπὸς ἦν τῇ ἐπιούσῃ ἡμέρᾳ μετὰ πάσης ἐμβαλεῖν τῆς δυνάμεως καὶ τὸν ναὸν περικατασχεῖν , τοῦ δὲ ἄρα πάλαι ὁ θεὸς φθορὰν κατεψήφιστο. οἶ γὰρ στασιασταὶ ἐπιτίθενται τοῖς φύλαξι τοῦ ἔξω ἱεροῦ, οἱ δὲ πλήθει τε τῶν ἐκτρεχόντων καὶ θυμοῖς ἡττώμενοι ἐνεδίδοσαν. καὶ ὁρῶν [*](Cap. 23. Iosephi Belli Iudaici 6, 4.)

66
ταῦτα Τίτος ἄνωθεν ἐκ τῆς Ἀντωνίας, ἐπαμύνει μετὰ τῶν ἐπιλέκτων ἱππέων. καὶ Ἰουδαῖοι τὴν ἔφοδον οὐχ [*](D) ὑπ᾿ ἔμειναν, ἀλλ᾿ εἰς τὸ ἔνδον συνεκλείσθησαν ἱερόν. ὑποχωρήσαντος δὲ Τίτου πρὸς ὀλίγον λωφήσαντες οἱ στασιασταὶ πάλιν ῾Ρωμαίοις ἐπιτίθενται. καὶ τρεψάμενοι αὐτοὺς οἱ ῾Ρωμαῖοι μέχρι τοῦ ναοῦ παρῆλθον. καί τις τῶν στρατιωτῶν ἐκ τῆς φλεγομένης ὕλης μέρος ἁρπάσας, καὶ ὑφ᾿ ἑτέρου ἀνακουφισθεὶς στρατιώτου, ἐνίησι τὸ πῦρ θυρίδι χρυσῇ. αἰρομένης δὲ τῆς φλογὸς Ἰουδαίων μὲν ἐγείρεται κραυγή, καὶ συνέθεον πρὸς τὴν ἄμυναν, Τίτος δὲ γνοὺς ἔθει πρὸς τὸν ναὸν κωλύσων τὸ πῦρ, καὶ τῇ φωνῇ καὶ τῇ δεξιᾷ διεσήμαινε τοῖς μαχομένοις τὸ πῦρ σβεννύειν. οὔτε δὲ βοῶντος ἤκουον οὔτε τῆς χειρὸς προσεῖχον τοῖς νεύμασι. τὰ δὲ τάγματα εἰσιόντα καὶ τῷ ναῷ πλησιάζοντα τῶν μὲν τοῦ Τίτου παραγγελμάτων προσεποιοῦντο μηδὲ ἀκούειν, τοῖς πρὸ αὐτόν δὲ πῦρ ἐνιέναι παρεκελεύοντο. ἀμηχανία δ᾿ ἦν τοῖς στασιασταῖς, ἀπειρηκόσι πρὸς ἄμυναν, καὶ φόνος πανταχοῦ καὶ τροπή. Τίτος γε μὴν ὡς οὔτε τὰς ὁρμὰς τῶν στρατιωτόν ἐνθουσιώντων οἷός τε ἦν κατασχεῖν καὶ τὸ πῦρ ἐπεκράτει, παρελθὼν μετὰ τῶν ἡγεμόνων ἐθεάσατο τοῦ θεοῦ τὸ ἅγιον καὶ τὰ ἐν αὐτῷ. τῆς δὲ φλογὸς οὐδέπω διικνουμένης εἴσω, τοὺς δὲ περὶ τὸν ναὸν νεμομένης οἴκους, ἔτι σθαι σωθῆναι τὸ ἔργον οἰόμενος, αὐτός τε παρακαλεῖν ἐπειρᾶτο τοὺς στρατιώτας τὸ πῦρ σβεννύειν καί τινα τῶν περὶ αὐτὸν ξύλοις παίοντα τοὺς ὰπειθοῦντας [*](P) ἐκέλευσεν εἴργειν. οἱ δὲ νικώμενοι τῷ θυμῷ καὶ τῷ πρὸς Ἰουδαίους μίσει, οὔτε τῇ πρὸς Τίτον αἰδοῖ ἀνεκόπτοντο οὔτε φόβῳ τῷ τοῦ κωλύοντος. τοὺς δὲ πολλοὺς καὶ ἐλπὶς παρέθηγεν ἁρπαγῆς, μεστὰ χρη-
67
μάτων εἶναι τὰ ἔνδον δοξάζοντας. ἔφθη δέ τις καὶ εἰς τοὺς στροφέας τῆς πύλης πῦρ ἐμβαλών · καὶ φλογὸς ἔνδοθεν ἐκφανείσης ἐξάπινα, οἵ τε ἡγεμόνες ἀνεχώρουν καὶ ὁ Τίτος αὐτός, καὶ τούς ὑφάπτοντας οὐδεὶς ἔτι ἐκώλυεν.

Ὁ μὲν οὖν ναὸς οὕτως τὸ πῦρ ἐδέξατο, τῶν ἐν αὐτῷ τελουμένων ἐναγῶς καθαρτήριον ἢ τῶν τελούντων αὐτὰ κολαστήριον. θαυμάσειε δ’ ἄν τις ὅτι καὶ μὴν ὁ αὐτὸς καὶ ἡμέρα συνέπεσε τῷ ἐμπρησμῷ [*](C) τοῦ ναοῦ , καθ’ ἣν καὶ ὁ πρότερος ὑπὸ Βαβυλωνίων κατεφλέγη ναός. καὶ ἀπὸ μὲν τῆς πρώτης οἰκοδομῆς ἣν Σολομὼν ἐποιήσατο μέχρι τῆς ἱστορουμένης νῦν καθαιρέσεως , ἣ γέγονεν ἔτει δευτέρῳ τῆς Οὐεσπασιανοῦ μοναρχίας, ἔτη γίνεται χίλια ἑκατὸν καὶ τριάκοντα καὶ μῆνες ἑπτὰ ἡμέραι τε πεντεκαίδεκα · ἀπὸ δὲ τῆς ὕστερον, ἥτις ἔτει δευτέρῳ τῆς Κύρου βασιλείας ἤρξατο γίνεσθαι, μέχρι τῆς τελευταίας ἁλώσεως ἴτη ἑξακόσια καὶ τριάκοντα καὶ ἐννέα καὶ ἡμέραι πέντε καὶ τεσσαράκοντα.

Καιομένου δὲ τοῦ ναοῦ τῶν μὲν προσπιπτόντων ἢν ἁρπαγή, τῶν δὲ καταλαμβανομένων σφαγή. οὐδαμοῦ[*](D) δὲ ἡ γῆ ἐκ τῶν νεκρῶν διεφαίνετο, ἀλλὰ σωροῖς οἶ στρατιῶται σωμάτων ἐπεμβαίνοντες ἐπὶ τοὺς φεύγοντας ἔθεον. τὸ μὲν οὖν λῃστρικὸν πλῆθος ὠσάμενοι τοὺς Ῥωμαίους διεξέπεσον εἰς τὴν πόλιν, τοῦ δημοτικοῦ δὲ τὸ περιλειφθὲν εἰς τὴν ἔξω στοὰν κατέφυγε. τῶν δ’ ἱερέων τινὲς ἐπὶ τὸν τοῖχον ἀναχωρήσαντες, ὄντα τὸ εὖρος ὀκτάπηχυν, ἔμενον. δύο γε μὴν τῶν ἐπισήμων ῥίψαντες ἑαυτοὺς εἰς τὸ πῦρ συγκατεφλέγησαν τῷ ναῷ. Ῥωμαῖοι δὲ ματαίαν τὴν [*](Cap. 24. Iosephi Belli Iudaici 6, 5, §. 1 — §. 3.)

68
ἐπὶ τοῖς πέριξ τοῦ ναοῦ φειδὼ κρίναντες, ἤδη αὐτοῦ φλεγομένου, πᾶσιν ἐπῆγον τὸ πῦρ· τὸ δὲ καὶ τῶν γαζοφυλακίων ἐπιλαμβάνεται, ἐν οἷς ἄπειρον μὲν πλῆθος τεθησαύριστο χρημάτων, ἄπειροι δ᾿ ἐσθῆτες πολυτελεῖς καὶ ἄλλα κειμήλια. ἅπας γὰρ ὁ Ἰουδαίων πλοῦτος πανταχόθεν ἐκεῖ σεσώρευτο, τῶν κεκτημένων ἀποτιθεμένων ταῦτα ἐκεΤ ὡς ἐπ᾿ ἀσφαλοῦς ταμιείου.

Ἄπειρον δέ τι πλῆθος διεφθάρη δημοτικόν, οἷς αἴτιος ἀπωλείας ἐγένετό τις ψευδοπροφήτης, κηρύξας τοῖς ἐν τῇ πόλει ὡς ὁ θεὸς ἐπὶ τὸ ἱερὸν ἀναβῆναι κελεύει, δεξομένους τὰ σημεῖα τῆς σωτηρίας. πολλοὶ δὲ τοιοῦτοι παρὰ τῶν τυράννων ταῦτα λέγειν καθίεντο, [*](P) ἵν᾿ ἧττον αὐτομολοῖεν· δι᾿ ὧν ὁ δείλαιος ὄχλος πάρα βουκόλου μένος τοῖς ἐναργέσι σημείοις ὡς ἐμβρόντητοι οὐκ ἐπίστευον. πολλὰ δὲ σημεῖα γεγόνασιν. ἔστη μὲν γὰρ ὑπὲρ τὴν πόλιν ἄστρον ῥομφαίᾳ παραπλήσιον, καὶ κομήτης φανεὶς παρετάθη ἐπ᾿ ἐνιαυτόν καὶ φῶς πρὸ τοῦ πολέμου ποτὲ τὸν ναὸν καὶ τὸν βωμὸν περιέλαμψεν, ὡς δοκεῖν ἡμέραν εἶναί λαμπράν, παραμεῖναν ἐπὶ ἡμίσειαν ὥραν. καὶ βοῦς εἰς θυσίαν ἀναχθεῖσα ἔτεκεν ἄρνα. ἡ δὲ ἀνατολικὴ πύλη τοῦ ἐνδοτέρω ναοῦ χαλκῆ οὖσα καὶ στιβαρά. ὡς μόλις ὑπὸ ἀνδρῶν εἴκοσιν ἀνοίγνυσθαί τε καὶ κλείεσθαι, καὶ μοχλοὺς καὶ κατάπηγας ἔχουσα βαθυτάτους, ὤφθη νύκτωρ αὐτομάτως ἠνεῳγμένη. ἐδήλου [*](C) δὲ λυομένην τὴν τοῦ ναοῦ ἀσφάλειαν, καὶ τοῖς πολεμίοις ἐσομένην τὴν εἴσοδον εὐμαρῆ. καὶ φάσμα τι δαιμόνιον ἄλλοτε ὤφθη πρὸ ἡλίου δυσμῶν, ἄρματα κατὰ πάσαν τὴν χώραν διιόντα μετέωρα, καὶ φάλαγγες ἔνοπλοι διᾴττουσαι τῶν νεφῶν. κατὰ δὲ τὴν τῆς πεντηκοστῆς ἑορτὴν εἰς τὸ ἔνδον ἱερὸν οἱ ἱερεῖς παρ-

69
ἐλθόντες κινήσεως ᾔσθοντο καὶ κτύπου · εἶτα φωνῆς ἥκουσαν λεγούσης Μεταβαίνωμεν ἐντεῦθεν. πρὸ δὲ τεσσάρων ἐνιαυτῶν τοῦ πολέμου , ἐν τῇ τῆς σκηνοπηγίας ἑορτῇ, Ἰησοῦς τις ἀγροῖκος ἀνὴρ ἐλθὼν εἰς τὴν ἑορτὴν βοᾶν ἤρξατο Φωνὴ ἀπὸ ἀνατολῆς , φωνὴ ἀπὸ δύσεως, φωνὴ ἀπὸ τῶν τεσσάρων ἀνέμων, φωνὴ [*](D) ἐπὶ Ἰεροσόλυμα καὶ τὸν ναόν, φωνὴ ἐπὶ νυμφίους καὶ νύμφας, φωνὴ ἐπὶ πάντα τὸν λαόν. καὶ περιῄει τὴν πόλιν ταῦτα κεκραγὼς μεθ’ ἡμέραν καὶ νύκτωρ. παιόμενος δὲ διὰ τὸ κακόφημον , ὁ δὲ οὐδὲν ἕτερον ἢ τὰς αὐτὰς ἐβόα φωνάς. ἀναχθεὶς δὲ καὶ πρὸς τὸν τῆς χώρας ἐπιτροπεύοντα τότε Ῥωμαῖον, καὶ κατα- ξανθεὶς μάστιξιν , οὔθ’ ἱκέτευσεν οὔτ’ ἐδάκρυσεν, ἀλλὰ τὴν φωνὴν ὀλοφυρτικῶς παρακλίνων πρὸς ἑκάστην πληγὴν Αἰαῖ Ἱεροσολύμοις ἐβόα , μέχρι καταγνοὐς μανίαν αὐτοῦ ὁ Ἀλβῖνος , οὗτος γὰρ ἑπετρόπευε τότε, ἀπέλυσεν αὐτόν. ὁ δ’ ἔκτοτε μέχρι τοῦ πολέμου Αἰαῖ Ἰεροσολύμοις ἐθρήνει. ἐν δὲ ταῖς ἑορταῖς μάλιστα τὴν σκυθρωπὴν ἐκεκράγει κληδόνα. καὶ τούτ’ ἐποίει ἐπὶ ἔτη ἑπτὰ καὶ μῆνας πέντε, μέχρις οὗ κατὰ τὴν πολιορκίαν περιιὼν ἐπὶ τοῦ τείχους Αἰαῖ πάλιν τῇ πόλει καὶ τῷ ναῷ καὶ τῷ λαῷ διαπρυσίως ἐβόα. ὡς δὲ τελευταῖον προσέθηκεν Αἰαῖ κἀμοί, λίθος ἐκ τοῦ πετροβόλου πλήξας αὐτὸν ἔκτεινε.

Ῥωμαῖοι δὲ τῶν μὲν στασιαστῶν καταπεφευγότων εἰς τὴν πόλιν , καιομένου δὲ τοῦ ναοῦ καὶ τῶν πέριξ ἁπάντων, κομίσαντες τὰς σημαίας εἰς τὸ ἱερὸν [*](B) μετὰ μεγίστων εὐφημιῶν τὸν Τίτον ἀπέφηναν αὐτοκράτορα. οὕτω δὲ ταῖς ἁρπαγαῖς οἱ στρατιῶται πάντες ἐχρηματίσαντο ὥστε κατὰ τὴν Συρίαν πρὸς W I [*](Cap. 25. Iosephi Belli Iudaici 6, 6, §. 1–8, §. 2.)

70
ἥμισυ τῆς πάλαι τιμῆς τὸν σταθμὸν τοῦ χρυσίου πιπράσκεσθαι.

Οἱ δὲ ἀνὰ τὸν τοῖχον τοῦ ναοῦ, ὡς εἴρηται, ἀνελθόντες ἱερεῖς, ἐπὶ πέντε ἡμέραις προσκαρτερήσαντες καὶ λιμώξαντες, κατέβησαν ἱκετεύοντες τυχεῖν σωτηρίας. ὁ δὲ Τίτος καὶ τὸν τῆς συγγνώμης καιρὸν παρελθεῖν ἔφησε, καὶ τοῦ ναοῦ οἰχομένου καὶ τοὺς ἱερεῖς συναπολέσθαι αὐτῷ δεῖν εἰπὼν κολασθῆναι τοὺς ἄνδρας ἐκέλευσεν.

Οἱ δὲ περὶ τοὺς τυράννους διαδρᾶναι μὴ ἰσχύοντες [*](C) προσκαλοῦνται τὸν Τίτον εἰς λόγους. καὶ ὃς ἧκε, καὶ τὴν ἀπόνοιαν αὐτοῖς ἐξωνείδισε, καὶ ῥίψασι τὰ ὅπλα καὶ παραδοῦσι τὰ σώματα χαρίζεσθαι τήν ζωὴν ἐπηγγέλλετο. καὶ οἱ λῃσταὶ δεξιὰν μὲν μὴ δύνασθαι παρ᾿ αὐτοῦ λαβεῖν ἔφησαν, ὀμωμοκότες μηδέποτε τοῦτο ποιήσειν, ἔξοδον δὲ ᾐτοῦντο μετὰ γυναικῶν καὶ τέκνων, καὶ καταλείψειν τὴν πόλιν αὐτῶ. ἠγανάκτησε πρὸς ταῦτα ὁ Τίτος, καὶ μήτε αὐτομολεῖν ἔτι τινὰ σφῶν ἐκέλευσε μήτε δεξιᾶς ἐλπίζειν τυχεῖν, φείσεσθαι γὰρ οὐδενός, μάχεσθαι δὲ καὶ σώζεῖν ὡς δύναιντο ἑαυτούς. τοῖς δὲ στρατιώταις ἐμπιπρᾶν [*](D) τὴν πόλιν καὶ διαρπάζειν ἐκέλευσεν· οἱ δὲ τὸ πῦρ ἐνίεσαν πανταχοῦ. οἱ στασιασταὶ δὲ ἐπὶ τὴν βασιλικὴν οἰκίαν ὁρμήσαντες, εἰς ἣν δι᾿ ὀχυρότητα πολλοὶλοὶ τὰς κτήσεις ἀπέθεντο, τούς τε ῾Ρωμαίους ἀπ᾿ αὐτῆς τρέπονται καὶ τὸ συνηθροισμένον αὐτόθι τοῦ δήμου πᾶν φονεύσαντες, εἰς ὀκτακισχιλίους καὶ τετρακοσίους ἀριθμουμένους, τὰ χρήματα διήρπασαν. τῇ δ᾿ ἐξῆς ῾Ρωμαῖοι τρεψάμενοι τοὺς λῃστὰς ἐκ τῆς κάτω πόλεως, τὰ μέχρι τοῦ Σιλωὰμ πάντα ἐνέπρησαν. καιομένην δὲ τὴν πόλιν ὁρῶντες οἱ στασιασταί, ἱλαἱλαροῖς τοῖς προσώποις εὔθυμοι τὴν τελευτὴν προσδέ-

71
χεσθαι ἔλεγον. οὔτε δὲ παραδοῦναι ἑαυτοὺς ὑπέμενον οὔτε πολεμεῖν Ῥωμαίοις οἶοί τε ἦσαν, σκιδνάμενοι δὲ κατὰ τὰ ἔμπροσθεν τῆς πόλεως, εἴ τινας αὐτομολεῖν ἐθέλοντας εὕρισκον, ἀπέσφαττον. καὶ οὐδεὶς ἐν τῇ πόλει τόπος γεγύμνωτο , ἀλλ’ ἅπας ἢ λιμοῦ νεκρὸν εἶχεν ἢ στάσεως. ἔθαλπε δὲ τούς τε τυράννους καὶ τὸ σὺν αὐτοῖς λῃστρικὸν ἐλπὶς ἐσχάτη τῶν ὑπονόμων, εἰς οὓς ἑέ καταφύγοιεν , οὐ προσεδό- κων ἐρευνηθήσεσθαι· ἀναζευξάντων δὲ τῶν Ῥωμαίων ἐθάρρουν προελθεῖν τε καὶ ἀποδρᾶναι. τὸ δὲ ἦν ἄρα ὄνειρος οὔτε γὰρ τὸν θεὸν οὔτε Ῥωμαίους λήσειν ἔμελλον. ἢν δὲ καὶ πρὸς ἀλλήλους ἐν ταῖς ἁρπαγαῖς πόλεμος αὐτοῖς. Καῖσαρ δέ, ὡς ἀμήχανον ἦν τὴν ἄνω πόλιν ἑλεῖν χωμάτων ἄτερ, οὖσαν περίκρημνον, διανέμει τοῖς ἔργοις τὴν δύναμιν. [*](P)

Κατὰ ταύτας οὖν τὰς ἡμέρας οἱ τῶν Ἰδουμαίων ἡγεμόνες πέμψαντες ἄνδρας πέντε πρὸς Τίτον ἱκέτευον δοῦναι αὐτοῖς δεξιὰν. ὁ δὲ καὶ τοὺς τυράννους ἐνδώσειν ἐνδώσειν ἐλπίσας ἀποσπασθέντων τῶν Ἱδουμαίων μαίων κατανεύει τὴν σωτηρίαν αὐτοῖς. καὶ ὁ Σίμων γνοὺς τὴν γνώμην αὐτῶν , τοὺς μὲν πέντε τοὺς ἐντυχόντας τῷ Τίτῳ αὐτίκα ἀναιρεῖ, τοὺς δ’ ἡγεμόνας συλλαβὼν εἵργνυσιν · Ἰδουμαίους δὲ οὐκ ἀφυλάκτους εἶχε, καὶ τὸ τεῖχος φρουραῖς ἐπιμελεστέραις διελάμβανε διὰ τοὺς αὐτομολοῦντας. πολλῶν δὲ φονευομένων, πλείους ἦσαν οἶ διαφεύγοντες. ἐδέχοντο δἑ [*](C) οἱ Ῥωμαῖοι πάντας κόρῳ τοῦ κτείνειν καὶ κέρδους ἐλπίδι. τοὺς γάρ δημοτικοὺς ἐῶντες μόνους τοὺς ἄλλους ἐπώλουν σὺν γυναιξὶ καὶ τέκνοις, ἐλαχίστης τιμῆς ἕκαστον, διὰ πλῆθος τῶν πωλουμένων καὶ ὀλι- [*](Cap. 26. Iosephi Belli Iudaici 6, 8, §. 2 — 7, 2, §. 5.)

72
γότητα τῶν ὠνουμένων. καὶ τῶν μὲν ἀπεμεποληθέντων ἄπειρόν τι πλῆθος ἦν, οἱ δημοτικοὶ δὲ διεσώθησαν ’σαν ὑπὲρ τετρακισμυρίους. τῶν ἱερέων δέ τις ὄνομα Ἰησοῦς, λαβὼν περὶ σωτηρίας ὅρκον ὥστε τινὰ παραδοῦναι τῶν κειμηλίων, ἔξεισι καὶ παραδίδωσι λυχνίας δύο τράπεζάν τε καὶ κρατῆρας καὶ φιάλας, πάντα ὁ λόχυσα, καὶ τὰ καταπετάσματα καὶ τὰ τῶν ἀρχιερέων ἐνδύματα καὶ πολλὰ τῶν σκευῶν ἕτερα. ὁ δέ [*](D) γε γαζοφύλαξ τοῦ ἱεροῦ Φινεὲς συλληφθεὶς τούς τε χιτῶνας καὶ τὰς ζώνας τῶν ἀρχιερέων ὑπέδειξε καὶ τῶν ἄλλων κειμηλίων πολλά.

Συντετελεσμένων δὲ ἤδη τῶν χωμάτων προσῆγον οἱ Ῥωμαῖοι τῷ τείχει τὰς μηχανάς. τῶν δὲ στασιαστῶν οἱ μὲν ἀνεχώρουν εἰς τὴν ἄκραν, οἱ δ' ἐγκατεδύοντο τοῖς ὑπονόμοις , πολλοὶ δὲ καὶ ἠμύνοντο. ὡς δὲ περιερράγη μέρος τοῦ τείχους , δέος καὶ τοῖς τυράννοις ἐμπίπτει, καὶ μετέωροι πρὸς φυγὴν ἦσαν. ἐπεὶ δὲ τοὺς μὲν πάλαι πιστοὺς οὐκ εἶχον, ἐσκεδά- σθησαν γάρ , οἶ δὲ πολέμιοι πλησίον εἶναι ἠγγέλ- λοντο, ἐπὶ στόμα πεσόντες ἀνῴμωξαν τὴν ἑαυτῶν φρενοβλάβειαν, κὰκ τῶν πύργων ἑκόντες κατέβησαν, ἀφ’ ὧν βίᾳ μὲν οὐδέποτε ἁλῶναι ἠδύναντο, λιμῷ δὲ μόνῳ, καὶ εἰς τὴν Σιλωὰμ φάραγγα καταφεύγουσιν, εἶτα κατέδυσαν εἰς τοὺς ὑπονόμους. Ῥωμαῖοι δὲ τῶν τειχῶν κρατήσαντες ἀναιμωτί, τοὺς καταλαμβανομένους ἐφόνευον καὶ τὰς οἰκίας ὑφῆπτον. ἐπαύσαντο δὲ πρὸς ἐσπέραν. τῇ δ’ ἐπιούσῃ παρελθὼν ὁ Τίτος εἴσω , τῆς τε ὀχυρότητος τὴν πόλιν καὶ τῶν πύργων ἐθαύμασε, καὶ Σὺν θεῷ ἐπολεμήσαμεν, ἔφη, καὶ θεὸς ἣν ὁ τῶνδε τῶν ἐρυμάτων Ἰουδαίους καθελών. τὴν ἄλλην τε πόλιν ἀφανίζων καὶ τὰ τείχη κατασκάπτων τούτους τοὺς πύργους κατέλιπε μνημεῖον εἶναι τῆς

73
αὐτοῦ τύχης, ᾗ συστρατιώτιδι χρησάμενος ἐκράτησε τῶν ἁλῶναι μὴ δυναμένων.

Τῶν μὲν οὖν αἰχμαλώτων πάντων, οἳ δι’ ὅλου [*](P) τοῦ πολέμου ἐλήφθησαν, ὁ ἀριθμὸς εἰς ἐννέα μυριάδας δᾴς καὶ ἑπτάκις χιλίους συνήχθη , τῶν δὲ ἀπολλυμένων κατὰ πᾶσαν τὴν πολιορκίαν μυριάδες ἑκατὸν καὶ δέκα. τούτων τὸ πλέον ὁμόφυλον μέν, ἀλλ’ οὐκ ἐπιχώριον· ἀπὸ γὰρ τῆς χώρας ὅλης ἐπὶ τὴν τῶν ἀζύμων ἑορτὴν συνεληλυθότες ἐξαπένης τῷ πολέμῳ περιεσχέθησαν, καὶ μεστὴν ὁ πόλεμος τὴν πόλιν ἀνδρῶν ἐκυκλώσατο.

Ἐπεὶ δὲ τῶν φανερῶν οὖς μὲν ἀνεῖλον, οὓς δ ᾐχμαλώτισαν Ῥωμαῖοι , τοὺς ἐν τοῖς ὑπονόμοις ἀνηρεύνων, καὶ ἀναρρηγνύντες τὸ ἔδαφος, ὅσοις ἐνετύγχανον, χάνον, ἔκτεινον. εὑρέθησαν δὲ κἀκεῖ νεκροὶ δισχιλίων [*](C) ἐπέκεινα. δεινὴ δὲ ὑπήντα τοῖς ἐπικύπτουσι τῶν σωμάτων ὀδμή, ὡς πολλοὺς εὐθέως ἀναχωρεῖν. ἄλλοι δ’ ὑπὸ πλεονεξίας εἰσεδύοντο , σωρείαις ἐμπα- τοῦντες νεκρῶν · εὕρισκον γὰρ πολλὰ τῶν κειμηλίων ἐν ταῖς διώρυξιν. ἀνήγοντο δὲ καὶ πολλοὶ ὑπὸ τῶν τυράννων κατεχόμενοι δεσμῶται καὶ ἀπελύοντο.

Τούτων δὲ τῶν ἀλαστόρων ὁ μὲν Ἰωάννης ἐν τοῖς ὑπονόμοις μετὰ τῶν ἀδελφῶν λιμώττων δεξιὰν παρὰ Ῥωμαίων λαβεῖν ἱκέτευε, Σίμων δὲ μετέπειτα συνελήφθη , τοῦ Τίτου διάγοντος εἰς τὴν Φιλίππου λεγομένην Καισάρειαν. πολιορκουμένων γὰρ Ἱεροσολύμων ἐπὶ τῆς ἄνω πόλεως ὤν, τῶν Ῥωμαίων ἐντὸς γενομένων τῆς πόλεως, ὁ Σίμων τοὺς πιστοτάτους [*](D) παραλαβὼν τῶν φίλων, καὶ σὺν αὐτοῖς λιθοτόμους τόμους καὶ τὸν πρὸς τὴν ἐργασίαν ἐπιτήδειον τούτοις σίδηρον, εἴς τινα τῶν ὑπονόμων σὺν ἐκείνοις καθίησιν ἑαυτόν, καὶ τὸ παλαιὸν ὄρυγμα διελθὼν τὴν

74
γῆν ὑπενόμευεν , ἵνα πορρωτέρω προελθόντες ἐν ἀσφαλείᾳ ποιήσωνται τὴν ἀνάδυσιν. ὀλίγον μέντοι τῶν μεταλλευόντων προχωρησάντων ἡ τροφὴ αὐτοῖς ἐπιλέλοιπε. τότε δὴ λευκοὺς ἐνδύεται χιτωνίσκους, καὶ χλαμύδα πορφυρᾶν ἐμπερονησάμενος ἀνέδυ τῆς γῆς κατ’ ἐκεῖνον τὸν τόπον ἐν ᾧ πρόσθεν τὸ ἱερὸν ἦν. πρῶτον μὲν οὖν θάμβος τοῖς ἰδοῦσι προσέπεσεν, εἶτα δ’ ἐγγυτέρω προσιόντες ὅστις εἴη ἠρώτων. Σίμων δὲ καλεῖν τὸν ἄρχοντα σφῶν προσέταττε. καὶ ἦκε κληθεὶς Τερέντιος Ῥοῦφος, ὃς ἄρχων τῆς στρατιᾶς κατελέλειπτο. ᾧ γνωρίσας ὅστις ἦν ὁ Σίμων συνελήφθη καὶ δεθεὶς ἐφυλάττετο. τῷ δέ γε Τίτῳ ἡ σύλληψις αὐτοῦ ἐδηλοῦτο. καὶ ὁ μὲν εἰς τὸν θρίαμβον ἐτηρεῖτο, καθ’ ὃν καὶ ἀνῃρέθη ἀγχόνῃ συρεὶς ἐν τῇ κατὰ τὴν Ῥώμην ἀγορᾷ , ὅπου κτείνειν Ῥωμαίοις εἴθισται τοὺς ἐπὶ κακουργίᾳ θανατουμένους.

Τοῦτο μὲν οὖν γέγονε τέλος τῷ τοὐ Γιώρα Σίμωνι· Ἰωάννης δέ, ἡ λοιπὴ τῶν Ἰουδαίων ἐρινύς, δεσμὰ κατεκρίθη διηνεκῆ. τὸ δὲ τῶν αἰχμαλώτων [*](P) πλῆθος τὸ μὲν εἰς τὰ κατ’ Αἴγυπτον ἔργα ἐστάλη, τὸ δὲ ἐν ταῖς κατὰ πόλεις τελουμέναις θεωρίαις ἐφθείρετο ἢ θηριομαχίαις ἐκδιδόμενον ἢ ἀλληλοκτονούμενον. ἡ δὲ τοῦ Σίμωνος γῆθεν ἀνάδυσις πολὺ καὶ τῶν ἄλλων στασιαστῶν πλῆθος εὑρίσκεσθαι κατὰ τοὺς ὑπονόμους ἐποίησεν, ὡς ἐντεῦθεν καὶ τὰ τοῦ ναοῦ ἀνορυχθῆναι θεμέλια.

Οὐ μόνον δὲ τοῖς ἐν Ἱεροσολύμοις Ἰουδαίοις ἐπῆκτο κίνδυνος, ἀλλὰ καὶ τοῖς ἐν ταῖς ἄλλαις πόλεσι. πάντα δὲ διηγήσασθαι δύς ἔργον · τὰ δ’ ἐπ’ Ἀντιοχείας τοῖς ἐκείνην οἰκοῦσιν Ἰουδαίοις συμβεβηκότα [*](Cap. 27. Iosephi Belli Iudaici 7, §. 3–5, §. 2.)

75
διηγητέον. πολὺ μὲν γὰρ ἀνὰ πᾶσαν τὴν οἰκουμένῆν [*](C) τὸ Ἰουδαίων ἔθνος κατέσπαρται, πολλάκις αἰχμαλωτισθέν, ὡς ἤδη ἱστόρηται, καὶ σκεδασθὲν πανταχοῦ· πλεῖστον δὲ τῇ Συρία̣ ἐγκαταμέμικται κατὰ τὴν γειτνίασιν, μᾶλλον δὲ τῶν ἄλλων ταύτης πόλεων ἡ Ἀντιόχεια κατοίκους Ἰουδαίους ἐκέκτητο διά τε τὸ τῆς πόλεως μέγεθος καὶ ὅτι ἀδεᾶ τὴν κατοίκησιν ἐν αὐτῇ παρέσχον αὐτοῖς οἱ μετ᾿ Ἀντίοχον βασιλεῖς. ὁ μὲν γὰρ Ἐπιφανὴς Ἀντίοχος τά τε Ἰεροσόλυμα ἐξεπόρθησε καὶ τὸν ναὸν ἐσύλησεν, οἱ δὲ μετ᾿ αὐτὸν βασιλεῖς ἐξ ἴσου τοῖς Ἕλλησι μετέχειν τῆς πόλεως αὐτοῖς συνεχώρησαν. διὸ καὶ εἰς πλῆθος ἐπέδωκαν, [*](D) πολὺ πλῆθος Ἑλλήνων προσαγόμενοι τῇ θρησκείᾳ. Καθ᾿ ὃν δὲ καιρὸν ὁ τῶν Ἱεροσολύμων πόλεμος ἐξερράγη καὶ εἰς τὴν Συρίαν κατέπλευσεν Οὐεσπασιανός, τὸ δὲ μῖσος κατὰ τοῦ ἔθνους παρὰ πᾶσιν ἤκμαζε, τότε δή τις Ἰουδαῖος Ἀντίοχος, υἱός τῶν ἐπ᾿ Ἀντιοχείας Ἰουδαίων τοῦ πρώτου, εἰς τὸν δῆμον τῶν Ἀντιοχέων παρελθὼν κατηγόρει μὲν τοῦ πατρός, κατηγόρει δὲ καὶ τῶν λοιπῶν Ἰουδαίων, ὅτι καταπρῆσαι τὴν πόλιν ἅπασαν ἐβουλεύσαντο, καὶ παρεδίδου ξένους Ἰουδαίους τινὰς ὡς τοῦ βουλεύματος κοινωνούς. τὸ δὲ τῶν Ἀντιοχέων δημοτικὸν τοὺς μὲν παραδοθέντας αὐτίκα κατέκαυσαν, κατὰ δὲ τῶν αὐθιγενῶν Ἰουδαίων ὥρμηντο κἀκείνους τιμωρησόμενοι. ὁ δὲ τῶν ὁμοφύλων κατήγορος Ἀντίοχος, ἀποστῆναι τῆς πατρίου λέγων θρησκείας, ἔθυεν ὡς νόμος τοῖς Ἕλλησι, παρῄνει δὲ καὶ τοὺς ἄλλους ποιεῖν ὁμοίως βιάζεσθαι· ἔσεσθαι γὰρ φανεροὺς τοὺς ἐπιβουλεύσαντας τῷ μὴ τὴν σφετέραν θρησκείαν ἀπόμνυσθαι. χρωμένων δὲ τῇ πείρᾳ τῶν Ἀντιοχέων, ὀλίγοι μὲν ὑπέκυψαν, οἱ δὲ μὴ εἑλληνί-
76
’σαι ἀνασχόμενοι διεφθάρησαν. ὁ δ’ εἰρημένος Ἀντίοχος καὶ στρατιώτας παρὰ τοῦ Ῥωμαίων ἡγεμόνος λαβών, χαλεπὸς ἦν τοῖς ὁμοφύλοις, ἀργεῖν τὴν ἑβδόμην οὐκ ἐπιτρέπων· οὕτω τε τὴν ἀνάγκην ἔθετο ἰσχυρὰν [*](P) ὡς μὴ μόνον ἐπ’ Ἀντιοχείας τὴν τοῦ σαββάτου ἀργίαν καταλελύσθαι , ἀλλὰ κὰν ταῖς ἄλλαις πόλεσιν ἐπί τινα χρόνον τοῦτο ἐπικρατῆσαι.

Οὐ ταῦτα δὲ μόνα τοῖς ἐν Ἀντιοχείᾳ συμβέβηκεν Ἰουδαίοις, ἀλλὰ καὶ δευτέρα προσεγένετο συμφορά. συνέβη μὲν γὰρ καταπρησθῆναι τὴν τῆς πόλεως τετράγωνον ἀγοράν, ἀρχεῖά τε καὶ χαρτοφυλάκια. ὁ δ’ εἰρημένος Ἀντίοχος τοῖς Ἰουδαίοις προσῆπτε τὸν ἐμπρησμόν, καὶ τοὺς Ἀντιοχεῖς ὑπόπτους ἔχοντας ἤδη [*](C) αὐτοὺς ἠρέθισε κατ’ αὐτῶν· καὶ ὥσπερ ἐμμανείς πρὸς τοὺς διαβεβλημένους ἄπαντες ὥρμηντο. μόλις δ’ αὐτοὺς κατέσχον τινές, συμβουλεύσαντες Τίτῳ τὴν ὑπόθεσιν ἀναθεῖναι. ἐν τῷ μέσῳ δέ τινες ποιουμενοι ἐπιμελῆ τοῦ πράγματος ζήτησιν εὗρον τὸ μὲν τῶν Ἰουδαίων γένος ἀν’ αἴτιον , πονηροὺς δ’ ἀν- θρώπους τὸ ἔργον τολμήσαντας διὰ χρεῶν ἀνάγκας, οἰηθέντας, εἰ τὴν ἀγορὰν καὶ τὰ δημόσια γραμματεῖα ἐμπρήσειαν, ἕξειν ἀπαλλαγὴν τῆς εἰσπράξεως.

Ἐν τούτοις δὲ καὶ ὁ Τίτος ἀφικνεῖτο εἰς Ἀντιόχειαν. καὶ ὁ τῶν Ἀντιοχέων δῆμος προυπήντα αὐτῷ καὶ εὐφήμει, ταῖς δ’ εὐφημίαις συνεῖρε καὶ δέησιν ἐκβαλεῖν ἀξιοῦσαν τοὺς Ἰουδαίους τῆς πόλεως. ὁ δὲ [*](D) τότε τῶν λεγομένων ἡσυχῇ κατακούων παρῄει, ὕστερον δ' αὖθις σφόδρα λιπαρῶς ἐγκειμένων τῶν Ἀντιοχέων ἐξελαθῆναι τοὺς Ἰουδαίους τῆς πόλεως, “ἀλλ' ἥ γε πατρὶς αὐτῶν’’ ἔφη, “εἰς ἣν ἀναχωρεῖν αὐτοὺς ἐχρῆν, ἀνῄρηται, καὶ δέξαιτ’ ἄν αὐτοὺς οὐδεὶς ἔτι τόπος. ἀποτυχόντες οὖν τῆς αἰτήσεως ταύτης, ἐπὶ

77
δευτέραν ἐτράποντο, καὶ τὰς χαλκὰς ἠξίουν δέλτους ἀναιρεθῆναι, αἷς τὰ δίκαια τῶν Ἰουδαίων ἐγέγραπτο. ἀλλ’ οὐδὲ πρὸς τοῦτο Τίτος ἐπένευσε, πάντα δὲ τοῖς ἐπ’ Ἀντιοχείας Ἰουδαίοις εἴασεν ὡς πρότερον εἶχον αὐτά. αὐτὸς δ’ εἰς Ἀλεξάνδρειαν ἀπιών, καὶ κατὰ τὴν πορείαν τὰ Ἰεροσόλυμα θεασάμενος, ᾤκτειρε τὸν τῆς πόλεως ὄλεθρον, ἐπαρώμενος τοῖς αἰτίοις τῆς ἀποστάσεως, ὡς αἰτίοις τῆς τῆς πόλεως ἐρημώσεως, πόλεως ἀρχαίας τε καὶ εὐδαίμονος. εὑρίσκοντο δ’ ἔτι κἀν τοῖς ἐρειπίοις αὐτοῖς μέρη τοῦ βαθυτάτου πλούτου αὐτῆς. πολλὰ μὲν γὰρ οἱ Ῥωμαῖοι ἀνέσκαπτον, τὰ πλείω δὲ οἱ αἰχμάλωτοι ὑπεδείκνυον , ἅπερ οἱ κεκτημένοι πρὸς τὰς ἀδήλους τοῦ πολέμου ῥοπὰς κατὰ γῆς ἐθησαύριζον.

Τίτος δ’ ἐπ’ Αἴγυπτον πορευθεὶς καὶ καταντήσας εἰς Ἀλεξάνδρειαν , κἀκεῖθεν πλεῖν ἐπὶ τὴν Ἰταλίαν μέλλων, τῶν αἰχμαλώτων τοὺς ἡγεμόνας Ἰωάννην καὶ Σίμωνα, καὶ ἄλλους ἄνδρας ἑπτακοσίους μεγέθει τε καὶ κάλλει σώματος διαπρέποντας εἰς τὴν Ἰταλίαν αὐτίκα μάλα ἐκέλευσεν ἄγεσθαι , ἔν ἐν τῷ [*](P) θριάμβῳ πληρώσωσι τὴν πομπήν.

Μετὰ δὲ τὴν εἰς Ῥώμην τοῦ Τίτου ἄφιξιν πεμφθεὶς στρατηγὸς εἰς Ἰουδαίαν Λούκιος Βάσσος τὸ μὲν ἐν τῷ Ἡρωδίῳ φρούριον μετὰ τῶν κατεχόντων αὐτὸ προσηγάγετο· εἶτα πᾶν ὅσον ἦν ἐκεῖ στρατιωτικὸν συναγαγὼν ἐπὶ Μαχαιροῦντα στρατεύει. ἦν δὲ τὸ φρούριον τοῦτο λίαν δυσάλωτον, πετρώδης ὢν ὄχθος τετειχισμένος· οὕτω δ’ ὑπὸ τῆς φύσεως κατεσκεύαστο ὡς μηδὲ προσιτὸς εἶναι · φάραγξι γὰρ πάντοθεν τόθεν βαθείαις ἐτετάφρευτο. οὕτω δ’ ὀχυρότητος [*](Cap. 28. Iosephi Belli Iudaici 7, 5, §. 3 — 6, §. 6.)

78
ἔχον καὶ βασίλειον εἶχεν ἐντὸς μεγέθει τε καὶ κάλλει λει τῶν οἰκήσεων θαυμαστόν , πολλὰς δὲ καὶ δεξα- μενὰς εἰς ὑποδοχὴν ὕδατος ἐν τοῖς ἐπιτηδ ειοτάτοις [*](C) τῶν τόπων ἐκέκτητο. πρὸς δὲ τοῖς ἄλλοις ἐν τοῖς βασιλείοις καὶ πήγανον ἦν ἄξιον διὰ τὸ μέγεθος θαύματος· συκῆς γὰρ οὐδεμιᾶς ὕψους καὶ πάχους ἐλείπετο· λόγος δ’ ἦν ἀπὸ τῶν Ἡρώδου χρόνων αὐτὸ διαρκέσαι , καὶ ἐπὶ πλεῖστον ’ίσως ἔμεινεν ἄν, εἰ μὴ ὑπὸ τῶν παραλαβόντων τὸν τόπον Ἰουδαίων ἐκκέκοπτο. ἐν δὲ τῇ κατὰ τὴν ἄρκτον τοῦ φρουρίου φάραγγι ὀνομάζεταί τις τόπος Βαάρ, καὶ φύει ῥίζαν ὁμωνύμως καλουμένην αὐτῷ. αὕτη φλογὶ μὲν ἔοικε τὴν χροιάν, περὶ δὲ τὰς ἐσπέρας σέλας ἀπαστράπτει τοῖς δὲ βουλομένοις λαβεῖν αὐτὴν οὐκ ἔστιν εὐχείρωτος, ἀλλ’ ὑποφεύγει καὶ οὐ πρότερον ἕσταται πρὶν [*](D) ἄν τις οὖρον γυναικὸς ἢ τὸ ἔμμηνον αἷμα καταχέῃ αὐτῆς. καὶ τότε δὲ τοῖς ἁψαμένοις θάνατός ἐστι προφανής, εἰ μὴ τύχῃ τις αὐτὴν ἐκείνην ἀπενεγκάμενος τὴν ῥίζαν ἀπηρτημένην ἐκ τῆς χειρός. ἁλίσκεται δὲ καὶ καθ’ ἕτερον τρόπον ἀκινδύνως. κύκλῳ γὰρ αὐτὴν περιορύσσουσιν, ὡς εἶναι τὸ τῇ γῇ κρυπτόμενον τῆς ῥίζης βραχύτατον , εἶτ' ἐξ αὐτῆς ἀποδοῦσι κύνα, κἀκείνου τῷ δήσαντι συνακολουθεῖν ὁρμήσαντος, ἡ μὲν ἀνασπᾶται ῥαιδίως, θνήσκει δ’ εὐθὺς ὁ κύων· φόβος δ’ οὐδεὶς τοῖς μετὰ ταῦτα λαμβάνουσιν. ἔστι δὲ διὰ μίαν ἰσχὺν περισπούδαστος. τὰ γὰρ καλούμενα δαιμόνια καί τισιν εἰσδυόμενα αὕτη ταχέως ἐξελαύνει, κἂν μόνον τοῖς νοσοῦσι προσενεχθῇ.

Τοῦτο τὸ φρούριον ὁ Βάσσος παραστήσασθαι θέλων, τὴν πρὸς ἀνατολὰς αὐτοῦ φάραγγα χῶσαι ἀπεἀπὸ πειρᾶτο. οἱ δ’ ἐναπειλημμένοι τῶν Ἰουδαίων ἔνδον τῶν ξένων διακριθέντες ἐκείνους μὲν ἠνάγκασαν

79
ἐν τῇ κάτω πόλει παραμένειν , τὸ δ’ ἄνω φρούριον εἶχον αὐτοί. ἐποιοῦντο μέντοι τὰς ἐξόδους προθύμως ἀνὰ πᾶσαν ἡμέραν , καὶ τοῖς τυχοῦσι συμπλεκόμενοι πολλοὶ μὲν ἔθνησκον, πολλοὺς δὲ τῶν Ῥωμαίων ἀνῄρουν πονοῦντας ἐπὶ τοῖς χώμασιν.

Ἐκ δέ τινος συντυχίας ἡ τοῦ φρουρίου παράδοσις γέγονε καὶ τῶν χωμάτων χωρίς. νεανίας τις ἦν ἐν τοῖς πολιορκουμένοις τόλμῃ θρασὺς καὶ κατὰ χεῖρα δραστήριος Ἐλεάζαρ καλούμενος , ὃς ἐξιέναι καὶ κωλύειν τὴν χῶσιν παρακαλῶν τοὺς πολλούς, ἐν ταῖς [*](B) μάχαις ἐπιφανέστατος γέγονε, πολλὰ δεινὰ τοὺς Ῥωμαίους διατιθείς. καί ποτε τῆς μάχης διακριθείσης αὐτὸς μείνας ἔξω τῶν πυλῶν τοῖς ἐπὶ τοῦ τείχnυς ὡμίλει. Ῥοῦφος δέ τις τοῦ Ῥωμαϊκοῦ στρατοπέδου, τὸ γένος Αἰγύπτιος, ἐξαίφνης ἐπιδραμών, σὺν ὅπλοις αὐτοῖς τὸν Ἐλεάζαρ ἀράμενος φθάνει μεταθεὶς εἰς τὸ Ῥωμαίων στρατόπεδον. τοῦ δὲ στρατηγοῦ γυμνωθῆναι κελεύσαντος αὐτὸν καὶ μαστίζεσθαι βλεπόντων τῶν ἐκ τῆς πόλεως , ἀθρόα ἡ πόλις ἀνῴμωξε. τοῦτο κατὰ τῶν πολεμίων ὁ Βάσσος στρατήγημα ἐποιήσατο, καὶ σταυρὸν προσέταξε καταπήγνυσθαι , ὡς αὐτίκα κρεμάσων τὸν Ἐλεάζαρον. οἱ δ’ ἀπὸ τοῦ φρουρίου [*](C) ὁρῶντες ὠδυνῶντο μᾶλλον καὶ ἀνῴμωζον διωλύγιον. καὶ ὁ Ἐλεάζαρ ἱκέτευε σφὰς μήτ’ αὐτὸν περιιδεῖν οὕτω θνήσκοντα καὶ ἑαυτοῖς τὴν σωτηρίαν προμηθεύσασθαι, εἴξασι τῇ Ῥωμαίων ἰσχύι· καὶ τύχῃ. οἱ δὲ καὶ πρὸς τοὺς ἐκείνου κατακλώμενοι λόγους, καὶ πολλῶν ἔνδον ὑπὲρ αὐτοῦ δεομένων, ἢν γὰρ ἐκ μεγάλης καὶ σφόδρα πολυανθρώπου συγγενείας, εἰς οἴκτου ἐνέδωκαν καὶ στείλαντες τὴν τοῦ φρουρίου παράδοσιν ἐπηγγέλλοντο , ἔνα ἀδεεῖς ἀπαλλάττωνται, τὸν Ἐλεάζαρ λαβόντες.

80

Δεξαμένου δὲ τοῦ στρατηγοῦ ταῦτα, οἱ ἐν τῇ κάτω πόλει τὴν γινομένην ἰδίᾳ τοῖς Ἰουδαίοις πυθόμενοι [*](D) σύμβασιν, ἀποδρᾶναι νυκτὸς αὐτοὶ ἐβουλεύσαντο. καὶ τὰς πύλας αὐτῶν ἀνοιξάντων, παρὰ τῶν τὴν ὁμολογίαν πεποιημένων πρὸς τὸν Βάσσον ἧκε μήνυσις. οἱ μὲν οὖν τῶν ἐξιόντων ἐρρωμενέστατοι ἔφθασαν διεκπεσεῖν , τῶν δ’ ἔνδον καταληφθέντων ἄνδρες μὲν ἀνῃρέθησαν ἐπὶ χιλίοις ἑπτακόσιοι, γύναια δὲ καὶ παῖδες ἠνδραποδίσθησαν. τὰς δὲ πρὸς τοὺς παραδόντας τὸ φρούριον ὁμολογίας φυλάσσων ὁ βάσσος αὐτούς τε ἀφῆκε καὶ τὸν Ἐλεάζαρ ἀπέδωκε.

Ταῦτα διαπραξάμενος ἠπείγετο ἐπὶ τὸν λεγόμε- νον Ἰάρδην δρυμόν· πολλοὶ γὰρ πρὸς αὐτὸν ἦσαν τῶν κατὰ τὰς πολιορκίας πρότερον ἀποδράντων. ἐλθὼν οὖν ἐπὶ τὸν τόπον, κυκλοῦται αὐτὸν τοῖς ἱππεῦσιν ἅπαντα, τοὺς δὲ πεζοὺς δενδροτομεῖν τὴν ὕλην ἐκέλευσεν. οἶ δ' ἐκεῖ προσπεφευγότες Ἰουδαῖοι ἀθρόοι μετὰ βοῆς ᾄξαντες ἐνέπιπτον τοῖς κυκλωσαμένοις αὐτούς. ὡς δὲ καρτερῶς αὐτοὺς ἐκεῖνοι ἐδέχοντον, χρόνος μὲν οὐ βραχὺς τῇ μάχῃ ἐτρίβη, τέλος δὲ αὐτῇ οὐχ ὅμοιον τοῖς ἐναντίος ἀπέβη μέρεσι. Ρωμαίων μὲν γὰρ ἔπεσον δώδεκα, ὀλίγοι δ’ ἐτρώθησαν, τῶν δὲ Ἰουδαίων ἐκ τῆς μάχης ταύτης οὐδεὶς διέφυγεν , ἁλόντες δὲ καὶ τρισχιλίων οὐχ ἥττους πάντες ἀπέθανον.

Βάσσος μέντοι καὶ Λεβέριος Μάξιμος, ὅς ἦν ἐπίτροπος, πᾶσαν τὴν γῆν ἀποδόσθαι τῶν Ἰουδαίων [*](P) παρὰ Καίσαρος ἐκελεύσθησαν. ὀκτακοσίοις δὲ μόνοις ἀπὸ τῆς στρατείας διαφειμένοις χωρίον ἔδωκεν εἰς κατοίκησιν , ὃ καλεῖται μὲν Ἀμαοῦς, ἀπέχει δὲ τῶν Ἰεροσολύμων σταδίους τριάκοντα. φόρον δὲ τοῖς

81
ὁπουδήποτε οὖσιν Ἰουδαίοις ἐπέταξε δύο δραχμὰς ἕκαστον ἐτησίως εἰσφέρειν εἰς τὸ Καπιτώλιον, ὥσπερ πρότερον εἰς τὸν ἐν Ἰεροσολύμοις ναὸν συνετέλουν.

Βάσσου δὲ τελευτήσαντος Φλάβιος Σίλβας διαδέχεται τὴν ἡγεμονίαν. ὃς ἐπὶ Μασάδαν τὸ φρούριον ἐστράτευσε , μόνον ἔτι τῶν ἀφεστηκότων περιλειφθέν. κατεῖχον δὲ τοῦτο σικάριοι, ὧν προειστήκει δυνατὸς ἀνὴρ Ἐλεάζαρ, ἀπόγονος Ἰούδα τοῦ πείσαντος πολλοὺς Ἰουδαίων μὴ πείθεσθαι ταῖς ἀπογραφαῖς [*](C) ἐπὶ Κυρηνίου. καὶ τῆς μὲν χώρας εὐθὺς ἐκράτει, τὸ δὲ φρούριον τείχει περιεκύκλωσε, τὴν εἰς φυγὴν ἔξοδον τοῖς ἔνδον ἀποφραγνύς. εἶτα πρὸς πολιορκίαν ἐτράπετο, καὶ χῶμα χώσας ἔνθα δυνατὸν ἦν, ἐπὶ πέτρας γὰρ ὑψηλῆς τὸ φρούριον ᾠκοδόμητο, φάραγξι βάθος ἐχούσαις ἄπειρον ἐστεφανωμένης, ἐπήγαγε τὴν ἑλέπολιν καὶ διέρρηξε μέρος τοῦ τείχους. ὤφθη δ’ ἕτερον ἐντὸς ὑπὸ τῶν σικαρίων ἀντοικοδομηθὲν τοιοῦτον οἷον μηδὲ ταῖς ἐμβολαῖς εἴξειν μέλλον τῶν ἑλεπόλεων. ἐκ ξύλων γάρ ἦν δύο στίχους παραλλήλους ἐχόντων, ὧν μέσον συνεφόρουν τὸν χοῦν. αἱ γοῦν τῶν μηχανημάτων ἐμβολαὶ οὐ μόνον [*](D) οὐ διερρήγνυον τοῦτο, ἀλλὰ καὶ στερρότερον τῷ σάλῳ συνιζάνον εἰργάζοντο· διὸ τοῖς στρατιώταις ὁ Σίλβας λαμπάδας καιομένας ἀκοντίζειν ἀθρόους παρεκελεύσατο. τὸ δὲ πεποιημένον ἐκ ξύλων τοῦ πυρὸς ἀντελάβετο καὶ φλόγα πολλὴν ἀνῆκε. τὸ μὲν οὖν πρῶτον πνέων βορρᾶς ἄνωθεν εἰς τοὺς Ῥωμαίους τὴν φλόγα ἐπήλαυνε, καὶ μικροῦ τόν μηχανημάτων ἥψατο ἄν · ἔπειτα νότος ἀντιπνεύσας πολὺς τῷ τείχει [*](Ca[. 29. Iosephi Belli Iudaici 7, 8 — 11, de Iudaeis sub Hadriano deveictis Dio 69, 12. Extremo capite repetiture pars praefationis ρ. 10, ν. 5 seq.)

82
ταύτην προσέβαλε, καὶ ἅπαν ἤδη κατέφλεκτο. ἐπὶ τούτοις οἶ μὲν Ῥωμαῖοι κατὰ τὴν ἐπιοῦσαν τοῖς πολεμίοις ἐπιχειρεῖν ἔμελλον, Ἐλεάζαρ δὲ τοῖς ἐν τῴ φρουρίῳ διαλεχθεὶς ἔπεισε πάντας τάς τε γυναῖκας ἑαυτῶν καὶ τὰ τέκνα ἀνῃρηκότας ἐκείνοις ἐπαπελθεῖν ἕκαστον. καὶ δὴ τούτου δόξαντος, ὁμοῦ τε τὰς γυναῖκας ἠσπάζοντο καὶ τὰ τέκνα προσηγκαλίζοντο, τοῖς φιλήμασιν ἐμφυόμενοι καὶ δακρύοντες, καὶ διεχειρίζοντο τὰ φίλτατα ταῖς χερσίν, ὡς μή τι σφίσι προσήκοντα. εἶτα τὴν κτῆσιν ἅπασαν συναθροίσαντες πῦρ ἐνέβαλλον εἰς αὐτήν. κλήρῳ δ' ἑλόμενοι δέκα [*](P) τοὺς ἐσομένους σφαγείς ἁπάντων , ὑπ’ αὐτόν ἕκαστος ἐπὶ τοῖς φιλτάτοις ἐκτίννυτο. εἶτ' αὖθις ὁ κλήρῳ λαχὼν τοὺς ἐννέα διαχειρισάμενος, καὶ κύκλῳ περιαθρήσας μήπου τις ζωὸς περιλέλειπται, ὡς ἔγνω πάντας ἀνῃρημένους , πῦρ μὲν τοῖς βασιλείοις ἐνίησιν, ὅλον δὲ τὸ ξίφος ἐλάσας δι’ ἑαυτοῦ πλησέον τῶν οἰκείων κατέπεσε. καὶ οἱ μὲν ἐτεθνήκεσαν ὑπειληφότες μή τινα ζῶντα καταλειφθῆναι, ἔλαθεν δὲ γυνὴ πρεσβῦτις καί τις ἑτέρα καὶ πέντε παιδία τοῖς ὑπονόμοις κατακρυφθέντα. ἦν δὲ τὸ τῶν σφαγέντων πλῆθος σὺν γυναιξὶ καὶ παισὶ διακόσιοι πρὸς ἑξήκοντα.

Οἱ δὲ Ῥωμαῖοι προσβολὴν ἕωθεν ἐποιοῦντο· [*](C) βλέποντες δ’ οὐδένα τῶν πολεμίων, πολλὴν δ' ἔνδον ἠρεμίαν καὶ πῦρ ἀναπτόμενον, διηπόρουν. καὶ τέλος ἠλάλαξαν , εἴ τινα τῶν ἐντὸς προσκαλέσαιντο. τῆς δὲ βοῆς αἴσθησις τοῖς γυναίοις ἐγένετο, κἀκ τῶν ὑπονόμων ἀναδῦσαι τὰ πραχθέντα τοῖς Ῥωμαίοις ἐμήνυον· οἱ δ’ ἠπίστουν. ὡς δὲ τῶν βασιλείων παρῆλθον ἔνδον καὶ τοῖς ἀνῃρημένοις ἐνέτυχον, ἐθαύμαζον τὴν γενναιότητα τῶν ἀνδρῶν καὶ τοῦ θανάτου τὴν καταφρόνησιν.

83

Τοιαύτη μὲν οὖν ἡ τῆς Μασάδας ἐγένετο ἅλωσις · καὶ κατὰ τὴν ἐν Αἰγύπτῳ Ἀλεξάνδρειαν πολλοὺς ἀποθανεῖν Ἰουδαίους συμβέβηκεν. οἱ γὰρ ἐκ τῆς στάσεως τῶν σικαρίων καταφυγόντες ἐκεῖ πολλοὺς τόν ὑποδεξαμένων ἔπειθον τῆς ἐλευθερίας ἀντιποιεῖσθαι. [*](D) εἷσθαι. εἰ δέ τινες αὐτοῖς τῶν οὐκ ἀφανῶν Ἰουδαίων ἀντέβαινον, τοὺς μὲν ἔκτεινον, τοὺς δ’ ἄλλους πρὸς ἀποστασίαν προεκαλοῦντο. οἱ δὲ τῆς γερουσίας πρωτεύοντες εἰς ἐκκλησίαν τοὺς Ἰουδαίους ἀθροίσαντες ἤλεγχον τὴν τῶν σικαρίων ἀπόνοιαν, καὶ φυλάξασθαι τὸ πλῆθος παρεκάλουν τὸν ἐξ αὐτῶν ὄλεθρο, παραδοῦναι δὲ Ῥωμαίοις αὐτούς. ἐπείσθη τοίνυν τὸ πλῆθος τοῖς λεγομένοις , καὶ πρὸς τοὺς σικαρίους ᾄξαντες συνήρπαζον αὐτούς. καὶ ἑάλωσαν μὲν περὶ ἑξακοσίους , ὅσοι δὲ τότε διέφυγον οὐκ εἰς μακρὰν συλληφθέντες ἐπανήχθησαν. καὶ πάσης αὐτοῖς ἐπενεχθείσης βασάνου, ὅπως Καίσαρα δεσπότην ὁμολογήσωσιν, οὐδεὶς ἐνέδωκεν , ἀλλὰ πάντες τὴν γνώμην ὑπερτέραν τῆς ἀνάγκης ἐτήρησαν. μάλιστα δ’ ἡ τῶν παίδων ἡλικία τοὺς θεωμένους ἐξέπληξεν · οὐδὲ γὰρ ἐκείνων τις ἐξενικήθη Καίσαρα δεσπότην ξονομάσαι. Ἥψατο δὲ καὶ τῶν περὶ Κυρήνην πόλεων ἡ τῶν σικαρiων ἀπόνοια. διεκπεσὼν γὰρ εἰς αὐτὴν Ἰωνάθης πονηρότατος ἄνθρωπος, τὴν τέχνην ὑφάντης, τινὰς τῶν ἀπόρων ἀνέπεισε προσέχειν αὐτῷ , καὶ προήγαγεν εἰς τὴν ἔρημον, σημεῖα δείξειν καὶ τέρατα ὑπισχνούμενος. οἱ δὲ τῶν ἐπὶ Κυρήνης Ἰουδαίων πρωτεύοντες Κατύλλῳ τῷ τῆς Κυρήνης ἡγεμόνι ταῦτα ἀγγέλλουσιν. ὁ δὲ στρατιώτας ἀποστείλας συνέσχε [*](P) τοὺς μετὰ Ἰωνάθου. αὐτὸς δὲ ὁ Ἰωνάθης τότε μὲν διέφυγεν, ἐπιμελῶς δὲ ζητηθείς ἥλω, καὶ ἀναχθεὶς

84
πρὸς τὸν ἡγεμόνα ἑαυτῷ μὲν ἐμηχανᾶτο τῆς τιμωρίας ἐξάλυξιν, τῷ Κατύλλῳ δὲ ἀφορμὰς ἀδίκων κερδῶν περιεποιήσατο. τοὺς γὰρ πλουσιωτάτους τῶν Ἰουδαίων ἔλεγε, κατ’ καταψευδόμενος μένος αὐτῶν, διδασκάλους αὐτῷ τῶν δρωμένων γενέσθαι· καὶ ὁ ἡγεμὼν προθύμως ἐδέχετο τὰς διαβολάς. πρὸς δὲ τῷ πιστεύειν ῥᾳδίως καὶ τὴν ψευδῆ κατηγορίαν τοὺς σικαρίους ἐδίδασκε· καὶ πολλῶν κατεῖπον ὑπ’ ἐκείνου ὑποβαλλόμενοι.

Ἐνταῦθα μὲν οὖν τότε τὰ τόν Ἰουδαίων ἐτελεύτησε [*](C) πάθη, ὑπὸ Ῥωμαίων τῆς Ἰερουσαλὴμ τὴν τελευταίαν ὑποστάσης ἅλωσιν. καὶ αὖθις δὲ Αἰλίου τῶν Ῥωμαίων κρατοῦντος Ἀδριανοῦ ἐστασίασαν Ἱουδαῖοι καὶ κατὰ Ῥωμαίων ὡπλίσθησαν. ἀλλὰ καὶ τότε ἡττήθησάν τε καὶ ἐξετρίβησαν, πολλῶν φθαρεισῶν μυριάδων, ὡς λίαν περιλειφθῆναι βραχεῖς , περὶ ὧν ἐν τοῖς ἰδίοις τόποις ἱστορηθήσεται.

Ῥωμαίων δὲ μνησθείσης τῆς ἱστορίας καὶ τούτοις κράτος ἀναθεμένης ἀήττητον, ἀναγκαῖον πάντως εἰπεῖν καὶ διδάξαι ἢ ἀναμνῆσαι τοὺς τοὺς ἐντευφομένους [*](D) νοῦς τούτῳ δὴ τῷ συγγράμματι τίνες τε οἱ Ῥωμαῖοι καὶ ὅθεν τὸ τούτων ἔθνος συνέστη τὸ ἐξ ἀρχῆς, καὶ πόθεν τὴν κλῆσιν ἔσχε, καὶ τίσι πολιτείαις ἐχρήσατο, καὶ οἵαις τύχαις ἐνέκυρσε, καὶ ὅπως προύκοψεν εἰς εὐδαιμονίας ἀκρότητα ὡς μικροῦ κυριεῦσαι τῆς τῆς οἰκουμέυης ἀπάσης καὶ τὸ κράτος κατὰ πάντων σχεδὸν ἀναδήσασθαι , καὶ ὅπως βασιλευθὲν ἐξ ἀρχῆς εἰς ἀριστοκρατίαν ἤτοι δικτατωρείας καὶ ὑπατείας μετέπεσε, καὶ εἰς δημοκρατίαν αὖθις μετήνεκτο, εἶτα εἰς μοναρχίαν ἐπανελήλυθεν. ῥητέον μοι τοίἱστορηθήσεται] [*](17 ἱστοργθήσεται] lib. 11, c. 23, p. 589.)

85
νυν καὶ περὶ τούτων καὶ διηγητέον ὡς ἐνὸν ἐπιτέμνοντι τὸ πλάτος τῆς διηγήσεως καὶ τὴν μακρηγορίαν συστέλλοντι, ἴν’ εἶεν εὐσύνοπτα τὰ τῆς ἱστορίας καὶ τὴν τῶν ἐπιόντων μνήμην μὴ διαφεύγοιεν.