Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

1

Καὶ Ἡρώδης μὲν οὕτως ἀπέτισε τὸ χρεών, Ἀρχέλαος [*](C) δὲ εἰς τὸ ἱερὸν ἀνελθὼν καὶ εὐφημηθεὶς ἐπὶ θρόνου τε καθίσας χρυσοῦ ἐδεξιοῦτο τὸ πλῆθος. τοῦ μέντοι στρατεύματος καὶ τὸ διάδημα περιτιθέντος αὐτῷ, οὐκ ἐδέξατο, εἰ μὴ πρότερον Καῖσαρ τὰς πατρικὰς διαθήκας ἐπικυρώσειε· καὶ θύσας ἐπ᾿ εὐωχίαν ἐτράπετο.

[*](D)

Συνελθόντες οὖν τῶν Ἰουδαίων τινὲς Ματθίαν καὶ τοὺς σὺν αὐτῷ κολασθέντας ὑπὸ Ἡρώδου διὰ τὴν τοῦ χρυσοῦ ἀετοῦ κατάσπασιν ὠλοφύροντο, ἐπὶ μέγα τὴν οἰμωγὴν αἴροντες· συνόδου τε αὐτοῖς γενομένης ἠξίουν τοὺς ὑφ᾿ Ἡρώδου τιμωμένους κολάσαντα τὸν Ἀρχέλαον ἐκδικῆσαι τοὺς τεθνεῶτας, καὶ πρὸ τῶν ἄλλων τὸν ἀρχιερέα παῦσαι, ἕτερον δὲ καταστήσασθαι νομιμώτερον. τούτοις Ἀρχέλαος καίπερ ἀχθόμενος τὴν ὁρμὴν αὐτῶν ἐπέχων ἐπένευε καὶ τὸν στρατηγὸν τῷ πλήθει διαλεξόμενον ἔστειλεν, ὡς οὐ νῦν τούτων καιρός, ἀλλ᾿ ὅταν αὐτῷ ἡ ἀρχὴ βεβαιωθῇ ἐπινεύσει τοῦ Καίσαρος. οἶ δὲ βοῶντες καὶ θορυβοῦντες οὐκ εἴων λέγειν τὸν στρατηγόν, οὐδέ του ἄλλου ἠνείχοντο ἐπὶ σωφρονισμῷ καὶ ἀποτροπῇ τῶν στάσεων ὡρμημένου λέγειν αὐτοῖς. ἄρτι δὲ τῆς τῶν ἀζύμων ἑορτῆς ἐνεστηκυίας, καὶ πλήθους πάντοθεν συρρεύσαντος εἰς τὸ ἱερόν, ἐπὶ μέγα τὴν στά- [*](Cap. 1. Iosephi Ant. 17, 8, §. 4—10, §. 6.)

2
σιν ἐξᾶραι προεθυ μοῦντο. ὅ δείσας Ἀρχέλαος χιλίαρ- χον μετὰ σπείρας ἐξέπεμψε τὴν ὁρμὴν καταστελοῦντα τοῦ δήμου τοῦ στασιάζοντος. καὶ οἶ στασιασταὶ πα- παραχρῆμα ἐπὶ τοὺς στρατιώτας ὡρμήκασι καὶ κατέ- λευσαν τοὺς πλείστους αὐτῶν, ὀλίγοι δέ τινες καὶ ὁ [*](P) χιλίαρχος τραυματίαι διέφυγον. Ἀρχέλαος δὲ συνι- δὼν ὡς εἰ μὴ τὸ τῆς πληθύος Sρμημα κωλυθῆ̣, εἰς μέγα κακὸν τὰ τῆς στάσεως ἀποβήσεται, ἐκπέμπει πᾶν τὸ στρατόπεδον· καὶ εἰς μὲν τρισχιλίους ἀνῃρἐ- ἀνῃρέθησαν, οἶ δέ γε λοιποὶ ἐπὶ τὰ ὄρη διεσκεδάσθησαν. καὶ κήρυγμα γέγονε πάντας ἀναχωρεῖν ἐπὶ τὰ οἰ- κεἴα· οἶ δὲ τὴν ἑορτὴν λιπόντες ἀπῄεσαν.

Ἀρχέλαος δὲ ἐπί Ρώμην ἐξέπλει σὺν τῇ μητρί, Φιλίππῳ τῷ ἀδελφῷ πιστεύσας τὰ πράγματα ’ συνεξ- συνεξῄει δὲ αὐτῷ καὶ Σαλώμη ἡ ἀδελφὴ Ἡρώδου. καὶ Ἀντίπας δὲ ὁ ‘Πρώδου υἱὸς ἑτέρωθεν ἐπὶ Ρώμην ὥρ- μητο, καὶ αὐτὸς τῆς βασιλείας ἀντιληψόμενος, ὡς ἐν [*](C) προτέραις διαθήκαις καταγεγραμμένης αὐτῷ ’ ἐπτέ- ρου δὲ τοῦτον πρὸς τὰς ἐλπίδας Σαλώμη. ἐπεὶ δὲ εἰς ῥώμην ἀφίκοντο καὶ παρέστησαν Καίσαρι, οἶ μὲν ὑπὲρ Ἀρχελάου τοὺς λόγους πεποίηντο, οἱ δὲ ὑπὲρ Ἀντίπᾳ, τοῦ Ἀρχελάου κατηγοροῦντες. Καῖσαρ δὲ μᾶλλον ὑπὲρ Ἀρχελάου ῥοπὴν ἐδείκνυ.

Ἐν τούτοις δὲ ἀγγέλλεται Καίσαρι τὸ τῶν Ιου- δαίων ἔθνος στασιάσαν καὶ τοὺς ἐκεῖ Ῥωμαίους πο- λιορκοῦν. κατὰ γὰρ τὴν τῆς πεντηκοστῆς ἑορτὴν μυριάδων πολλῶν συναθροισθεισῶν πανταχόθεν, ὑπ’ αὐτῶν οἱ Ῥωμαῖοι συγκατεκλείσθησαν καὶ αὐτὸς Σα- βῖνος· στρατηγὸς δὲ ἦν οὗτος Ῥωμαίων. καὶ μάχη ἦν καρτερά, καὶ οἶ‘ρωμαῖοι ἐκράτουν. περιοδεύσαν- τες οὑν οἶ Ἰουδαῖοι ἐπὶ τὰς στοὰς ἀνῆλθον τὰς ἔξω [*](D) τοῦ ἱεροῦ, κἀντεῦθεν ἐξ ὑπερδεξίων βάλλοντες με-

3
γάλα ἔβλαπτον τοὺς Ῥωμαίους. οἶ δὲ πῦρ ταῖς στοαῖς ἐνιᾶσι καὶ τοῦτο ὑπέτρεφον ὕλαις ἐγείρειν φλόγα πεφυκυίαις· καὶ ταχὺ ἥπτετο τοῦ ὀρόφου, καὶ οἶ ἐπὶ τῶν στοῶν οἶ μὲν τῷ ὀρόφῳ καταρρηγνυμένῳ συγκατεφέροντο, τοὺς δὲ περισταδὸν ἔβαλλον οἶ πολέμιοι, οἶ δὲ εἰς τὸ πῦρ ἐνίεσαν ἑαυτούς, οἶ δὲ τοῖς ἑαυτῶν ἐκτείνοντο ξίφεσιν, ἐσώθη τε τῶν ἐν ταῖς στοαῖς ἀνελθόντων οὐδ’ ὁστισοῦν. καὶ οἱ Ῥωμαῖοι ἐκράτουν τοῦ ἱεροῦ θησαυροῦ, καὶ πολλὰ μὲν ὑπὸ τῶν στρατιωτῶν διήρπαστο, Σαβῖνος δὲ εἰς τὸ φανερὸν τετρακόσια περιέσωσε τάλαντα. οἵ γε μὴν περιλελειμμένοι τῶν μαχομένων τὸ βασίλειον περισχόντες πῦρ αὐτῷ ἐμβαλεῖν ἠπείλουν καὶ ἅπαντας κτεῖναι, εἰ δ᾿ ἀπίοιεν, ἄδειαν τοῖς Ῥωμαίοις ἐπηγγέλλοντο καὶ Σαβίνῳ· καὶ πολλοὶ τῶν βασιλικῶν πρὸς αὐτοὺς ηὐτομόλησαν. Ῥοῦφος δὲ καὶ Γράτος, τρισχιλίους τοῦ Ἡρώδου στρατεύματος ἔχοντες ἄνδρας ἐρρωμένους τοῖς σώμασι, Ῥωμαίοις προστίθενται. Ἰουδαῖοι δὲ οὐ μεθίεντο τῆς πολιορκίας, καὶ ὁ Σαβῖνος ἐκαρτέρει πολιορκούμενος.

Ἐπὶ τούτοις καὶ ἕτεροι θόρυβοι τὴν Ἰουδαίαν κατέλαβον. Ἰούδας γὰρ Ἐζεκίου τοῦ ἀρχιλῃστοῦ υἷός τοῦ ὑφ’ Ἡρώδου μεγάλοις ληφθέντος πόνοις, συστησάμενος πλῆθος τῷ περὶ Σέπφωριν τῆς Γαλιλαίας ἐπέδραμε βασιλείῳ, καὶ τῶν ἐκεῖ κρατήσας ὅπλων ὥπλισε τοὺς περὶ αὐτόν, φοβερός τε ἅπασιν ἦν. ἀλλὰ καὶ Σίμων, δοῦλος μὲν Ἡρώδου τοῦ βασιλέως, [*](P) ἀνὴρ δ᾿ εὐπρεπὴς καὶ μεγέθει καὶ ῥώμῃ σώματος προύχων, ἀρθεὶς τῇ ταραχῇ τῶν πραγμάτων ἐτόλμησε περιθέσθαι διάδημα. καὶ πλήθους συστάντος περὶ αὐτόν, βασιλεὺς καὶ αὐτὸς ἀναρρηθεὶς τὸ ἐν Ἱεριχοῦντι βασίλειον πίμπρησι, καὶ ἄλλους δὲ τῶν

4
βασιλικῶν οἴκων, διαρπάσας τὰ ἐν αὐτοῖς. ἀλλὰ, τούτῳ Γράτος μάχην συνάψας τό τε πολὺ του μετ αὐτοῦ πλήθους διέφθειρε καὶ αὐτοῦ τοῦ Σίμωνος τὴν κεφαλὴν κρατήσας ἀπέτευε. καὶ ἄλλοι δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον ἐγένοντο, κακοῦντες καὶ Ῥωμαίους καὶ τοὺς βασιλικούς.

[*](C)Οὔαρος δ’ ἐν Συρίᾳ μαθὼν τὰ κατὰ τὸν Σαβῖνον, ἠπείγετο τοῖς ἐν Ἰουδαίᾳ πολιορκουμένοις ἀλέξασθαι. ἀθροισθείσης δὲ ἐν Πτολεμαί·δι τῆς αὐτοῦ δυνάμεως πάσης, μέρος τι ταύτης τῷ υἱῷ παραδοὺς Γαλιλαίους ἐξέπεμψε πολεμεῖν ὃς συμβαλὼν ἐκείνοις ἐκράτησεν. Οὔαρος δὲ τῷ λοιπῷ τοῦ στρατεύματος προσιὼν εἰς Ἱεροσόλυμα, εἰς δειλίαν τοὺς πολιορκοῦντας τῶν Ἰουδαίων ἐνέβαλε· καὶ λιπόντες τὴν πολιορκίαν ἡμίεργον ᾤχοντο. Οὐάρου δὲ τοῖς Ἱεροσολυμίταις ἐγκαλοῦντος διὰ τὸν πόλεμον, ἐκεῖνοι τὴν τοῦ πλήθους σύνοδον διὰ τὴν ἑορτὴν ἔλεγον γεγονέναι, τὸν δὲ πόλεμον παρὰ τόν ἐπηλύδων. καὶ [*](D) ὁ Οὔαρος πέμψας κατὰ τὴν χώραν ἐπεζήτει τοὺς αἰτίους τῆς στάσεως, καὶ εὑρὼν ἐνίους ἐκόλασε· δισχίλιοι γὰρ ἐσταυρώθησαν. καὶ ἕτεροι δὲ περὶ μυρίους Οὐάρῳ κατ’ αὐτῶν ὡρμηκότι παρέδωκαν ἑαυτούς· ὁ δὲ πρὸς Καίσαρα πέμπει τοὺς ἡγεμόνας αὐτῶν· Καῖσαρ δὲ μόνους ἐκόλασεν ὅσοι συγγενεῖς ὄντες Ἡρώδου συνεστρατεύοντο τοῖς στασιασταῖς.

Εἰς δὲ Ῥώμην ἐξ Ἰουδαίας πρέσβεις ἀφίκοντο, καὶ τοῦ Καίσαρος συστησαμένου συνέδριον οἶ πρέσβεις συνισταμένους ἔχοντες τῶν ἐπὶ Ῥώμης Ἰουδαίων περὶ ὀκτακισχιλίους αὐτονομίαν ᾔτουν. καὶ ἐπὶ κατηγορίαν τῶν Ἡρώδου τρέπονται παρανομημάτων· [*](Cap. 2. Iosephi Ant. 17, 10, § 9—13, §)

5
οὐ γὰρ βασιλέα, τύραννον δ’ ἐκεῖνον ἐκάλουν. πολλῶν γὰρ πολλάκις κακώσεων τῷ ἔθνει ἔφησαν συμβεβηκυιῶν οὐδεμίαν ἐξισοῦσθαι ταῖς αὐτῷ ἐπενηνεγμέναις παρ’ ἐκείνου κακώσεσιν. οἰόμενοι οὖν πάντα τῆς βασιλείας κρατήσοντα Ἡρώδου ἔσεσθαι μετριώτερον, ἀσμένως τὸν Ἀρχέλαον προσειπεῖν βασιλέα. ὁ δὲ δείσας μὴ ὥσπερ οὐχ Ἡρώδου νομίζοιτο παῖς, εἰ τοῖς Ἰουδαίοις ἠπιώτερος φαίνοιτο, τρισχιλίων ἀνδρῶν κατὰ τὸ τέμενος σφαγὴν ἐποιήσατο, καὶ ταῦτα μηδέπω σοῦ, Καῖσαρ, τὴν ἀρχὴν αὐτῷ βεβαιώσαντος. καὶ ταῦτα λέγοντες ἠξίουν βασιλείας καὶ τοιῶνδε ἀρχῶν ἀπηλλάχθαι, προσθήκην δὲ γεγονέναι [*](B) Συρίας καὶ τοῖς ἐκεῖ στελλομένοις Ῥωμαίων στρατηγοῖς ὑποκεῖσθαι.

Οἱ μὲν οὖν ταῦτα ᾐτοῦντο, οἶ δὲ περὶ τὸν Ἀρχέλαον ἀπολογούμενοι τούς τε βασιλεῖς, τὸν πατέρα λέγω καὶ τόν υἱόν, τῶν ἐγκλημάτων ἀπέλυον, καὶ Ἰουδαίοις ἐπενεκάλουν στάσεις καὶ νεωτερισμούς. ὁ μέντοι Καῖσαρ βασιλέα μὲν οὐκ ἀποδείκνυσι τὸν Ἀρχέλαον, τὸ δ’ ἥμισυ δίδωσι τῆς πατρικῆς ἀρχῆς, ἐπαγγελλόμενος ὀνομάσειν καὶ βασιλέα αὐτόν, εἰ καλῶς ἄρχοι· ἦν δὲ ὁ τῆς αὐτῷ νεμηθείσης χώρας δασμὸς ὁ ἐτήσιος ἑξακόσια τάλαντα. τὴν δ’ ἑτέραν ἡμίσειαν μοῖραν διχῇ διελὼν Ἀντίπᾳ καὶ Φιλίππῳ παισὶν ἑτέροις Ἡρώδου διένειμε· καὶ τῷ μὲν Ἀντίπᾳ [*](C) ἡ νεμηθεῖσα χώρα εἰσφορὰν ἐποιεῖτο διακόσια τάλαντα, Φιλίππῳ δὲ ἡ παραδοθεῖσα μερὶς ἑκατὸν εἰσ’ ἔφερε τάλαντα. τῇ δὲ Σαλώμῃ ἐφ’ οἷς ὁ Ἡρώδης κατέλιπε καὶ τὸ ἐν Ἀσκάλωνι βασίλειον δίδωσιν· ἐκ πάντων δ’ εἰσήγετο ταύτῃ δασμὸς ἐξήκοντα τάλαντα.

Καὶ ταῦτα μὲν οὕτως διῴκητο· νεανίας δέ τις

6
Ἰουδαῖος εἰσῴκισεν ἑαυτὸν εἰς τὴν Ἡρώδου συγγένειαν, ἐπεὶ τὴν μορφὴν ὡμοίωτο Ἀλεξάνδρῳ τῷ ἀνῃρημένῳ Ἡρώδου υἱῷ. καί τινα παραλαβὼν ἄνδρα πονηρόν τε καὶ συγχέαι δυνάμενον πράγματα, Ἀλέξανδρον ὠνόμαζεν ἑαυτὸν τὸν Ἡρώδου [*](D) υἱόν, ὡς ὑπό τινων τῶν ἀνελεῖν ἄμφω τοὺς ἀδελφοὺς ἐσταλμένων ἄλλων ἀνῃρημένων, αὐτῶν δὲ περισωθέντων καὶ διακεκλεμμένων. καὶ λόγοις τοιούτοις ἠπάτα τοὺς ἐντυγχάνοντας, κἀντεῦθεν πλεῖστα συναγαγὼν χρήματα εἰς Ῥώμην ἠπείγετο. Καῖσαρ δὲ ἠπίστει μὲν ῥᾳδίως ἀπατηθῆναι Ἡρώδην, ἀγαγὼν δ’ εἰς ὄψιν αὐτὸν τὸν ψευδαλέξανδρον οὐκ ἠπάτητο. τὸ μὲν γὰρ εἶδος εἶχεν ἐμφερὲς πρὸς τὸν Ἡρώδου Ἀλέξανδρον, ὑπ’ αὐτουργίας δ᾿ ἐτετρύχωτο, καὶ πρὸς τὸ σκληρότερον αὐτῷ ἐπεφύκει τὸ σῶμα, ἀλλ’ οὐχ ὡς τὸ ἐκείνου ὑπὸ τρυφῆς μεμαλάκιστο. ἐξήταζεν οὖν ὁ Καῖσαρ περὶ Ἀριστοβούλου ποῖ ἂν εἴη· φαμένου δ’ ἐκείνου ἐν Κύπρῳ καταλελεῖφθαι, ἵν᾿ εἴ τι περὶ ἐμὲ συμβαίη δεινόν, μὴ πάντῃ τὸ τῆς Μαριὰμ ἐπιλίπῃ γένος, κατὰ μόνας ὁ Καῖσαρ τὸν ψευδαλέξανδρον ἀπολαβὼν τἀληθὲς ἐρεῖν αὐτῷ προετρέπετο ἐπὶ μισθῷ τοῦ τυχεῖν σωτηρίας. ὁ δὲ ἐκφαίνει τῷ Καίσαρι τὸ σκαιώρημα. ὁ Καῖσαρ δὲ ἐρρωμένον αὐτὸν πρὸς αὐτουργίαν ὁρῶν, τοῖς ἐρέταις συνέταξε· τὸν δ’ ἐπὶ τούτοις ἐκείνῳ συμπνέοντα ἔκτεινεν.

Ἀρχέλαος δὲ τὴν ἐθναρχίαν παραλαβὼν ἀφαιρεῖται τὴν ἀρχιερωσύνην ἐξ Ἰωαζάρου τοὐ Βοηθοῦ, καὶ ἀντικαθίστησιν Ἐλεάξαρ τὸν ἐκείνου ἀδελφόν. καὶ Γλαφυρὰν ἄγεται πρὸς γάμον τὴν Ἀρχελάου παῖδα, Ἀλεξάνδρου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ γαμετήν, ἀφ’ οὗ καὶ τέκνα ἦν αὐτῇ, ἀπειρημένου τῷ νόμῳ

7
ἀδελφῶν ἄγεσθαι γυναῖκας παῖδας ἐκ τῶν τεθνεώτων[*](P) ἐχούσας. καὶ τὸν Ἐλεάζαρ δὲ μετὰ μικρὸν ἐκβαλὼν Ἰησοῦν ἀντεισήγαγε τόν παῖδα Σεέ. ἀνύων δ᾿ ἔτος ἐν τῇ ἀρχὴ δέκατον κατηγορήθη παρὰ Καίσαρι [*](P) πρὸς τῶν ὑπηκόων ὡς ὠμῶς καὶ τὸ ὅλον τυραννικῶς κεχρημένος τοῖς πράγμασιν. ὁ τοίνυν Καῖσαρ μετακαλεῖται ταχέως αὐτόν, καὶ ἀκροασάμενος τῶν κατηγόρων κἀκείνου, ἐκείνου μὲν φυγαδείαν καταψηφίζεται, τὰ δὲ χρήματα ἀπηνέγκατο.

Ὀνείρῳ δὲ τὸ μέλλον ἐδηλώθη τῷ Ἀρχελάῳ. ἐδόκει γὰρ ἀστάχυας ὁρᾶν δέκα ἀκμαίους καὶ πλήρεις σίτου βιβρωσκομένους ὑπὸ βοῶν. ἄλλοι μὲν οὖν ἄλλως ἐξηγοῦντο τὸν ὄνειρον, Σίμων δὲ τὸ γένος Ἐσσαῖος μεταβολὴν πραγμάτων ἔλεγε φέρειν Ἀρχελάῳ τὴν ὄψιν, οὐ μέντοι ἐπ᾿ ἀγαθῷ. τοὺς μὲν γὰρ [*](C) βόας κακοπαθείας σύμβολον εἶναι, ζῷα ἐπ᾿ ἔργοις ταλαιπωρούμενα καὶ δηλωτικὰ πραγμάτων μεταβολῆς ὅτι δι᾿ αὐτῶν ἀρουμένη ἡ γῆ οὐκ ἐᾶται μένειν ἀκίνητος, τοὺς δὲ δέκα στάχυας σημαίνειν ἐτῶν ἀριθμόν· περιόδῳ γὰρ ἐνιαυτοῦ πληροῦσθαι τούτους καὶ ἀπαρτίζεσθαι θέρος, καὶ τὸν τῆς ἡγεμονίας χρόνον ἐξήκειν τῷ Ἀρχελάῳ.

Καὶ τῇ γυναικὶ δὲ τοῦ Ἀρχελάου Γλαφυρᾷ ὄνειρος τεθέαται ἴτερος. αὕτη γάρ, ὡς ἱστόρηται, Ἀλεξάνδρῳ πρότερον συνῴκει Ἀρχελάου ὁμαίμονι· ἀναιρεθέντος δ᾿ ἐκείνου Ἰόβᾳ τῷ Λιβύων γεγάμητο βασιλεῖ· κἀκείνου δὲ τὴν ζωὴν μεταλλάξαντος Ἀρχελάῳ[*](D) γίνεται τὴν συνοικοῦσαν αὐτῷ Μαριὰμ ἀποπεμψαμένῳ, καὶ ταῦτα παῖδας ἐξ Ἀλεξάνδρου ἔχουσα. 30 ἐδόκει γοῦν ἡ γυνὴ τὸν Ἀλέξανδρον αὐτῇ ἐπιστάντα μέμφεσθαί τε αὐτῇ καὶ λέγειν “Γλαφύρα, ἀληθεύειν ἄρα τὸν λόγον ἀπέδειξας ὃς ἀπίστους εἶναι τὰς γυ-

8
ναῖκας τοῖς ἀνδράσι φησί. παρθένος γάρ μοι συνοικήσασα, καὶ παῖδας γεννήσασα ἐξ ἐμοῦ, λήθῃ τῶν ἐμῶν ἐρώτων δευτέροις γάμοις ὡμίλησας· καὶ οὐδ’ οὕτως σοι κόρος τῆς εἰς ἡμᾶς ἐγένετο ὕβρεως, ἀλλὰ καὶ τρίτον σαυτῇ νυμφίον παρακατέκλινας, καὶ ταῦτα ἐμὸν ἀδελφόν. ἀλλ’ ἐγώ σε αὖθις ἑ μὴν ποιησάμενος τῆς ἐπὶ τούτῳ ἀπαλλάξω αἰσχύνης.” ταῦτα διηγη- σαμένη πρός τὰς συνήθεις τῶν γυναικῶν μετὰ μικρὸν τελευτᾷ.

Ἡ δὲ Ἀρχελάῳ ὑπήκοος χώρα τῇ Συρίᾳ προσενεμήθη. ἐπέμφθη δὲ καὶ Κυρήνιος ἀπογραψόμενος τὴν Συρίαν καὶ αὐτὴν Ἰουδαίαν προσθήκην ἐκείνης γεγενημένην. Ἰουδαῖοι δέ, καίπερ πρότερον καὶ μέχρις ἀκοῆς τὴν ἀπογραφὴν δυσχεραίνοντες, τότε τοῦ ἀρχιερέως Ἰωαζάρου πείσαντος αὐτοὺς ἐνέδοσαν. Γαυλανίτης δέ τις ἀνήρ, Σαδὼκ Φαρισαῖον προσεταιρισάμενος, πολέμων καὶ λῃστηρίων τὸ ἔθνος ἐνέπλησαν, λέγοντες οὐδὲν ἕτερον εἶναι τὴν τῶν οὐσιῶν ἀποτίμησιν ἢ δουλείαν ἄντικρυς· καὶ ἐδόκουν μὲν [*](P) ἐπὶ διορθώσει τῶν κοινῶν κεκινῆσθαι, τῇ δ’ ἀληθείᾳ δι’ οἰκείων ἔσπευδον κερδῶν ἀφορμάς. ἐξ ὣν στάσεις ἐφύησαν καὶ φόνος πολλῶν καὶ αὐτόν τῶν πρώτων ἀνδρῶν, ὁ μὲν ἐμφυλίοις σφαγαῖς, ὁ δὲ τόν πολεμίων, λιμός τε καὶ πόλεων ἁλώσεις καὶ κατασκαφαὶ καὶ τοῦ ἱεροῦ ἐμπρησμός. Τριῶν γὰρ οὐσῶν ἐκ παλαιοῦ τοῖς Ἰουδαίοις φιλοσοφίας ὁδῶν, ὡς καὶ πρόσθεν εἴρηται, τῆς τῶν Ἐσσηνῶν, τῆς τῶν Φαρισαίων, καὶ τῆς τῶν Σαδδουκαίων, τετάρτη αὕτη ἐπείσακτος παρὰ Σαδὼκ καὶ [*](Cap. 3. Iosephi Ant. 17, 13, §. 5 — 18, 2, §. 2. 27 πρόσθεν] 5, p. 217, D.)

9
Ἰούδα κεκαίνισται. οἱ μὲν γὰρ Φαρισαῖοι εὐτελῶς διαιτῶνται, οὐδ’ ἐπικλίνονται πρὸς τὸ μαλακώτερον, περί τε τὴν τῶν νομίμων φυλακήν εἰσιν ἀκριβεῖς, [*](C) καὶ τοῖς ἐν γήρᾳ παραχωροῦσι τιμῆς, οὐδ’ ἀντιλέγουσι θρασέως τοῖς παρ’ ἐκείνων εἰσηγουμένοις. εἱμαρμένην τε δογματίζοντες καὶ τοῖς ἀνθρώποις διδόασι μὴ εἴκειν ταῖς ταύτης ὁρμαῖς μετὰ σπουδῆς ἀντιπράττουσιν. ἀθανασίαν τε ταῖς ψυχαῖς ἀπονέμουσι, καὶ δικαιώσεις ὑποχθονίους τῶν βεβιωμένων δοξάζουσι. δι’ ἆ τοῖς τε δήμοις εἰσὶ πιθανώτατοι καὶ ἐν εὐχαῖς καὶ ποιήσεσιν ἱερῶν ἐκείνοις χρῶνται ἐξηγηταῖς.

Σαδδουκαῖοι δὲ θνητὰς δοξάζουσι τὰς ψυχάς, καὶ ταύτας τοῖς σώμασι συνδιαφθείρεσθαι λέγουσι. καὶ ἡ τῶν νόμων αὐτοῖς οὐ παρατηρεῖται παράβασις, καὶ τὸ πρὸς τοὺς γεραιτέρους καὶ τοὺς διδασκάλους [*](D) αὐτοὺς ἀντιλέγειν ἀρετὴν οἴονται. εἰ δέ τινες αὐτῶν εἰς ἀρχὰς ἔλθοιεν, προσχωροῦσι τοῖς τῶν Φαρισαίων σαίων λόγοις καὶ ἄκοντες· οὐ γὰρ ἄλλως ἀνεκτοὶ δοκοῦσι τοῖς πλήθεσιν.

Ἐσσηνοὶ δὲ ἐπὶ θεῷ τὰ πάντα πεποίηνται· ἀθανάτους ἥγηνται τὰς ψυχάς· τοῦ δικαίου ἀντέχονται. ἀναθήματα μὲν εἰς τὸ ἱερὸν στέλλουσιν, οὐ μήν γε καὶ θύουσι, διαφερόμενοι τοῖς ἄλλοις περὶ ἁγνισμῶν· διὸ καὶ εἰργόμενοι τοῦ κοινοῦ τεμενίσματος, ἐφ’ ἑαυτῶν θύουσι. καὶ ἐπὶ πόνους γεωργικοὺς τρέπονται. κοινὰ τὰ χρήματα ἔχουσιν ὅθεν οὐδέν τι πλέον ὁ πλούσιος τῶν οἰκείων ἀπολαύει παρὰ τὸν πάνυ πενέστατον. καὶ οὔτε γαμετὰς εἰσάγονται οὔτε δούλους κτῶνται, τὸ μὲν ἀδικίαν οἰόμενοι, τὴν δὲ τῶν γυναικῶν ἐπεισαγωγὴν στάσεως ἀφορμήν· καθ’ ἑαυτοὺς δὲ βιοῦντες ἀλλήλοις ὑπηρετοῦσι. καὶ ἀποδέκτας

10
τῶν τῆς γῆς καρπῶν καὶ τῶν ἄλλοθεν κομιζομένων αὐτοῖς προχειρίζονται.

Ἡ δὲ τετάρτη, ἧς ὁ Γαλιλαῖος Ἰούδας γέγονεν ἡγεμών, τὰ μὲν ἄλλα τοῖς Φαρισαίοις ὁμογνώμων ἐστί, τῆς δ᾿ ἐλευθερίας αὐτῇ δριμὺς ἔρως ἐντέτηκεν, ἧς οἶ τρόφιμοι μόνον ἡγεμόνα καὶ δεσπότην τόν θεὸν ὀνομάζουσιν, ἀνθρώπῳ τῶν ὀνομάτων τούτων μεταδιδόναι [*](P) μὴ ἀνεχόμενοι, ἀλλὰ καὶ θανάτους καὶ τιμωρίας ποικίλας τε καὶ δεινὰς ὑφίστασθαι μὴ ἀπαναινόμενοι, ἔνα μὴ τῆς σφετέρας ἐκσταῖεν ἐνστάσεως. Ἐντεῦθεν οὖν ἤρξατο τὸ τῶν Ἰουδαίων ἔθνος νοσεῖν ἐξ ἀνοίας ἀπόνοιαν, Γεσσίου Φλώρου τοῦ ἡγεμόνος εἰς ταύτην αὐτοὺς ἐρεθίσαντος ὕβρεσιν. ὁ μέντοι Κυρήνιος, τῆς ἀπογραφῆς καὶ τῶν ἀποτιμήσεων περαιωθεισῶν , αἳ ἐγένοντο ἐν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ μετὰ τὴν ἐν Ἀκτίῳ ἧτταν τοῦ Ἀντωνίου ὑπὸ τοῦ Καίσαρος, Ἰωάζαρον τὸν ἀρχιερέα καταστασιασθέντα ὑπὸ τοῦ πλήθους ἀφελόμενος τὴν τιμήν, Ἄνναν τὸν Σεθὶ ἀρχιερέα καθίστησι. Κυρηνίου δὲ εἰς ῾Ρώμην ἀπάραντος Κοπώνιος τὴν Ἰουδαίαν διεῖπε. τούτῳ δὲ διάδοχος γίνεται Μάρκος Ἀμβιβουχος. καὶ [*](C)τὸν Μάρκον Ῥοῦφος διαδέχεται Ἄννινος. ἐφ᾿ οὗ δὴ τελευτᾷ Καῖσαρ αὐτοκράτωρ ῾Ρωμαίων, ἄρξας ἔτη ἑπτὰ καὶ πεντήκοντα μῆνάς τε ἕξ ἐφ᾿ ἡμέραιν δυοῖν, ἀφ᾿ ὣν τεσσαρεσκαίδεκα ἴτη αὐτῷ συνῆρξεν Ἀντώνιος, ὡς εἶναι τὸν τῆς μοναρχίας αὐτοῦ χρόνον ἐνιαυτοὺς τεσσαράκοντα πρὸς τρισί, κατὰ δέ τινας τέσσαρσιν. ἐβίω δὲ ἔτη ἑβδομήκοντα καὶ ἑπτά.

Ἡ δὲ μοναρχία μετήνεκτο εἰς Τιβέριον τῆς τοῦ Καίσαρος γυναικὸς Ἰουλίας υἱόν. ὑφ᾿ οὗ Γρᾶτος Οὐαλλέριος εἰς Ἰουδαίαν ἔσταλτο ἡγεμών· ὃς παύσας τὸν Ἄνναν τῆς ἀρχιερωσύνης Ἰσμαὴλ ἀποδεί-

11
κνυσι τὸν τοῦ Φαβί, καὶ τοῦτον δὲ μεταστήσας μετ’ οὐ πολὺ Ἐλεάζαρ τῷ τοῦ Ἄννα υἱῷ ἀπονέμει τὴν τοῦ ἱερᾶσθαι τιμήν, καὶ μετ’ ἐνιαυτὸν ἀντεισάγει Σίμωνα τὸν Καμίθου. καὶ τούτῳ τὸν ἴσον χρόνον ἱερασαμένῳ [*](D) Ἰωσὴφ ὁ Καϊάφας διάδοχος ἦν.

Καὶ Γράτος ἐπὶ ἕνδεκα ἔτη τῆς Ἰουδαίας ἄρξας, καὶ ταῦτα πράξας, εἰς Ῥώμην ὑπανεχώρησε· Πόντιος δ’ ἧκε Πιλάτος τὴν ἡγεμονίαν ἀναδεξάμενος. ὁ δὲ τετράρχης Ἡρώδης φίλος τῷ Τιβερίῳ χρηματίζων πρὸ τῆς ἀρχῆς, οἰκοδομεῖ μετὰ τὴν μοναρχίαν πόλιν αὐτῷ ἐπώνυμον ἐὺ τῇ Γαλιλαίᾳ ἐπὶ τῇ λίμνῃ Γεννησαρέτ, Τιβεριάδα καλέσας αὐτήν. Πιλάτος δὲ στρατιὰν ἐκ Καισαρείας μεθιδρύσας χειμαδιοῦσαν ἐν Ἱεροσολύμοις, σημαίας εἰς τὴν πόλιν ὑπὸ νύκτα εἰσήγαγεν εἰκόνας ἐχούσας Καίσαρος, ἀπαγορεύοντος Ἰουδαίοις τοῦ νόμου εἰκόνας ἔχειν. ἐπεὶ δ᾿ ἐγνώσθη τὸ πεπραγμένον, πλῆθος ὥρμησεν εἰς Καισάρειαν αἰτούμενον τὴν τῶν εἰκόνων μετάθεσιν, καὶ πενθημέρους ἱκετείας διὰ τοῦτο πεποίηντο. μὴ συγχωροῦντος δὲ Πιλάτου, ὡς ἐντεῦθεν δῆθεν ὑβριζομένου τοῦ Καίσαρος, ἐπεὶ τὸ πλῆθος οὐκ ἀνίει δεόμενον, κατὰ τὴν ἕκτην ἡμέραν περιστήσας στρατιώτας ἐνόπλους σφίσιν ἠπείλει θάνατον, εἰ μὴ παύσοιντο θορυβεῖν. οἱ δὲ πρηνεῖς καταβαλόντες ἑαυτοὺς σὺν ἡδονῇ δέξασθαι τὸν θάνατον ἔλεγον. καὶ θαυμάσας Πιλάτος τὸ γενναῖον αὐτῶν καὶ πρόθυμον ἐπὶ τηρήσει τῶν νόμων, παραχρῆμα τὰς εἰκόνας ἐπανεκόμισεν εἰς Καισάρειαν. [*](Cap. 4. Iosephi Ant. 81, 2, §. 2—3, §. 3, liber de rerun, cuius fragmentum edidit David Hoeschelius in notis ad Photii Bibliothecam 1601, p. 923 (Iosephi Op. ed. Havere. II, 2, p. 146.))

12
Ὑδάτων δ’ εἰσαγωγὴν ποιούμενος εἰς Ἱεροσόλυ- [*](P) μὰ τὰ ἱερὰ πρὸς ταύτην ἀνήλισκε χρήματα. συνελθόντες οὖν πολλοὶ κατεβόων Πιλάτου, παύσασθαι ἀξιοῦντες, τινὲς δὲ καὶ λοιδορίαις ἐκέχρηντο κατ’ αὐτοῦ. ὁ δὲ στολαῖς Ἰουδαικαῖς πλῆθος στρατιωτῶν κεχρημένον σκυτάλας τε ὑπὸ ταῖς στολαῖς ἔχον περιελθεῖν κύκλῳ τῶν θορυβούντων ἐκέλευσε, καὶ οὕτως ἀναχωρεῖν τοῖς Ἰουδαίοις ἐπέταττεν. ὡς δ᾿ ἤρξαντο λοιδορεῖν, τοῖς στρατιώταις δίδωσι σύνθημα· οἶ δὲ πληγαῖς τοὺς θορυβοῦντας ἐκόλαζον. ἐκεῖνοι δὲ ἄοπλοι ὄντες καὶ πληττόμενοι οὐδὲν ἐνδόσιμον ἐφρόνουν, ἀλλὰ πολλοὶ μὲν ἔπιπτον, οἱ δ᾿ ἄλλοι τραυματίαι ἀπῄεσαν.

Κατὰ τοῦτον τὸν καιρὸν καὶ ὁ κύριος ἡμῶν καὶ [*](C) θεὸς Ἰησοῦς Χριστὸς ἐν Ἰουδαίᾳ ἐφάνη, περὶ οὗ ταῦτα κατὰ λέξιν φησὶν ὁ Ἰώσηπος ἐν τῷ ὀκτωκαιδεκάτῳ λόγῳ τῆς Ἀρχαιολογίας. ‘‘γίνεται δὴ κατὰ τοῦτον τὸν χρόνον Ἰησοῦς, σοφὸς ἀνήρ, εἴγε ἄνδρα αὐτὸν λέγειν χρή· ἦν γὰρ παραδόξων ἔργων ποιητής, διδάσκαλος ἀνθρώπων τῶν σὺν ἡδονῇ τἀληθῆ δεχομένων· καὶ πολλοὺς μὲν Ἰουδαίους, πολλοὺς δὲ καὶ τοῦ Ἑλληνικοῦ ἐπηγάγετο. ὁ Χριστὸς οὗτος ἦν. καὶ αὐτὸν ἐνδείξει τῶν πρώτων ἀνδρῶν παρ’ ἡμῖν σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον αὐτὸν ἀγαπήσαντες. ἐφάνη γὰρ αὐτοῖς τρίτην ἔχων ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ ἄλλα μυρία περὶ αὐτοῦ θαυμάσια [*](D) εἰρηκότων. εἰσέτι νῦν τῶν Χριστιανῶν ἀπὸ τοῦδε ὠνομασμένων οὐκ ἐπέλιπε τὸ φῦλον.”

Καὶ ταύτα μὲν ἀρχαιολογῶν ὁ Ἰώσηπος ἔγραψε περὶ τοῦ Χριστοῦ ἐν δὲ τῷ πρὸς Ἕλληνας αὐτοῦ

13
λόγῳ, ὃς κατὰ Πλάτωνος ἐπιγέγραπται περὶ τῆς τοῦ παντὸς αἰτίας, οὗ καὶ ὁ ἄγιος Ἰωάννης ὁ Δαμασκηνὸς μνείαν πεποίηται ἐν τῇ πονηθείσῃ αὐτῷ βίβλῳ τῇ καλουμένῃ Παράλληλα, ταῦτά φησι. πάντες γὰρ δίκαιοί τε καὶ ἄδικοι ἐνώπιον τοῦ θεοῦ λόγου ἀχθήσονται. τούτῳ γὰρ ὁ πατὴρ τὴν κρίσιν δέδωκε, καὶ αὐτὸς βουλὴν πατρὸς ἐπιτελῶν κριτὴς παραγίνεται, ὃν Χριστὸν προσαγορεύομεν. οὐδὲ γὰρ Μίνως καὶ Ῥαδάμανθυς κριταὶ καθ’ ὑμᾶς, Ἕλληνες, ἀλλ’ ὃν ὁ θεὸς καὶ πατὴρ ἐδόξασε· περὶ οὐ ἐν ἑτέροις λεπτομερέστερον διεληλύθαμεν πρὸς τοὺς ζητοῦντας τὴν ἀλήθειαν. οὗτος τὴν πατρὸς ἑκάστῳ δικαιοκρισίαν ποιούμενος, πᾶσι κατὰ τὰ ἔργα παρασκευάσει τὸ δίκαιον. οὗ κρίσει παραστάντες πάντες ἄνθρωποί τε καὶ ἄγγελοι καὶ δαίμονες μίαν ἀποφθέγξονται φωνὴν οὕτω λέγοντες, δικαία σου ἡ κρίσις. ἧς φωνῆς τὸ ἀνταπόδομα ἐπ᾿ ἀμφοτέροις ἐπάγει τὸ δίκαιον, τοῖς μὲν εὖ πράξασι δικαίως τὴν ἀίδιον ἀπόλαυσιν παρασχόντος, τοῖς δὲ τῶν φαύλων ἐρασταῖς τὴν αἰώνιον κόλασιν ἀπονείμαντος. καὶ τούτοις μὲν τὸ πῦρ ἄσβεστον [*](P) διαμένει καὶ ἀτελεύτητον, σκώληξ δέ τις ἔμπυρος μὴ τελευτῶν μηδὲ σῶμα διαφθείρων, ἀπαύστῳ δ᾿ ὀδύνῃ ἐκ σώματος ἐκβράσσων παραμένει.” καὶ ἄλλα δ᾿ ἐπὶ τούτοις φησίν.

Οὕτω μὲν οὖν περὶ Χριστοῦ γέγραφεν ὁ Ἰώσηπος.

ἐν δὲ Ῥώμῃ τότε Παυλῖνά τις ἦν καὶ γένους περιφανείᾳ καὶ τρόπων σεμνυνομένη χρηστότητι καὶ [*](1 κατὰ Πλάτωνα apud Hoeschelium et in Ioannis Damasceni codicibus, ed. Lequien. t. II, p. 789. 3 Παράλληλα] loco indicato, at fragmentum quod sequitur non Iosepho, sed Meletio Antiochiae episcopo tributum legitur p. 755, nonnullis Cap. 5. Iosephi Ant. 18, 3, §. 4—4, §.)

14
πλούτου περιττῶς ἔχουσα· οὖσα δὲ καὶ τὴν ὄψιν χαρίεσσα καὶ τῆς ἡλικίας ἐν ᾗ γυναῖκες ἀγάλλονται, σωφροσύνῃ κεκόσμητο. συνῴκει δὲ Σατορνίνῳ, ἀνδρὶ μηδὲν αὐτῆς εἰς ἴκαστον τῶν καλῶν ἀποδέοντι. [*](C) ταύτης ἑάλω τῷ ἔρωτι Δέκιος Μοῦνδος, ἐν ἀξιώματι ὢν μεγάλῳ τῶν τότε ἱππέων, καὶ ἐπείρα δώροις· εἴκοσι γὰρ μυριάδας δραχμῶν Ἀττικῶν εὐνῆς ἐδίδου μιᾶς. ἡ δὲ οὐκ ἠνείχετο. κἀκεῖνος ἐξῆπτο πλέον εἰς ἔρωτα, ὥστε βρώσεως ἀποχῇ ἑαυτῷ μνηστεύεσθαι θάνατον. ἦν δὲ τούτῳ ἀπελευθέρα πατρῴα Ἴδη καλουμένῃ, παντοίων ἴδρις κακῶν. αὕτη οὕτως ἔχοντα τὸν νεανίαν ὁρῶσα ἀναθαρσύνει λόγοις καὶ ἀναζωπυρεῖ ὑποσχέσεσι, πέντε μυριάδων αὐτῇ δεήσειν λέγουσα μόνων ὥστε τὴν πρᾶξιν αὐτῷ κατεργάσασθαι. καὶ λαβοῦσα τὸ αἰτηθὲν ἀργύριον, ἐπεὶ οὐχ ἁλωτὴν ἑώρα τὴν Παυλῖναν τοῖς χρήμασι, τῇ δὲ θεραπείᾳ [*](P) τῆς Ἴσιδος, θεὸς δ᾿ αὕτη τοῖς ῾Ρωμαίοις τότε νενόμιστο, ᾔδει ταύτην προσκειμένην θερμότατα, πρόσεισι τῶν τῆς ψευδοῦς ἐκείνης θεοῦ ἱερέων τισί, καὶ χρήμασιν ἀναπείθει τὴν Παυλῖναν ἐξαπατῆσαι αἷς δύναιντο μηχαναῖς καὶ τῷ Μούνδῳ συγκατακλῖναι. οἱ δὲ θελχθέντες τοῖς χρήμασι τῇ πράξει ἐπέβαλον. καὶ αὐτῶν ὁ γεραίτατος πρὸς τὴν Παυλῖναν ἐλθών, καὶ ἰδίᾳ αὐτῇ ἐντυχών, ἔλεγεν ἥκειν πεμπτὸς ὑπὸ τοῦ Ἀννούβιδος, κελεύοντος τοῦ θεοῦ πρὸς αὐτὸν ἥκειν αὐτῆς ἐρῶντα. τῇ δὲ ὁ λόγος ἔδοξεν εὐκταιότατος, εἰ ἐρῷτο ὑπὸ θεοῦ· καὶ τῷ ἀνδρὶ κοινοῦται τὸ ἀγγελθέν , κἀκεῖνος συνεχώρει, τὴν σωφροσύνην γινώσκων τῆς γυναικός. ἀπῆλθεν οὖν εἰς τὸ τέμενος· καὶ ὡς ὕπνου καιρὸς ἦν , ἔνδον ἐν τῷ ναῷ τῇ γυναικὶ καθευδῆσαι ἡτοίμαστο, καὶ τὰ λύχνα κατέσβεστο. ὁ γοῦν Μοῦνδος, ἐκέκρυπτο γὰρ ἐκεῖ, παν-
15
νύχιον ἐνεφορήθη αὐτῆς, ὡς Ἄννουβις αὐτῇ προσφερόμενος. εἶτα ὁ μὲν ἀπῆλθεν, ἡ δὲ πρὸς τὸν ἄνδρα φοιτήσασα διηγεῖτο τὴν ἐπιφάνειαν τοῦ Ἀννούβιδος, καὶ πρὸς τὰς συνήθεις ἐνελαμπρύνετο ὡς ὁμιλίας ἀξιωθεῖσα θεοῦ. τρίτῃ δὲ μετὰ τὴν πρᾶξιν ἡμέρᾳ συναντήσας ὁ Μοῦνδος αὐτῇ “Παυλῖνα”, φησί, "καὶ τὰς εἴκοσι μυριάδας ἔχω, καὶ σύ μοι τούτων διηκονήσω χωρίς. ἃ δὲ πρὸς Μοῦνδον ἐξύβριζες, τούτων οὐδέν μοι προσήπτετο, Ἄννουβιν ὄνομα θεμένω [*](P) αὑτῷ.” ἐκ τούτων εἰς ἔννοιαν ἐλθοῦσα τοῦ τολμήματος ἡ γυνὴ περιρρήγνυται τὴν στολήν, καὶ τῷ ἀνδρὶ ἐδήλου τὸ ἐπιβούλευμα· ὁ δὲ τῷ Τιβερίῳ προσῆλθε. καὶ ὁ αὐτοκράτωρ ἐξετάσας τὸ γεγονός, τοὺς μὲν ἱερεῖς ἀνεσταύρωσε καὶ τὴν Ἴδην, τόν τε ναὸν καθεῖλε, καὶ τὸ τῆς Ἴσιδος ἄγαλμα εἰς·τὀν Θύβριν ποταμὸν κατεπόντισε, τὸν δὲ Μοῦνδον φυγῇ ἐδικαίωσε, συγγνόμην νείμας αὐτῷ ὥστε μὴ μεῖζον κολασθῆναι διὰ τὴν βίαν τοῦ ἔρωτος. Ἀλλὰ ταῦτα μὲν ἐν τῇ ῾Ρώμῃ ἐπέπρακτο, ἐν δὲ Σαμαρείᾳ συμβέβηκε θόρυβος. ἀνὴρ γάρ τις ἐκέλευε τοὺς Σαμαρεῖς ἐπὶ τὸ Γαριζὶν ὅρος αὐτῷ συνελθεῖν ἁγνότατον δὲ τοῦτο αὐτοῖς ὑπείληπται τῶν ὀρῶν· καὶ ἀφικομένοις ἐπηγγέλλετο ἱερὰ σκεύη ἐμφανίσαι [*](C) κατορωρυγμένα ἐκεῖ ὑπὸ Μωυσέως· οἱ δὲ ἠθροίζοντο καὶ ἐν ὅπλοις ἦσαν. Πιλᾶτος δὲ στρατιώτας πέμψας τοὺς μὲν ἔκτεινε, τοὺς δὲ ἐτρέψατο εἰς φυγήν, καὶ τῶν ζωγρηθέντων τοὺς κορυφαίους διέφθειρεν. οἶ δὲ Σαμαρεῖς πρὸς Οὐιτέλλιον ἦλθον Συρίας ἡγεμονεύοντα, Πιλάτου κατηγοροῦντες ἐπὶ τῆ τῶν ὁμοφύλων σφαγῇ. καὶ Οὐιτέλλιος Μάρκελλον πέμψας τῶν Ἰουδαίων προνοησόμενον, ἐπὶ ῾Ρώμην ἀπιέναι τὸν Πιλᾶτον ἐκέλευεν ἐπὶ τοῦ αὐτοκρά-
16
τόρος ἀπολογησόμενον ἐφ᾿ οἶς ἐγκαλεῖται. καὶ ὁ μὲν ἀπῄει ἐπὶ δέκα ἔτεσιν ἡγεμονεύσας τῆς Ἰουδαίας, πρὶν δὲ τῇ ῾Ρώμῃ ἐγγίσαι αὐτόν, ἴφθη Τιβέριος μεταστάς.

[*](D)

Οὐιτέλλιος δὲ εἰς Ἱεροσόλυμα ἐλθὼν τῆς τοῦ πάσχα ἑορτῆς τελουμένης ὑπεδέχθη μεγαλοπρεπῶς, καὶ τὰ τέλη τῶν γεωργουμένων καρπῶν τοῖς Ἱεροσολυμίταις ἀνίησι, καὶ τὴν στολὴν τοῦ ἀρχιερέως εἰς τὸ ἱερὸν συνεχώρησε κεῖσθαι καὶ παρὰ τοῖς ἱερεῦσιν εἶναι καθάπερ καὶ πρότερον· τότε δὲ ἐν τῇ ἀπέκειτο τῶν γὰρ ἀρχιερέων τις, ὁ πρῶτος δηλαδὴ Ὑρκανός, ἔγγιστα τοῦ ἱεροῦ βᾶριν ἐγείρας, καὶ ἐν αὐτῇ διαιτώμενος, ἐκεῖ καὶ τὴν ἀρχιερατικὴν στολὴν αὐτῷ ἀνήκουσαν εἶχεν, ὡς ἀρχιερεῖ. τὰ αὐτὰ δὲ ἐκείνῳ καὶ τοῖς μετ᾿ ἐκεῖνον ἐπράσσετο. Ἡρώδης δὲ τὴν βᾶριν ἐκείνην ἐπικατασκευάσας ἐπὶ τὸπολυτελέστερον, φίλος ὢν Ἀντωνίου, ἐπὶ τῷ ἐκείνου ταύτην ὀνόματι μετωνόμασε· καὶ τὴν στολὴν ἐν αὐτῇ εὑρηκὼς κατεῖχεν ἐκεῖ. τοῦτο δ᾿ ἐποίει καὶ ὁ Ἀρχέλαος, καὶ μετ᾿ ἐκεῖνον οἱ Ῥμαῖοι τὰ αὐτὰ ἐπὶ τῇ στολῇ ἔπραττον, ἀποκειμένῃ ἐκεῖ ὑπὸ σφραγῖσι τᾶν ἱερέων καὶ τῶν γαζοφυλάκων. ἑορτῆς δ᾿ ἐφεστώσης ἀπεδίδοτο τοῖς ἀρχιερεῦσιν ὑπὸ τοῦ φρουράρχου, καὶ μετὰ μίαν τῆς ἑορτῆς ἡμέραν αὖθις ἐκεΤ ἀπετίθετο. Οὐιτέλλιος δὲ παραχωρεῖ τῆς στολῆς τῷ ἔθνει. τὸν δὲ ἀρχιερέα Ἰωσὴφ τόν καὶ Καϊάφαν ἀφῃρηκὼς τὴν ἱερωσύνην, Ἰωνάθῃ δίδωσι ταύτην τῷ Ἄννα τοῦ ἀρχιερέως υἱῷ.

κατ᾿ ἐντολὰς δὲ Τιβερίου σπένδεται Οὐιτέλλιος Ἀρταβάνῳ τῷ Παρθῶν βασιλεῖ, πέμψαντι τὸν υἱὸν Δαρεῖον μετὰ δώρων πολλῶν ὁμηρεύσοντα. παρὼν δ᾿ ἐν ταῖς σπονδαῖς καὶ ὁ τετράρχης Ἡρώδης ἐκ-

17
πέμπει πρὸς Καίσαρα παραχρῆμα γράψας τὰ γεγονότα. εἶτα τοῦ Οὐιτελλίου περὶ τούτων ἐπιστείλαντος Τιβερίῳ, ἐκεῖνος ἀντέγραψε μαθεῖν πάντα παρὰ Ἡρώδου. τοῦτο εἰς ὀργὴν τόν Οὐιτέλλιον κατὰ τοῦ Ἡρώδου κεκίνηκεν· ἐβυσσοδόμευε δὲ τὸν θυμόν, καὶ μετῆλθεν αὐτὸν Γαΐου κρατήσαντος.

Τότε καὶ Φίλιππος Ἡρώδου τούτου ὢν ἀδελφὸς τετελεύτηκεν, εἰκοστῷ ἐνιαυτῷ τῆς Τιβερίου ἀρχῆς, ἄρξας ἑπτὰ καὶ τριάκοντα ἔτη. ἦν δὲ τὸν τρόπον ἀπράγμων καὶ μέτριος τοῖς ἀρχομένοις, προόδους [*](C) σὺν ὀλίγοις τῶν ἐπιλέκτων ποιούμενος· καὶ προιόντι εἴ τις προσῄει δεόμενος βοηθείας, εὐθὺς αὐτῷ κατὰ τὸν τόπον τοῦ θρόνου τιθεμένου, εἵποντο γὰρ οἱ τοῦτον φέροντες, καθήμενος ἠκροᾶτο καὶ ἐποινηλάτει τοὺς ἀδικοῦντας καὶ τοὺς ἀδίκως αἰτιωμένους ἀπέλυε. τὴν δὲ ἀρχὴν ὁ Τιβέριος, παῖδες γὰρ Φιλίππῳ οὐκ ἦσαν, τῇ τῶν Σύρων ἐπαρχίᾳ προσέθετο. Ἡρώδης δὲ ὁ τετράρχης ἐπὶ Ῥώμην στελλόμενος κατέλυσεν ἐν Ἡρώδου τοῦ ἀδελφοῦ αὐτοῦ, ὃν ἡ τοῦ Σίμωνος τοῦ ἀρχιερέως θυγάτηρ τῷ βασιλεῖ Ἡρώδῃ ἐγείνατο. ἐρασθεὶς δὲ Ἡρωδιάδος τῆς τοῦ ἀδελφοῦ γυναικός, θυγατρὸς Ἀριστοβούλου τοῦ ἀδελφοῦ αὐτῶν, [*](D) ἀδελφῆς δὲ τοῦ μεγάλου Ἀγρίππα, λόγους περὶ γάμων πρὸς αὐτὴν ἐποιήσατο. καὶ δεξαμένη συνέθετο μετοικίσασθαι πρὸς αὐτόν, εἰ τὴν Ἀρέτα θυγατέρα ἐκβάλοι. καὶ ὁ μὲν ἐπὶ Ῥώμην ἔπλει ἐπὶ τοιαύταις συνθήκαις· ὡς δ᾿ ἐπανῆλθε, γνοῦσα ἡ γυνὴ αὐτοῦ, τοῦ δὲ Ἀρέτα θυγάτηρ, τὰς πρὸς Ἡρωδιάδα συνθήκας, ᾔτει πρὸς Μαχαιροῦντα πεμφθῆναι τὸ φρούριον· μεθόριον δὲ τοῦτο ἦν τῆς Ἀρέτα καὶ τῆς [*](Cap. 6. Iosephi Ant. 18, 4, §. 6 — 5, §. 3.)

18
Ἡρώδου ἀρχῆς. καὶ ὁ Ἡρώδης ἐξέπεμψε, μὴ γινώσκων ὅ,τι ἐστὶν αὐτῇ τὸ βουλόμενον· ἡ δὲ ἐκεῖθεν πρὸς Ἀραβίαν πρὸς τὸν πατέρα ἐξώρμησε, καὶ τὴν Ἡρώδου διηγεῖτο γνώμην περὶ αὐτήν. κἀκεῖνος ἔσχε τοῦτο ἔχθρας ὑπόθεσιν· καὶ μάχη μέσον ἀμφοῖν συγκεκρότητο διὰ στρατηγῶν, καὶ οἶ Ἡρώδου ἡττήθησαν καὶ ἅπαν τὸ ἐκείνου στράτευμα πέπτωκε. ταῦτα διὰ γραφὴς Ἡρώδης μηνύει τῷ Τιβερίῳ· ὁ δὲ γράφει πρὸς Οὐιτέλλιον, πόλεμον πρὸς Ἀρέταν ποιήσασθαι καὶ ἢ ζωγρηθέντα δέσμιον ἀναπέμψαι εἰς Ῥώμην ἢ ἀνῃρημένου στεῖλαι τὴν κεφαλήν.

Τισὶ δὲ ὑπὸ θεοῦ τὴν Ἡρώδου στρατιὰν ὀλέσθαι ἐδόκει, δίκας τιννύντος διὰ τὸν φόνον τοῦ προφήτου καὶ βαπτιστοῦ Ἰωάννου. ταῦτα γὰρ καὶ περὶ τούτου [*](P) κατὰ λέξιν ὁ Ἰώσηπος ἔγραψε. ‘‘κτείνει γὰρ τοῦτον Ἡρώδης ἀγαθὸν ἄνδρα καὶ τοὺς Ἰουδαίους κελεύοντα ἀρετὴν ἐπασκοῦντας καὶ τὰ πρὸς ἀλλήλους δικαιοσύνῃ καὶ τὰ πρὸς θεὸν εὐσεβείᾳ χρωμένους βαπτισμῷ συνιέναι· οὕτω γάρ καὶ τὴν βάπτισιν αὐτῶ φανεῖσθαι ἀποδέκτην. δείσας δὲ Ἡρώδης τὸ ἐπὶ τοσοῦτον πιθανὸν αὐτοῦ τοῖς ἀνθρώποις μὴ ἐπὶ στάσει φέροι τινί, πάντα γὰρ ἐοίκασι συμβουλῇ τῇ ἐκείνου πράξοντες, πολὺ κρεῖττον ἡγεῖται, πρίν τι νεώτερον ἐξ αὐτοῦ γενέσθαι, προλαβὼν ἀνελεῖν, τοῦ μεταβολῆς γενομένης μὴ εἰς πράγματα ἐμπεσὼν μετανοεῖν. καὶ ὁ μὲν ὑποψίᾳ τοῦ Ἡρώδου δέσμιος εἰς Μαχαιροῦντα πεμφθεὶς ταύτῃ κτίννυται, τοῖς δὲ [*](C) Ἰουδαίοις δόξαν ἐπὶ τιμωρίᾳ τῇ ἐκείνου τὸν ὄλεθρον τοῦ στρατοῦ γενέσθαι, τοῦ θεοῦ κακῶσαι Ἡρώδην θέλοντος.”

[*](15 Ἰώσηπος] Ant. 18, 5, §. 2. Pauca differunt.)
19

Οὐιτέλλιος δὲ πρὸς Ἀρέταν πολεμήσων ἠπείγετο. ὡρμημένῳ δὲ διὰ τῆς Ἰουδαίων διέρχεσθαι παρῃτοῦντο οἱ πρῶτοι αὐτῶν τὴν διὰ τῆς χώρας ὁδόν· οὐ γὰρ πάτριον εἶναι αὐτοῖς εἰκόνας φέρεσθαι διὰ τῆς χώρας αὐτῶν, πολλὰς δ’ ἐπικεῖσθαι ταῖς σημαίαις εἰκόνας. πεισθεὶς οὖν διὰ τοῦ μεγάλου πεδίου διεβίβαζε τὸ στρατόπεδον, αὐτός δὲ μετὰ Ἡρώδου εἰς Ἱεροσόλυμα ἀνῄει θύσων τῷ θεῷ. καὶ τρεῖς ἐπιμείνας μείνας ἡμέρας ἐκεῖ, Ἰωνάθην μὲν τῆς ἀρχιερωσύνης μεθίστησι, τὸν δὲ ἀδελφὸν αὐτοῦ Θεόφιλον ἐγκαθίστησιν στησιν εἰς αὐτήν. τῇ τετάρτῃ δὲ γραμμάτων αὐτῷ [*](D) κομισθέντων περὶ τῆς Τιβερίου τελευτῆς, ὥρκισε τὸ πλῆθος εὐνοεῖν τῷ Γαΐῳ, ἀνεκάλει δὲ καὶ τὸ στράτευμα. δὲ καὶ τὸν Ἀρέταν οἰωνοσκοπησάμενον φάναι ἀμήχανον εἶναι τῷ στρατῷ πολεμήσαι· τεθνήξεσθαι γὰρ τῶν ἡγεμόνων ἢ τὸν κελεύσαντα πολεμεῖν ἢ τὸν κελευσθέντα ἢ καθ’ οὗ τὸ κέλευσμα γέγονε.

Καὶ Οὐιτέλλιος μὲν εἰς Ἀντιόχειαν ἀνεχώρησεν, Ἀγρίππας δὲ ὁ Ἀριστοβούλου υἷός ἐπὶ Ῥώμης ἔτυχεν ὢν τοῦ Τιβερίου θνήσκοντος. οὗτος γὰρ πρὸ μικροῦ τῆς Ἡρώδου τοῦ μεγάλου τοῦ πάππου αὐτοῦ τελευτῆς ἐν τῆ Ῥώμῃ τρεφόμενος συνήθης ἐγένετο Δρούσῳ τῷ Τιβερίου υἱῷ, καὶ Ἀντωνίᾳ τῇ Δρούσου τοῦ μεγάλου γυναικὶ γνωστὸς γέγονε, Βερνίκης τῆς αὐτοῦ μητρὸς τιμωμένης παρ’ αὐτῆς. μεγαλοπρεπὴς δὲ ὢν Ἀγρίππας καὶ δωρεῖσθαι πολυτελής, τῆς μητρὸς αὐτοῦ θανούσης τὰ μὲν τῶν χρημάτων εἰς ἑαυτὸν ἀνάλωσε πολυτελῶς διαιτώμενος, τὰ δὲ εἰς δωρεάς, τὰ πλείω δ’ εἰς τοὺς ἀπελευθέρους τοῦ [*](Cap. 7. Iosephi Ant. 18, 5, §. 3 — 6, §. 5.)

20
Καίσαρος. καὶ ταχὺ ἐν ἐνδείᾳ ἐγένετο. θανόντος δὲ τοῦ υἱοῦ Τιβερίου, ἀπείρηκεν εἰς ὄψιν αὐτοῦ φοιτᾶν τοὺς συνήθεις τοὺς τοῦ παιδός, ἔνα μὴ δι’ αὐτῶν εἰς ἀνάμνησιν ἐκείνου ἰὼν εἰς λύπην ἀνερεθίζηται. διά τε γοῦν τοῦτο καὶ ὅτι χρημάτων ἠπόρησεν εἰς Ἰουδαίαν ἐπανῆλθε κακοπραγῶν. ἀποτῖσαι δὲ καὶ τοῖς δανεισταῖς τὰς ὀφειλὰς βιαζόμενος πολλοῖς οὖσι, καὶ [*](P) μὴ ἔχων, εἰς ἔννοιαν ἦλθεν αὐτοχειρίας. συνῆκε δὲ τὸ ἐννόημα ἡ γυνὴ αὐτοῦ Κύπρος, ἣ θυγάτηρ ἦν Φασαήλου τοῦ ἀδελφόπαιδος τοῦ βασιλέως Ἡρώδου, ἐκ Σαλαμψιοῦς αὐτῷ γεννηθεῖσα τῆς Ἡρώδου θυγατρός, ἣν ἔσχεν ἐκ Μαριὰμ τῆς ὑπ’ ἐκείνου ἀνῃρημένης, ὡς δεδιήγηταί. αὕτη γοῦν ἡ Κύπρος συνοικοῦσα τῷ Ἀγρίππᾳ, καὶ αἰσθομένη τὸ βούλευμα, ἀπεῖργε τοῦτον αὐτοῦ, διαπέμπεται δὲ πρὸς Ἡρωδιάδα τὴν τῷ τετράρχῃ συνοικοῦσαν Ἡρώδῃ, Ἀγρίππα τυγχάνουσαν ἀδελφήν, δηλοῦσα τὴν ἔννοιαν τοῦ συγγόνου, καὶ βοηθεῖν ἀξιοῦσα καὶ τὸν οἰκεῖον ἄνδρα πρὸς ἐπικουρίαν παρακαλεῖν. οἱ δὲ μετεπέμψαντό τε αὐτὸν καὶ οἰκητήριον τὴν Τιβεριάδα δεδώκασι, καί [*](C) τι καὶ αργύριον ἀπέταξαν αὐτῷ εἰς τὴν μετὰ καιρόν δὲ διαφορὰς γενομένης Ἡρώδῃ τε καὶ Ἀγρίππᾳ, πρὸς Φλάκκον Συρίας ἡγούμενον ὁ Ἀγρίππας μεθίσταται, φιλίως ἐκ Ῥώμης πρὸς αὐτὸν διακείμενον, κἀκεῖ διέτριβε δεξαμένου τοῦ Φλάκκου. ὢν δὲ ἐκεῖ καὶ ὁ Ἀγρίππα ἀδελφὸς Ἀριστόβουλος, διαφερόμενός τε τό ἀδελφῷ, διαβολαῖς αὐτὸν πρὸς τὸν Φλάκκον ἐξεπολέμωσε· καὶ ἐξωθεῖται ἐκεῖθεν Ἀγρίππας. ὁ δὲ εἰς ἐσχάτην περιστὰς ἀπορίαν εἰς Ἰταλίαν ἐκπλεῖν ἐβούλετο, καὶ ἠξίου Μαρσύαν αὐτοῦ ἀπελεύθερον χρήματά οἱ πορίσαι ποθὲν δανεισάμενον. ἐκεῖνος δὲ Πέτρῳ πρόσεισιν ἀπελευθέρῳ
21
Βερνίκης τῆς Ἀγρίππα μητρός, καὶ ὁ Πέτρος συμβόλαιον ἔλεγε ποιησάμενον δύο μυριάδων Ἀτθίδων [*](D) λαβεῖν τὰς μυριάδας πεντακοσίαις καὶ δισχιλίαις ἐλασσουμένας. καὶ ὁ Ἀγρίππας συνέθετο, καὶ λαβὼν τὸ δάνεισμα ἀποπλεῖν ἔμελλεν. Ἐρρένιος δὲ Καπίτων Ἰαμνείας ἐπίτροπος τριάκοντα μυριάδας ἀργυρίου ὀφειλομένας τῷ Καίσαρι ἔπραττεν ἀπ’ αὐτοῦ, καὶ διὰ τοῦτο μένειν ἐκέλευεν. Ἀγρίππας δὲ προσποιησάμενος πείθεσθαι, νυκτὸς ᾤχετο. καὶ καταπλεύσας εἐς Ἀλεξάνδρειαν Ἀλεξάνδρου δεῖται τοῦ ἀλαβάρχου μυριάδας εἴκοσι δάνειον αὐτῷ παρασχεῖν. ὁ δ᾿ ἐκείνῳ μὲν οὐκ ἂν ἔφη παρασχεῖν, Κύπρῳ δὲ τῇ αὐτοῦ γυναικὶ παρεῖχε διά τε τὴν φιλανδρίαν αὐτῆς καὶ τὴν λοιπὴν ἀρετήν. δεξαμένης δ’ ἐκείνης τὸ δάνειον ὁ μὲν Ἀγρίππας εἰς Ἰταλίαν ἀπέπλευσε, Κύπρος δὲ μετὰ τῶν τέκνων εἰς Ἰουδαίαν ἀνέζευξε. καὶ Καίσαρι Τιβερίῳ προσελθὼν φιλανθρώπως ἐδέχθη. γραφῆς δὲ Καπίτωνος Ἐρρενίου κομισθείσης τῷ Καίσαρι ὡς ἀπέδρα Ἀγρίππας τριάκοντα μυριάδας πραττόμενος δάνειον, ὠργίσθη, καὶ μὴ συγχωρεῖσθαι αὐτῷ τὴν πρὸς αὐτὸν ἐκέλευσεν εἴσοδον ἄχρι δὴ τὸ χρέος καταβαλεῖ. ὁ δὲ δανεισάμενος ἀπέδοτο τὸ ὀφείλημα, καὶ αὖθις εἰσῄει πρὸς τὸν Τιβέριον. καὶ ὁ Καῖσαρ ἐκέλευε τῶ υἱωνῷ αὐτοῦ παρατυγχάνειν καὶ θεραπεύειν αὐτόν. Ἀγρίππας δὲ [*](P) πρὸς Γάιον μᾶλλον ἀπένευεν, Ἀντωνίας τυγχάνοντα υἱωνὸν τῆς Γερμανικοῦ μητρὸς καὶ Κλαυδίου τοῦ μετὰ Γάιον μοναρχήσαντος. τοῦτον θεραπεύων πεφίλητο ὑπ’ αὐτοῦ. καί ποτε συμπροιοῦσιν ἀμφοῖν περὶ Τιβερίου λόγος ἐγένετο. καὶ ὁ Ἀγρίππας θεοκλυτῶν τάχος ὑπεκστῆναι Τιβέριον τῆς ἀρχῆς Γαίῳ ἐπηύχετο. Εὔτυχος δὲ ἀπελεύθερος Ἀγρίππου τῶν
22
λόγων ἀκροασάμενος Καίσαρι πρόσεισιν ὡς δή τι λέξων αὐτῷ σωτήριον. ὁ δὲ βραδὺς εἰς πάντα γενόμενος, καὶ τῶν ὑπὲρ αὐτοῦ τι προσαγγελλόντων κατεφρόνει. οὔτε γὰρ πρέσβεσι τάχιστα ἐχρημάτιζε, λέγων, ἵνα μὴ ἐπανιόντων συντόμως προσίοιεν ἕτε- [*](C) ροι καὶ ὄχλος αὐτῷ γίνοιτο, οὔτε μὴν ἡγεμόσι καὶ ἐπιτρόποις παρ’ αὐτοῦ σταλεῖσι διαδόχους ἀντικαθίστα, εἰ μὴ φθάσαιεν τελευτήσαντες. τοῦτο δὲ ποιεῖν ἔφασκε προμηθείᾳ τῶν ὑπηκόων, ἵνα αὐταρκῶς τῷ χρόνῳ σχόντες κερδῶν ἀμβλύτεροι πρὸς ἀδικήματα. εἶεν. παράδειγμά τε τραυματίαν πεποίητο ᾧ μυῖαι περιεκάθηντο τὰς πληγάς, καί τις οἰκτείρων αὐτὸν ἀποδιώκειν αὐτὰς ἐπεχείρει, ἀποτρέψαντος δὲ ἐκείνου ἤρετο τὴν αἰτίαν ὁ διώκειν τὰς μυίας πειρώμενος, ὁ δέ γε τραυματίας ‘‘αὗται μέν’ ἀπεκρίνατο “τοῦ αἵματος ἐμπλησθεῖσαι οὐ πάνυ μοι δι’ ὄχλου εἰσίν, εἰ δ’ ἀποσοβηθεῖεν αὗται, ἥξουσι νεαλεῖς καὶ λιμώττουσαι μᾶλλόν με ὀδυνήσουσι.” τῆς δὲ πρὸς [*](D) ταῦτα βραδυτῆτος τοῦ Τιβερίου καὶ τόδε μαρτύριον ὅτι δύο καὶ εἴκοσιν ἐπὶ τῆς αὐταρχίας ἀνύσας ἐνιαυτοὺς δύο τοῖς Ἰουδαίοις ἐξέπεμψεν ἄρξοντας τοῦ ἔθνους αὐτῶν, Γρᾶτον τε καὶ Πιλάτον. τοιοῦτος οὑν τυγχάνων ἐν ἅπασιν οὐδὲ τὸν Εὔτυχον ἠξίου ἀκροάσεως.

Ἀγρίππας δὲ τὴν Ἀντωνίαν ἱκέτευε παρασκευάσαι τὸν Καίσαρα ἀκροάσασθαι τοῦ Εὐτύχου. ἡ δ’ Αντωνία διὰ τιμῆς ἣν Τιβερίῳ καὶ ὡς γαμετὴ γενομένη Δρούσου τοῦ ἀδελφοῦ αὐτοῦ καὶ διὰ τὸ σῶφρον ὡς μάλιστα. νέα γὰρ χηρεύσασα τῇ χηρείᾳ παρέ- μεινε καὶ γάμον ἀπείπατο δεύτερον, καίπερ τοῦ αὐ- [*](Cap. 8. Iosephi Ant. 18, 6, §. 6 — §. 10.)

23
τοκράτορος αὐτὸν ἔπιτ’ ῥέποντος, καὶ οὕτω τὸν βίον διήνυσεν ὡς καἰ λοιδοριῶν ἀνωτέρω γενέσθαι. διὰ δὴ ταῦτα τῷ Τιβερίῳ τετίμητο καὶ ὅτι καὶ εὐεργέτις αὐτοῦ γέγονεν, ἐπιβουλὴν παρὰ πολλῶν καὶ δυνατῶν συστᾶσαν μηνύσασα. ὑπὸ ταύτης οὖν ἀξιούμενος ἐξετάσαι τὸν Εὔτυκον, ἔφη “ἴστωσαν οἱ θεοί, Ἀντωνία, ὅτι οὐ κατὰ γνώμην ἐμὴν τὰ πραχθησόμενα ἔσονται, ἐκ δέ γε σῆς παρακλήσεως.’ καὶ τὸν Εὔτυχον ἀχθῆναι κελεύει. καὶ παραστὰς ἔλεγεν ὡς “Γάιός τε καὶ Ἀγρίππας, ὦ δέσποτα, συνωμίλουν, καὶ Ἀγρίππας ἔφη, εἰ γὰρ ἀφίκοιτό ποτε ἡμέρα ᾗ [*](P) μεταστὰς οὗτος ὁ γέρων χειροτονοίη σε ἡγεμόνα τῆς οἰκουμένης· οὐδὲν γὰρ ἔσται ἡμῖν ἐμποδὼν Τιβέριος ὁ αὐτοῦ υἱωνός, ὑπό σοῦ τελευτῶν. καὶ ἥ τε οἰκουμένη γένοιτ’ ἂν μακαρία, καὶ πρὸ ταύτης ἐγώ.” Τιβερίῳ δὲ οἶ λόγοι ἥγηντο ἀληθεῖς· ἄμα δὲ καὶ μῆνιν Ἀγρίππᾳ τηρῶν ὅτι μὴ τὸν υἱωνόν αὐτοῦ θεραπεύειν εἵλετο, ὅλος δὲ μετέπεσε πρὸς τὸν Γάιον, ἑνὶ τῶν παρεστηκότων δῆσαι αὐτὸν ἐκέλευσε. καὶ ἤγετο δέσμιος ἐν πορφυρίσιν ὢν ἔτι, καὶ πρὸ τοῦ βασιλείου εἱστήκει δένδρῳ ὑπ’ ἀθυμίας ἐπικλιθείς. ἦσαν δ ἐκεῖ καὶ ἕτεροι ἐν δεσμοῖς. καἰ ὀρνέου πρὸς τὸ δένδρον [*](C) ἐκεῖνο καταπταμένου, βουβῶνα τὸν ὄρνιν Ῥωμαῖοι καλοῦσι, τῶν δεσμωτῶν τις θεασάμενος ἤρετο τὸν αὐτὸν τηροῦντα στρατιώτην ὅστις εἴη ὁ ἐν τῇ πορφυρίδι· καὶ μαθὼν ἠξίωσε τὸν συνδεδεμένον αὐτῷ στρατιώτην πλησίον ἐλθεῖν. καὶ τυχών “ὦ νεανία φησίν, “ἀπαλλαγήν τέ σοι τῶν δεσμῶν ταχίστην εὐαγγελίζομαι καὶ προκοπὴν ἐπὶ μήκιστον ἀξιώματος καὶ δυνάμεως, καὶ ὡς ζηλωτὸς ἔσῃ τοῖς ἄρτι οἰκτιζομένοις σε, καὶ ἐν εὐδαιμονίᾳ τελευτήσεις, παισὶ τὸν ὄλβον λιπών. ὅτε δ’ εἰσαῦθις τὸν ὄρνιν
24
τοῦτον θεάσαιο, ἴσθι σου τηνικαῦτα μετὰ πέντε ἡμέρας ἐσομένην τὴν τελευτήν. εὐδαιμονήσας μέντοι [*](D) κατὰ τὴν ἡμετέραν πρόρρησιν, μνήμην ποιοῦ καὶ ἡμῶν, ὡς διαφευξόμεθα τὴν δυστυχίαν ᾖε τανῦν σύνεσμεν.” καὶ ὁ μὲν ταῦτα εἰπὼν τότε μὲν γέλωται ὦφλεν, ὕστερον δ᾿ ἐφάνη θαύματος ἄξιος.

Ἢν οὖν ἐν τοῖς δεσμοῖς ὁ Ἀγρίππας ἐπὶ μῆνας ἔξ. Τιβέριος δὲ μαλακιζόμενος τῆς νόσου κραταιουμένης Εὔοδον κελεύει, ὃς τῶν ἀπελευθέρων ἣν αὐτῷ τιμιώτατος, τὰ τέκνα προσαγαγεῖν αὐτῷ διαλεξομένῳ σφίσι πρὶν τελευτῆς. οὐκ ἦσαν δὲ παῖδες αὐτῷ· ὁ γὰρ υἷός αὐτοῦ Δροῦσος ἔτυχε τεθνεώς· υἱωνὸς δ᾿ ἐξ ἐκείνου αὐτό ἢν Τιβέριος Γέμελλος, καὶ ἀδελφιδοῦς Γάιος Γερμανικοῦ παῖς συγγόνου αὐτοῦ, νεανίας ἤδη καὶ παιδείᾳ ἐσχολακὼς καὶ παρὰ τοῦ δήμου φιλούμενος καὶ τιμώμενος διὰ τὴν τοῦ πατρὸς ἀρετήν. κελεύσας οὖν ὁ Τιβέριος ἔωθεν τοὺς παῖδας εἰσαγαγεῖν εἰς τὴν αὔριον· ἦν δ᾿ αὐτῷ τὸ βουλόμενον τῷ υἱωνῷ μάλιστα καταλιπεῖν τὴν ἀρχήν, τέως δ᾿ οὖν οἰώνισμα ἔθετο εἰς ἐκεῖνον βούλεσθαι τὸ θεῖον περιελθεῖν τὴν ἀρχὴν ὃς ἂν πρὸς αὐτὸν ἀφίκοιτο πρότερος, πέμπει κελεύων τῷ παιδαγωγῷ τοῦ υἰωνοῦ πρωιαίτερον ἄγειν τόν παῖδα. καὶ ἤδη γεγονυίας ἡμέρας πέμπει τὸν Εὔοδον εἰσκαλεῖν τὸν παρόντα τῶν παίδων· ἐκεῖνος δὲ τὸν Γάιον πρὸ δωματίου καταλαβὼν εἰσήγαγε πρὸς Τιβέριον. ὁ δὲ τῆς τοῦ [*](P) θείου δυνάμεως εἰς ἔννοιαν ἐλθὼν κατωλοφύρατο ὡς ἐπ᾿ ἀπολωλότι τῷ υἱωνῷ. καίπερ δὲ διὰ τοῦτο τεταραγμένος , φησὶ πρὸς τὸν Γάιον “ω παῖ, εἰ καὶ Τιβέριος συγγενέστερός μοί ἐστιν ἢ σύ, ἀλλ᾿ αὐτὸς καὶ κατὰ γνώμην ἐμὴν καὶ γ̣ατὰ ψῆφον θεόν σοι τὴν τῶν ῾Ρωμαίων ἐγχειρίζω ἀρχήν, καὶ ἀξιῶ μὴ ἀμνημο-

25
νῆσαι τῆς συγγενείας τῆς πρὸς Τιβέριον, κήδεσθαι δὲ τούτου ὡς συγγενοῦς· οὐ γὰρ ἀτιμώρητα τῇ θείᾳ προνοίᾳ ὅσα παρὰ δίκην πράσσοιτο.”

Τιβέριος μὲν οὑν τὸν Γάιον ἀποδείξας τῆς ἡγεμονίας διάδοχον, ὀλίγας ἐπιβιοὺς ἡμέρας θνήσκει, ἄρξας ἐπὶ ἐνιαυτοῖς δύο καὶ εἴκοσι μῆνας ἑπτὰ καὶ ἡμέρας ἴσας, Γάιος δὲ αὐτοκράτωρ περιελέλειπτο. [*](C)

ἠγγέλλετο δὲ Ῥωμαίοις τοῦ Τιβερίου ἡ ἀποβίωσις· οἶ δὲ ἠπίστουν τῷ λόγῳ ὑπὸ τοῦ πάνυ τὸ πρᾶγμα βούλεσθαι. πλείστα γὰρ ἐκεῖνος δεινὰ Ῥωμαίων τοὺς εὐπατρίδας εἰργάσατο, δύσοργος ὢν καὶ θανάτῳ καὶ τὰ κουφότατα τῶν πταισμάτων τιμώμενος.

Μαρσύας δὲ τοῦ Ἀγρίππου ἀπελεύθερος, πυθόμενος τοῦ Τιβερίου τὴν τελευτήν, ἔδραμε πρὸς αὐτὸν καὶ Ἑβραίδι φωνῇ ‘‘τέθνηκεν ὁ λέων” φησίν. ὁ δὲ χάριτας ὡμολόγει αὐτῷ, εἰ κατήγγειλεν ἀληθῆ. καὶ ὁ ἑκατόνταρχος ὁρῶν τὸν Ἀγρίππαν ἐν χάρματι, ὑπετόπησέ τι γεγονέναι καινόν, καὶ ἤρετο τί ἂν εἴη τὸ ἀγγελθέν· καὶ ὁ Ἀγρίππας ἤδη συνήθης γενόμενος [*](D) τῷ ἀνδρὶ τὸ ἀπόρρητον ἀπεκάλυψεν· ὁ δὲ ἐκοινοῦτο τὴν ἡδονήν, καὶ προυτίθει δεῖπνον. εὐωχουμένων δὲ παρῆν τις περιεῖναι λέγων Τιβέριον. καὶ ὁ ἑκατόνταρχος δείσας ὅτι συνδιῃτᾶτο δεσμώτῃ τοῦ αὐτο- κράτορος, κελεύει δῆσαι αὐτόν, λελυκὼς ἤδη. τῇ δ’ ὑστεραίᾳ λόγος τε ἦν πλατύς περὶ τῆς τελευτῆς Τιβερίου, καὶ ἐπιστολαὶ παρὰ Γαΐου ἐπέμφθησαν, ἡ μὲν πρὸς τὴν σύγκλητον, τὸν Τιβερίου θάνατον καταγγέλλουσα καὶ τὴν αὐτοῦ τῆς ἡγεμονίας διαδοχήν, ἡ δὲ πρὸς Πείσωνα τὸν τῆς πόλεως φύλακα, ἐπιτρέμῆνας [*](6 ἑπτὰ καὶ ἡμέρας ἴσας] haec ex Dione 58, 28, 5 Iosephus ἡμέρας τρεῖς καὶ πέντε μῆνας. Cap. 9. Iosephi Ant. 18, 6, §. 10 — 8, §. 1.)

26
πουσα τὸν Ἀγρίππαν ἐκ τοῦ στρατοπέδου μεταγαγεῖν εἰς τὴν οἰκίαν ἐν ᾗ πρὸ τοῦ δεθῆναι ἦν. Γάιος δὲ εἰς Ῥώμην τὸν τοῦ Τιβερίου νεκρὸν ἀγαγὼν καὶ θάψας ψας πολυτελῶς, αὐτίκα λῦσαι τὸν Ἀγρίππαν ἐβούλετο· ἡ δ’ Ἀντωνία κεκώλυκεν, οὐ μίσει τοῦ λυθησομένου, φροντίδι δέ γε τοῦ λύσοντος, ἵνα μὴ δοκῇ τῇ μεταστάσει τοῦ αὐτοκράτορος ἐφηδόμενος ἐκ τοῦ λῦσαι τὸν ἐκείνου δέσμιον τάχιστα. ἡμερῶν δὲ μετρίων παρελθουσῶν μεταπέμπεται τὸν Ἀγρίππαν, κείρει τε τὸ περιττὸν τῆς τριχὸς καὶ μεταμφιέννυσιν, εἶτα καὶ τὸ διάδημα περιτίθησι καὶ βασιλέα τῆς Φιλίππου τετραρχίας καθίστησι, προσθέμενος καὶ τὴν Λυσανίου τετραρχίαν εἰς αὔξησιν, καὶ χρύσεα χαλ- [*](P) κείων ἀλλάττει, ἀντὶ τῆς σιδηρᾶς ἀλύσεως μεθ’ ἧς ἐδέδετο χρυσῆν ἰσόρροπον αὐτῷ παρασχόμενος.

Τῷ δὲ δευτέρῳ ἐνιαυτῷ τῆς μοναρχίας Γαΐου ἠξίου Ἀγρίππας ἐκχωρηθῆναι αὐτῷ ἀφικέσθαι πρὸς τὰ οἰκεῖα, καὶ αὖθις ἐπανελθεῖν κατετίθετο, οἰκονομησάμενος εἰς δέον τὰ τῆς ἀρχῆς· καὶ ἐν δόντος Γαΐου ἐξέπλευσεν. Ἡρωδιὰς δὲ ἡ αὐτοῦ ἀδελφὴ ἐφθόνει τῆς εὐπραγίας τῷ ἀδελφῷ., καὶ μάλιστα ὁπότε μετὰ τῶν τῆς βασιλείας παρασήμων ἐώρα αὐτὸν τοῖς πλήθεσι χρηματίζοντα, ἐξηρέθιζέ τε τὸν ἄνδρα ἐπὶ Ῥώμης πλεῖν καὶ ἴσην ἀρχὴν μνηστεύσασθαι ἑαυτῷ· ὁ δὲ ἡσυχάζειν ἐβούλετο. καὶ ἡ γυνὴ σφοδρότερον ἠνώχλει τἀνδρί, πάντα πράσσειν ἐπὶ τῇ βασιλείᾳ [*](C) κελεύουσα, καὶ οὐκ ἀνῆκεν ἕως καὶ ἄκοντα τὸν Ἡρώδην ἑαυτῇ πεποίηκεν ὁμογνώμονα. ἀνήγετο οὖν σὺν τῇ γυναικὶ ἐπὶ Ῥώμης. Ἀγρίππας δὲ καὶ αὐτὸς εἰς τὴν Ῥώμην παρεσκευάζετο, προύπεμψε δὲ τῶν ἀπελευθέρων ἕνα δῶρα τῷ αὐτοκράτορι κομίζοντα καὶ ἐπιστολὰς κατὰ τοῦ Ἡρώδου. καὶ καταλαμβάνουσι

27
τὸν Γάιον ἐν Βαίαις πολιχνίῳ τῆς Καμπανίας. ἅμα τε τῷ Ἡρώδῃ εἰς ὄψιν ἧκεν ὁ Γάιος καὶ ἄμα τὰς Ἀγρίππου ἐπιστολὰς ἐπῄει, κατηγορούσας ἐκείνου πρὸς Σηιανὸν ὁμολογίαν κατὰ τῆς Τιβερίου ἀρχῆς, καὶ πρὸς Ἀρτάβανον αὖθις τὸν Πάρθον τότε κατὰ τῆς αὐτοῦ Γαΐου. τεκμήριον δ᾿ ἐποιεῖτο τοῦ λόγου ὅπλων ἀπόθεσιν ἐν ταῖς ὁπλοθήκαις Ἡρώδου, μυριάσιν [*](D) ὁπλιτῶν ἀρκούντων ἑπτά. ἐκινεῖτο δ’ ὑπὸ τόν ἐπεσταλμένων ὁ Γάιος, καὶ ἠρώτα τὸν Ἡρώδην εἰ ἀληθὴς ὁ περὶ τῶν ὅπλων λόγος. τοὐ δὲ καταθεμένου, πιστεύσας τῇ ἀποστάσει αὐτοῦ τὴν τετραρχίαν ἀφαιρεῖται καὶ τῇ βασιλείᾳ τοῦ Ἀγρίππου προστίθησι, καὶ τὰ χρήματα αὐτῷ ὁμοίως δωρεῖται, τὸν δὲ Ἡρώδην ἀειφυγίᾳ κατέκρινεν. Ἡρωδιάδι δὲ ὡς Ἀγρίππου ὁμαίμονι τά τε χρήματα ὅσα ἐκείνῃ διέφερεν ἐδίδου, καὶ μηδὲ κοινωνεῖν ἐκέλευε τῆς φυγῆς τῷ ἀνδρί, διὰ τὸν Ἀγρίππαν. ἡ δὲ χάριτας μὲν ὡμολόγει Γαΐῳ, οὐ δίκαιον δ᾿ ἔλεγεν εἶναι τῆς εὐδαιμονίας τῷ ἀνδρὶ κοινωνήσασαν ἐγκαταλιπεῖν ἐπὶ ταῖς δυσπραγίαις αὐτόν.

Ὁ μέντοι Γάιος τὸν μὲν πρῶτον ἐνιαυτὸν καὶ τὸν ἐφεξῆς μετριώτερον ἐχρῆτο τοῖς πράγμασι, προιὼν δὲ ἐξεθείαζεν ἑαυτὸν καὶ θεοῦν ἐπεχείρει. καὶ δὴ στάσεως γεγονυίας τοῖς ἐν Ἀλεξανδρεία Ἰουδαίοις καὶ Ἕλλησι τρεῖς ἀφ’ ἑκατέρου μέρους παρῆσαν

πρὸς τὸν Γάιον πρεσβευταί. Ἀπίων δὲ τῶν Ἀλεξανδρέων πρέσβεων εἷς ἄλλα τε κατηγόρει τῶν Ἰουδαίων καὶ ὡς πάντων τῶν ὑπὸ Ῥωμαίους βωμοὺς τῷ Γαΐῳ καὶ ναοὺς ἀνιστώντων καὶ ὡς θεὸν τιμώντων οὗτοι μόνοι ἄδοξον ἥγηνται ἀνδριᾶσι τιμᾶν αὐτὸν καὶ ὅρ-

[*](Cap. 10. Iosephi Ant. 18, 8, §. 1—19 1—19, 5 §. 1.)
28
[*](B)

κιον αὐτοῦ ποιεῖσθαι τὸ ὄνομα. ἐπὶ τούτοις Φίλων τῆς τῶν Ἰουδαίων πρεσβείας προεστηκώς, ἀνὴρ ἔνδοξος καὶ φιλοσοφίας οὐκ ἄπειρος, ἕτοιμος ἢν ὑπεραπολογήσασθαι τῶν ὁμοεθνῶν. ὁ δὲ Γάιος οὐκ ἠνέσχετο, κελεύσας ἐκποδὼν ἀπελεύσεσθαι, δῆλός τε ἦν κακώσων αὐτούς. καὶ ὁ Φίλων ἐξελθὼν περιυβρισμένος φησὶ πρὸς τοὺς περὶ αὐτὸν Ἰουδαίους ὡς χρὴ θαρρεῖν οὐ γὰρ εἰς αὐτοὺς ὁ Γάιος πεπαρῴνηκεν, εἰς δὲ τὸ θεῖον αὐτό.

Ὁ δ᾿ αὐτοκράτωρ δεινὸν ἡγούμενος ὑπὸ Ἰουδαίων μὴ ὡς θεὸς σεβασθῆναι, Πετρώνιον ἐκπέμπει διάδοχον τῆς Οὐιτελλίου ἀρχῆς, κελεύσας χειρὶ πολλῇ [*](C) ἐμβαλεῖν εἰς τὴν Ἰουδαίαν καὶ ἱστᾶν αὐτοῦ ἀνδριάντα ἐν τῶ ναῷ τοῦ θεοῦ· εἰ δὲ μὴ ἑκόντες παραχωροῖεν, πολέμῳ κρατήσαντα τοῦτο ποιεῖν. καὶ ὁ Πετρώνιος τὴν τῆς Συρίας παρειληφὼς ἀρχὴν ἠπείγετο πληρώσων τὰς τοῦ Καίσαρος ἐντολάς. καὶ εἰς Πτολεμαΐδα γενομένῳ προσῆλθον Ἰουδαίων πολλαὶ μυριάδες δεόμεναι μὴ βιάζεσθαι σφᾶς ἐπὶ παραβάσει τῶν πατρίων, “Εἰ δ᾿ ἀπαραίτητος εἶ”, ἔλεγον, “ἡμᾶς πρότερον διαχειρισάμενος οὕτως ἔστα τὸ ἄγαλμα. Πετρώνιος δ᾿ ἀπεκρίνατο ὡς εἰ μὲν ἀφ᾿ ἑαυτοῦ ταῦτ᾿ [*](D) ἔπραττον, δίκαιος ἦν πρός με ὑμῖν ὁ λόγος· Καίσαρος δὲ κελεύσαντος Πᾶσα ἀνάγκη τὰ ἐκείνῳ δεδογμένα πληροῦν. ταῦτα εἰπὼν ἐπὶ Τιβεριάδα ἀφίκετο, κατανοήσων ὡς γνώμης ἔχουσιν Ἰουδαῖοι. καὶ πολλαὶ· μυριάδες συνήντων αὐτῷ ἱκετεύουσαι μὴ εἰς ἀνάγκας αὐτοὺς καθιστᾶν μηδὲ μιαίνειν ἀνδριάντι τὴν πόλιν. καὶ ὁ Πετρώνιος ἔφη “πολεμήσετε ἄρα;” οἶ δ᾿ “οὐ πολεμήσομεν” ἔφασαν, “τεθνηξόμεθα δὲ πρότερον ἢ παραβῆναι τὰ πάτρια,” καὶ παρεῖχον ἑαυτοὺς ἀποσφάττεσθαι. καὶ ταῦτα ἐφ᾿ ἡμέρας ἐπράτ-

29
τετο τεσσαράκοντα. Ἀριστόβουλος δὲ ὁ Ἀγρίππου ἀδελφὸς καὶ ἄλλοι τῶν ἐκκρίτων ἐδέοντο Πετρωνίου μηδὲν εἰς ἀπόνοιαν τὸ πλῆθος παρακινεῖν, ἀλλὰ γράφειν πρὸς Γάιον τὸ ἀνήκεστον αὐτῶν πρὸς τὴν τοῦ ἀνδριάντος ὑποδοχήν· ἴσως γὰρ μαλαχθέντα αὐτὸν ἀποστῆναι τοῦ δόξαντος· εἰ δ’ ἐμμένοι καὶ αὖθις τῇ ψήφῳ, τότε καὶ αὐτὸν τοῦ πράγματος ἅπτεσθαι. Πετρώνιος δὲ πεισθεὶς ἐπέστειλε τῷ Γαί·ῳ περὶ τῆς πράξεως.

Ἀγρίππας δὲ ὁ βασιλεὺς ἐν Ῥώμῃ διάγων προέκοπτε τῇ· πρὸς Γάιον οἰκειώσει. θαυμασθείς τε ἐν τῷ δειπνίζειν τὸν αὐτοκράτορα τῆς πολυτελείας χάριν καὶ τοῦ μεγαλοπρεποῦς, αἰτήσασθαι προετρέπετο ὅ ἂν αὐτῷ πρὸς βουλῆς. ὁ δέ “αἰτήσομαί σε’’ ἔφη τῶν μὲν ὄλβον περιποιούντων οὐδέν, ὃ δ᾿ ἂν σοί [*](B) τε πρὸς δόξαν εὐσεβείας κἀμοὶ πρὸς εὔκλειαν γένηται. ἀξιῶ σε γὰρ τὴν τοῦ ἀνδριάντος ἀνάθεσιν, ἣν ποιήσασθαι κελεύεις Πετρώνιον εἰς τό Ἰουδαίων ἱερόν, δι’ ἐμὲ καταλείψειν.” Γάιος δὲ αἰσχυνθεὶς ἐπὶ τοσῶνδε μαρτύρων δόξαι ψευδόμενος, συνεχώρει καὶ γράφει πρὸς τὸν Πετρώνιον, εἰ μὲν ἤδη τὸν ἀνδριάντα ἔφθασε στῆσαι, μὴ καθελεῖν, εἰ δὲ μήπω πεποίηται τὴν ἀνάθεσιν, μηκέτι πειρᾶσθαι ποιήσασθαι· οὐ γὰρ ἔτι τοῦτον βούλομαι στῆναι, διὰ τὸν Ἀγρίππαν, ἄνδρα τιμώμενον παρ᾿ ἐμοί.” Γάιος μὲν οὑν ταῦτα πρὸς Πετρώνιον γράφει πρὶν ἐντυχεῖν ταῖς ἐκείνου ἐπιστολαῖς ἐμφαινούσαις πρὸς ἀποστασίαν τοὺς Ἰουδαίους διὰ τὸν ἀνδριάντα ἐπείγεσθαι· [*](C) περιαλγήσας δὲ διὰ ταῦτα γράφει τῷ Πετρωνίῳ “Ἐπεί σοι τά τῶν Ἰουδαίων δῶρα ἐν μείζονι γεγόνασι λόγῳ τῶν ἐμῶν ἐντολῶν, σὺ περὶ τῶν σεαυτοῦ τὸ ποιητέον συλλόγισαι. παράδειγμα γάρ σε

30
ποιήσομαι τοῖς τε νῦν καὶ τοῖς ἔπειτα μὴ ἀκυροῦν ἐντολὰς αὐτοκράτορος.” ταύτην τὴν ἐπιστολὴν οὐκ ἔφθη ζῶντος Γαί·ου δεδεγμένος Πετρώνιος, ἀλλὰ πρότερον τὰ περὶ τῆς ἐκείνου τελευτῆς ἐδέξατο γράμματα, καὶ οὕτω τὰ πρὸς αὐτὸν τοῦ Γαΐου.

Ὁ μὲν οὖν Γάιος κάκιστος γεγονὼς ὤλετο ἐξ ἐπι- βουλῆς ἀνῃρημένος· τὸν δὲ τρόπον τῆς κατ’ ἐκείνου [*](D) ἐπιβουλῆς, καὶ παρὰ τίνων ἀνῄρηται, ὅτε τὰ περὶ τῶν αὐτοκρατόρων ὁ λόγος διέξεισι διηγήσεται. ἤδη δὲ φθαρέντος, Κλαύδιος κρυπτόμενος διὰ φόβον ὑπὸ τῶν στρατιωτῶν ἐξάγεται καὶ αὐτοκράτωρ ἀνακηρύττεται, πολλὰ πρὸς τὴν ἀνάρρησιν αὐτοῦ καὶ τοῦ Ἀγρίππα σπουδάσαντος. ἄρτι δὲ βεβαιωθείσης τῆς αὐταρχίας αὐτῷ, τήν τε ἀρχὴν ἐκύρωσε τῷ Ἀγρίππᾳ καὶ δι’ ἐγκωμίων ἐποιεῖτο αὐτόν, προσθήκην τε αὐτῷ ἔθετο πάσαν ἧς ἦρξεν Ἡρώδης ὁ βασιλεὺς καὶ πάππος αὐτοῦ. ὁ δὲ καὶ τῷ ἀδελφῷ Ἡρώδῃ τὴν βασιλείαν Χαλκίδος παρὰ Κλαυδίου ᾐτήσατο· καὶ ἐδόθη ἐκείνῳ παρὰ τοῦ Καίσαρος.

Κατὰ τοῦτον τὸν χρόνον στασιάζουσιν πρὸς τοὺς Ἀλεξανδρεῖς οἶ ἐκεῖ Ἰουδαῖοι. ὃν γὰρ εἴρηται τρόπον κακῶς πρὸς αὐτοὺς Γαί·ου διατεθέντος, ἐκακοῦντο μοναρχοῦντος ἐκείνου παρὰ τῶν ἐν τῇ πόλει Ἑλλήνων, Γαΐου δὲ τελευτήσαντος ἀνεθάρσησαν καὶ ἦσαν ἐν ὅπλοις. Κλαύδιος δὲ τῷ ἱππαρχοῦντι κατὰ τὴν Αἴγυπτον ἐπέστειλε καταστεῖλαι τὴν στάσιν, ἔπεμψε δὲ καὶ διάταγμα ἐκ παρακλήσεως τοῖν βασιλέοιν Ἀγρίππου τε καὶ Ἡρώδου εἰς Συρίαν καὶ εἰς Ἀλεξάνδρειαν καὶ εἰς τὴν ἄλλην οἰκουμένην ὅση Ῥωμαίοις ὑπήκοος, φράζον ὅτι “τῶν Ἰουδαίων ἀνέκαθεν [*](Cap. 11. Iosephi Ant. 19, 5, §. 2 — 8, §. 2.)

31
ἴσης πολιτείας τοῖς Ἀλεξανδρεῦσι καὶ τοῖς τῶν λοιπῶν πόλεων πολίταις ἀξιωθέντων, ὁ Γάιος ἐξ ἀπονοίας ὅτι μὴ θεὸν προσαγορεύειν αὐτὸν τὸ Ἰουδαίων ἔθνος ἠνέσχετο αὐτοὺς ἐταπείνωσεν. ἐγὼ δὲ μηδενὸς [*](P) διὰ τὴν ἐκείνου παραφροσύνην τῶν παλαιῶν δικαίων τὸ ἔθνος ἐκπεσεῖν διατάττομαι, συντηρεῖσθαι δὲ σφίσι τὰ πρότερον δέκαια τοῖς Ἰουδαίων νομίμοις ἐμμένουσι, ταῦτά με αἰτησαμένων τῶν βασιλέων Ἀγρίππου καὶ Ἡρώδου τῶν φιλτάτων μοι.” ἐξέπέμψε δὲ καὶ Ἀγρίππαν ἐπὶ τὴν βασιλείαν αὐτοῦ, λαμπροτέραν γεγενημένην. κἀκεῖνος ἐλθὼν εἰς Ἱεροσόλυμα χαριστήρια ἔθυσε, καὶ τὴν χρυσῆν ἄλυσιν τὴν ὑπὸ Γαΐου δοθεῖσαν αὐτῷ ὑπὲρ τὸ γαζοφυλάκιον ἀπῃώρησε, δεῖγμα τῆς τοῦ θεοῦ δυναστείας καὶ τῆς τῶν πραγμάτων μεταβολῆς, καὶ ὅτι καὶ τὰ μεγάλα πίπτει ποτὲ καὶ ὑψοῦται τὰ ταπεινά. θύσας [*](C) οὖν πολυτελῶς , Θεόφιλον μὲν τὸν Ἄννα τῆς ἀρχιερωσύνης μεθίστησι, τῷ δὲ Βοηθοῦ Σίμωνι, ᾦ Κανθηρᾶς ἡ ἐπίκλησις, ἀπένειμε τὴν τιμήν. δύο δ᾿ ἦσαν τῷ Σίμωνι ἀδελφοί, καὶ πατὴρ ὁ Βοηθός, οὗ τῇ θυγατρὶ ὁ βασιλεὺς Ἡρώδης συνῴκησεν, ὡς ἱστόρηται. τοὺς δ᾿ Ἱεροσολυμίτας τῆς πρὸς αὐτὸν εὐνοίας ἠμείψατο, ἀφεὶς αὐτοῖς τὰ ὑπὲρ ἑκάστης οἰκίας. ἴππαρχον δὲ παντὸς τοῦ στρατεύματος τὸν Σίλαν ἀπέδειξεν, ἄνδρα πόνων αὐτῷ συμμετασχόντα πολλῶν.

Νεανίσκοι μέντοι Δωρῖται παράβολοι καὶ θρασεῖς Καίσαρος ἀνδριάντα εἰς τὴν τῶν Ἰουδαίων συνἀγωγὴν [*](D) κομίσαντες ἔστησαν. τοῦτο τὸν Ἀγρίππαν ἐτάραξε· καὶ αὐτίκα πρὸς τὸν τῆς Συρίας ἡγεμονεύὄντα Πούπλιον Πετρώνιον παραγίνεται καὶ κατηγορεῖ τῶν Δωριτῶν. ὁ δ᾿ ἑκατόνταρχον στείλας, τοὺς μὲν τὸ τόλμημα πράξαντας ἐπ᾿ αὐτὸν ἀχθῆναι προσ-

32
ἔταξε, τοῖς δὲ τῶν Δωριτῶν ἄρχουσιν ἐπιδεῖξαι τῷ ἑκατοντάρχῳ τοὺς αἰτίους ἐπέστειλεν, εἰ μὴ βούλοιντο δοκεῖν συνεργάται τῆς πράξεως.

Ἀγρίππας δὲ ἀφελόμενος τὴν ἱερωσύνην τὸν Κανθηρᾶν Σίμωνα, Ἰωνάθην αὖθις ἐπ’ αὐτὴν ἦγε τὸν Ἀνανίου. ὁ δὲ παρῃτεῖτο, ἀρκεῖσθαι λέγων ἅπαξ τὴν ἀρχιερωσύνην λαχών, τὸν δὲ ἀδελφὸν Ματθίαν πρὸς ταύτην ἠξίου προάγεσθαι ὡς ἄξιον τῆς τιμῆς. πεισθεὶς οὖν ὁ βασιλεὺς τῷ Ματθίᾳ τὴν ἀρχιερωσύνην ἀπένειμε.

Σίλας δὲ ὁ Ἀγρίππου ἵππαρχος, πεποιθὼς οἷς ὑπὲρ αὐτοῦ κεκινδύνευκεν, ἀκαίρου παρρησίας ἀντεποιεῖτο, καὶ ἦν φορτικός, τὰ στυγνὰ τῆς τύχης εἰς μνήμην ἄγων αὐτῷ καὶ ἑαυτὸν σεμνύνων ἐκ τῆς τότε σπουδῆς τε καὶ πίστεως. ἀηδῶς οὖν πρὸς τὴν ἀταμίευτον αὐτοῦ παρρησίαν ὁ Ἀγρίππας διέκειτο τοῦ δὲ Σίλα μὴ ἐνδιδόντος εἰς ὀργὴν ὁ βασιλεὺς ἀνηρέθιστο, καὶ οὐ μόνον τῆς ἱππαρχίας αὐτὸν μετέστησεν, ἀλλὰ μέντοι καὶ δέδεκε. χρόνῳ δὲ τὸν θυμὸν ἀμβλυνθείς, καὶ λογισάμενος ὅσους ὑπὲρ ἐκείνου [*](P) ἀνέτλη πόνους, ἡμέραν ἑορτάζων ἑαυτοῦ γενέθλιον ἐκάλει τὸν Σίλαν αὐτῷ συνεστιαθησόμενον. ὁ δὲ οὐκ ἐπείθετο “ἐπὶ τίνα’’ λέγων “ὁ βασιλεὺς ἀνακαλεῖ με τιμὴν τὴν ὅσον ἤδη ἀπολουμένην,. ἢ πεπαῦ- σθαί με νομίζει τῆς παρρησίας; νῦν βοήσομαι μᾶλλον ὅσων αὐτὸν ἐξερρυσάμην δεινῶν, ὅσους ἤνεγκα πόνους ἐκείνῳ πορίζων σωτηρίαν καὶ τιμήν· ὧν γέρας μοι δεσμὰ καὶ σκότιος εἰρκτή, ὧν οὔποτε λήσομαι.” ὁ δὲ β,ασιλεὺς ταῦτα μαθόν, καὶ ἀνιάτως συνιδὼν διακείμενον, αὖθις εἴασεν ἐν φρουρᾷ.

Ἧν δὲ εὐεργετικὸς οὗτος ὁ βασιλεὺς ἐν δωρεαῖς οὐδὲν ἧττον Ἡρώδου τοῦ πάππου· ἐκείνου μέντοι εἰς

33
ἀλλοφύλους τὸ φιλότιμον ἐπιδεικνυμένου, οὐ μὴν καὶ εἰς τοὺς Ἰουδαίους, οὗτος πρὸς πάντας ὁμοίως ἦν εὐεργετικὸς καὶ τὸν τρόπον πραύς. ἡδεῖα γοῦν αὐτῷ [*](C) δίαιτα συνεχὴς ἐν τοῖς Ἱεροσολύμοις ἦν, καὶ τὰ πάτρια καθαρῶς ἐτήρει. καὶ δή τις Σίμων ἦν ἐν Ἱεροσολύμοις ἀκριβὴς δοκῶν τὰ νόμιμα· οὗτος πλῆθος ἀθροίσας ἐτόλμησε τοῦ βασιλέως κατειπεῖν ἀποδημήσαντος εἰς Καισάρειαν. τοῦτο τὸν Ἀγρίππαν οὐκ ἔλαθε. μεταπέμπεται οὑν τὸν Σίμωνα καί φησιν “εἰπέ εἰπέ μοι τί τῶν γινομένων ἐστὶ παράνομον; ὁ δὲ μὴ ἔχων εἰπεῖν ἐδεῖτο συγγνώμης τυχεῖν. καὶ ὁ βασιλεὺς παρὰ προσδοκίαν αὐτῷ διηλλάττετο, καὶ ἐξέπεμψε δωρησάμενος. τὴν ἀρχιερωσύνην δὲ Ματθίαν [*](D) ἀφελόμενος Ἐλιωναίῳ τῷ τοῦ Κιθαίρου παιδὶ παρέσχεν αὐτήν Βασιλεύσας οὖν ἐπὶ τρεῖς ἐνιαυτοὺς τῆς ὅλης Ἰουδαίας, εἰς πόλιν Καισάρειαν, ἣ πρότερον Στράτωνος ἐκαλεῖτο πύργος, θεωρίας ἐτέλει. δευτέρᾳ δὲ τῶν θεωριῶν ἡμέρᾳ στολὴν ἐνδὺς ἐξ ἀργύρου πεποιημένην παρῆλθεν εἰς τὸ θέατρον ἀρχομένης ἡμέρας. καὶ ταῖς πρώταις τῶν ἡλιακῶν ἀκτίνων ἐπιτολαῖς ὁ ἄργυρος καταυγασθεὶς θαυμασίως ἀπέστιλβε, μαρμαίρων τι φοβερὸν τοῖς εἰς αὐτὸν ἀτενίζουσιν. εὐθύς τε οἱ κόλακες ἄλλος ἄλλοθεν ἀνεβόων, θεὸν προσαγορεύοντες, εὐμενής τε εἴης, ἐπιλέγοντες· εἰ γὰρ καὶ μέχρι νῦν ὡς ἄνθρωπον ἐφοβήθημεν, ἀλλὰ τοὐντεῦθεν ὁμολογοῦμεν θνητῆς σε φύσεως κρείττονα. οὐκ ἐπέπληξε τούτοις ὁ βασιλεύς, οὐδὲ τὴν κολακείαν ἀσεβοῦσαν ἀπετρίψατο. ἀνακύψας οὖν μετ’ ὀλίγον ὁρᾷ τὸν βουβῶνα τὸν ὄρνιν τῆς ἑαυτοῦ κεφαλῆς ὕπερθεν, ἄγγελόν τε κακῶν τοῦτον ἐνενόησε τότε, ὡς ποτὲ τῶν ἀγαθῶν μηνυτήν. καὶ διακάρδιον
34
ἔσχεν ὀδύνην, καὶ τῆς κοιλίας ἀθρόον ἐπιγέγονεν ἄλγημα. καὶ πρὸς τοὺς φίλους φησίν “ὁ θεὸς ὑμῖν ἐγὼ ἤδη καταστρέφω τὸν βίον, καὶ ὁ κληθεὶς ἀθάνατος παρ’ ὑμῶν θανεῖν ἐπείγομαι.” ταῦτα λέγων τῆς ὀδύνης ἐπιτεινομένης κατεπονεῖτο, καὶ μετὰ [*](P) σπουδῆς ἀνεκομίσθη πρὸς τὸ βασίλειον. λόγου δὲ γενομένου θνήσκειν αὐτόν, ἡ πληθὺς αὐτίκα σὺν γυναιξὶ καὶ παισὶν ἐπὶ σάκκου καθεσθεῖσα τῶ πατρίῳ νόμῳ τὸν θεὸν ὑπὲρ τοῦ βασιλέως ἱκέτευε, καὶ πάντες ἐθρήνουν. ἐν ὑψηλῷ δὲ ὁ Ἀγρίππας κατακείμενος δωματίῳ, καὶ κάτω βλέπων αὐτοὺς πρηνεῖς προσπίπτοντας, οὐδὲ αὐτὸς ἄδακρυς ἢν. ἐφ’ ἡμέρας δὲ πέντε τῷ τῆς γαστρὸς ἀλγήματι κατεργασθεὶς κατέστρεψε τὴν ζωήν, βιώσας ἔτη τέσσαρα καὶ πεντήκοντα, βασιλεύσας δ᾿ ἑπτά, ἐπὶ Γαΐου μὲν τέσσαρα,

τρία δ᾿ ἐπὶ Κλαυδίου. ἀγνοουμένης γε μὴν ἔτι τοῖς πλήθεσι τῆς αὐτοῦ τελευτῆς, συμφρονήσαντες Ἡρώ- [*](C) δης ὁ ἀδελφὸς αὐτοῦ ὁ τῆς Χαλκίδος ἄρχων καὶ Ἑλκίας ὁ ἵππαρχος, πέμψαντες τὸν Σίλαν ἐχθρὸν αὐτοῖς ὄντα κατέσφαξαν, ὡς τάχα τοῦ βασιλέως κελεύσαντος.

Οὕτω μὲν οὖν ὁ Ἀγρίππας ἀπεβίω, υἱὸν Ἀγρίππαν καταλιπὼν ἐτῶν ἑπτακαίδεκα, τρεῖς δὲ θυγατέρας· ὡν ἡ μὲν Ἡρώδῃ τοῦ πατρὸς ἀδελφῷ γεγάμητο, Βερνίκη δ’ ἐκέκλητο, παρθένοι δ’ ἦσαν αἱ δύο Μαριὰμ καὶ Δρούσιλλα. γνωσθέντος δὲ τοῦ θανάτου τοῦ βασιλέως, Καισαρεῖς καὶ Σεβαστηνοὶ ἐπιλελησμένοι τῶν αὐτοῦ εὐποιιῶν ἐβλασφήμουν τε εἰς αὐτὸν καὶ τὰ τῶν τοῦ βασιλέως θυγατέρων ἀγάλματα ἁρπάσαντες εἰς τὰ πορνεῖα ἐκόμισαν καὶ ἀφύβριζον εἰς αὐτά, καὶ πανδήμους ἑστιάσεις ἐποίουν [*](Cap. 12. Iosephi Ant. 19, 8, §. 3 — 20, 1, §. 3.)

35
στεφανούμενοι καὶ μυριζόμενοι καὶ σπένδοντες τῷ [*](D) Χάροντι. ὁ δὲ τοῦ τεθνεῶτος υἷός Ἀγρίππας ἐν Ῥώμῃ τότε διῆγε παρὰ Κλαυδίῳ τρεφόμενος Καίσαρι. ὃν αὐτίκα πέμπειν ὥρμητο τὴν βασιλείαν διαδεξόμενον· ἀπήγαγον δ’ αὐτὸν τοῦ σκοποῦ οἶ περὶ αὐτόν, σφαλερὸν εἶναι λέγοντες κομιδῇ νέῳ βασιλείας ἐπιτρέπειν μέγεθος τόσον. ἀπέστειλεν οὑν Κούσπιον Φάδον τῆς Ἰουδαίας καὶ τῆς βασιλείας ἁπάσης ἐπιτροπεύσοντα, ἐντειλάμενος αὐτό Καισαρεῦσι καὶ Σεβαστηνοῖς ἐπιπλήξαι τῆς εἰς τὸν κατοιχόμενον ὕβρεως. ἀφικόμενος δὲ Φάδος εἰς τὴν Ἰουδαίαν, στάσιν τε γενομένην κατέστειλε, καὶ λῃστηρίων τὴν χώραν ἐκάθηρε, καὶ τὴν τοῦ ἀρχιερέως στολὴν εἰς τὴν Ἀντωνίαν τὸ φρούριον ἀποτεθῆναι προσέταξεν ὡς καὶ πρότερον. οἶ δ’ ἱερεῖς καὶ οἶ πρῶτοι τῶν ἐν Ἱεροσολύμοις ἀντιλέγειν μὲν οὐκ ἐτόλμων, παρεκάλουν δὲ ὅμως ἐπιτρέψαι αὐτοῖς πρέσβεις πέμψαι πρὸς τὸν Καίσαρα τοὺς αἰτησομένους τὴν ἱερὰν στολὴν παρ’ αὐτοῖς εἶναι· καὶ ἐπετράπησαν. παραγενομένων δὲ εἰς τὴν Ῥώμην τῶν πρέσβεων, ὁ τοῦ Ἀγρίππου παῖς ὁ νεώτερος Ἀγρίππας ἐκεῖ διάγων, ὡς εἴρηται, παρεκάλεσε τὸν Καίσαρα συγχωρηθῆναι τοῖς Ἰουδαίοις ἔχειν τὴν ἱερὰν στολήν. καὶ ὁ Κλαύδιος συνεχώρησε, καὶ τῷ Φάδῳ περὶ τούτων ἐπέστειλε. καὶ Ἡρώδης δὲ ὁ τοῦ Ἀγρίππου ἀδελφός, τῆς δὲ Χαλκίδος ἄρχων, ᾐτήσατο παρὰ Καίσαρος τὴν τοῦ νεὼ [*](B) ἐξουσίαν καὶ τῶν ἱερῶν χρημάτων καὶ τὴν τῶν ἀρχιερέων χειροτονίαν. καὶ ἔτυχε τῆς αἰτήσεως, καὶ ἐξ ἐκείνου πᾶσι τοῖς ἀπογόνοις αὐτοῦ ἡ ἐξουσία παρέμεινε μέχρι τῆς τῶν Ἱεροσολύμων ἁλώσεως. καὶ δὴ μεθίστησι τῆς ἀρχιερωσύνης τὸν Κανθηρᾶν, Ἰωσὴφ ἀντεισαγαγὼν τὸν τοῦ Καμεί.

36

Ἐν τούτῳ τῷ χρόνῳ ἡ τῶν Ἀδιαβηνῶν βασιλὶς Ἑλένη καὶ ὁ παῖς αὐτῆς Ἰζάτης εἰς τὰ Ἰουδαίων τὴν διαγωγὴν μετέβαλον νόμιμα. Μονόβαζος γὰρ ὁ τῶν Ἀδιαβηνῶν βασιλεύς, ᾧ καὶ Βαζαῖος ἐπίκλησις ἦν, τῆς ἀδελφῆς Ἑλένης ἁλοὺς ἔρωτι, ἄγεται ταύτην. καί ποτε συγκαθεύδων αὐτῇ οὔσῃ ἐγκύμονι τῇ ἐκείνης γαστρὶ τὴν χεῖρα ἐπέθετο, καὶ ὑπνώσας ἔδοξεν ἀκούειν φωνῆς ἆραι κελευούσης ἐκ τῆς νηδύος τὴν [*](C) χεῖρα καὶ μὴ θλίβειν τὸ ἐν αὐτῇ βρέφος, θεοῦ προνοίᾳ καὶ ἄρξον καὶ τέλους τευξόμενον εὐτυχοῦς. ταραχθεὶς οὖν ὑπὸ τῆς φωνῆς ἔφραζε ταῦτα τῇ γυναικί. καὶ τὸν υἱὸν τεχθέντα Ἰζάτην ὠνόμασεν. ἦν δ’ ἕτερος τούτου πρεσβύτερος ἐκ τῆς Ἑλένης αὐτῷ γεννηθεὶς ἄλλοι τε παῖδες ἐκ γυναικῶν ἑτέρων, ἔστεργε δὲ τὸν Ἰζάτην ὥσπερ μονογενῆ. ἐφθόνουν τοίνυν οἱ ἀδελφοί. ὁ δὲ πατὴρ δεδοικὼς περὶ τούτῳ, ἐκπέμπει πρὸς Ἀβεννήριγον τὸν Σπασίνου χάρακος βασιλέα. καὶ ὃς ἀσμένως τὸν Ἰζάτην ἐδέξατο καὶ κηδεστὴν ἐπί θυγατρὶ ἐποιήσατο καὶ χώραν αὐτῷ παρέσχε. γεγηρακὼς δὲ ὁ Μονόβαζος ἰδεῖν ἐπεθύμει τὸν Ἰζάτην πρὸ τοῦ θανεῖν. μεταπεμψάμενος οὑν αὐτὸν φιλοφρόνως ἀσπάζεται, καὶ χώραν αὐτῷ [*](D) ἀπεκλήρωσεν, ἐν ᾗ καὶ διέτριβε μέχρι τελευτῆς τοῦ πατρός.

Ἐκλιπόντος δὲ Μονοβάζου ἡ βασιλὶς Ἑλένη μετεπέμψατο τοὺς μεγιστᾶνας καὶ τοὺς σατράπας· οἶς ἀφικομένοις οὐ λέληθεν” εἶπεν ‘‘ὑμᾶς ὅτι ὁ ἀνὴρ ὁ ἐμὸς τὸν Ἰζάτην ἤθελε τῆς βασιλείας γενέσθαι διάδοχον. εἰδυῖα δὲ μακάριον τὸν μὴ παρ’ ἑνός, ἀλλὰ τῶν πλειόνων καὶ τούτων ἑκόντων τὴν βασιλείαν λαμ- [*](Cap. 13. Iosephi Ant. 20, §. 24.)

37
βάνοντα, καὶ ὑπὸ τὴν ὑμῶν τὸ πρᾶγμα κρίσιν πεποίημαι.” οἶ δὲ καὶ τὴν τοῦ βασιλέως κρίσιν βεβαιοῦν ἔλεγον, καὶ ὑπείξειν ἑκόντες Ἰζάτῃ δικαίως προκεκριμένῳ τῶν ἀδελφῶν κατὰ τὰς ἁπάντων εὐχάς, καὶ δεῖν προαποκτεῖναι τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς συγγενεῖς, ἵν᾿ ἀσφαλῶς ἐκεῖνος ἄρχοι. ἡ δὲ βασιλὶς τὴν περὶ τῆς ἀναιρέσεως τῶν προσηκόντων τῷ Ἰζάτῃ γνώμην ἐπισχεῖν συνεβούλευε μέχρις ἂν ἐκεῖνος συνδοκιμάσῃ παραγενόμενος. οἱ δὲ δεσμεῖν τέως αὐτοὺς παρῄνουν μέχρι τῆς ἐκείνου ἐπιδημίας. καθίστησι δὲ τὸν πρεσβύτατον υἱὸν ἡ βασίλισσα ἐπὶ τῶν πραγμάτων, ἕως ἂν ἐπανέλθῃ ὁ ἀδελφός, δίδωσι δὲ καὶ τὸν τοῦ πατρὸς σημαντῆρα δακτύλιον. ἧκεν οὖν ὁ Ἰζάτης, καὶ ὁ ἀδελφὸς ὑπεδέξατο καὶ ὑπεξέστη αὐτῷ τῆς ἀρχῆς.

Ὄντι δ᾿ αὐτῷ ἐν τῇ ἀποδημίᾳ Ἰουδαῖός τις Ἀνανίας καλούμενος γνωστὸς γεγονὼς ἐδίδασκεν αὐτὸν τὸν θεὸν καὶ τὰ τῶν Ἰουδαίων νόμιμα. συνέβη δὲ Β καὶ τὴν Ἑλένην ὑφ᾿ ἑτέρου Ἰουδαίου κατηχηθεισαν εἰς τὰ Ἰουδαϊκὰ ἔθη μετατεθῆναι. ἐλθὼν οὖν ὁ Ἰζάτης καὶ δεδεμένους τοὺς συγγενεῖς εὑρηκὼς ἐδυσχέρανε, καὶ ἔλυσε μέν, ἔπεμψε δέ, ἵνα μὴ ὕποπτοι παρόντες εἶεν, τοὺς μὲν εἰς ῾Ρώμην ὁμηρεύσοντας, τοὺς δὲ πρὸς Πάρθους. γνοὺς δὲ τὴν μητέρα τὰ Ἰουδαίων ἀσπασαμένην, ἔσπευσε καὶ αὐτὸς εἰς ἐκεῖνα μετατεθῆναι, καὶ περιτμηθῆναι ἕτοιμος ἦν. ἡ δὲ μήτηρ ἐκώλυε, λέγουσα εἰς δυσμένειαν τοὺς ὑπηκόους διὰ τοῦτο ἐλθεῖν, οὐκ ἀνέξεσθαί τε ὑπὸ ἰουδαἴζοντος βασιλεύεσθαι. ὁ δὲ εἰς τὸν Ἀνανίαν παρόντα τοὺς λόγους ἀνέφερε. τοῦ δὲ τὰ αὐτὰ συμβουλεύσαντος [*](C) ἐπείσθη μὲν τότε ὁ βασιλεύς· ἕτερος δ᾿ αὖθις Ἰουδαῖος ἐκ Γαλιλαιbς Ἐλεάζαρ ἀφικόμενος, καὶ κατα-

38
λαβὼν αὐτὸν τὸν Μωυσέως νόμον ἀναγινώσκοντα, Οὐ λόγους μόνον ἀναγινώσκειν σε δεῖ, βασιλεῦ, ἔφη, ἀλλὰ καὶ τὰ ὑπ’ αὐτῶν διατεταγμένα ποιεῖν. μέχρι τίνος ἀπερίτμητος μένεις; ὁ δὲ οὐχ ὑπερεβάλετο τὴν πρᾶξιν, ἀλλὰ περιετμήθη· καὶ τῇ μητρὶ καὶ τῷ Ἀνανίᾳ πεπρᾶχθαι τὸ ἔργον ἐδήλου. οἶ δ᾿ εἰς φόβου ἐνέπεσον μὴ καὶ ὁ βασιλεὺς καὶ αὐτοὶ κινδυνεύσωσιν. ὁ δὲ θεὸς τόν φόβον ἐλθεῖν εἰς τέλος οὐ συνεχώρησεν.

Ἑλένη δὲ ἐπιθυμίαν ἔσχεν εἰς Ἱεροσόλυμα ἀφικέσθαι καὶ προσκυνῆσαι τὸ τοῦ θεοῦ ἱερόν. καὶ τοῦ [*](D) υἱοῦ ἐπιτρέψαντος καὶ χρήματα πλεῖστα δόντος ἄπεισιν εἰς Ἱεροσόλυμα. καὶ λιμῷ φθειρομένους πολλοὺς εὑροῦσα ἐκεῖ, σῖτόν τε ἐξ Ἀλεξανδρείας ἐκόμισε καὶ ἰσχάδων φόρτον ἐκ Κύπρου πολλῶν χρημάτων πριαμένη τοῖς ἀπορουμένοις διένειμε. καὶ ὁ παῖς δὲ αὐτῆς πολλὰ χρήματα τοῖς πρώτοις τῶν Ἱεροσολυμιτῶν ἔπεμψεν, ἴν οἱ λιμώττοντες διὰ τούτων ὡς ἐνὸν ἐπικουρηθῶσι.

Καὶ ταῦτα μὲν οὕτως· Ἀρταβάνης δὲ ὁ τῶν Πάρθων βασιλεύς, ἐπιβουλὴν γνοὺς τοὺς σατράπας κατ’ αὐτοῦ μελετήσαντας, ἀφικνεῖται πρὸς Ἰζάτην, συγγενῶν τε καὶ οἰκετῶν περὶ χιλίους ἐπαγόμενος. καὶ καθ’ ὁδὸν τό Ἰζάτῃ ἐνέτυχε, καί φησι Μῆ με παρί- δῃς, ὠ βασιλεῦ, ταπεινὸν ἐκ μεταβολῆς γεγονότα καὶ ἰδιώτην ἐκ βασιλέως, ἀλλ᾿ ἐπικούρησον. ταῦτα σὺν δάκρυσιν ἔλεγεν. ὁ δὲ Ἰζάτης ἀκούσας τὸ ὄνομα, κατεπήδησε τοῦ ἵππου καὶ Θάρσει, ἴφη, ὦ βασιλεῦ· ἦι γὰρ εἰς τὴν Παρθῶν βασιλείαν σε καταστήσω ἢ τῆς ἐμῆς σοι ἐκστήσομαι. ταῦτα εἶπε καὶ ἐπὶ τὸν ἵππον αὐτὸν ἀνεβίβασεν, αὐτὸς δὲ πεζὸς παρείπετο. καὶ ὁ Ἀρταβάνης ὤμοσεν, εἰ μὴ κἀκεῖνος ἀναβαίη

39
τὸν ἵππον καὶ προηγοῖτο, ἀποβήσεσθαι καὶ αὐτός. πεισθεὶς δ’ ὁ Ἰζάτης ἐπὶ τὸν ἵππον ἥλατο, καὶ πᾶσαν τιμὴν ἀπένειμε τῷ Πάρθῳ, εἰς τὰ βασίλεια ἀγαγών. γράφει τε πρὸς τοὺς Πάρθους τὸν Ἀρταβάνην [*](P) δέξασθαι. τῶν δὲ Παρθῶν δέξασθαι μὲν συντιθεμένων, μὴ δύνασθαι δὲ καὶ τὴν ἀρχὴν ἀπὸν εἷμαι ἤδη ἑτέρῳ πεπιστευμένην, ὁ Κινάμωνος, τοῦτο γὰρ ὠνόμαστο ὁ τὴν βασιλείαν παρειληφώς, γράφει τῷ Ἀρταβάνῳ, ὑπ’ αὐτοῦ γὰρ ἐτέθραπτο καὶ ἦν ἀγαθός, παρακαλῶν αὐτὸν ἀφικέσθαι πιστεύσαντα καὶ τὴν ἀρχὴν παραλήψεσθαι. ἕσθαι. καὶ ὁ Ἀρτάβανος πιστεύσας ἀπῄει. ὑπήντα οὖν αὐτῷ ὁ ΚΙνάμψμος· ὃς δὴ προσκυνήσας καὶ βασιλέα προσαγορεύσας περιτίθησιν αὐτοῦ τῇ κεφαλῇ τὸ διάδημα, τῆς ἑαυτοῦ ἀφελόμενος. οὕτω δὲ χρόνῳ ἑξαετεῖ εἰς τὴν ἀρχὴν ἀποκαταστὰς ὁ Ἀρτάβανος οὐκ ἠμνημόνησε τῶν Ἰζάτου καλῶν, ἀλλ’ ἀμείβεται τοῦτον.

Μετὰ δέ τινα χρόνον Ἀρταβάνου θανόντος Οὐαρδάνης [*](C) ὁ παῖς ἐκείνου τὴν βασιλείαν περιεζώσατο. καὶ πρὸς Ἰζάτην ἐλθὼν συμμαχῆσαι αὐτῷ ἠξίου κατὰ Ῥωμαίων· ὁ δὲ οὐκ ἐπείθετο, ἀλλὰ καὶ συνεβούλευε παύσασθαι τῆς ἐπ’ ἐκείνους στρατείας καὶ μὴ ἀδυνάτοις ἐπιχειρεῖν. ὁ δὲ πόλεμον τῷ Ἰζάτῃ μὴ πειθομένῳ κατήγγειλεν. ἀλλ’ οἶ Πάρθοι μαθόντες ὡς ἐπὶ Ῥωμαίους στρατεύσειν βούλεται, αὐτὸν μὲν ἀναιροῦσι, τὴν δὲ βασιλείαν τῷ ἀδελφῷ Ἰκοτάρδῃ διδόασιν· ὃν ἐξ ἐπιβουλῆς τελευτήσαντα διαδέχεται Οὐολογέσγς ὁ ἀδελφός.

Ὁ δὲ τοῦ Ἰζάτου ἀδελφὸς Μονόβαζος καὶ οἶ συγγενεῖς ἰουδαΐσαι καὶ αὐτοὶ ἐπεθύμησαν, καὶ τὴν ἔφεσιν εἰς ἔργον ἐξήνεγκαν. γίνεται δ’ ἡ πρᾶξις αὐτῶν τοῖς ὑπηκόοις κατάφωρος. καὶ γράφουσι πρὸς Ἀβίαν [*](D)

40
τὸν Ἀράβων βασιλέα, εἰ στρατεύσοιτο κατὰ τοὐ σφετέρου βασιλέως, χρήματα πολλὰ παρασχεῖν αὐτῷ, ἐπαγγελλόμενοι περὶ τὴν πρώτην συμβολὴν καὶ αὐτοὶ καταλείψειν αὐτόν. πείθεται τούτοις ὁ Ἄραψ, καὶ πολλὴν ἐπαγόμενος δύναμιν ἧκεν ἐπὶ τὸν Ἰζάτην. καὶ συμβολῆς γενομένης καταλείπουσι τὸν Ἰζάτην οἱ αὐτοῦ ἐκ συνθήματος καὶ νῶτα τρέψαντες ἔφευγον. γνοὺς δὲ τὴν προδοσίαν Ἰζάτης γενομένην ὑπὸ τῶν μεγιστάνων, εἰς τὸ στρατόπεδον ὑπεχώρησε, καὶ εὑρὼν τοὺς αἰτίους ἐκόλασε. τῇ δ᾿ ἐπιούσῃ συμβαλὼν νικᾷ, καὶ εἰς φυγὴν τοὺς Ἄραβας ἔτρεψε, τὸν δὲ βασιλέα αὐτῶν εἰς φρούριόν τι συνήλασε διωκόμενον. καὶ ὁ μὲν ἑαυτὸν ἀνεῖλεν ἁλισκόμενος ἤδη, τὸ δὲ φρούριον ἑάλω καὶ τὰ ἐν αὐτῷ διηρπάγη. καὶ Ἰζάτης εἰς τὰ οἰκεῖα ὑπέστρεψεν.

Οἱ δὲ τῶν Ἀδιαβηνῶν μεγιστᾶνες Οὐολογέσῃ τῷ Παρθῶν γράφουσι βασιλεῖ, ἀξιοῦντες ἀποκτεἶναι μὲν τὸν Ἰζάτην, καταστήσαι δὲ σφίσι δυνάστην ἐκ Παρθῶν· μισεῖν γὰρ τὸν ἑαυτῶν βασιλέα ξένῃ θρησκείᾳ προσηλυτεύσαντα. ὁ γοῦν Πάρθος αὐτίκα μετὰ πλείστης δυνάμεως ὥρμησε, καὶ ὁ Ἰζάτης ἀντεστρατοπεδεύσατο. σταλεὶς δέ τις ἐκ τοῦ Πάρθου ἔλεγε τῷ Ἰζάτῃ ὁπόση ἐστὶ τῶν Παρθῶν ἡ δύναμις, καὶ ὡς Οὐολογέσης ἀπειλεῖ δίκας εἰσπράξειν αὐτόν, ἀχάριστον περὶ δεσπότας γενόμενον· ῥύσασθαι γὰρ αὐ- [*](P) τὸν τῶν αὐτοῦ χειρῶν οὐδὲ τὸν θεὸν ὃν σέβει δυνήσεσθαι. πρὸς ταῦτα ὁ Ἰζάτης τὴν μὲν δύναμιν τῶν Παρθῶν γινώσκειν ἀνταπεκρίνατο, εἰδέναι δ’ ἀνθρώπων τὸν θεὸν δυνατώτερον. ταῦτα εἶπε καὶ ἱκέτευε τὸν θεόν. κατ’ ἐκείνην οὑν τὴν νύκτα ἐπιστολὰς ὁ Οὐολογέσης δεξάμενος πολεμίους ἐμβαλόντας τῇ Παρθυηνῇ ταύτην πορθεῖν, αὐτίκα σπεύδων

41
ἀνέζευξεν ἄπρακτος. καὶ οὕτως Ἰζάτης προμηθείᾳ θεοῦ τὰς ἀπειλὰς τοῦ Πάρθου διέφυγε. μετὰ δέ τινα χρόνον θνήσκει, πεντήκοντα καὶ πέντε ζήσας ἐνιαυτούς, εἴκοσι δὲ καὶ τέσσαρας ἀνύσας ἐν τῇ ἀρχῇ· θνήσκει δ’ ἑαὶ παισὶν εἴκοσι καὶ τέσσαρσιν ἄρρεσι καὶ τοσαύταις θηλείαις. τὴν δ’ ἀρχὴν τῷ ἀδελφῷ Μονοβάζῳ κατέλιπεν.

Φάδου μέντοι τῆς Ἰουδαίας ἐπιτροπεύοντος ἀνήρ [*](C)

τις γόης Θευδᾶς ὄνομα πείθει τὸν πλεῖστον ὄχλον ἀναλαβόντα τὰς κτήσεις ἕπεσθαι πρὸς τὸν Ἰορδάνην αὐτῷ· προφήτης γὰρ ἔλεγεν εἶναι καὶ σχίσαι τὸν ποταμὸν προστάγματι δύνασθαι καὶ πλείστους ἠπάτησε. πέμψας δ᾿ ἐπ’ αὐτοὺς ἴλην ἱππέων ὁ Φάδος πολλοὺς μὲν ἀνεῖλεν, οὐ μείους δ᾿ ἐζώγρησε, καὶ αὐτὸν τὸν Θευδᾶν, οὗ τὴν κεφαλὴν ἐκτεμόντες ἐκόμισαν εἰς Ἱεροσόλυμα. Φάδον δὲ Τιβέριος Ἀλέξανδρος διεδέξατο, Ἀλεξάνδρου τοῦ ἀλαβαρχήσαντος ἐν Ἀλεξανδρείᾳ υἱός. καὶ οἶ παῖδες δὲ τοῦ Γαλιλαίου Ἰούδα Ἰάκωβος καὶ Σίμων, τοῦ τὸν λαὸν ἀποστήσαντος Κυρηνίου τιμητεύοντος, ἀνῃρέθησαν, οὓς [*](D) ἀνεσταύρωσεν ὁ Ἀλέξανδρος. ὁ δὲ τῆς Χαλκίδος βασιλεύων Ἡρώδης μεταστήσας τῆς ἀρχιερωσύνης Ἰωσὴφ τὸν τοῦ Κεμεδῆ, Ἀνανίᾳ τῷ τοῦ Νεδεβαίου παρέσχεν αὐτήν. Τιβερίῳ δὲ Ἀλεξάνδρῳ Κούμανος ἦλθε διάδοχος. ἐν ὀγδόῳ δ’ ἔτει τῆς Κλαυδίου μοναρχίας Ἡρώδης ὁ τοῦ μεγάλου Ἀγρίππου ἀδελφὸς τελευτᾷ ἐφ’ υἱέσι τρισί· τὴν δ’ ἀρχὴν αὐτοῦ τῷ νεωτέρῳ Ἀγρίππᾳ δέδωκε Κλαύδιος.

Κουμάνου δὲ τῆς Ἰουδαίας ἐπιτροπεύοντος πλῆθος κατὰ τὴν ἑορτὴν τοῦ πάσχα εἰς Ἱεροσόλυμα [*](Cap. 14. Iosephi Ant. 20, 5.)

42
ἤθροιστο. ἵνα γοῦν μή τι νεωτερισθείη παρὰ τοῦ πλήθους ὄντος πολλοῦ, στρατιώτας ἐνόπλους ἐπὶ τῶν τοῦ ἱεροῦ στοῶν ὁ Κούμανος ἔστησε καταστε- λοῦντας τὸν θόρυβον, ἐὰν γένηται· τοῦτο θὲ καὶ οἱ πρὸ αὐτοῦ ἐποίουν. τετάρτῃ δ᾿ ἡμέρᾳ τῆς ἑορτῆς στρατιώτης τῶν ἐν ταῖς στοαῖς ἀνακαλυψάμενος τὴν αἰδῶ τοῖς πλήθεσιν ἐπεδείκνυεν. οἱ δ᾿ ἐθυμοῦντο ὡς εἰς τὸν θεὸν τοῦ στρατιώτου ἠσεβηκότος, καὶ οἶ θρασύτεροι τὸν Κούμανον ἐβλασφήμουν. καὶ ὃς πρὸς τὰς βλασφημίας ἠρέθιστο, καὶ κελεύει τὸ στράτευμα πᾶν ἥκειν εἰς τὴν Ἀντωνίαν τό φρούριον τῷ ἱερῷ ἐπικείμενον. τὸ πλῆθος οὑν τοὺς ὁπλίτας θεασάμενον εἰς φυγὴν ὥρμησε, καὶ τῶν ἐξόδων στενῶν οὐσῶν συνωθούμενοι κατὰ τὴν φυγὴν πολλοὶ ὑπ’ ἀλλήλων συνθλιβόμενοι καὶ συμπατούμενοι διεφθάρησαν, ὡς δύο μυριάδας ἀριθμηθῆναι τοὺς τότε διαφθαρέντας καὶ πένθος ἦν ἀντὶ πανηγύρεως.

[*](P)

Οὔπω τὸ πένθος τοῦτο κατηύναστο καὶ κακὸν προστίθεται ἕτερον. τινὲς γὰρ τῶν ἐπὶ νεωτερισμοῖς ἡδομένων Στέφανόν τινα δοῦλον τοῦ Καίσαρος ὁδοιποροῦντα λῃστεύσαντες ἅπασαν αὐτοῦ τὴν κτῆσιν ἁρπάζουσι. διὸ πέμπει στρατιώτας ὁ Κούμανος, κελεύσας αὐτοῖς τὰς πλησίον χώρας ληίσασθαι καὶ τοὺς ἐπιφανεστάτους αὐτῶν δεσμίους ἐπ’ αὐτὸν ἀγαγεῖν. τῆς δὲ τῶν χωρίων ἐκείνων πορθήσεως γινομένης νεανίας τις τῶν στρατιωτῶν θρασὺς καὶ ἀτάσθαλος τοῖς Μωυσέως ἐντυχὼν νόμοις ἔν τινι κώμῃ σεβασμίως κειμένοις ἐπ’ ὄψεσι πολλῶν διέρρηξεν αὐτοὺς βλασφημῶν καὶ κατακερτομῶν. προσίασιν οὑν τῷ Κουμάνῳ οἱ Ἰουδαῖοι, ἱκετεύοντες μὴ αὐτούς, ἀλλὰ τὸν θεόν, οὗπερ οἶ νόμοι καθυβρίσθησαν ἐκδι- [*](C) κῆσαι. καὶ ὁ Κούμανος δείσας μὴ τὸ πλῆθος πάλιν

43
νεωτερίσειε, τὸν ἐνυβρίσαντα τοῖς νόμοις πελεκίσας τὴν στάσιν κατέπαυσεν.

Ἀλλὰ καὶ Σαμαρείταις ἔχθρα πρὸς Ἰουδαίους ἐγένετο· ἡ δ’ αἰτία ἦν αὕτη. Γαλιλαῖοι εἰς Ἱεροσόλυμα λύμα πορευόμενοι διά τινος κώμης ὥδευον τῶν Σαμαρειτῶν, καί τινες αὐτοῖς ἐπιθέμενοι πολλοὺς ἀνεῖλον. οἶ πρῶτοι τοίνυν τῶν Γαλιλαίων τῷ Κουμάνῳ προσίασι, παρακαλοῦντες τοὺς ἀνῃρημένους ἐκδικηθῆναι. ὁ δὲ δωροδοκηθεὶς τῆς ἐκδικήσεως οὐκ ἐφρόντισεν. ἀγανακτήσαντες οὖν οἶ Γαλιλαῖοι πρὸς ὅπλα ἐχώρησαν, καὶ κώμας τινὰς τῶν Σαμαρέων ἐμπρήσαντες διαρπάζουσι. Κούμανος δὲ σὺν δυνάμει τοῖς [*](D) Γαλιλαίοις ἐπῆλθε, καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινε, πλείους δὲ ζῶντας εἷλεν. οἶ πρῶτοι δέ γε τῶν Ἱεροσολύμων μεταμφιασάμενοι σάκκους καὶ τὰς κεφαλὰς σποδῷ καταπάσαντες παρεκάλουν τοὺς ἀφεστῶτας μεταθέσθαι τὸν λογισμόν καὶ τὰ ὅπλα ῥίψαντας ἠρεμεῖν· καὶ ἔπεισαν. οἱ μὲν οὖν διελύθησαν, ἡ χώρα δ’ ἐξ ἐκείνου λῃστηρίων πεπλήρωτο. Σαμαρεῖς δὲ πρὸς Κουαδράτον τῆς Συρίας ἡγεμονεύοντα τῶν Ἰουδαίων ὡς ἐμπρησάντων κώμας αὐτῶν. Ἰουδαῖοι δὲ Σαμαρεῖς ᾐτιῶντο ὡς αἰτίους τῆς στάσεως, καὶ πρὸ αὐτῶν Κούμανον, δώροις διεφθαρμένον καὶ τοὺς ἀνῃρημένους μὴ ἐκδικήσαντα. Κουαδράτος δὲ ὑπερέθετο τὴν κρίσιν, εἰπὼν ἥξειν εἰς τὴν Ἰουδαίαν κἀκεῖ τὴν ἀλήθειαν γνοὺς ἀποφήνασθαι. ἧκεν οὖν εἰς Σαμάρειαν, καὶ ἐξετάσας τὰ πεπραγμένα, αἰτίους τῆς ταραχῆς διέγνω τοὺς Σαμαρεῖς· Ἰουδαίους δὲ οὓς δεδεμένους εἶχεν ὁ Κούμανος, ἀνεσταύρωσεν ὡς νεωτερίσαντας. τοὺς δὲ περὶ Ἀνανίαν τὸν [*](Cap. 15. Iosephi Ant. 20, 6, §. 1—8, §.)

44
ἀρχιερέα καὶ τὸν στρατηγὸν Ἄνανον δήσας εἰς Ῥώμην ἀπέστειλε, λόγον περὶ τῶν πεπραγμένων Κλαυδίῳ ὑφέξοντας. κελεύει δὲ καὶ τοῖς Σαμαρέων καὶ Ἰουδαίων πρώτοις καὶ Κουμάνῳ τῷ ἡγεμόνι καὶ τῷ χιλιάρχῳ Κέλερι ἀφικέσθαι καὶ αὐτοὺς πρὸς τὸν αὐ- [*](P) τοκράτορα, κριθησομένους περὶ τῶν πρὸς ἀλλήλους ζητήσεων. ἀπελθόντων δέ, δικαστὴς καθίσας ὁ Κλαύδιος, καὶ γνοὺς τοὺς Σαμαρεῖς τῶν κακῶν ἀρχηγούς, τοὺς ἀναβάντας πρὸς αὐτὸν ἀναιρεθῆναι ἐκέλευσε, φυγὴν δὲ τοῦ Κουμάνου κατεψηφίσατο, τὸν μέντοι Κέλερα τὸν χιλίαρχον εἰς Ἱεροσόλυμα ἀπαχθῆναι ἐκέλευσε καὶ συρέντα πάντων ὁρώντων διὰ τῆς πόλεως οὕτως ἀναιρεθῆναι.

Πέμπει δὲ ὁ Καῖσαρ Φήλικα τῶν Ἰουδαίων ἐπιτροπεύσοντα· Ἀγρίππᾳ δὲ δωρεῖται τὴν Φιλίππου τετραρχίαν καὶ Βαταναίαν καὶ τὴν Τραχωνῖτιν σὺν Αβέλλᾳ, αὗται δὲ Λυσανίου ἦσαν τετραρχίαι, τὴν δὲ Χαλκίδα ἀφαιρεῖται αὐτόν, ἔτη τέσσαρα ταύτης ἄρζαντα. ὁ δ’ Ἀγρίππας ἐκδίδωσι πρὸς γάμον Ἀζίζῳτῷ Ἐμέσων βασιλεῖ, περιτμηθῆναι θελήσαντι, Δρού- [*](C) σιλλαν τὴν ἀδελφήν, τοῦ Ἐπιφανοῦς Ἀντιόχου παραιτησαμένου τὸν γάμον, ὅτι μὴ ἰουδαΐσαι καὶ Μαριὰμ κατηγγύησεν Ἀρχελάῳ τῷ Ἑλκίου παιδί, ὑπ’ Ἀγρίππα τοῦ πατρὸς πρῴην μνηστευθεῖσαν αὐτῷ. Φῆλιξ δὲ τῆς Ἰουδαίας ἐπιτροπεύων, καὶ τὴν Δρούσιλλαν ἰδὼν κάλλους περιττῶς ἔχουσαν, ἑάλω τῷ ταύτης ἔρωτι, καὶ πείθει καταλιποῦσαν τὸν ἄνδρα αὐτῷ γαμηθῆναι. τεκοῦσα δ’ ἐξ αὐτοῦ παῖδα Ἀγρίππαν αὐτὸν ὠνόμασε. λέγεται δὲ κατὰ τοὺς Τίτου χρόνους ἡ γυνὴ σὺν τῷ παιδὶ νεανίᾳ γεγενημένῳ ἀφανισθῆναι κατὰ τὸ Βέσβιον ὄρος, πυρφόρον ὂν καὶ τότε μᾶλλον ἐκπυρωθέν. Βερνίκη δὲ ἑτέρα

45
ἀδελφὴ τοῦ Ἀγρίππου, συνοικοῦσα Ἡρώδῃ τῷ θείῳ, θανόντος ἐκείνου Πολέμωνι συνηρμόσθη, περιτμηθῆναι [*](D) θελήσαντι, διὰ τὴν φήμην τὴν λέγουσαν αὐτὴν τῷ ἀδελφῷ συνιέναι κατ’ ἔρωτα, ἵν οὕτω τὴν διαβολὴν ἀποφήνῃ ψευδῆ. οὐ μὴν ἔμεινεν ὁ γάμος ἐπὶ πολύ, τῆς Βερνίκης καταλιπούσης τὸν Πολέμωνα.

Τελευτᾷ δὲ Κλαύδιος Καῖσαρ βασιλεύσας ἔτη τρισκαίδεκα καὶ μῆνας ὀκτὼ ἐφ’ ἡμέραις εἴκοσι. λόγος δὲ ἦν ὡς ὑπό τῆς γυναικὸς Ἀγριππίνης φαρμάκοις ἀνῄρητο· ἧς πατὴρ ἦν Γερμανικὸς ὁ Καίσαρος ἀδελφός, ἀνὴρ δὲ Δομέτιος Αἰνόβαρβος τῶν ἐπισήμων ἐν Ῥώμῃ, οὗ τελευτήσαντος χηρεύουσαν αὐτὴν ὁ Κλαύδιος ἄγεται ἔχουσαν καὶ παῖδα Δομέτιον ὁμώνυμον τῷ πατρί. προανῃρήκει γὰρ τὴν γυναῖκα Μεσσαλῖναν διὰ ζηλοτυπίαν, ἐξ ἧς παῖδας εἶχε Βρεττανικὸν καὶ Ὀκτάβιον. καὶ Ὀκταβίαν δὲ πρεσβυτάτην τῶν ἀδελφῶν ἐκ προτέρας ἑτέρας γυναικὸς εἶχεν, ἣν τῷ Νέρωνι ἥρμοσε· τοῦτο γὰρ τὸν τῆς Ἀγριππίνης υἱὸν τὸν Δομέτιον μετωνόμασεν ὕστερον ὁ Καῖσαρ, εἰσποιησάμενος αὐτόν. ἴνα τοίνυν τούτῳ τὴν αὐταρχίαν περιποιήσηται ἡ μήτηρ Ἀγριππῖνα, κτείνει φαρμάκῳ τὸν Κλαύδιον. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς οἰκείοις καιροῖς καὶ τόποις εἰρήσεται, ὁ δὲ λόγος τῆς ἀκολουθίας ἐχέσθω.

Εἶχε μὲν οὖν ὁ Νέρων μετὰ Κλαύδιον τὴν τῶν [*]() [*](B) Ρωμαίων ἀρχήν, τὰ δὲ κατὰ τὴν Ἰουδαίαν ἐπεδίδου πρὸς τὸ χεῖρον διηνεκῶς, καὶ λῃστηρίων ἡ χώρα ἐμπέπληστο καὶ γοήτων ἀπατώντων τὸν ὄχλον, ὧν πολλοὺς ὁ Φῆλιξ συλλαμβάνων ἀνῄρει. ἔχων δὲ ἀπεχθῶς πρὸς Ἰωνάθην τὸν ἀρχιερέα ὁ Φῆλιξ, πολλάκις [*](Cap. 16. Iosephi Ant. 20, 8, §. 59.)

46
αὐτὸν νουθετοῦντα περὶ τοῦ κρειττόνως προίστασθαι τῶν κατὰ τὴν Ἰουδαίαν, πρόφασιν ἐζήτει δι’ ἣν τὸν ἐνοχλοῦντα συνεχῶς μεταστήσεται· καὶ διὰ τῶν λῃστῶν αὐτὸν ἀναιρεῖ, οἱ ἐν τῷ ναῷ παραγεγονότες ὡς προσκυνήσοντες καὶ ξιφίδια φέροντες ὑπὸ τὰς ἐσθῆτας ἀνεμίχθησαν τό πλήθει καὶ τὸν Ἰωνάθην ἀνεῖλον. [*](C) ἀνεκδικήτου δὲ τοῦ τολμήματος μείναντος, ἀδεῶς οἶ λῃσταὶ ἀναβαίνοντες οὑς μὲν οἰκείους ἐχθροὺς ἀνῄρουν, οὓς δ’ ἑτέρων ἐπὶ μισθῷ. γόητες δὲ καὶ ἀπατεῶνες ἄνθρωποι τόν ὄχλον ἀνέπειθον ἕπεσθαι σφίσιν εἰς τὴν ἐρημίαν, δείξουσιν ἐναργῆ σημεία καὶ τέρατα γινόμενα ἐκ θεοῦ· ὧν πολλοὺς ὁ Φῆλιξ ἐκόλαζεν. οἶ δέ γε λῃσταὶ τὸν δῆμον εἰς τὸν πρὸς Ῥωμαίους ἠρέθιζον πόλεμον, θέλοντες μὴ ὑπακούειν αὐτῶν, καὶ τὰς τῶν μὴ πειθομένων κώμας ἐμπιπρῶντες διέφθειρον.

Σύρων δὲ καὶ Ἰουδαίων τὴν Καισάρειαν οἰκούντων οἱ μὲν Ἰουδαῖοι πρωτεύειν ἠξίουν ὡς Ἡρώδου [*](D) τοῦ σφῶν βασιλέως τὴν πόλιν ἐγείραντος, Σύροι δὲ τὰ μὲν περὶ τὸν Ἡρώδην ὡμολόγουν, ἔφασαν δὲ καὶ πρῴην πόλιν εἶναι Στράτωνος καλουμένην πύργον, καὶ μηδένα τότε τὴν πόλιν Ἰουδαῖον οἰκεῖν. διὰ ταῦτα τοίνυν τόν Καισαρέων στασιαζόντων, οἱ τῆς χώρας ἐπιμελούμενοι πληγαῖς τοὺς αἰτίους ᾐκίσαντο, καὶ πρὸς ὀλίγον τὸν θόρυβον κατεκοίμισαν. πλούτῳ δὲ τῶν Σύρων οἱ Ἰουδαῖοι προέχοντες, καὶ διὰ τοῦτο καταφρονοῦντες αὐτόν, ἐβλασφήμουν αὐτούς. οἱ δὲ χρήμασι μὲν ἡττώμενοι, θαρροῦντες δὲ ὅτι πλεῖστοι τῶν ὑπὸ Ῥωμαίους στρατευομένων Καισαρεῖς ἤσαν, μέχρι μέν τινος καὶ αὐτοὶ λόγοις τοὺς Ἰουδαίους ἀνθύβριζον· εἶτα λίθοις ἀλλήλους ἔβαλλον, ἕως πολλοὶ ἐτρώθησάν τε καὶ ἔπεσον ἀμφοτέρωθεν· νικῶσι δὲ

47
Ἰουδαῖοι. ὁ μέντοι Φῆλιξ παύσασθαι τοὺς Ἰουδαίους ἐκέλευε, καὶ μὴ πειθομένοις τοὺς στρατιώτας ἐπαφίησι· καὶ πολλοὺς μὲν ἀνεῖλε, πλείους δὲ ζῶντας συνέσχε, καὶ οἰκίας διαρπάζειν τοῖς στρατιώταις ἐπέτρεψεν. οἱ δὲ τῶν Ἰουδαίων ἐπιεικέστεροι καὶ οἶ προύχοντες παρεκάλουν τὸν Φήλικα τοὺς στρατιώτας ἀνακαλέσασθαι καὶ φείσασθαι αὐτῶν, δοῦναί τε ἐπὶ τοῖς πεπραγμένοις μετάνοιαν. καὶ ὁ Φῆλιξ ἐπείσθη.

Ὁ δὲ βασιλεὺς Ἀγρίππας δίδωσι τὴν ἀρχιερωσύνην Ἰσμαὴλ υἱῷ τοῦ Φαβεί. ἴσχον δὲ πρὸς ἀλλήλους στάσιν οἴ τε ἀρχιερεῖς καὶ ἱερεῖς σὺν τοῖς πρώτοις τῶν Ἱεροσολυμιτῶν, καὶ ἐκακολόγουν ἀλλήλους καὶ λίθοις ἔβαλλον, καὶ ὁ ἐπιπλήξων καὶ τὴν στάσιν κωλύσων οὐκ ἦν. ἐς τοσοῦτον δὲ οἱ ἀρχιερεῖς ἠναιδεύσαντο [*](P) ὡς καὶ πέμπειν ἐπὶ τὰς ἅλωνας καὶ βίᾳ λαμβάνειν τὰς τοῖς ἱερεῦσιν ὀφειλομένας δεκάτας, ὅθεν οἱ ἄποροι τῶν ἱερέων ὑπ’ ἐνδείας ἀπέθνησκον Πορκίου δὲ Φήστου ὑπὸ Νέρωνος σταλέντος διαδόχου τῷ Φήλικι, οἶ Καισαρεῖς Ἰουδαῖοι κατηγόρησαν τοῦ Φήλικος παρὰ Νέρωνι· καὶ τάχα ἂν ἔτισε δίκας τῶν εἰς αὐτοὺς ἀδικημάτων, εἰ μὴ Πάλλας ὁ ἀδελφὸς αὐτοῦ μέγα δυνάμενος παρὰ Νέρωνι τὴν αὐτοῦ ὀργὴν παρῃτήσατο. καὶ οἱ ἐν Καισαρείᾳ δὲ Σύροι Βήρυλλον τὸν Νέρωνος παιδαγωγὸν δεξιωσάμενοι χρήμασιν, ἐπιστολὴν κομίζονται Καίσαρος δι’ αὐτοῦ τὴν Ἰουδαίαν ἰσοπολιτείαν τοῖς ἐν Καισαρείᾳ Σύροις ἄκυρον ἀποφαίνουσαν. ἐξ ἧς τὰ μετὰ ταῦτα [*](C) κακὰ τῷ ἔθνει ἐφύησαν διὰ ταύτην γὰρ τὴν ἐπιστολὴν Ἰουδαῖοι πρὸς τοὺς Σύρους μᾶλλον στάσεως εἴχοντο, μέχρις ἂν ἀνήφθη ὁ πόλεμος.

Φῆστος δὲ εἰς τὴν Ἰουδαίαν ἐλθὼν κακουμένην [*](Cap. 17. Iosephi Ant. 20, 8, §. 10—11, §. 1.)

48
εὗρε ταύτην ὑπὸ λῃστῶν. καὶ οἱ σικάριοι γὰρ καλούμενοι, λῃσταὶ δὲ καὶ οὗτοι ἤσαν, τότε μᾶλλον εἰς πλῆθος συνέστησαν, χρώμενοι ξιφιδίοις ἐπικαμπέσι καὶ ὁμοίοις ταῖς ὑπὸ Ῥωμαίων καλουμέναις σίκαις, ἀφ’ ὧν καὶ σικάριοι ὠνομάσθησαν· οἳ κατὰ τὰς ἑορτὰς τῷ πλήθει ἀναμιγνύμενοι οὓς ἐβούλοντο ῥᾳδίως ἀπέσφαττον, καὶ τὰς κώμας δὲ διήρπαζόν τε καὶ ἐνεπίμπρασαν. πέμπει δὲ Φῆστος δύναμιν ἐπὶ τοὺς ἀπατηθέντας ὑπό τινος γόητος, σωτηρίαν ἐπαγγελ- [*](D) λομένου τοῖς ἕπεσθαι θέλουσι μέχρι τῆς ἐρημίας αὐτῷ· κἀκεῖνόν τε τὸν ἀπατεῶνα καὶ τοὺς οἱ πεμφθέντες διέφθειραν.

Ὁ μέντοι βασιλεὺς Ἀγρίππας οἴκημά τι μέγα δομησάμενος ἐν τοῖς βασιλείοις, ἐκεῖθεν ἐθεᾶτο τὰ ἐν τῷ ἱερῷ ἐνεργούμενα. πρὸς τοῦτο δ’ ἐχαλέπαινον οἷ τῆς πόλεως. τοῖχον οὖν ἐγείρουσιν, ὅς οὐ τῆς βασιλικῆς οἰκίας μόνης τὴν ἄποψιν ὑπετέμνετο, ἀλλὰ καὶ τῆς πρὸς δύσιν στοᾶς, ἔνθα τὰς φυλακὰς Ῥωμαῖοι ταῖς ἑορταῖς ἐποιοῦντο διὰ τὸ ἱερόν. ἐπὶ τούτοις ἠγανάκτησεν ὁ Ἀγρίππας, καὶ πλέον ὁ Φῆστος, καὶ καθελεῖν τὸν τοῖχον ἐβούλετο. οἱ δὲ παρεκάλεσαν ἐνδοθῆναι αὐτοῖς δεηθῆναι τοῦ Καίσαρος. καὶ συγ- χωρήσαντος Φήστου, πέμπουσι δέκα ἐκ τῶν πρώτων πρὸς Νέρωνα καὶ Ἰσμαὴλ τὸν ἀρχιερέα καὶ Ἑλκίαν τὸν γαζοφύλακα. καὶ ὁ Νέρων τῇ γυναικὶ Ποππαίᾳ ὑπὲρ Ἰουδαίων ἀξιούσῃ χαριζόμενος ἐκέλευσεν ἐᾶν τὴν οἰκοδομήν. καὶ ἡ Ποππαία τοὺς μὲν ἄλλους ἀφῆκεν ἐπανελθεῖν, τὸν δὲ Ἰσμαὴλ καὶ τὸν Ἑλκίαν κατέσχε παρ’ ἑαυτῇ ὁμηρεύσοντας. καὶ ὁ βασιλεὺς Ἀγρίππας ταῦτα πυθόμενος δίδωσι τὴν ἀρχιερωσύνην Ἰωσὴφ τῷ καλουμένῳ Δεκαβί, υἱῷ τοῦ ἀρχιερατεύσαντος Σίμωνος· εἶτα τῷ Ἄννᾳ υἱῷ τοῦ

49
Ἄννα ταύτην ἐξ Ἰωσὴφ ἀφελόμενος προσεκλήρωσεν.

Οὗτος οὖν ὁ νέος Ἄννας τὴν ἀρχιερωσύνην παρειληφὼς τολμητίας ἦν καὶ θρασύς. Φήστου τοίνυν [*](P) θανόντος, καὶ Ἀλβίνου μήπω καταλαβόντος τὴν Ἰουδαίαν, ὃς ἀντὶ Φήστου παρὰ Νέρωνος ἐστάλη τῆς Ἰουδαίας ἐπίτροπος, καθίσας συνέδριον, ἵν᾿ αὐτοῖς τοῖς Ἰωσήπου χρήσωμαι ῥήμασι, παράγει τὸν ἀδελφὸν Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ, Ἰάκωβος ὄνομα αὐτῷ, καί τινας ἑτέρους, ὡς παρανομησάντων κατηγορῶν αὐτῶν, καὶ παρέδωκε λευσθησομένους. μένους. ὅσοι δὲ τῶν κατὰ τὴν πόλιν ἐδόκουν ἐπιεικέστατοι καὶ περὶ τοὺς νόμους ἀκριβεῖς, βαρέως ἤνεγκαν ἐπὶ τούτῳ, καὶ κατεῖπον αὐτοῦ καὶ πρὸς Ἀλβῖνον καὶ πρὸς Ἀγρίππαν. διὸ τὴν ἀρχιερωσύνην ἀφελόμενος ὁ βασιλεὺς ἐξ αὐτοῦ, μῆνας ἄρξαντος τρεῖς, Ἰησοῦν τὸν τοῦ Μνασέα κατέστησεν.

[*](C)

Ἀλβῖνος δ’ ἐλθὼν εἰς Ἱεροσόλυμα σπουδὴν εἰσήνεγκεν εἰρηνεύειν τὴν χώραν, καὶ πολλοὺς τῶν σικαρίων διέφθειρεν. Ἀγρίππας δὲ τὴν ἀρχιερωσύνην δίδωσι Ἰησοῦ τῷ τοῦ Γαμαλιήλ, παύσας τὸν τοῦ Μνασέα Ἰησοῦν. στάσις οὖν τῶν ἀρχιερέων ἐγένετο, προσεταιρισαμένων τοὺς θρασυτάτους, καὶ μέχρι λίθων ἡ στάσις ἐξ ὕβρεων τῶν πρός ἀλλήλους προυχώρησεν. ὅθεν ἐξ ἐκείνου τοῦ χρόνου μάλιστα κακῶς ἔχειν τὴν τῶν Ἱεροσολύμων πόλιν συμβέβηκε, καὶ πάντα ἐπὶ τὸ χεῖρον προέκοπτον. Ἀλβῖνος δὲ Γέσσιον Φλῶρον μαθὼν ἀφικνεῖσθαί οἱ διάδοχον, προαγαγὼν τοὺς δεσμώτας, ὅσοι ἦσαν αὐτῷ προδήλως θανεῖν ἄξιοι, τούτους μὲν ἀναιρεθῆναι προσ- [*](8 Ἰωσήπου] Antiq. 20, 9, )

50
ἔταξε, τοὺς δ’ ἐκ μικρῶν αἰτιῶν καθειργμένους χρήματα [*](D) λαμβάνων ἀπέλυε. καὶ οὕτως ἡ μὲν εἰρκτὴ τῶν δεσμωτῶν ἐκενώθη, ἡ χώρα δὲ λῃστῶν ἐπληρώθη. ὁ δ’ Ἀγρίππας τὸν τοῦ Γαμαλιήλ Ἰησοῦν τῆς ἀρχιερωσύνης ἐκβαλὼν Ματθίᾳ τῷ Θεοφίλου προσένειμεν, ἐφ’ οὗ ὁ πρὸς Ῥωμαίους ἤρξατο πόλεμος. Ἤρξατο μὲν οὖν ἡ ἀρχιερωσύνη ἐξ Ἀαρών, δὲ ἐκείνου οἱ παῖδες αὐτοῦ αὐτὴν διεδέξαντο, καὶ ἐξ ἐκείνων τοῖς ἀπ’ αὐτῶν διέμεινεν ἡ τιμή. ὅθεν πάτριον ἦν Ἰουδαίοις μηδένα τὴν ἀρχιερωσύνην λαμβάνειν, κἂν βασιλεὺς ἢν αὐτῆς ἐφιέμε- νος , εἰ μὴ τοὺς ἐξ αἵματος Ἀαρών· εἰ καὶ οὐ μέχρι παντὸς τὸ ἔθος τοῦτο τετήρητο. ἐγένοντο οὑν πάντες ἀπὸ Ἀαρὼν μέχρι Φινεὲς τοῦ κατὰ τὸν πόλεμον ὑπὸ τῶν στασιασάντων ἀναδειχθέντος ὀγδοήκοντα καὶ τρεῖς. Γέσσιος δὲ Φλῶρος εἰς Ἰουδαίαν Ἀλβίνου διάδοχος ἀφικόμενος πολλῶν ἐνέπλησεν Ἰουδαίους κακῶν, τοσοῦτον δὲ γέγονε κάκιστος ὥστε διὰ τὴν ὑπερβο- Λὴν τῆς αὐτοῦ κακίας ἐπαινεῖσθαι τὸν Ἀλβῖνον ὡς εὐεργέτην. ὁ μὲν γὰρ τὴν πονηρίαν ἐπέκρυπτε καὶ ἀδικῶν μὴ γίνεσθαι κατάφωρος ἔσπευδε, Φλῶρος δὲ ἀπαρακαλύπτως καὶ ἀναιδῶς τὰς εἰς τὸ ἔθνος παρανομίας ἐποίει, ὥσπερ ἐπιδεικνύμενος. καὶ τί δεῖ τῶν ἐκείνου κακῶν ἀπαριθμεῖν τὸ καθ’ ἕκαστον ; τοσῦτον δ' εἰπὼν δηλώσω τὸ πᾶν, ὅτι ὁ τοὺς Ἰουδαίους τὸν πρὸς Ῥωμαίους ἄρασθαι πόλεμον βιασάμενος Φλῶρος ἦν. ἔλαβε δὲ τὴν ἀρχὴν ὁ πόλεμος δευτέρῳ [*](P) μὲν ἔτει τῆς Φλώρου ἐπιτροπῆς , δωδεκάτῳ δὲ τῆς μοναρχίας τοῦ Νέρωνος.

ἐντεῦθεν οὖν ἡ τῶν Ἰουδαίων ἀποστασία εἰς [*](Cap. 18. Iosephi Belli Iudaici libri 3 et 4.)

51
προῦπτον ἀνερράγη καὶ ὁ πόλεμος ἤρξατο. διηγήσασθαι δὲ τούτου ἕκαστα πλείονος ἂν γένοιτο πραγματείας ἢ κατὰ τὴν παροῦσαν ἐγχείρησιν. ἀλλὰ τὰ μὲν ἄλλα ἐᾶσαί μοι κέκριται, μόνα δ’ ἐπιτεμεῖν τὰ περὶ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων αὐτῶν. Οὐεσπασιανὸς γὰρ παρὰ Νέρωνος , μαθόντος τὴν Ἰου- δαίων ἀποστασίαν, τὴν τοῦ πολέμου διοίκησιν πιστευθείς, οὐ πρώτοις τοῖς Ἰεροσολύμοις προσέβαλεν, ἀλλὰ τὰς ὑπὸ τὴν μητρόπολιν ἔσπευσε πρότερον ἑλεῖν πόλεις , καὶ οὕτως αὐτὴν χειρώσασθαι τὴν μητρόπολιν. τρόπολιν. καταλαβὼν οὑν τὴν Πτολεμαί·δα, καὶ ἑνωθεὶς ἐν αὐτῇ τῷ υἱῷ Τίτῳ ἐξ Ἀλεξανδρείας ἀφικομένῳ [*](C) καὶ τὸ πεντεκαιδέκατον τάγμα κομίζοντι, σταλέντι παρ’ αὐτοῦ ἐξ Ἀχαίας, ὅπου τοῦ πολέμου στρατηγὸς κεχειροτόνητο παρὰ Νέρωνος , ἐν Ἀχαίᾳ γὰρ ἐτύγχανεν ὣν ἐκεῖνος ὅτε ἡ τῶν Ἰουδαίων ἀποστασία κατηγγέλθη αὐτῷ, κατὰ τῆς Γαλιλαίας πρότερον ὥρμησε, καὶ τῇ πόλει τῶν Ἰωταπάτων πρώτῃ προσβαλών , καὶ ἐπὶ τεσσαράκοντα πολιορκήσας ἡμέσας, πορθεῖ μὲν αὐτήν, αἱρεῖ δὲ καὶ τὸν Ἰώσηπον στρατηγοῦντα τῆς Γαλιλαίας καὶ τῆς εἰρημένης ὑπερμαχοῦντα πόλεως. ἐκεῖθεν δὲ καθ’ ἑτέρων ἐχώρει φρουρίων καὶ πολισμάτων , καὶ τὰ μὲν ὁμολογίᾳ , τὰ δὲ πολιορκίᾳ ὑπὸ Ῥωμαίους πεποίητο. καὶ ταῦτα [*](D) ἤδη κατεργασάμενος ἡτοιμάζετο καὶ αὐτῇ προσμίξαι τῇ μητροπόλει , διακειμένῃ κακῶς ἐκ τοῦ πρὸς ἀλλήλους στασιάζειν τοὺς ἐν αὐτῇ, καὶ εἰς ἐμφυλίους ἐκκυλισθῆναι μάχας καὶ ἀλλήλων σφαγάς , κἀντεῦθεν τὸ μάχιμον διαφθείρεσθαι. ἐπέσχε δὲ τῷ Οὐεσπασιανῷ τὴν ὁρμὴν ἀγγελθεὶς ὁ Νέρων τῆς αὐταρχίας ἐκπεπτωκὼς καὶ τῆς Ῥώμης λαθραίως ἐκδρὰς καὶ ἑαυτὸν ἀνελών. εἶτα Γάλβαν μαθὼν γενόμενον αὐ-
52
τοκράτορα, Τίτον πέμπει πρὸς αὐτόν, προσεροῦντά τε καὶ ὅ, τι περὶ Ἰουδαίων κελεύει πευσόμενον. ἔτι δὲ καθ’ ὁδὸν ὄντος Τίτου καὶ ὁ Γάλβας ἀνῄρητο. ὅπερ ἀκούσας ὁ Τίτος πρὸς τὸν πατέρα παλινοστεῖ. καὶ διὰ τὸ περὶ τῆς Ῥωμαίων ἀρχῆς ἀμφίβολον οὐκ ἐπεχείρουν τῇ κατὰ τῆς Ἱερουσαλὴμ προσβολῇ, ἀλλ’ ἠρέμουν ἐν Καισαρείᾳ. Γάλβου δὲ ἀνῃρημένου Ὄθων τὴν ἀρχὴν διεδέξατο. τὰ δ’ ἐν Γερμανίᾳ τυγχάνοντα τάγματα Οὐιτέλλιον ἀνηγόρευσαν αὐτοκράτορα. στείλας οὖν Ὄθων ἐπολέμει Οὐιτελλίῳ. ἡττημένων δὲ ἀπεσταλμένων Ὄθων ἑαυτὸν διεχρήσαντο. καὶ Οὐιτέλλιος εἰς Ῥώμην ἀπῄει σὺν τοῖς στρατεύμασιν ἤδη γὰρ αὐτῷ καὶ οἱ τοῦ Ὄθωνος προσεχώρησαν Οὐεσπασιανὸς δέ, εἴ τινα ἦσαν περίλοιπα τῶν Ἰουδαίων [*](P) πολίχνια μήπω ἑαλωκότα, στείλας ἐπόρθει καὶ ταῦτα, ὡς μόνην ἤδη τὴν τῶν Ἱεροσολύμων πόλιν σκοπὸν Ῥωμαίοις περιλιμπάνεσθαι. ἐνόσει δὲ δεινῶς, ὡς εἴρηται, τὰ τῆς πόλεως. ἔξωθεν μὲν γὰρ ὁ Σίμων καὶ οἱ περὶ αὐτὸν τοῖς Ἰουδαίοις Ῥωμαίων ἐτύγχανον φοβερώτεροι, ἔνδον δ’ οἱ ζηλωταὶ καλούμενοι καὶ ὁ τούτων ἐξάρχων Ἰωάννης καὶ Ῥωμαίων ἤσαν καὶ τοῦ Σίμωνος χαλεπώτεροι. σφοδρότατα δὲ βιαζομένων τοὺς ἐν τῇ πόλει τῶν ζηλωτῶν, ἠναγκά- σθησαν οἱ τοῦ δήμου τὸν Σίμωνα μετὰ τοῦ περὶ αὐ- τὸν πλήθους εἰς τὴν πόλιν παρακαλοῦντες εἰσαγαγεῖν, ὡς τάχα τῆς τῶν ζηλωτῶν τυραννίδος αὐτοὺς ἀπαλλάξοντα· ἔλαθον δὲ χείρονα καθ’ ἑαυτῶν εἰσδεξάμενοι [*](C) δεξάμενοι τύραννον. τούτων δ’ ἐν Ἱεροσολύμοις πραττομένων Οὐιτέλλιος τὴν Ῥώμην κατέλαβεν αὐτοκράτωρ τοκράτωρ ἀναρρηθείς. Οὐεσπασιανῷ δὲ μαθόντι ταῦτα τὰ οὐκ ἤρεσκε, καὶ ἀπηξίου δεσπότην ἔχειν τὸν Οὐιτέλλιον. οἱ δ' ἡγεμόνες τόν σὺν αὐτῷ ταγμάτων,
53
ἀλλὰ μὴν καὶ οἱ στρατιῶται συνελθόντες ἀναγορεύουσι τὸν Οὐεσπασιανὸν αὐτοκράτορα.

Ὁ δὲ μέλλων ἤδη ἐκπλεῖν τῷ υἱῷ Τίτῳ τὴν τῶν Ἱεροσολύμων πολιορκίαν ἀνέθετο. ὃς τὰς δυνάμεις συναγαγὼν ἀπῄει πρὸς τὰ Ἱεροσόλυμα, καὶ πρὸ τριάκοντα σταδίων ἐστρατοπεδευκώς, ἐκεῖθεν ἑξακοσίους τῶν ἐπιλέκτων ἱππέων παραλαβὼν ᾔει τήν πόλιν κατασκεψόμενος καὶ τὰ φρονήματα τῶν ἐντός. ἐπεκθέουσι θέουσι δὲ τῆς πόλεως ἄπειροι · καὶ οἱ μὲν πλεῖστοι [*](D) τῶν μετὰ Τίτου μανιώδη τὴν ὁρμὴν τῶν Ἰουδαίων ὁρῶντες ἀνεκόπησαν τοῦ πρόσω χωρεῖν, ὁ Τίτος δὲ μετ’ ὀλίγων τῶν ἄλλων ἀποτμηθεὶς εἰς μέσους τοὺς πολεμίους ἐμπεριείληπτο. καὶ γνοὺς ἐν κινδύνῳ τὰ κατ’ αὐτόν, ἐπιστρέφει τὸν ἵππον, καὶ τοῖς περὶ αὐτὸν ἐμβοήσας ἕπεσθαι ἐμβάλλει τοῖς Ἰουδαίοις, καὶ τῷ ξίφει τοὺς ἐπιόντας ἀναστέλλων ἐπὶ τὸ στρατόπεδον διασώζεται, δύο πεσόντων ἐκ τῶν ἑπομένων αὐτῶ.

Μεθ’ ἡμέραν οὖν ἐπὶ τὸν σκοπὸν ἐλθών, τόπος δ’ ἐστὶν οὕτω καλούμενος διέχων τῆς πόλεως στα- δίους ἑπτά, ὅθεν ἥ τε πόλις καὶ ὁ ναὸς καταφαίνεται, περιβαλέσθαι κελεύει στρατόπεδον. τῶν δ’ ἐν τῇ πόλει συρρηγνυμένων ἀλλήλοις ἀεί, τότε πολὺς ἐπελθὼν ὁ ἔξωθεν πόλεμος τὴν ἶριν ἀνέπαυσεν. ἐμάχοντο οὖν τοῖς βαλλομένοις στρατόπεδον οἱ Ἰουδαῖοι τῆς πόλεως ἐκτρέχοντες καὶ ἐκάκουν τοὺς ἐναντίους, μᾶλλον δ’ ἐκακοῦντο αὐτοί. λωφήσαντος δὲ πρὸς βραχὺ τοῦ θύραθεν πολέμου, πάλιν τοῖς ἔνδον ἡ στάσις ἠγείρετο. καὶ δόλῳ τὸ ἱερὸν ὁ Ἰωάννης σὺν τοῖς ζηλωταῖς κατασχών, πολλῶν ἀναιρεθέντων , κατεθάρρει τοῦ Σίμωνος.

[*](Cap. 19. Iosephi Belli Iudaici 5, §. 1 — 7, §. 4.)
54

Ὁ δὲ Τίτος ἐξομαλίσαι προσέταξε τὸ ἀπὸ τοὐ σκοποῦ μέχρι τοῦ τείχους διάστημα. καὶ τὸ μὲν ἐγίνετιο, νετο , Ἰουδαίοις δὲ κατὰ Ῥωμαίων ἐνέδρα τις μεμηχάνητο. χάνητο. οἱ γὰρ τολμηρότεροι τῶν στασιαστῶν προελθόντες τῆς πόλεως , ὡς ἐκβεβλημένοι δῆθεν ὑπὸ [*](P) τῶν τὰ εἰρηνικὰ φρονούντων , περὶ τὸ τεῖχος ἤσαν εἰλούμενοι· ἄλλοι δὲ στάντες ἐπὶ τοῦ τείχους, ὡς ἐκ τοῦ δήμου τυγχάνοντες , εἰρήνην ἐβόων καὶ δεξιὰν ᾐτοῦντο, καλοῦντες τοὺς Ῥωμαίους ὡς τὰς πύλας ἀνοίξοντες. τοῖς μὲν οὖν στρατιώταις οὐδὲν ὑπωπτεύετο, καὶ ἐχώρουν ἐπὶ τὸ ἔργον, Τίτῳ δὲ δι’ ὑπο- ψίας ἦν τῆς ἐπικλήσεως τὸ παράλογον. πρὸ μιᾶς γὰρ ἡμέρας διὰ τοῦ Ἰωσήπου ἐπὶ συμβάσεις αὐτοὺς προ- καλούμενος, οὐδὲν φρονοῦντας εὕρισκε μέτριον. μένειν οὖν κατὰ χώραν τοὺς στρατιώτας ἐκέλευε. φθασάντων τινων πρὸς τὰς πύλας δραμεῖν, τὸ μὲν πρῶτον οἱ ἐκβεβλῆσθαι δοκοῦντες ὑπέφευγον, ὡς δὲ μεταξὺ τῶν τῆς πόλεως ἐγένοντο πύργων, ἐξέθεον [*](C) καὶ ἐκύκλουν αὐτούς. καὶ οἱ ἐπὶ τοῦ τείχους βέλη κατ’ αὐτῶν ἠφίεσαν καὶ λίθους ἠκόντιζον καὶ ἀνεῖλον συχνοὺς καὶ πλείους κατέτρωσαν. καὶ οἶ μὲν Ἰουδαῖοι ἐσκίρτων τοὺς θυρεοὺς ἀνασείοντες, τοῖς δὲ στρατιώταις ὁ Τίτος ἠπείλει καὶ οἱ ταξίαρχοι.

Ἤδη δὲ τοῦ πρὸ τῶν τειχῶν χώρου ἐξισωθέντος, ἐκεῖ μεταθεῖναι βουλόμενος τὸ στρατόπεδον, τὸ καρτερώτατον τῆς δυνάμεως ἀντιπαρεξέτεινε ἐξέτεινε τῷ τείχει, καὶ οὕτω πεφραγμένων Ἰουδαίοις τῶν ἐκδρομῶν, ἐστρατοπεδεύσαντο οἶ Ῥωμαῖοι ἐκεῖ. τρισὶ δὲ τείχεσιν σιν ἡ πόλις περιεβέβλητο · ὄπου δ’ ἡ φύσις τοῦ τόπον που ταύτην ὠχύρου , ἐνὶ περιβόλῳ διέζωστο. οὕτω δ' ἐχούσης τῆς πόλεως ἄπορος ἐδόκει τῷ Τίτῳ ἡ [*](D) προσβολή. τέως δ’ οὖν ἔδοξε κατὰ τὸ Ἰωάννου τοῦ

55
ἀρχιερέως μνημεῖον προσβάλλειν. καὶ τοῖς δῃοῦν τὰ πρὸ τῆς πόλεως ἐγκελεύεται, συμφορεῖν τε τὴν ὕλην, ἔν ἐγείροιεν χώματα. καὶ οἶ μὲν εἰς ἔργον ἦγον τό κέλευσμα, τῶν δὲ χωμάτων ἐγηγερμένων προσάγειν τοὺς κριοὺς ὁ Τίτος προσέταττε καὶ τύπτειν τὸ τεῖχος.

Ἤδη τῶν κριόν ἠργμένων τριχόθεν, ἐξαισίου τε κτύπου τὴν πόλιν περιηχήσαντος , κραυγὴ παρὰ τῶν ἔνδον ἤρθη, καὶ οἷ στασιασταὶ δείσαντες ὡμονόησαν, νόησαν , κοινὴν τὴν ἄμυναν πρὸς τοὺς πολεμίους ποιεῖσθαι συνθέμενοι. τῶν γε μὴν κριῶν τυπτόντων οὐχ ὑπεδίδου τὸ τεῖχος πληττόμενον , γωνία δέ τις μόνον ἑνὸς τῶν πύργων παρακεκίνητο , τὸ δὲ τεῖχος ἀκέραιον ἦν. Ἰουδαῖοι δὲ τοὺς Ῥωμαίους ἐσκεδασμένους παρατηρήσαντες κατὰ τὸ στρατόπεδον, ἐκθέουσι πάντες , πῦρ ταῖς μηχαναῖς ἐπιφέροντες. δεινὴ δὲ περὶ τὰς ἑλεπόλεις μάχη συνέπεσε, τῶν μὲν ὑποπιμπρᾶν, τῶν δὲ κωλύειν βιαζομένων · Ἰουδαῖοι δὲ ὑπερεῖχον ἐξ ἀπονοίας. καὶ τὸ πῦρ τῶν ἑλεπόλεων ἥπτετο, καὶ εἰ μὴ ὁ Τίτος σὺν τοῖς ἱππεῦσιν ἐπεβοήθησε, καὶ κατεφλέγησαν ἄν. νῦν δὲ τῶν προμάχων τῶν Ἰουδαίων δαίων πεσόντων ὡς δώδεκα, οἶ λοιποὶ ἐν ἔκλιναν καὶ συνηλάθησαν εἰς τὴν πόλιν. ζωγρηθεὶς δὲ τῶν Ἰουδαίων δαίων εἶς πρὸ τοῦ τείχους ἀνεσταυρώθη , εἰ πρὸς τὴν ὄψιν οἱ λοιποὶ καταπλαγέντες ἐνδοῖεν. πύργους δὲ πεντήκοντα πήχεων ἕκαστον ἐκ ξύλων τοῦ Τίτου [*](P) κατασκευάσαντος καὶ τοῖς χώμασιν αὐτούς ἐπιστήσαντος οὐκέτι ἐκώλυον Ἰουδαῖοι τὰς ἐμβολὰς τῶν κριῶν, ἐκ τῶν πύργων βαλλόμενοι καὶ κακούμενοι. ἤδη δὲ τῷ Νίκωνι τοῦ τείχους ἐνδιδόντος, αὐτοὶ γὰρ Ἰουδαῖοι τὴν μεγίστην ἑλέπολιν τῶν Ῥωμαίων οὕτως ἐκάλεσαν, μαλακισθέντες ἀνεχώρουν οἱ πολλοί. καὶ

56
τῶν Ῥωμαίων ἐπιβάντων αὐτοῦ , πάντες εἰς τὸ δεύ- τερον ἀναφεύγουσι τεῖχος.

Καὶ οὕτως οἶ Ῥωμαῖοι τοῦ πρώτου τείχους ἐν πεντεκαίδεκα ἡμέραις ἐκράτησαν. ἐντεῦθεν αὐτοῖς κατὰ τοῦ δευτέρου τείχους ἐγένοντο προσβολαί. καὶ προσάγεται ἡ ἑλέπολις · σαλευομένου δὲ τοῦ πύργου [*](C) καθ’ οὗ τὰς ἐμβολὰς ἐποιεῖτο, οἱ μὲν ἄλλοι πεφεύ

γασι, Κάστωρ δέ τις ἀνὴρ γόης μεθ’ ἑτέρων δέκα προτείνων τὰς χεῖρας ὡς ἱκετεύων ἐκάλει τὸν Τίτον. ὁ δὲ πιστεύσας ἐπέχει τὴν ἐμβολὴν τοῦ κριοῦ. καὶ ὁ Κάστωρ καταβῆναι βούλεσθαι ἐπὶ δεξιᾷ ἔλεγε , καὶ τῶν σὺν αὐτῷ δέκα οἱ μὲν τὴν ἱκεσίαν συνυπεκρίνοντο, οἶ δ’ οὐκ ἄν ποτε δουλεύσειν Ῥωμαίοις ἐβόων. τριβομένης δ’ ἐν τούτοις τῆς ὥρας, ὁ Κάστωρ ἐδήλου τῷ Σίμωνι περὶ τῶν ἐπειγόντων βουλεύεσθαι, ὡς ἐμπαίζοντος Ῥωμαίοις αὐτοῦ καὶ τὸ σφῶν ἐπέχοντος ὅρμημα. τέλος δὲ γνωσθεὶς ἀπάτῃ τὸν καιρὸν παρέλκων , παρώξυνε τοὺς Ῥωμαίους τὰς ἐμβολὰς [*](D) τοῦ κριοῦ ποιεῖσθαι δυνατωτέρας. ἑάλω τοίνυν καὶ τὸ δεύτερον τεῖχος ἡμέρᾳ πέμπτῃ μετὰ τὸ πρῶτον. παρελθὼν δ’ ἐντὸς ὁ Τίτος κτείνειν τε τοὺς καταλαμβανομένους ἐκώλυσε, καὶ μηδὲ τὰς οἰκίας ὑποπιμπρὰν τοῖς στρατιώταις ἐκέλευσεν , ἀλλ’ οὐδὲ τοῦ τείχους πολὺ μέρος καθαιρεθῆναι ἠθέλησε· περὶ πλείονος γὰρ ἐποιεῖτο τὴν μὲν πόλιν ἑαυτῷ περισῶσαι, τῇ πόλει δὲ τὸν ναόν. ἐπιτίθενται τοίνυν οἶ στασιασταὶ τοῖς ἐπελθοῦσιν εἰς τὴν πόλιν Ῥωμαίοις, καὶ οἶ μὲν κατὰ τοὺς στενωπούς , οἶ δ’ ἐκ τῶν οἰτούτου κιῶν , οἱ δ' ἐκ τοῦ τείχους αὐτοὺς ἔβαλλον. καὶ οἱ φρουροὶ Ῥωμαῖοι καθαλλόμενοι τῶν πύργων [*](Cap. 20 Iosephi Belli §. 4–10 ,§. 5. 5, 7, §. 4 –10, §. 5.)

57
ἀνεχώρουν εἰς τὸ στρατόπεδον. Ἰουδαῖοι δὲ κατ’ ἐμπειρίαν τῶν στενωπῶν ἐτίτρωσκόν τε πολλοὺς καὶ προσπίπτοντες ἐξώθουν. Ῥωμαῖοι μὲν οὖν κρατήσαντες καὶ τοῦ δευτέρου τείχους, αὖθις ἐξώσθησαν, ἐπῆρτο δὲ τοῖς στασιασταῖς τὰ φρονήματα. ἤδη δὲ καὶ ὁ λιμὸς ὑφέρπων τὴν πόλιν πολλοὺς τῶν ἀγαθῶν ἀνδρῶν ἐνδείᾳ τῶν ἐπιτηδείων διέφθειρε. τοῦτο δὲ τοῖς στασιασταῖς καταθύμιον ἦν , μόνους ἀξιοῦσι σώζεσθαι τοὺς τὴν εἰρήνην μὴ θέλοντας, τὴν δὲ τῶν ἄλλων φθορὰν οἰομένοις κουφισμὸν ἑαυτῶν. Ῥωμαῖοι δὲ αὖθις ἀπεπειρῶντο κατασχεῖν τὸ τεῖχος τὸ δεύτερον, οἶ δὲ διεκώλυον· καὶ ἐπὶ τρισὶ μὲν ἡμέραις ἀντέσχον , τῇ δὲ τετάρτῃ μὴ ἐνεγκόντες τὴν προσβολὴν [*](P) εἰς τὸ ἐνδότερον μετεχώρησαν.

Καὶ πάλιν ὁ Τίτος τοῦ τείχους κρατήσας αὐτίκα τούτου καθῄρησε τὸ προσάρκτιον · τῷ λοιπῷ δ’ ἐγκαταστήσας φρουράν , τῷ τρίτῳ προσβαλεῖν ἡτοιμάζετο. καὶ διχῇ τὰ τάγματα διελὼν ἐγείρειν ἤρχετο χώματα. τῶν δ’ ἐντὸς οἶ μὲν στασιασταὶ ἦσαν ἄτεγκτοι καὶ ἀνένδοτοι , ὁ δὲ δῆμος πρὸς αὐτομολίαν κεκίνητο, καὶ πολλοὶ λανθάνοντες ηὐτομόλουν. οὓς δὲ τοῦτο βουλομένους οἶ στασιάζοντες εὕρισκον, ἢ καὶ μόνην ἔσχον ὑπονοίας σκιάν , εὐθέως ἀπέσφαττον· τοῖς δ εὐπόροις καὶ ψευδῆ τὴν τῆς αὐτομολίας κατηγορίαν προσάπτοντες τοὺς μὲν αὐτίκα διέφθειρον, τὰς δἑ [*](C) ἐκείνων οὐσίας διήρπαζον. ὁ λιμὸς δ’ ἀκμάζων τὴν τῶν στασιαστῶν ὠμότητα ηὔξανε. δι’ ἔνδειαν γὰρ τῶν τροφῶν εἰσπηδόντες τὰς οἰκίας ἠρεύνων, καὶ τοὺς οἰκοῦντας ἀρνουμένους ἔχειν, εἰ μὲν εὕρισκον, ᾔκιζον, εἰ δὲ οὐχ εὕρισκον, ὡς κρύψαντας ἐπιμελέστερον ἤταζον. ἐποιοῦντο μέντοι τοῦ ἔχειν τροφὰς ἢ μὴ τὰ σώματα τῶν ἀθλίων τεκμήριον. οἷς μὲν γὰρ

58
ἔτι μετῆν ἰσχύος, ἔχειν ἐδόκουν, οἷς δ’ ἐξετάκη τὰ σώματα, παρωδεύοντο. εἰ δέ τις εὐπόρησε πυρῶν ἢ κριθῆς, κατακλείσας τὴν οἰκίαν ἤσθιε· τινὲς [*](D) δ’ ὑπὸ βίας τῆς τοῦ λιμοῦ καὶ ἀνέργαστον τὸν σῖτον προσίεντο· καὶ ἀφήρπαζον ἐξ αὐτοῦ τοῦ στόματος τὰς τροφὰς μητέρες βρεφῶν, παῖδες πατέρων, γυναῖκες ἀνδρῶν. καὶ οὕτω δ' ἐσθίοντες, ὅμως τοὺς στασιαστὰς οὐκ ἐλάνθανον. ὅπου δὲ κεκλεισμένην οἰκίαν κατίδοιεν ἢ καπνὸν ἀποθρώσκοντα, σημεῖον ταῦτ’ ἐποιοῦντο τοῦ τοὺς ἐντὸς ἐσθίειν, καὶ ῥήσσοντες τὰς θύρας ἐκ τῶν φαρύγων αὐτῶν ἀνέφερον τὰς τροφάς · οὐδέ τις ἦν οἶκτος ἢ πολιᾶς ἢ νεότητος. τοῖς δὲ φθάσασι προβεβρωκέναι τὸ ἐσθιόμενον δεινὰς ἐπῆγον ὡς ἀδικοῦσι καὶ ἀπηνεῖς τιμωρίας , ὀρόβοις τοὺς αἰδοίων πόρους ἐμφράττοντες καὶ τὰς ἔδρας ῥάβδοις ὀξείαις ὠμῶς ἀναπείροντες. τὰ φρικτὰ δὲ καὶ ἀκοαῖς ἔπασχέ τις εἰς ἑνὸς ἄρτου ἐξομολόγησιν , ἢ ἔνα δράκα μίαν ἀλφίτων τοῖς λῃσταῖς καταπρόηται. καθ’ ἕκαστον μὲν οὑν ἐπεξιέναι τὰ τότε γενόμενα δυσχερὲς ἢ καὶ ἀδύνατον, συνελόντα δ’ εἰπεῖν, μήτε πόλιν ἄλλην τοιαῦτα παθεῖν μήτε γένος ἕτερον ἐξ αἰῶνος γενέσθαι κακίας γονιμώτερον.