Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Ὃν οὖν εἴρηται τρόπον ὁ πρεσβύτης Μιχαὴλ αὐτοκράτωρ ἀναρρηθεὶς τοῖς μὲν τῆς γερουσίας καὶ

183
τῷ δημώδει πλήθει καὶ παρὰ τὸ προσῆκον ὦπτο φιλοτιμότατος, ἕκαστον τούτων εἰς βαθμοὺς προβιβάζων ἀξιωμάτων καὶ τιμὰς προσνέμων ἀκαταλλήλους τοῖς πλείοσι. τοῖς δὲ στρατιωτικοῖς καταλόγοις, καὶ μάλιστα τοῖς τούτων ἐξόχοις , οἷς στραταρχεῖν τε καὶ ἰλαρχεῖν ἀπονενέμητο πρὸ πολλοῦ, καὶ λίαν ἀντιρρόπως τοῖς ἄλλοις ἐκέχρητο. οὔτε γὰρ φιλότιμόν τι πρὸς αὐτοὺς ἐνεδείξατο ἄρτι καταλαβόντας τὴν βασιλίδα τῶν πόλεων, οὔτε μὴν πραέσιν αὐτοὺς ἐδεξιώσατο ῥήμασιν. ἤστην δὲ τούτων πρωτεύοντε ἄνδρε διττώ, μαγίστρω μὲν ὅντε [*](B) καὶ ἄμφω, λαμπρὼ δὲ τὰ γένη, καὶ οὐχ ἧττον στρατηγικῇ συνέσει καὶ κράτει χειρῶν καὶ θάρσει ψυχῶν εἰχέτην τὴν περιφάνειαν. τούτων ἅτερος ἦν ὁ Κομνηνὸς Ἰσαάκιος, ὁ δὲ λοιπὸς ὁ Κεκαυμένος Κατακαλών, ᾧ Κολώνεια ἡ πατρίς, ὃν καὶ δοῦκα Ἀντιοχείας τυγχάνοντα ἅμα τῇ ἀναρρήσει παρέλυσε τῆς ἀρχῆς, τὸν οἰκεῖον ἀνεψιὸν Μιχαὴλ μάγιστρόν τε καὶ δοῦκα τῆς Ἀντιοχείας προχειρισάμενος, καὶ Οὐρανὸν ἐκείνῳ θέμενος τὸ ἐπώνυμον, ἕνα πρὸς τὸν ἀρχαῖον Οὐρανὸν ἀναφέρειν τὸ γένος δοκῇ. τοῦτον τοίνυν τὸν Κεκαυμένον, ὡς δῆθεν μὴ καλῶς χρησάμενον τῇ ἀρχῇ, ἀλλὰ τάς τε δυνάμεις καταλελυκότα καὶ φορτικὸν τοῖς ὑπὸ χεῖρα γενόμενον [*](C) καὶ ἐπέπληξεν ἰταμώτερον καὶ ὀνείδεσιν ἔβαλε καὶ οὐδ’ ἐφείσατο ὕβρεων, ἀλλὰ καὶ τῶν ἄλλων λαμπροτάτων ἀνδρῶν καὶ συνταγματαρχούντων ἐκεῖ νῷ ὑπεραπολογήσασθαί τοῦ ἀνδρὸς ὡρμηκότων, οὐδ’ ἐπ’ ἐκείνους τῆς γλώττης οὔτε μὴν αὐτὸν ᾐδέσθη τὸν Κομνηνόν. ταῦτα τοὺς στρατιώτας εἰς ἀθυμίαν ἐνέβαλε, τοῖς μὲν ἄλλοις φιλοτιμότατον ὁρῶντας τὸν Μιχαὴλ , αὐτοῖς δὲ μηδ’ ἐν λόγοις τὸ εὐμενὲς ἐνδει-
184
κνύμενον, ὅμως μέντοι ἐπέσχον μηδέν τι νεωτερίσαι, ἀλλὰ καὶ δευτέραν πεῖραν ἐπαγαγεῖν ἐβουλεύσαντο. [*](D) ἀλλ’ ἑτέραν κατὰ τοῦ βασιλέως προτέραν τούτων ὁ λόγος διηγησάσθω νῦν ἐπανάστασιν. ὁ γὰρ τοῦ βασιλέως Κωνσταντίνου τοῦ Μονομάχου ἐξάδελφος ὁ πρόεδρος Θεοδόσιος, ἄρτι τοῦ Μιχαὴλ ἀναρρηθέντος, ἐν δεινῷ ποιησάμενος τὴν ἐκείνου ἀνάρρησιν, τοὺς οἰκείους θεράποντας προσλαβόμενος καί τινας ἄλλους ὅσοι κατ’ ἐκεῖνον ἐλαφρίαν ἐνόσουν φρενῶν, περὶ δείλην ὀψίαν διὰ τῆς ἀγορᾶς ἀπῄει, τούτοις δορυφορούμενος, ἑαυτῷ προσήκειν τὸ κράτος λέγων διὰ τὴν πρὸς τὸν Μονομάχον συγγένειαν, καὶ ἀδικεῖσθαι ἐπιβοώμενος. γενόμενος δὲ κατὰ τὴν δημοσίαν εἱρκτήν, ἣ πραιτώριον κέκληται, τὰ κλεῖθρα διαρρήξας τοῖς ἐν αὐτῇ καθειργμένοις ἄνετον παρέσχε τὴν ἔξοδον. τὸ δ’ αὐτὸ καὶ ἐν τῇ τῆς Χαλκῆς εἰργάσατο φυλακῇ ἴ’ ἐλπίσας διὰ τούτων τοῦ κατὰ σκοπὸν ἐπιτεύξεσθαι. ὡς δ’ ἔμαθε στρατιωτικὴν ἀθροίζεσθαι περὶ τὰ βασίλεια δύναμιν καὶ ἤδη στέλλεσθαι κατ’ αὐτοῦ, πρὸς τὴν μεγάλην τρέπεται ἐκκλησίαν, καὶ μόνος σὺν τῷ υἱῷ περιλειφθείς, τῶν ἑπομένων αὐτῷ διασκεδασθέντων, τῇ ἐκκλησίᾳ προσπέφευγεν· ὅθεν ληφθεὶς ὑπερορίαν κατεδικάσθη. εἰς τοῦτο δὲ τέλους τοῦ ἐπιχειρήματος αὐτῷ καταντήσαντος, ὁ δημώδης ὄχλος ἐπεγγελῶντες αὐτῷ ῥήματά τινα συνθέντες ἐπῇ δὸν αὐτῷ· τὰ δ’ ἦσαν,

[*](B)

ὁ μωρὸς ὁ Μονομάχος, εἴ τι ἐφρόνει, ἐποίησε. καὶ ταῦτα μὲν ἔσχον οὕτως.

Οἱ δ’ ἐμπαροινηθέντες τῶν ἑῴων ἀρχόντων καὶ αὖθις πεῖραν προσάγουσι, καὶ προσίασι τῷ τὰ κοινὰ διοικοῦντι τῷ πρωτοσυγκέλλῳ Λέοντι καὶ ἱκετεύειν

185
δι’ ἐκείνου ἐπεχείρουν τὸν βασιλέα, μὴ μόνοι αὐτοὶ καταλειφθῆναι ἀγέραστοι, πάντων τοῦ φιλοτίμου καταπολαυσάντων τοῦ αὐτοκράτορος, καὶ ταῦτα τῶν ἄλλων εὐπαθούντων αὐτοὶ καὶ παρ’ ἀσπίδα ἱστάμενοι καὶ προπολεμοῦντες τῆς Ῥωμαίων ἀρχῆς. ὁ δὲ οὐδὲν ἧττον τοῦ Βασιλέως ἀδέξιος ὢν μεταχειρίσασθαι λυπουμένους ἄνδρας καὶ καταστεῖλαι τὸ ἐκ τῆς λύπης αὐτοῖς γενόμενον οἴδημα, οὐ μόνον οὐκ ἐλέανε λόγοις τῶν ἀνδρῶν τὴν τραχύτητα, [*](C) ἀλλὰ καὶ μᾶλλον αὐτοὺς ἐξετράχυνεν, ἐκφαυλίσας ἕκαστον καὶ ἀτίμως πάντας ἀποπεμψάμενος. οὕτως οὑν καὶ τῆς δευτέρας πειραθέντες πείρας οὐκέτι μέλλειν ἔκριναν, ἀλλ’ ἕκαστος τὸν πλησίον παρακροτήσαντες ἔσπευδον εἰς προῦπτον ἐκφῆναι τὸ μελετώμενον. ἔδοξεν αὐτοῖς καὶ τὸν Βρυέννιον σχεῖν συνίστορα καὶ συλλήπτορα τοῦ ἐπιχειρήματος, ὄντα τε τῶν ἐπιφανῶν καὶ στρατηγοῦντα τῶν ἐκ Μακεδονίας δυνάμεων καὶ τὴν τῆς Καππαδοκίας περιεζωσμένον ἀρχήν, λύπης τ’ αἰτίας κἀκεῖνον ἐσχηκότα κατὰ τοῦ αὐτοκράτορος. ὡς δ’ οὖν κάκεῖνον ἕτοιμον εὗρον πρὸς τὸ σφέτερον βούλευμα, ἐζήτουν τὸν ἐξ αὐτῶν βασιλεύσοντα, καὶ πᾶσιν ὁ Κομνηνὸς ἁπάντων προυκέκριτο. ἐπεὶ δὲ ταῦτα [*](D) συνέθεντο, ἐπ’ οἴκου ξύμπαντες ἀνεχώρησαν, τῷ βασιλεῖ προσειπόντες τὰ ἐξιτήρια. ἀπῄει δὲ καὶ ὁ Βρυέννιος μετὰ τῶν ὑπ’ αὐτὸν ταγμάτων, καὶ ἐν τῷ θέματι τῶν Ἀνατολικῶν γεγονὼς τὴν τῶν στρατιωτικῶν ὀψωνίων διανομὴν ἐκεῖ διετίθετο· συνῆν γὰρ αὐτῷ καὶ ὁ πατρίκιος Ἰωάννης ὁ Ὀψαρᾶς χρυσίον ἐπιφερόμενος. ἤδη δὲ τῆς διανομῆς ἠργμένης ὁ Βρυέννιος προσετίθει τοῖς στρατιώταις τὰ σιτηρέσια καὶ ηὔξει τὸ ἑκάστῳ νενεμημένον ποσόν.
186
ὁ δὲ τοῦ χρυσοῦ ταμίας ὁ εἰρημένος ἀνὴρ μὴ τοῦτο ἔλεγεν ἐντετάλθαι οἶ πρὸς τοῦ αὐτοκράτορος. καὶ ὁ Βρυέννιος σιωπᾶν αὐτῷ καὶ ποιεῖν τὸ ἐπιτασσόμενον ἐνεκελεύετο ἐνεκελεύετο ἰταμώτερον. ὡς δ’ ἔτι ὁ Ὀψαρᾶς οὐκ ἐπείθετο, ἀλλὰ καὶ θρασύτερον ἐκείνῳ ἀντέλεγεν, ὁ Βρυέννιος θυμῷ ληφθεὶς ἀνέθορέ τε τῆς καθέδρας καὶ τῶν τριχῶν τῆς τε ὑπήνης λαβόμενος τοῦ ἀνδρὸς προσαράσσει τῇ γῇ καὶ περιβάλλει δεσμοῖς. ἐγγὺς δέ που στρατοπεδεύων ὁ τῶν Πισιδῶν καὶ Λυκαόνων στρατάρχης καὶ τὰ περὶ τοῦ Ὀψαρᾶ μαθών, καὶ τυραννίδος ταῦτα κρίνας ἀρχήν, ἀθρόον ἔπεισι μετὰ τῶν ὑπ’ αὐτὸν ταγμάτων τῇ τοῦ Βρυεννίου σκηνῇ. καὶ δεσμεῖ μὲν ἐκεῖνον, λύει δὲ τὸν Ὀψαρᾶν τῶν δεσμῶν καὶ αὐτῷ τὸν Βρυέννιον παραδίδωσιν· ὁ δὲ αὐτίκα τοὺς ὀφθαλμοὺς ἐκκόπτει ἐκείνου, καὶ οὕτω τὸν ἄνδρα τῷ βασιλεῖ ἐξαπέστειλεν, ἐπιστείλας αὐτῶ καὶ ὅσα τετόλμηκε. καὶ ταῦτα μὲν συνεκύρησεν οὑτωσί· ὁ δέ γε [*](B) Κομνηνὸς καὶ οἶ ἐκείνῳ συνομοσάμενοι συνελθόντες ἔργου ἥπτοντο, τῶν στρατιωτικῶν καταλόγων ἄλλοθεν ἄλλου προσρυϊσκομένων αὐτῷ. ἢν μὲν γὰρ τῷ στρατιωτικῷ παντὶ ἔφεσις στρατιώτην τὴν βασίλειον ἀρχὴν περιζώσασθαι. ἤχθετο γὰρ ὑπὸ τοῦ πολιτικοῦ μέρους ἀρχόμενον, ἀλλ’ οὐκ ἐθάρρει τὸν πόθον εἰς προῦπτον ἐξενεγκεῖν, ἔκρυπτε δὲ τὸν ἔρωτα καὶ ὤδινε τὸν περὶ τούτου σκοπόν. ἐπεὶ δὲ τὸν Κομνηνόν τυραννίδι ἐπιχειρήσαντα μεμαθήκεσαν, καὶ αὐτὸν μὲν κορυφαῖον εἶναι τοῦ δράματος, τὰ δὲ κράτιστα τῶν γενῶν τῆς ἐπιχειρήσεως αὐτῷ συλλαμβάνεσθαι, τοῦτ’ εἶναι τὸ ὑπ’ αὐτῶν μελετώμενον [*](C) δόξαντες, ἁρπάζουσι τὸν καιρόν, καὶ ἕκαστος τὸν πέλας προφθάσαι ἠπείγετο. ἐντεῦθεν τῷ
187
Κομνηνῷ βαρεῖα συνέστηκε δύναμις· στείλας οὖν κατὰ ξύμπασαν τὴν ἑῴαν τοὺς φόρους ἐπράττετο, ἀποδεκτῆρας τούτων τάξας καὶ τῶν προσαγομένων ἀπογραφεῖς. εἶτα ἄρας ἀπῄει πρὸς Νικαίαν ἤδη βασιλεὺς πρὸς πάντων τῶν σὺν αὐτῷ στρατευομένων ἀναρρηθείς, ταύτης ἐγκρατὴς γενέσθαι βουλόμενος, ἴν’ ἔχοι τὴν πόλιν ὁρμητήριον ἡ κρησφύγετον, ὁποτέρως ἂν ῥέψῃ τὰ τῆς τύχης αὐτῷ, καὶ τὴν μὲν λαμβάνει, αὐτὸς δὲ φρουρὰν ἀρκοῦσαν ἐγκαταστήσας αὐτῇ πρὸ δώδεκα σταδίων ταύτης στρατοπεδεύεται. καὶ ὁ βασιλεὺς δὲ Μιχαὴλ τὰς δυτικὰς ἀγείρας δυνάμεις, καὶ εἴ τινές που τῶν ἑῴων [*](D) περιελείφθησαν, μὴ συναπαχθεῖσαι τῷ Κομνηνῷ, ἐφιστᾷ τούτοις στρατηγὸν τὸν δομέστικον τῆς Ἀνατολῆς ἐκτομίαν Θεόδωρον, τὸν τῆς βασιλίσσης Θεοδώρας θεράποντα, συζεύξας αὐτῷ συνάρχοντα καὶ τὸν μάγιστρον Ἀαρών, σύγγονον ὄντα τῆς συνοικούσης τῷ Κομνηνῷ. οἳ τοῖς ἐναντίοις ἀντιστρατοπεδευσάμενοι συγκροτοῦσι καὶ πόλεμον κατά τινα τόπον, ᾅδην τοῖς ἐγχωρίοις καλούμενον, καὶ τὸ μὲν εὐώνυμον κέρας τῶν βασιλικῶν ἥττησε τὸ δεξιὸν κέρας τὸ περὶ τὸν Κομνηνόν, καὶ τὸν ἐφεστηκότα τούτῳ Ῥωμανὸν τὸν Σκληρὸν συνέσχε ζῶντα. τὸ δέ γε τῶν ἐναντίων εὐώνυμον, οὗ κατῆρχεν ὁ Κεκαυμένος, τὸ δεξιὸν ἐτρέψατο τῶν βασιλικῶν, καὶ εἰς αὐτὸ τὸ στρατόπεδον εἰσῆλθεν αὐτῶν καὶ τὰς σκηνὰς διέρρηξε καὶ ἔρριψε κατὰ γῆς. τοῦτο τοῖς περὶ τὸν Κομνηνὸν θάρσος ὡς μάλιστα ἐνεποίησε, τοῖς δ’ ἀντιπολεμοῦσι κατέβαλε τὰ φρονήματα καὶ φεύγειν ἀνέπεισε. γίνεται τοίνυν τῶν βασιλικῶν φόνος πολύς, οὐ κοινῶν μόνον στρατιωτῶν, ἀλλὰ
188
καὶ στραταρχῶν, καὶ πλείους δὲ ἐζωγρήθησαν. καὶ ἡ νίκη ἀναφανδὸν τῷ Κομνηνῷ ἐπεμειδία.

Τοῦτο μαθὼν ὁ βασιλεὺς Μιχαὴλ ἀπεγνώκει τὰ τοῦ πολέμου καὶ τὴν ἀρχὴν ἀποθέσθαι ἠβούλετο, ἀλλὰ τοῖς περὶ ἐκεῖνον τοῦτο ἀβούλητον ἦν, ὅθεν οὐδ’ εἰς ἔργον ἀγαγεῖν συνεχωρήθη τὸ βούλημα. στέλλονται τοίνυν πρὸς τὸν Κομνηνὸν πρεσβεύσοντες ἄνδρες τῶν ἐκκρίτων τῆς συγκλήτου βουλῆς· οἱ [*](B) δ’ ἦσαν ὁ πρόεδρος Κωνσταντῖνος ὁ Λειχούδης, ὁ πρόεδρος Λέων ὁ Ἀλωπός, καὶ Μιχαὴλ ὁ mλλός, τῶν φιλοσόφων ὢν ὕπατος. τὰ δὲ παρὰ τούτων καταγγελλόμενα υἶοθέτησις ἦν τοῦ Κομνηνοῦ, εἰσποιηθησομένου τῷ βασιλεῖ, καὶ ἀναγωγὴ πρὸς τὴν τιμήν τὴν τοῦ Καίσαρος, καὶ τοῖς τὴν τυραννίδα συμμελετήσασιν ἄφεσίς τε καὶ ἀμνηστία τοῦ πλημμελήματος. οἱ μὲν οὖν ταῦτα τῷ Κομνηνῷ ἀπηγγέλκασιν ἐν ἐπηκόῳ τοῦ πλήθους, τό δὲ ἐθορύβει, μὴ βούλεσθαι λέγον ἐν ἄλλῳ σχήματι τὸν αὐτῶν προεστηκότα θεάσασθαι μηδ’ ἀποδύσασθαι ἀνασχέσθαι αὐτὸν τὴν στολὴν τὴν βασίλειον, ἣν ἤδη ἐνδέδυται. ἔλεγον δὲ ταῦτα οἶ πλείους οὐχ οὕτω [*](C) φρονοῦντες, ἀλλὰ τὸν τυραννοῦντα θωπεύοντες. ἐπεὶ δὲ διελύθη ὁ σύλλογος, ἰδίᾳ τοὺς πρέσβεις ὁ Κομνηνὁς προσλαβόμενος “εἴ τινά μοι” φησίν “ἀπόρρητα διαπορθμεῦσαι πληροφορήσετε πρὸς τὸν αὐτοκράτορα, ἐρῶ ὑμῖν ὅσα μοι κατὰ τὴν καρδίαν αὐτοκράτορα, τῶν δὲ καταθεμένων ἀνέκφορον τηρήσειν ἅπαν ἀπόρρητον, ἔφη ἀρκεῖσθαι νῦν τῷ σχήματι τῷ τοῦ Καίσαρος καὶ μὴ ζητεῖν τὸ βασίλειον, αἰτεῖν δὲ πληροφορίαν ἐκ τοῦ κρατοῦντος, ὡς οὐχ ἑτέρῳ δώσει τὴν αὐταρχίαν ποτέ, καὶ ὡς συντηρήσει ἑκάστῳ τῶν σὺν ἐμοί, εἴ τι τούτοις πε-

189
φιλοτιμῆται παρ’ ἐμοῦ , καὶ ὡς καί τινος μεταδώσει μοι νῦν ἐξουσίας βασιλικῆς, ἵν’ ἔχω τινὰς τιμᾶν τοῖς τῶν ἀξιωμάτων ἐλάττοσι καὶ εἰς ἀρχὰς ἐνίους στρατηγικὰς προχειρίζεσθαι, καὶ εἴ μοι ταῦτα ἐπιτελῆ γίνοιτο , σπείσομαι καὶ ἀφέξομαι. ὅτι δὲ [*](D) τοῖς πλήθεσι ταῦτα δὴ ἀπαρέσκουσι, διττὰς πρὸς τὸν κρατοῦντα ἐγχαράξω ἐπιστολάς, καὶ τῇ μὲν καταδημαγωγήσω τὸ στρατιωτικόν, τῇ δ’ ἐγγράψομαι τὰ ὰπόρρητα.’’ ἐπὶ τούτοις καὶ τὸν τὰ κοινὰ μεταχειριζόμενον ᾔτει μεταστῆναι τῆς διοικήσεως, ὡς δύσνουν αὐτῷ καὶ τοῖς μετ’ αὐτοῦ. ὁ μὲν οὖν ταῦτα εἰπὼν καὶ τὰς ἐπιστολὰς αὐτοῖς ἐγχειρίσας, ἀπελθεῖν προετρέπετο. οἶ δ’ ἐπανῆλθον ἐπὶ τὸν γηραιὸν αὐτοκράτορα, τὰς ἐπιστολάς τε φέροντες καὶ ὅσα ὁ Κομνηνὸς αὐτοῖς ἐν ἀπορρήτοις ἔφη διὰ ζώσης φωνῆς ἀπαγγέλλοντες. ἡσθεὶς οὖν ἐπὶ τούτοις ὁ βασιλεὺς πάντα πληρῶσαι ὅσα ἐκεῖνος ᾕτησεν ἐπηγγείλατο, καὶ προσεπήγαγεν ὅτι “ὥσπερ ἐκεῖνος ἀπορρήτους μοι γνώμας ἐδήλωσε δι’ ὑμῶν, οὕτως αὖθις κἀγὼ μυστικώτερά τινα ἐκείνῳ διὰ τῶν αὐτῶν ὑμῶν ἀνατίθεμαι. διόμνυσθε τοίνυν τῷ ἀνδρὶ ὅτι οὐ μακρὸν ἂν εἴη τὸ μέσον διάστημα καὶ συμμέτοχον αὐτὸν τοῦ κράτους ποιήσομαι, νῦν δ’ ἀναβάλλομαι τοῦτο διά τινα αἴτια.’’ ἐπὶ τούτοις ἀπῆλθον αὖθις οἶ πρεσβευταί, καὶ ὁ Κομνηνὸς ἄσμενος τὰς ἀγγελίας ἐδέξατο, καὶ τοῖς ἄλλοις οὐκ ἀποθύμια τὰ μηνύματα ἔδοξαν καὶ μᾶλλον, ὅτι μεταστῆναι τῶν διοικήσεων τὸν ἐγκεχειρισμένον αὐτὰς μεμαθήκεσαν, καὶ ἤδη καταθεῖναι τὰ ὅπλα ἔδοξεν ἅπασι καὶ τῆς τυραννίδος ἀφέξεσθαι. ὁ πρεσβύτης δὲ βασιλεὺς πρὸ τοῦ τὰς συμβάσεις αὐτῷ πρὸς τὸν Κομνηνὸν γενέσθαι , τὴν τῆς πολιτικῆς [*](B)
190
μοίρας εὔνοιαν περιποιούμενος ἑαυτῷ, ὥσπερ ᾤετο, ἔγγραφόν τι συγγεγραφώς, ὅρκοις καταδεσμοῦν καὶ ἀραῖς ἕκαστον ὥστε μήτε βασιλέα καλέσαι τὸν Κομνηνὸν μήτε τιμὴν αὐτῷ προσοίσειν βασίλειον, τοὺς μὲν τῶν συγκλητικῶν χρήμασι, τοὺς δ’ ἀξιωμάτων διανομαῖς, καὶ ἄλλους ἄλλοις θελκτηρίοις ἀνέπειθε τῷ ἐγγράφῳ ὑποσημαίνεσθαι καὶ τὰ ἐν αὐτῷ βεβαιοῦν. ἐπεὶ δ’ ἥκειν τὸν Κομνηνὀν ἠκηκόεισαν, ὡς κατὰ τὴν ἐπιοῦσαν εἰσελευσόμενον, στασιώδεις τινὲς τῶν τῆς συγκλήτου βουλῆς ἔωθεν τῷ τεμένει τῆς τοῦ θεοῦ λόγου Σοφίας προσεληλύθεσαν, οἷς καὶ οἱ τῶν ἑταιρειῶν συνῄεσαν ἄρχοντες, καὶ κραυγαῖς προεκαλοῦντο τὸν πατριάρ- [*](C) χην εἰς θέαν σφίσιν ἐλθεῖν. ὁ δὲ τὰς θύρας αὐτοῖς ἁπανταχόθεν ἐπιζυγώσας τοὺς ἀδελφιδοῦς αὐτοῖς ἐκπέπομφε πυνθανομένους ὅ,τι φασίν. οἱ δὲ θορυβοῦντες εἰς πλῆθος ἤδη συστάντες, πολλῶν συρρευσάντων ἐκεῖ, συνέσχον τοὺς τοῦ πατριάρχου ἀδελφιδοῦς, καὶ εἰ μὴ αὐτίκα πρὸς αὐτοὺς ἐξελεύσεται ὁ ἀρχιερεύς, διαθήσειν ἐκείνους ἠπείλουν κακῶς. λέγεται δὲ ταῦτα σκήψεις εἶναι καὶ προβουλεύματα, ἔν ἄκων δοκοίη συνελθεῖν ὁ πατριάρχης στασιάζουσι. κατῆλθεν οὑν ἐκ τῶν ὑπερῴων τὴν ἱερατικὴν ἐνδεδυμένος στολήν, ἐπεγκαλῶν δῆθεν τοῖς παροῦσιν ὡς βιαζόμενος. οἱ δὲ 25 τῶν στασιαζόντων θρασύτεροι ἢ μᾶλλον δι’ ὧν ἡ στάσις συνίστατο μέσον ἀπειληφότες αὐτὸν πρε- [*](D) σβευτὴν ἠξίουν γενέσθαι πρὸς τὸν βασιλέα, ἵν’ αὐτοῖς ἀποδοθείη τὸ ἔγγραφον, ὃ βιασθέντες ὑπογεγράφασιν, ἐπεὶ τῷ Κομνηνῷ ἐκεῖνος ἐσπείσατο. δὲ πληρώσειν αὐτῶν τὸ αἴτημα κατετίθετο· ἀλλ’ ἦσαν προσποίησις ἅπαντα. βραχείας γὰρ παρελ-
191
θούσης ὥρας βασιλέα καὶ αὐτοκράτορα φανερῶς ἀνεῖπον τὸν Κομνηνόν, αὐτοῦ τοῦ πατριάρχου συνευδοκοῦτός τε καὶ συμπράττοντος, καὶ τῷ μὲν Κομνηνῷ μὴ μέλλειν δηλώσαντος, ἀλλὰ σπεύδειν, καὶ ἀμοιβὰς αἰτοῦντος τῆς ἀναρρήσεως, τῷ δ’ ἴως τότε βασιλεύοντι κατιέναι τῶν ἀνακτόρων ἰταμώτερον ἐπιτάττοντος. ἀρχιερέων δὲ τῷ γέροντι Μιχαὴλ τὰ τοῦ πατριάρχου κομισάντων μηνύματα, ἐκεῖνος ἔφη ‘‘τί δέ μοι ἀντὶ τῆς βασιλείας παρἐξετε’’ ; οἶ δὲ ‘‘τὴν οὐράνιον βασιλείαν’’ ἀπεκρίθησαν. αὐτίκα τοίνυν ἀπορρίψας τὰ τῆς βασιλείας παράσημα ἀπῆλθε τῶν βασιλείων. ὁ δέ γε Κομνηνὸς κουροπαλάτην τιμήσας τὸν Κεκαυμένον στέλλει τὸν ἄνδρα μετά τινος δυνάμεως παραληψόμενον τὰ ἀνάκτορα. τὸ μέντοι πλῆθος τῆς πόλεως εἰς ὑπάντην τοῦ νέου βασιλέως ἐκκέχυτο λαμπρότατά οἶ ποιοῦν τὰ εἰς τὴν βασιλεύουσαν εἰσιτήρια.

Ἕνα μὲν οὖν ὁ Μιχαὴλ αὐταρχήσας ἐνιαυτὸν

τῆς βασιλείας ἐκπέπτωκε, καὶ οὐ πολὺ ἐν ἰδιωτικῷ σχήματι βιώσας ἀπέτισε τὸ χρεών. ὁ δὲ Κομνηνὸς [*](B) τῇ βασιλείᾳ ἐγκαταστὰς ἑαυτῷ τὴν ταύτης ἐπιτυχίαν καὶ οὐ τῷ θεῷ ἐπεγράψατο , καὶ τοῦτο δῆλον ὅτι τῷ νομίσματι ξιφήρη ἑαυτὸν ἐνεχάραξε , μόνον οὐχὶ βοῶν ὅτι ‘‘τοῦτό μοι τὴν βασιλείαν καὶ οὐχ ἕτερόν τι προυξένησε.’’ τοὺς δὲ συναραμένους αὐτῷ φιλοτιμότατα ἀντημείψατο, καὶ ἔσπευσεν ἑκάστῳ τὰς ἀμοιβὰς ἀποδοὺς οἴκαδε παρασκευάσαι ἀποχωρεῖν, ἵνα μή τι θορυβήσωσιν ἢ τοῦ δήμου κατεξαναστῶσιν ἀστυπολοῦντες. τὸν πατριάρχην δὲ δι’ αἰδοῦς ἦγεν ὅτι πολλῆς, καὶ τοὺς αὐτῷ ἀδελφόπαισας δι’ ἐκεῖνον καὶ τιμαῖς ἐτίμησε μείζοσι καὶ ἀρχαῖς περιφανέσιν ἐπέστησε. χαριζόμενος δ’ ἔτι τῷ πατρι- [*](C)

192
ἄρχῃ καὶ τὴν τῶν ἐκκλησιαστικῶν πραγμάτων οἰκονομίαν τῇ ἐκκλησίᾳ ἀπένειμε, μέχρι τότε τοῦ μεγάλου οἰκονόμου προχειριζομένου παρὰ τοῦ βασιλεύοντος, ἀλλὰ μὴν καὶ τοῦ σκευοφύλακος, ἐκεῖνος δὲ καὶ ἄμφω ὑπὸ τὴν τοῦ πατριάρχου ἔθετο ἐξουσίαν, ἀποξενώσας ἀμφοῖν τὸ δημόσιον. εἶτα τὴν μὲν τοῦ βίου αὐτῷ κοινωνὸν Αὐγοῦσταν ἀνγηόρευσε, τὸν δ’ ἀδελφὸν Ἰωάννην κουροπαλάτην τετίμηκε καὶ ὠνόμασε μέγαν δομέστικον. τῶν δὲ πρὸ αὐτοῦ βασιλέων, ὅσοι μετὰ τὸν πορφυρογἐννητον ἐκεῖνον Βασίλειον τῆς βασιλείας ἐπέβησαν, οὐ καλῶς χρησαμένων τοῖς δημοσίοις καὶ κοινοῖς πράγμασιν, [*](D) ἀλλὰ τὰ μὲν εἰς οἰκείας ἀπολαύσεις καὶ εἰς ἀσκητηρίων κατασπαθησάντων οἰκοδομάς, τὰ δὲ δωρουμένων οἶς ἔτυχεν ἡ τέως οἷσπερ ἐβούλοντο, οἱ βασιλικοὶ θησαυροὶ ἐκκεκένωντο καὶ τὰ δημόσια πρυτανεῖα χρημάτων ἐσπάνιζον. τοῦτο τοίνυν ὁ Κομνηνὸς προθέμενος διορθώσασθαι, οὐκ ἠρέμα οὐδὲ κατὰ βραχὺ τῇ διορθώσει ἐπικεχείρηκεν, ἀλλ’ ὡς τῷ στατῆρι ἑαυτὸν ἀνεστήλωσεν ἀνατεταμένον τὴν χεῖρα, φέρουσαν τό ξίφος γυμνόν, οὕτω καὶ τοῖς πράγμασιν ἐπήνεγκεν ἑαυτὸν καὶ τέμνειν αὐτίκα παρεσκεύαστο τὰ οἰδήματα, ἀλλ’ οὐ μαλάσσειν οὐδ’ ἐμπλάττειν τὰ ὕπουλα. ὅθεν οὐδὲ ἐξ οὗπερ τοῦ κράτους ἐπἐβη καὶ εἰς ἔννομον ἀρχὴν τὴν πρὶν αὐτοῦ τυραννίδα μετήνεγκεν , ἀναποδίσας τὴν τοῦ πρὸ αὐτοῦ πρᾶξιν ἀνέτρεψε, καὶ εἰ τι ἐκεῖνός τισιν ἐδωρήσατο, ἀφῃρεῖτο καὶ ἀπεστέρει τοὺς εἰληφότας , ἀλλὰ καὶ τῶν πρὸ ἐκείνου πολλὰ καθῄρησε καὶ ἠθέτησε, καὶ οὐ μόνον ταῦτα πρὸς τὸ δημῶδες ἐποίει, ἀλλ’ οὐδὲ τῶν τῆς γερουσίας ἐφείδετο. εἶτα προβαίνων καὶ κατὰ τοῦ θείου ἐχώρησε καὶ πολλὰ τῶν τοῖς
193
παρ’ ἐκείνων δομηθεῖσι φροντιστηρίοις ἀφιερωμένων ἠκρωτηρίασεν, ἢ μᾶλλον ἐκλογισμοῖς ὑποβάλλων τοὺς ἐν αὐτοῖς ἀσκουμένους καὶ τὴν ἀποχρῶσαν αὐτοῖς δαπάνην ἀπονέμων τὰ λοιπὰ τῷ δημοσίῳ ἀφωσίου καὶ ἀνελάμβανε , καὶ ἄλλο ἐπ’ ἄλλῳ καθ’ ἑκάστην ἐνεόχμου τοιοῦτον. ἐντ’ ἐντεῦθεν ἅπασι μισητὸς ἦν, τῷ [*](B) τε δημοτικῷ πλήθει τῇ τε συγκλήτῳ βουλῇ, ἀλλὰ μέντοι καὶ τῷ στρατιωτικῷ· οὐδὲ γὰρ οὐδ’ ἐκείνου ἀπείχετο, ἀλλὰ κἀκείνοις ἀπεμείου τὰς εὐπορίας καὶ τῶν ἄλλων μᾶλλον τοῖς ἐν σεμνείοις τὴν ζωὴν διανύουσι. τὸν δὲ οὐδὲν ἀπῆγε τῶν ἐγχειρήσεων, οὐ λόγος, οὐ δέος, οὐ μῖσος, οὐ ψόγος· οὕτως ἐπῆρτο τὸ φρόνημα καὶ οἰδοῦσαν ἐκέκτητο τὴν ψυχήν.

Ἀλλ’ οὐδ’ ὁ πατριάρχης ἧττον ἐκείνου πεφρονημάτιστο. ἤθελεν οὖν ἐπιτάσσειν αὐτῷ, καὶ εἴ ποτε πρὸς τὰ αἰτούμενα ἀπετύγχανεν , ὁ δὲ ἐδυσχέραινε καὶ ἠπείλει καὶ ἐπετίμα, εἶτα καὶ ὡς αὐτὸς αὐτῷ τὴν [*](C) βασιλείαν ἀπονενεμηκώς, αὐτὸς καὶ ἀφελέσθαι ταύ- τὴν αὐτὸν εἰσαῦθις ἠπείλησε. ταῦτα οὐκ ἦν οἴσειν τὸν βασιλέα ἐπιεικῶς· διὸ καὶ δρᾶσαι πρίν τι πάθοι προεμηθεύσατο. τοῦ γοῦν πατριάρχου εἰς τὴν οἰ- κείαν ἀπελθόντος μονήν, ἤδη τῆς πανηγύρεως ἐφε- στώσης τῶν ἐν αὐτῇ τιμωμένων οὐρανίων δυνάμεων, ἔν ἑορτάσῃ λαμπρότερον , πέμψας ἐκεῖ χεῖρα στρατιωτικὴν ὁ κρατῶν, οὐ γὰρ ἤθελεν ἐκ τῆς τοῦ θεοῦ λόγου Σοφίας τὸν ἄνδρα καταγαγεῖν , ἵνα μὴ παρὰ τῷ κλήρῳ ἤ καὶ τῷ δήμῳ θόρυβος γένηται, ἐκεῖνόν τε καὶ τοὺ ’ς ἐκείνου ἀνεψιοὺς συνόντας αὐτῷ ὑπερορίους ποιεῖ. εἶτα καὶ καθαιρέσει ὑποβαλεῖν αὐτὸν διὰ φροντίδος ἐτίθετο, καί τισι τῶν ἀρχιερέων συνεργοῖς [*](D) πρὸς τοῦτο ἐκέχρητο, δηλοῖ τε δι’ αὐτῶν τῷ

194
ἀνδρὶ ἀπείπασθαι τὴν ποιμαντικήν, ἕν ἑκὼν δοκῇ αὐτὴν παραιτεῖσθαι, ὡς εἰ μὴ τοῦτο, καὶ ἄκων αὐτὴν ἀφαιρεθήσεται, εἰς μέσον κατ’ αὐτοῦ προτιθεμένων αἰτιαμάτων. ὡς δ’ ἐκεῖνος οὐκ ἦν ὑπείκων τῷ τοῦ βασιλέως θελήματι, φροντὶς ἦν τῷ κρατοῦντι περὶ τῆς αὐτοῦ καθαιρέσεως. ἀλλ’ ἔφθη λύσας τὴν φροντίδα τοῦ πατριάρχου ὁ θάνατος. μετ’ ὀλίγον γὰρ μεθίσταται τῶν ἐνθένδε ὁ πατριάρχης, καί τις oτῷ Κομνηνῷ τὴν ἐκείνου εὐηγγελέσατο τελευτήν, ὡς φροντίδων αὐτὸν ἀπαλλάττουσαν. ὁ δ’ εὐθὺς μετεγνώκει καὶ ἀνωλόλυξε, καὶ τὸν ἐκείνου νεκρὸν μετ’ ἐντίμου τῆς προπομπῆς ἐκ τῆς ὑπερορίας ἀναγαγὼν εἰς τὴν αὐτοῦ μονὴν ἐναπέθετο, καὶ τοὺς ἐκείνου ἀδελφιδοῦς αὖθις ἀποκατέστησε πρὸς τὰς προτέρας τιμάς. τῇ δ’ ἐκκλησίᾳ τὸν πρόεδρον καὶ πρωτοβεστιάριον ΚωνσταντΤνον τὸν Λειχούδην ἀντικατέστησε, ἄνδρα ταῖς τῶν κοινῶν πραγμάτων ἐπὶ μακρὸν ἐμπρέψαντα διοικήσεσι καὶ ἀνέγκλητον διαμείναντα, ᾧπερ ὁ Μονομάχος καὶ τὴν τῶν Μαγγά- [*](B) νων ἀνέθετο πρόνοιαν καὶ τὰ περὶ τῆς ἐλευθερίας αὐτῶν ἐνεπίστευσεν ἔγγραφα. ἅπερ ὑφ’ ἑαυτὸν ὁ Κομνηνὸς ἐθέλων ποιήσασθαι σκέμμα τι μηχανᾶται πονηρίας ἀνάμεστον καὶ τόκον νοὸς κακοδαίμονος. ἐπεὶ γὰρ ὁ Λειχούδης ἐψήφιστό τε καὶ προκεχείριστο καὶ ἱερεὺς ἤδη κεχειροτόνητο, δι’ ἀπορρήτων αὐτῷ μηνύει λέγεσθαί τινα κατ’ αὐτοῦ ἀπείργοντα τοῦ ἱερᾶσθαι αὐτόν, καὶ εἰ μὴ ταῦτα λαληθεῖεν συνοδικῶς, μὴ οἷόν τε εἶναι τοῦ χρίσματος αὐτὸν τῆς ἀρχιερωσύνης τυχεῖν. “εἰ δὲ δοίης μοι” ἔφη “τῶν Μαγγάνων τὰ δικαιώματα, παραβλέψομαι τὰ λεγόμενα καὶ παραχωρήσω χρισθῆναί σε.” συνιδὼν οὖν ὁ Λειχούδης ὡς οὐκέτι αὐτῷ εἰς τὴν προτέραν ἐπα-
195
νελθεῖν κατάστασιν ἔξεστιν, οὕτω δὲ μένειν δι’ αἰσχύνης [*](C) ποιούμενος, φέρων δίδωσι τὰ αἰτούμενα, καὶ οὕτω παραχωρεῖται τελεσθῆναι τὴν ἀρχιερατικὴν τελετήν.

Ὁ δὲ Κομνηνὸς κατὰ τῶν Οὔγγρων καὶ τῶν Σκυθῶν, οἳ Πατζινάκαι λέγονται, ἐκστρατεύσας τοῖς μὲν Οὔγγροις εἰρήνην αἰτησαμένοις ἐσπείσατο. κατὰ δὲ τῶν Σκυθῶν ὁρμήσαντι οἶ μὲν ἄλλοι ὐπέκυψαν καὶ εἰρήνευσαν , οὐ γὰρ ὑφ’ ἔνα πάντες ἡγεμόνα μόνα ἐτάττοντο , εἶς δ’ αὐτῶν ὁ Σελτὲ θρασυνθεὶς καὶ μοίρᾳ τινὶ τῆς τῶν Ῥωμαίων δυνάμεως συμβαλών, ἥττητο καὶ τὸ πολὺ τῶν οἰκείων ἀποβαλὼν μετὰ τῶν περιλειφθέντων ἀπέδρα. ἀναζευγνὺς δ’ ἐκεῖθεν ὁ βασιλεὺς ἐσκήνωσεν έν τῷ Δυβιστῷ, ἤλη [*](D) τοῦ τέλους ὄντος ἐγγὺς τοῦ Σεπτεβρίου μηνός. ὄμβρου δὲ ῥαγδαίου καταρραγέντος καὶ χιόνος πεδσούσης πρὸ ὥρας πολλῆς, τῆς ἵππου τε τὸ πλέον διέ— φθαρτο καὶ στρατιῶται πολλοὶ τῷ ψύχει κεκινδυνεύκασι, καὶ ποταμοὶ δ’ ὑπερχειλεῖς γεγονότες καὶ ὢ πελαγίσαντες τὰ ἐπιτήδεια σφῶν ἀθρόον παρέσυραν, ὡς καὶ τῷ στρατιωτικῷ καὶ τοῖς ὑποζυγίοις αὐτοῦ τὰ ἀναγκαῖα ἐπιλιπεῖν. εἶτα τοῦ ὕειν τε καὶ τοῦ νίφειν ἐπὶ μικρὸν παυθέντων τῆς βασιλείου σκηνῆς προῆλθεν ὁ βασιλεύς, καὶ ὑπὸ δρῦν ἔστη παμμε- γἐθη, ἐκεῖ που ἑστῶσαν · καί τινες τόν ἐν ὑπεροχαῖς αὐτὸν περιίστανται. βοῆς δ’ ἐν τῷ τόπῳ συμβάσης, μετέστησαν τῆς δρυὸς ὁ βασιλεύς τε καὶ οἱ περὶ αὐτόν, ἡ δ’ αὐτίκα ῥιζόθεν ἐκσπασθεῖσα κατέπεσεν. ὁ δ’ αὐτοκράτωρ ἐπανελθὼν εἰς τὴν μεγαλόπολιν, καὶ ὰποτἰννὺς ὑπὲρ τῆς σωτηρίας ταύτης τὰ χαριστήρια τῷ θεῷ ναὸν ἐντὸς τῶν βασιλείων ἀνήγειρε τῇ πρωτομάρτυρι Θέκλᾳ · κατὰ τὴν ἡμέραν γάρ, ἐν

196
ᾗ τελεῖται ἡ μνήμη ταύτης, τὸν ἐκ τῆς δρυὸς ἐξέ- φυγε κίνδυνον.

Ἀλλ' ἤδη ῥητέον καὶ ὅπως τὴν βασιλείαν ἀπέθετο, [*](B) εἰ καὶ μὴ συμφρονοῦσιν οἶ συγγεγραφότες περὶ αὐτοῦ. ὁ μὲν γὰρ πολὺς τὴν γλῶτταν ἐλλὸς ἐν θήραις ἐκεῖνον λέγει τὸν βασιλέα σχολάζοντα καὶ συχνάκις τὴν δεξιὰν λογχοφόρον ἐπ’ ἄρκτους καὶ σύας ἐπανατείνοντα βληθῆναι πνεύματι ψυχρῷ τὴν πλευράν, κἀντεῦθεν φρίκην ἐπισυμβῆναι αὐτῷ καὶ πυρετὸν ἐκ τοῦ βάθους ἀναφλεγῆναι , εἰς δὲ τὴν ἐπιοῦσαν νύττεσθαι τὴν πλευρὰν καὶ τὸ ἄσθμα μὴ ἐρρῶσθαι αὐτῷ, κἀκ τούτων ἀμφισβητήσιμον γενόμενον [*](C) εἰ βιώσεται ἤ καὶ ἀπεγνωκότα τέλεον τὴν ζωήν, καὶ τὸν Δούκαν Κωασταντῖνον τῇ βασιλείᾳ ἐγκαταστήσαντα , πρὸς τὴν κρείττω μετατάξασθαι βιοτήν. ὁ δέ γε Θρᾳκήσιος θηρᾶν κἀκεῖνος τὸν βασιλέα περὶ τὴν Νεάπολιν , σῦν δ’ ἐπιφανῆναί ποθεν τὴν θέαν φρικτόν , καὶ τὸν Κομνηνὸν ἐνδεδωκότα τῷ ἵππῳ τὸν χαλινὸν διώκειν τὸν σῦν, τὸν δὲ εἰσδῦναι τὴν θάλασσαν γενέσθαι τε ἀφανῆ, ἐν τοσούτῳ δ’ ὡς ἐξ ἀστραπῆς ἐνσκῆψαι λαμπηδόνα τῷ βασιλεῖ, καὶ τῇ ταύτης βολῇ διαταραχθέντα ἐντ’ ἁ τὸν αὐτοκράτορα τοῦ ἵππου τε ἐκπεσεῖν καὶ κεῖσθαι παρὰ τῆ γῇ ἀφρὸν τοῦ στόματος ἀποπτύοντα καὶ [*](D) μηδὲν τῶν κατ’ αὐτὸν αἰσθανόμενον , ἀκατίῳ δ’ ἐκεῖθεν ἐμβιβασθέντα κομισθῆναι εἰς τὰ βασίλεια, καὶ νοσήσαντά τι βραχύ, εἶτα δὴ καὶ ἀπογνωσθέντα, κείρασθαί τε τὴν τρίχα καὶ ἀντὶ τῆς πορφύρας τραχὺ τριβώνιον ἀμφιέσασθαι, τὸν δοῦκα Κωνσταντῖνον βασιλέα προχειρισάμενον , καὶ οὕτω τῇ τοῦ Στουδίου προσορμίσαι μονῇ , κἀκεῖ τὸ λοιπὸν καταβιῶναι τῆς βιοτῆς ἀναρρωσθέντα ἐκ τοῦ νοσήματος.

197
ἐβασίλευσε δὲ δύο ἐνιαυτοὺς καὶ μήνας τρεῖς δραστήριος ὢν καὶ τὸ ἦθος σοβαρὸν ἐνδεικνύ μένος, πρὸς πράξεις ὀξύτατος, στρατηγικώτατος τὰ πολέμια, λόγοις μὲν οὐχ ὡμιληκώς, προσέχων δ’ αὐτοῖς καὶ τοὺς τούτων τροφίμους ἀποδεχόμενος. αἰτιώμε- νος δὲ ὅτι τυραννίδι ἐπικεχείρηκεν “ὤκνουν” ἔλεγε “τῷ συνδούλῳ δουλεύειν καὶ τῶν εἰκότων μὴ τυγ- χάνειν.”

Ὁ δὲ πρόεδρος Κωνσταντἴνος ὁ Δούκας τῆς

βασιλείας τυχὼν ἀπραγμόνως, ὡς εἴρηται, πολλοὺς τῶν τῆς συγκλήτου βουλῆς καὶ τοῦ δημώδους πλήθους εἰς μείζονας ἀξιωμάτων βαθμοὺς προεβίβασε. καὶ ὅσους δ’ ὁ Κομνηνὸς ἀφείλετο τὰς οἰκείας τιμάς, πολλοὶ δ’ ἦσαν καὶ οὗτοι, εἰς ταύτας αὖθις αὐτὸς ἐκείνους ἀποκατέστησεν. ἐπιβουλῆς δὲ κατ’ αὐτοῦ συσκευασθ ἐίσης, μικροῦ δεῖν ἐγένετο ἂν ὑποβρύχιος. [*](B) ἦν μὲν γὰρ ἐν τοῖς βασιλείοις τῶν Μαγγάνων, ἐσκέψαντο δὲ οἱ συνομοσάμενοι ὡς εἰ θόρυβος ἐν τῇ τῆς πόλεως γεγονὼς ἀγγελθείη αὐτῷ ἀγορᾷ, αὐτίκα διὰ τῆς θαλάσσης ἐκεῖνος ἀπελεύσεται πρὸς τὸ μέγα Ἀνάκτορον. προῳκονόμητο δ’ αὐτοῖς μὴ εἶναι τὴν βασιλικὴν τριήρη ἐκεῖ καὶ τοὺς ἐκείνης οἰακοστρόφους, οὓς πρωτοκαράβους ἡ δημώδης λέγει φωνή. ὁ μὲν οὖν βασιλεὺς ὡς τὸν θόρυβον ἠνωτίσατο, ἀπιέναι δεῖν ἔκρινε τῶν Ἀνακτόρων εὐθύ. ἐπεὶ δ’ οὐχ εὕρηται ἡ βασιλικὴ τριήρης ἐκεῖ, εἰς τὸ τυχὸν ἐμβεβήκει ἀκάτιον· ἀπιόντος δὲ ἀνεφάνη καὶ ἡ ναῦς ἡ βασίλειος, καὶ εἰρεσίᾳ πολλῇ σὺν ῥύμῃ σφοδρᾷ τὸ ῥόθιον τέμνουσα πρὸς τὸ [*](C) 30 πλοιάριον, ὅπερ ὁ βασιλεὺς ἐμβεβήκει, πρὸς τῶν πηδαλιούχων ἰθύνετο. ἦν δ’ αὐτοῖς τὸ βουλόμενον ἐπιβιβάσαι τὴν τριήρη τοῦ πλοιαρίου, ἵν’ αὐτὸ κατα-

198
δύσῃ καὶ σὺν τῷ βασιλεῖ ποιήσηται ὑποβρύχιον. ὡς δ’ εἶδον τὴν τῆς τριήρους ἐπιφορὰν οἴτῳ κρατοῦντι συμπλέοντες , ἀνέκραξάν τε καὶ ἐπέχειν θρασύτερον ἐξεβόησαν καὶ μετατρέπειν τοὺς οἴακας. ταῖς γοῦν ἐκείνων βοαῖς ὥσπερ ἐμβροντηθέντες οἱ ἐπὶ τῶν οἰάκων, θείας δ’ ἦν τὸ ξύμπαν προμηθείας, ἀπεδειλίασαν. λίασαν. καὶ οὕτω τὸν κίνδυνον ὁ βασιλεὺς ἐκφυγὼν ὅπως τ’ ἑ καὶ παρ’ ὧν ἡ ἐπιβουλὴ σὺν συνεσκεύαστο ἔγνω, καὶ τοὺς αἰτίους ἠμύνατο στερήσει μόνῃ τῶν οὐσιῶν. οὗτος ὁ βασιλεὺς ηὔχει μὲν ὡς ἐπὶ [*](D) προγόνοις τοῖς πάλαι τῇ τῶν δουκῶν κεκλημένοις ἐπωνυμίᾳ, τῷ Ἀνδρονίκῳ δηλαδὴ καὶ τῷ Πανθηρίῳ καὶ ἐπὶ τούτοις τῷ Κωνσταντίνῳ. ἀλλὰ τοῦ γένους ἐκείνων πάλαι πανοικὶ ἐξολοθρευθέντος , ὅτε Κωνσταντῖνος τυραννίδι ἐπικεχείρηκεν , ὡς ἔμπροσθεν εἴρηται, τοῦ πορφυρογεννήτου Κωνσταντίνου τοῦ παιδὸς τοῦ ἄνακτος Λέοντος, τοῦ φιλοσόφου φημί, βασιλεύοντος, καὶ ὑπὸ ἐπιτρόπους τελοῦντος ἔτι διὰ τὴν νηπιότητα, καὶ μηδενὸς. ἄρρενος περιλειφθέντος, ἐκ θηλείας τινός , ὡς λόγος , οἱ τούτου κατήγοντο πρόγονοι, ὅθεν οὐδὲ δούκας λελόγιστο καθαρός, ἀλλ’ ἐπίμικτος καὶ κεκιβδηλευμένην ἔχων τὴν πρὸς τοὺς δούκας συγγένειαν. ἦν δὲ ὁ ἀνὴρ τὰ πρὸς θεὸν εὐσεβής, τὸ ἦθος ἐπιεικής, δικαιοσύνης ἐρατοῖς, τὴν γνώμην δὲ νωθρὸς καὶ ἀμβλύς , χαίρων τοῖς ἐπὶ βίου μαρτυρουμένοις σεμνότητι, ἐκτόπως δ’ ἐρασιχρήματος καὶ πόρους ἐπινοῶν ὅπως αὐτῷ γένοιντο πολλοὶ θησαυροί. ὅθεν καὶ πρὸ πάντων εἰς δύο ταῦτα κατέτεινε τὴν σπουδήν , εἴς τε τὴν τῶν δημοσίων φόρων ἐπαύξησιν , διὸ καὶ τὰ ἀρχεῖα τὰ τοὺς φορολόγους λογοπραγοῦντα ὠνητὰ παρεῖχε τοῖς βουλομένοις καὶ τελῶν αἷς τὴν συλλογὴν τῶν
199
φόρων ἐπὶ συνθήκαις ἐπίστευε, καὶ εἰς ἀκροάσεις [*](B) δικῶν. οὐ πάνυ δὲ τῇ ἀκριβείᾳ προσεῖχε δικάζων, ἀλλ’ ἐνιαχοῦ καὶ ἐνηυθέντει καὶ τὰς ψήφους ὑπήλλαττε, πρὸς τὰ πρόσωπα τὰς ἀποφάσεις τιθέμενος. γλίσχρος δὲ τυγχάνων καὶ φειδωλὸς ἔθετο παρ’ ἑαυτῷ μὴ μάχαις πρὸς τὰ ἔθνη συρρήγνυσθαι, ἀλλὰ δώροις καὶ φιλοφροσύναις ἄλλαις αὐτὰ οἰκειοῦσθαι καὶ καταλλάττειν τῇ Ῥωμαίων ἀρχῇ, δύο ταῦτα ἐντεῦθεν μνώμενος ἑαυτῷ, τό τε μὴ πλείω δαπανᾶν ἐν ἐκστρατείαις καὶ τὸ αὐτὸς ἠρεμεῖν καὶ σχολάζειν ὡς ἐπίπαν τῇ τῶν χρημάτων συλλογῇ· διὸ καὶ τῶν στρατιωτικῶν καταλόγων ἠμέλησεν ἢ μᾶλλον πολλοὺς καὶ τοὺς γενναιοτέρους τῶν ἀπογραφῶν ἀπήλειψε [*](C) λεῖψε διὰ τὸ βαρύμισθον · ὥστε συμβαίνειν θρασύνεσθαι μὲν τὸ βαρβαρικόν, συστέλλεσθαι δὲ καὶ ταπεινοῦσθαι τὰ τῶν Ῥωμαίων στρατεύματα καὶ μειοῦσθαι τὴν ἡγεμονίαν τὴν Ῥωμαϊκήν. πολλαὶ γὰρ τότε τῶν ἑῴων χωρῶν αἱ μὲν ἐληίζοντο καὶ εἰς ἀφανισμὸν προυχώρουν, αἶ δὲ καὶ ὑπὸ τοὺς πολεμίους ἐγίνοντο.

Καὶ τὰ μὲν πρὸς ἀνίσχοντα ἥλιον οὕτως εἶχον κακῶς, τὰ δ’ ἑσπέρια καὶ ταῦτα κακῶς ἔπασχε διὰ στρατιωτῶν καὶ σπάνιν καὶ ἀχρειότητα. τοῦ γὰρ τῶν Οὔζων ἔθνους, Σκύθαι δὲ τοῦτό ἐστι τῶν Πατζινάκων καὶ κατὰ γένους ὑπεροχὴν καὶ κατὰ [*](D) πλήθους ὑπερβολὴν παρὰ τοῖς Σκυθικοῖς προτιμῶ - μένον ἔθνεσι, τὸν Ἴστρον παγγενῆ διαβαίνοντος, ἐπειράθησαν μὲν οἱ τῶν παριστρίων πόλεων ἄρχοντες, ἦσαν δ’ οὗτοι ὁ μάγιστρος Νικηφόρος ὁ Βοτανειάτης καὶ ὁ μάγιστρος Βασίλειος ὁ Ἀποκάπης, ἀπεῖρξαι αὐτοῖς τὴν διάβασιν , οὐ μέντοι γε ἠδυνήθησαν. ἀλλὰ συμμίξαν σφίσι τὸ βάρβαρον τήν τε συνοῦσαν αὐτοῖς κατηγωνίσατο στρατιὰν καὶ τοὺς

200
εἰρημένους ἄνδρας καὶ ἄμφω δοριαλώτους ἀπήγαγον, καὶ διαβάντες τὸν Δάνουβιν τὴν περὶ αὐτὸν χώραν ἐπλήρωσαν ἅπασαν. ἦσαν γάρ, ὡς λόγος, ὑπὸ ἑξήκοντα χιλιάδας οἶ αἴρειν ὅπλα δυνάμενοι. ὅθεν ὁρμώμενοι τήν τε Μακεδονίαν ἐληίζοντο καὶ μέχρις Ἑλλάδος προῄεσαν. ταῦτα ἀθυμίαν ἐνεποίει τῷ βασιλεῖ, συλλέξαι δὲ δυνάμεις ὤκνει καὶ ἀνεβάλλετο, ἵνα μὴ πρόηται ὀβολόν. ἐκεῖνος δ’ ἔλεγεν ὅτι ἀκαταγώνιστον τὸ ἔθνος ἐστί. πρέσβεις δὲ πρὸς τοὺς αὐτῶν ἡγεμονεύοντας ἐσταλκὼς μετὰ δώρων ἐπειρᾶτο τούτοις πεῖσαι τὸ βάρβαρον σπείσασθαι. πάντων δὲ ἀναφανδὸν λοιδορουμένων τῷ βασιλεῖ ὡς διὰ φειδωλίαν μὴ κατὰ τῶν βαρβάρων ἐπεξιόντι, τῆς μὲν πόλεως ἐξεδήμησε, περὶ δὲ Χοιροβάκχους ἐσκήνωσεν, οὐ πλείους, ὡς λέγεται, τῶν ἑκατὸν πεντήκοντα τήκοντα μεθ’ ἑαυτοῦ ἐπαγόμενος , φροντίζων δὲ περὶ στρατεύματος συλλογῆς. ἐν τούτοις δ’ ἠγγέλη [*](B) αὐτῷ ἡ τοῦ ἔθνους καταστροφή. ἐνσκήψαντος γὰρ ἐκείνῳ λοιμοῦ, καὶ κακωθέντι σφοδρῶς ἐξ αὐτοῦ οἴ τε Πατζινάκαι καὶ οἱ παρακείμενοι Βούλγαροι ἠσθενηκότι νηκότι ἐπέθεντο, καὶ ἄρδην αὐτὸ διεφθάρκασι , μόλις τῶν ἡγεμόνων μετ’ ὀλίγων δυνηθέντων διαβῆναι τὸν Ἴστρον. ἦν δὲ τὸ σύμπαν τοῦ στρατηγήματος τῆς θείας δυνάμεως. ἀπογνοὺς γὰρ ὁ βασιλεὺς πάντοθεν πρὸς τὸ θεῖον κατέφυγε, δάκρυσι καὶ συντριβῇ καρδίας τούτου δεόμενος καὶ τὴν ἐκεῖθεν ἐκκαλούμενος ἀρωγήν. ταῦτα δ’ ἐν τῷ ἕκτῳ ἔτει ἐπράχθη τῆς βασιλείας τούτου τοῦ αὐτοκράτορος. πρὸ δὲ τούτου σεισμὸς ἐγένετο μέγας κατὰ τὴν εἰκοστὴν [*](C) τρίτην τοῦ Σεπτεβρίου μηνός, ὑφ’ οὗ καὶ ναοὶ καὶ οἰκίαι πολλαχοῦ ἠρειπώθησαν. ὅτε καὶ τὸ κατὰ Κύζικον ‘Eλληνικὸν κατέπεσε τέμενος, ἔργον
201
κάλλιστόν τε καὶ θαύματος ἄξιον , καὶ ὁ ἐν Νικαίᾳ τῶν ἁγίων πατέρων μέγιστός τε καὶ περιώνυμος κατεσείθη ναός. κατὰ δὲ τὸν Μάι·ον μῆνα τῆς τετάρτης ἰνδικτιῶνος κομήτης ὦπτο ἀστὴρ κατόπιν τοῦ ἡλίου πρὸς δύσιν ἰόντος. ἦν δὲ πρότερον μὲν κατὰ σελήνην πλήρη τὸ μέγεθος, εἶτα κόμην ὥσπερ ἐκφύων ἐμειοῦτο, καὶ καθ’ ὅσον τὰ τῆς κόμης ηὐξάνετο, ἠλαττονοῦτο τὸ μέγεθος. πρὸς δὲ τὴν ἀνατο— Λὴν τὰς ἀκτῖνας ἀπέτεινεν, ἐφ’ ἡμέρας φαινόμενος [*](D) τεσσαράκοντα. τοῦ πατριάρχου δὲ Κωνσταντίνου τοῦ Λειχούδη ἐπ’ ἔτη τέσσαρα καὶ μῆνας ἒξ τὴν ἐκκλσιαν ἰθύναντος καὶ μεταθεμένου πρὸς ἑτέραν ζωήν, Ἰωάννης ὁ Ξιφιλῖνος εἰς τὸν ἀρχιερατικὸν τῆς Κωνσταντίνου θρόνον ἀνάγεται , ὃς ἐκ Τραπεξοῦντος ζοῦντος μὲν ὥρμητο, πεπαίδευτο δὲ παιδείαν λόγων παντοδαπῶν καὶ τοῖς ἐξόχοις τῆς συγκλήτου συνηρίθμητο. πάντα δὲ ἑκουσίως λιπών, τοῖς κατὰ τὸν Ὄλυμπον προσφοιτήσας σεμνείοις κείρεταί τε τὴν κόμην καὶ τὸν μοναχικὸν ὑπέρχεται βίον, ἔνθα καὶ συχνὸν διανύσας χρόνον ἄξιος ἐκρίθη τοῦ θρόνου τοῦ πατριαρχικοῦ. ὁ δέ γε βασιλεὺς νόσῳ ληφθεὶς καὶ ταύτῃ κάμνων ἐπὶ μακρὸν καὶ ταλαιπωροῦ μένος καὶ ἤδη κατεργασθείς, καὶ ἀπαραίτητον αὐτῷ γνοὺς ἐπιέναι τὴν τελευτήν, τὴν μὲν βασιλείαν τοῖς υἱοῖς αὐτοῦ καταλέλοιπε τρισὶν οὖσιν, οὑς αὐτῷ ἡ σύνοικος Εὐδοκία ἐγείνατο, τοὺς μὲν δύο τὸν Μιχαὴλ τε καὶ τὸν Ἀνδρόνικον ἰδιωτεύοντι ἔτι, τὸν δὲ Κωνσταντῖνον βασιλεύσαντι, καὶ αὐτὴ Αὐγοῦστα ἀναρρηθεῖσα. ὅθεν οὗτος καὶ πορφυρογεννήτης ἦν, ὃν αὐτίκα καὶ πρὸ τῶν ἄλλων τοῖς βασιλικοῖς παρασήμοις ἐκόσμησεν, εἶτα καὶ τοὺς λοιποὺς ἀνηγόρευσε. τούτους μὲν οὖν ἐπέστησε τῇ ἀρχῇ, αὐτοῖς δὲ τὴν μητέρα
202
βασιλίδα τε καὶ τροφὸν καὶ κυρίαν, τὸ ξύμπαν εἰπεῖν, καταλέλοιπε, ἐπ’ αὐτῇ τὴν τῆς βασιλείας μεταχείρισιν [*](B) ποιησάμενος , δοκούσῃ αὐτῷ σώφρονί τε καὶ πρὸς παίδων ἀγωγὴν δεξιᾷ καὶ πεφυκυίᾳ πρὸς πραγμάτων διοίκησιν , πρότερον ὅρκον ἐξ αὐτῆς ἀπαιτήσας ἔγγραφον ὡς οὐ πρὸς γάμον ἐλεύσεται δεύτερον. τὸ δ’ ἔγγραφον παρ’ ἐκείνης βεβαιωθὲν τῷ πατριάρχῃ ἐδόθη φυλαχθησόμενον · ἀλλὰ καὶ οἱ τῆς συγκλήτου βουλῆς ἅπαντες ἐγγράφως κατέθεντο μὴ ἄν ποτε βασιλέα ἕτερον ἀνειπεῖν, εἰ μὴ τοὺς παῖδας αὐτοῦ. ἐπὶ τούτοις ὁ μὲν ἐξέλιπε, βασιλεύσας ἑπτὰ πρὸς τῷ ἡμίσει ἐνιαυτούς, ζήσας δ’ ἐξήκοντα ἢ καί τι τούτων ἐπέκεινα. τὸν μέντοι ἀδελφὸν αὐτοῦ [*](C) Καίσαρα βασιλεύσας ἐτίμησε καὶ σύμβουλον εἶχε καὶ τῶν μυστηρίων συνίστορα. λόγοις δὲ οὐχ ὡμιληκὼς ἠγάπα τούτους καὶ τοὺς λογίους ἐσέβετο, καὶ ἔλεγε βούλεσθαι μᾶλλον ἐκ λόγων ἢ τῆς βασιλείας γνωρίζεσθαι. τοὺς δ’ ἐπιβούλους αὐτοῦ μὴ ἄλλως κακῶς διαθήσειν ἔφασκεν ἢ μόνον ὡς ὠνη- τοῖς κεχρῆσθαι αὐτοῖς , ὡς τῶν νόμων αὐτῶν τὴν 2( ἐλευθερίαν ἀφελομένων.

Κατὰ γοῦν τὰς τοῦ τελευτήσαντος βασιλέως διαταγὰς ἥ τε βασιλὶς Εὐδοκία καὶ οἱ παῖδες ἐκείνου τῆς βασιλείας ἦσαν διάδοχοι καὶ ἡ βασίλισσα [*](D) τὴν τῶν κοινῶν μετακεχείριστο πρόνοιαν τῶν υἱέων ἁ κατάρχουσα καὶ ἐπὶ βήματος σὺν ἐκείνοις προυκάθητο, μεσεύουσα μὲν αὐτή, ἐκείνους δὲ παρακαθίζουσα ἑκατέρωθεν, οὕτως ἐν ἀρχαιρεσίαις, οὕτως ἐν ζητήσεσι πολιτικῶν ὑποθέσεων , οὕτως ἐχρημάτιζον πρέσβεσιν , οὕτως ἐν συνήθεσι προόδοις προῄεσαν. οἱ δὲ τὴν ἑῴαν ληιζόμενοι βάρβαροι οὐκ ἐπαύοντο τὰς ὑπὸ Ῥωμαίους κατατρέχοντες χώρας καὶ ταύτας

203
ὁσημέραι σινόμενοι. οἱ γὰρ στρατιῶται, ὡς ἤδη μοι εἴρηται, διὰ τὴν τοῦ βασιλέως γλισχρότητα ὠλιγώθησάν τε καὶ ἐκακώθησαν. καὶ εἴ τινες δ’ ἦσαν ἔτι στρατείας ἐχόμενοι, κἀκεῖνοι ἀντεπεξιέναι τοῖς πολεμίοις ἦσαν ἀπρόθυμοι, τῶν συνήθων ὀψωνίων στερούμενοι. ὅθεν οἱ βάρβαροι ποτὲ μὲν τῇ Μεσοποταμίᾳ ἐφήδρευον, ποτὲ δὲ τὰ περὶ τὴν Μελιτηνὴν ἐπόρθουν, ποτὲ δὲ τὴν Κιλικίαν ἐσίνοντο, καὶ ἄλλοτε τοῖς Καππαδόκαις ἐπῄεσαν, καὶ τοῖς κατὰ Κοίλην Συρίαν ἐνίοτε. ταῦτα τῇ βασιλίσσῃ καταγγελλόμενα θόρυβον ἐνεποίει, καὶ βασιλέως πολλῶν λεγόντων δεῖσθαι τὰ πράγματα, δείσασα ἐκείνη μὴ τὸ κοινὸν βασιλέα τινὰ προστήσηται ἑαυτοῦ, καὶ οὕτως αὐτὴ καὶ οἱ παῖδες τῆς βασιλείας ἐκπέσωσιν, ἔκρινεν αὐτή τινα ἐπαγαγεῖν τῇ ἀρχῇ, ἔνα καὶ ἑαυτῇ καὶ τοῖς τέκνοις διατηρήσῃ τὸ κράτος καὶ μείνῃ αὐτοῖς ἀναφαίρετον. οὐ γὰρ δι’ ἀκολασίαν αὐτήν φασιν οὐδ’ ἡττηθεῖσαν ἡδονῆς ἑαυτῇ προσαρμόσαι τὸν Διογενῆ, ἀλλ’ ὡς ἄνδρα δραστήριον καὶ τὰ πολέμια δόκιμον B καὶ τὴν ἰσχὺν ἀπαράμιλλον, ἐπιστῆσαι αὐτὸν τῇ ἀρχῇ, ἵν’ ἡ βαρβαρικὴ φορὰ ἐπισχεθείη ποσῶς, αὐτοῦ τούτοις ἀντερείσαντος τοὺς βραχίονας. ἦν δ’ ὁ ἀνὴρ οὗτος καὶ τῶν ἐκ γένους λαμπροῦ καὶ τῶν διαβοήτων ἐπὶ τοῖς ἀνδραγαθήμασιν. οὗ ὁ πατὴρ ἐπ’ ἀδελφόπαιδι τοῦ βασιλεύσαντος πάλαι τοῦ κατὰ τοὺς Ἀργυροῦς Ῥωμανοῦ κηδεστὴς γεγονὼς καὶ ἐπὶ τυραννίδι ἁλούς, ἑαυτὸν κατεκρήμνισε. τετίμητο δὲ τῷ τῶν βεσταρχῶν ἀξιώματι. δοὺξ γὰρ παρὰ τοῦ Δούκα τῆς Σαρδικῆς γεγονὼς καὶ Πατζινάκοις ἐκεῖ που περιτυχὼν καὶ τούτοις συμβαλών, πολλούς τε [*](C) διώλεσε καὶ οὐ μείους ἐζώγρησεν, ὧν τοὺς μὲν ἑαλωκότας ζωούς, τῶν δ’ ἐσφαγμένων τὰς κεφαλὰς στεί-
204
λας τῷ βασιλεῖ βεστάρχης τετίμητο, γράψαντος τοῦ κρατοῦντος αὐτῷ ὡς “οὐ δῶρον, ὦ Διογενὲς, τὸ ἀξίωμα, τοῦ δ’ ἀνδραγαθήματος ἀμοιβή.’’ διατρίβων οὖν ἐκεῖ τυραννῆσαι παρεσκευάζετο , ἐπεὶ ἔγνω τεθνάναι τὸν αὐτοκράτορα. ὡς δ’ ἐμηνύθη τῇ βασιλίσσῃ τὸ βούλευμα τοῦ ἀνδρός, στείλασα συνέσχεν αὐτόν, καὶ ἤχθη δεσμώτης εἰς τὸ Βυζάντιον, καὶ ἐλεγχθεὶς ὡς ἐπίβουλος, κατεκρίθη, καὶ τέως ὁρί- [*](D) οις κατεκλείσθη περιγραπτοῖς. εἶτ’ αὖθις ὡς κατάκριτος εἰσῆκτο πρὸς βῆμα δὴ τὸ βασίλειον, ἔν’ ἡ ψῆφος κυρωθείη ἡ κατ’ αὐτοῦ. ἔλεος οὖν τοῦ ἀνδρὸς εἰσῄει τοὺς παρεστῶτας καὶ πᾶσιν ἐπαθαίνετο ἡ ψυχή. ἦν γὰρ οὐ μόνον τὴν ἰσχὺν ἀπαράμιλλος, ἀλλὰ καὶ ἰδέσθαι καλός. συνέπαθεν οὖν μετὰ τῶν ἄλλων καὶ ἡ βασιλὶς ἐπ’ αὐτῷ καὶ οἶκτος τοῦ ἀνδρὸς εἰσῄει καὶ αὐτήν, εἰ δὲ καὶ ἔρως, οὐκ ἔχω λέγειν, καὶ ἀντὶ τῆς ψήφου τῆς ὁριζούσης ἐκείνῳ τὴν κόλασιν τῆς κολάσεως ἐλευθεροῦν αὐτὸν ἐξήνεκτο ψήφισμα. καὶ ὁ μὲν λυθεὶς τοῦ ἐγκλήμα- τος ἐξῄει πρὸς τὴν Καππαδοκῶν, αὕτη γὰρ ἐκείνῳ πατρίς, ἡ δὲ βασιλὶς μεταπεμψαμένη αὐτὸν μάγιστρον καὶ στρατηλάτην προεχειρίσατο ἤδη καὶ βασιλέα τοῦτον ἀν’ εἰπεῖν, ὡς ἄνδρα κρίνασα παρ’ ἑαυτῇ γενναιότατον. ἀνεκόπτετο μέντοι διὰ τὰ ὅρκια καὶ τὸ ἔγγραφον, ὃ παρὰ τοῦ πατριάρχου τετήρητο. 25 καὶ ἦν αὐτῇ μέλημα ὅπως τοῦτο ἀφέλοιτο. σκέπτεται τοίνυν περὶ τούτου βουλὴν πονηράν τε καὶ βαθυγνώμονα, καὶ ταύτην ἐνί τῳ τῶν περὶ αὐτὴν ἐκτομιῶν κοινοῦται καὶ οἷον προαγωγῷ τῷ θεράποντι κέχρηται, ὑποθεμένη ὁπόσα ἂν καὶ οἶα τῷ πατριάρχῃ προσομιλήσει. ὁ δὲ τῷ ἀρχιερεῖ προσελθὼν “ἰσθι” φησίν “ὦ δέσποτα, ὡς ἐρῴη τοῦ ἀνεψιοῦ σου ἡ βα-
205
σιλίς,’’ ἦν γὰρ ἀνεψιὸς αὐτῷ Βάρδας, νέος τε καὶ σφριγῶν καὶ ἀφροδισίων ἡττώμενος, καὶ προσεπῆγεν[*](B) ὡς ‘‘εἰ σὺ ἐπινεύσειας τὸ τοῦ ὅρκου χειρόγραφον ἀποδοῦναι τῇ βασιλίσσῃ καὶ πεῖσαι μή τινα κίνδν νον ἐκ τούτου ἐπηρτῆσθαι αὐτῇ , αὐτίκα συνοικίσει μὲν ἑαυτῇ τὸν σὸν ἀδελφόπαιδα, καί οἶ τὸ κράτος ἴψεται τὸ βασίλειον. ὡς δὲ τούτοις ὁ πατριάρχης παραβουκοληθεὶς ὅλον ἐνέδωκεν ἑαυτόν, καὶ τῶν τῆς συγκλήτου βουλῆς ἀπῄτητο θέσθαι ἀπόπειραν. ὁ δὲ τούτων ἕκαστον προσκαλούμενος τὰ πράγματα ζητεῖν ἔλεγε βασιλέα τὸν τούτων ἀντιληψόμενον. εἰ γὰρ ἔτι γυναικὶ μόνῃ καὶ παιδαρίοις ταῦτα διοικηθήσεται, οἰχήσεται πάντως οὐκ εἰς μακρὰν τῇ τῶν [*](C) Ῥωμαίων ἡγεμονίᾳ οὐ τὰ πόρρω μόνον καὶ τοῖ ἐχθροῖς ἀγχιτέρμονα , ἀλλὰ καὶ αὐτὰ τὰ ἀγχίθυρα. καὶ ἐπὶ τούτοις τῶν ὅρκων καὶ τοῦ ἐγγράφου πολλὴν ἐποιεῖτο καταδρομὴν καὶ τὸν τεθνεῶτα βασιλέα ἐκακηγόρει, ὡς μηδὲ τοῦ κοινῇ συμφέροντος θέμενον πρόνοιαν, ἀλλ’ ἐκζηλοτυπίας ἐκθέσμους ὅρκους ἀπῃτηκότα καὶ παράνομα ἔγγραφα. τούτοις τοὺς πλείους συντιθεμένους ἐσχηκὼς ἐκεῖνος, εἰ δέ τινες καὶ ἀν- τέλεγον , τοὺς μὲν δώροις, τοὺς δ’ ὑποσχέσεσι συμψἠφους πείσας αὐτῷ γενέσθαι, στέλλει τῇ βασιλίσσῃ τὸ τῶν ὅρκων χειρόγραφον. ἡ δὲ τούτου λαβομένη εἰς ἔργον τὸ βούλευμα ἀπετέλεσε , καὶ ἄγεται μὲν τὸν Διογενῆ καὶ τούτῳ συζεύγνυται, κοινοῦται δὲ [*](D) τὴν πρᾶξιν τῷ πρεσβυτέρῳ τ’ ἑ τῶν υἱῶν καὶ τῷ Καίσαρι μετακληθέντι πρὸς τὰ βασίλεια καὶ μετασχοντι σχόντι τῶν ὑμεναίων καὶ τῶν ἐπιγαμίων ἀπογενσα μένω κρατήρων, καὶ ὁ Διογενὴς βασιλεὺς ἀνηγόρευτο τῆς βασιλίδος Εὐδοκίας μετὰ τῶν υἱέων ἀρξάσης ἐπὶ μῆνας ἑπτὰ καὶ ἡμέρας τινάς.

206

Ῥωμᾶνος δὲ ὁ Διογενὴς τῆς τῶν Ῥωμαίων ἀρχὴς γενόμενος ἐγκρατὴς οὐ κατὰ τὰς ἐλπίδας τῆς βασιλευσάσης αὐτὸν Εὐδοκίας ἀποβεβήκει. ἡ μὲν γὰρ ἐκ κατακρίτου καὶ ἤδη τὸν δήμιον ἐφεστηκότα ὁρῶντος αὐτῷ, οὐ μόνον κινδύνου προφανοῦς έξαρπάσασα, ἀλλὰ καὶ τηλικαύτης ἀρχῆς ἀξιώσασα ᾤετο ἐν πᾶσιν ἔχειν τοῦτον ὑπείκοντα καὶ αὐτὴ κατάρχειν τοῦ βασιλεύοντος. ὁ δὲ καὶ ἄλλως ὢν ἀλαζονικὸς καὶ ἀδούλωτος, ἐπ’ ὀλίγον μὲν βιασάμενος τὸ ἦθος ὑπέπιπτε ταῖς τῆς Αὐγούστης θελήσεσι καὶ ὑπεκρίνετο τὴν ὑπόπτωσιν , εἶτα μὴ στέγων τὴν βίαν ταχὺ πρὸς τὸν οἰκεῖον τρόπον ἐπανελήλυθε καὶ τὴν ὑπακοὴν ἐδυσχέραινε καὶ ἤθελεν αὐτὸς τὸ κράτος καθαρῶς ἀναδήσασθαι. κακῶς δὲ τῶν ἑώων διακειμένων, καὶ τῶν μὲν ἤδη ἀπεγνωσμένων, τῶν [*](B) δὲ πρὸς αὐτὸ χωρούντων, ἐκστρατείαν κηρύττει, καὶ πήγνυσι τὴν σκηνὴν τὴν βασίλειον κατὰ τὸ τῆς ἑῴας τμῆμα τὸ τῇ Βθζαντίδι ἀντίπορθμον , δύο ταῦτα πραγματευόμενος, ἀποτειχίσαι τε τοῖς βαρβάροις τὴν ἔφοδον καὶ σωτηρίαν ὡς ἐνὸν πρυτανεῦσαι τῷ ὑπηκόῳ καὶ ἑαυτῷ γαυρίαμά τι περιποιήσασθαι καὶ μὴ πάντα ὑπείκειν τῇ βασιλίδι, ἀλλ’ αὐτὸς αὐταρ- χεῖν. ἄρας οὖν ἐκ τῶν βασιλείων πανοπλίτης ἐπεπανοπος ραιώθη πρὸς τὴν ἑῴαν , οὔτ’ ἀξιόμαχον ἐπαγόμενες στράτευμα , καὶ ὃ ἐπήγετο , ἀπορίᾳ καὶ ὅπλων καὶ ἵππων καὶ τῶν ἀναγκαίων αὐτῷ ἐτετρύχωτο. ἐκ [*](C) μακροῦ γὰρ κατολιγωρηθεῖσαν τὴν στρατιάν, ὥσπερ εἴρηται, ἀθρόον ἀνακτηθῆναι οὐκ ἦν εὐχερές. ἀθροι- σθέντων οὖν τῶν οὕτως ἐχόντων στρατιωτῶν κατὰ τὸ θέμα τῶν Ἀνατολικῶν , ὁ τῆς Φρυγίας ἐστιν , οἱ m ἐναντίοι μαθόντες τὸν βασιλέα ἐπιέναι σφίσιν αὐτόν, καὶ τοιοῦτον εἶναι ὡς ἑτοίμως προκινδυνεύειν

207
τῶν ὑπηκόων, ἀρήιόν τε καὶ τὴν ὁρμὴν ἀνυπόστατον, τὰ γὰρ τῆς στρατιᾶς ὅπως διέκειτο οὐκ ἠκρίβουν οἱ βάρβαροι, εὐλαβῶς εἶχον καὶ ὤκνουν κατὰ συστάδην μαχέσασθαι. ἔνθεν τοι ὁ μὲν Σουλτὰν εἰς τοὐπίσω πεποίητο τὴν ὁρμήν, δύο δὲ μοίρας τῆς βαρβαρικῆς διελὼν στρατιᾶς τὴν μὲν εἰς τὴν νοτιωτέραν [*](D) Ἀσίαν τὴν ἄνω, τὴν δὲ πρὸς τὴν βορειοτέραν ὁρμῆσαι τοῖς προεστῶσιν αὐτῶν ἐνετείλατο. οἱ δὲ ἐπιόντες τὰ προστυχόντα τε ληιζόμενοι τὴν Νεοκαισάρειαν αἰφνίδιον ἐπεισπεσόντες αὐτῇ ἐξεπόρθησαν καὶ λαφύρων ἐμπλησθέντες ἐκεῖθεν ἀπῄεσαν. τοῦτο τῷ βασιλεῖ ἀγγελθὲν ἀθυμίαν ἐνέσταξε, καὶ τοὺς εὐζωνοτέρους ἀναλαβὼν τοῦ στρατεύματος ἀπῄει διὰ δυσβάτων ὁδῶν καὶ ὀρῶν, φθάσαι τοὺς ἐχθροὺς ἐπειγόμενος. ὡς οὖν αὐτοῖς ἐπῆλθεν ἀδόκητος, εἰς πτοίαν ἐνέβαλεν ἅπαντας, καὶ πρὸς δρασμὸν ἀπεῖδον εὐθύς, αὐτοῦ που καταλιπόντες καὶ τὴν λείαν καὶ τὴν ἀποσκευήν. φθορὰ μὲν οὖν τῶν βαρβάρων οὐ πάνυ τι γέγονε, τῶν περὶ τὸν βασιλέα κεκοπιακότων ἐκ τῆς ὁδοιπορίας καὶ μὴ οἵων τε ὄντων διώκειν ἐπὶ πολύ. οἱ μέντοι ληφθέντες αἰχμάλωτοι καὶ εἴ τι ἕτερον ἐπλήρου τὴν λείαν, ξύμπαντα ἠλευθέρωτο. ἐκεῖθεν τῆς πρὸς Συρίαν ἥψατο ἀπαγούσης, καὶ φάλαγγα μὲν εἰς Μελιτηνὴν ἐξαπέστειλεν, αὐτὸς δὲ εἰς τὸ Χάλεπ ὁρμήσας πολλὴν ἀπήγαγε λείαν ἀνθρώπων καὶ ζῴων ἄλλων. κἀκεῖθεν εἰς Ἱεράπολιν τῆς Συρίας ἐγένετο. καὶ πολιορκεῖν ἐπιχειρήσας αὐτὴν ὁμολογίᾳ τὴν πόλιν παρέλαβεν. εἶτα τῶν βαρβάρων ἐπιθεμένων μέρει τῆς Ῥωμαῖκῆς στρατιᾶς καὶ ἡττησάντων αὐτό, οὐδεὶς τῶν ἄλλων εἰς ἐπικοῦ ρίαν τῶν ἡττωμένων γενέσθαι προεθυμήθη. ὁ δέ γε βασιλεὺς ἔνδον τῆς ἑαλωκυίας πό-
208
[*](B) λέως ὢν καὶ τὸ συμβὰν ἐγνωκώς, ταχύτατα μετὰ τῶν περὶ αὐτὸν εἰς ἀρωγὴν τῶν ἡττημένων ἐξώρφμσε. μαθὼν δὲ ὁ τοῦ χαλεπ’ ἡγεμονεύων τὴν τῶν Ῥωμαίων ἧτταν προσέθετο καὶ αὐτὸς τοῖς ἄλλοις βαρβάροις μετὰ τῆς οἰκείας πάσης δυνάμεως, αὐτίκα τὸν βασιλέα προσδοκῶν ἀπαγαγεῖν δοριάλωτον. καὶ τὸ ῾Ρωμαϊκὸν κύκλῳ στρατόπεδον περιέλαβον. ὁ μέντοι βασιλεὺς ἀκήρυκτον αὐτοῖς τὴν μάχην ἐπεωεγκών, ἐξῄει γὰρ τοῦ χάρακος καὶ τὸ στράτευμα συνεξήγαγε, μήτε σαλπίγγων γενομένης ἠχῆς μήθ’ ἑτέρου διαδήλου συνθήματος, ἐτρέψατο τοὺς ἐναντίους καὶ εἰς φυγὴν ἠνάγκασεν ἀπιδεῖν. εἰ οὖν ἐπὶ πολὺ τὸ ῾Ρωμαϊκὸν ἐπεδίωξε στράτευμα, νίκην ἂν [*](C) ἤρατο μεγίστην καὶ περιβόητον. οἱ γὰρ ἔπποι τοῖς Ἄραψι ταχεῖς μέν εἰσι τὴν πρώτην ὁρμὴν καὶ τῶν λοιπῶν ποδωκέστατοι, οὐκ ἐπὶ πολὺ δὲ τὸν δρόμον ἐκτείνουσιν, ἀλλ’ ἀποκναίουσι τάχιστα. ἀνακληθέντες δὲ καὶ τῆς διώξεως ἀποσχόμενοι τοὺς ἐναντίους μὲν περιέσωσαν, ἑαυτοὺς δὲ μεγάλου κατορθώματος καὶ εὐκλείας ἐστέρησαν. ὅμως τῷ βασιλεἶ, ὅτι ὅλως οἱ ῾Ρωμαῖοι ἀντεπιέναι τοῖς ἐχθροῖς ἀπεθάρρησαν καὶ τὸ πολὺ τῆς πρῴην δειλίας ἀπέθεντο, ἀρκοῦν ἐδόκει εὐτύχημα. ἐνῴκιστο δὲ τῆς Ἱεραπόλεως ἡ ἀκρόπολις, τοῦ βασιλέως προστάξαντος. ἑτέροις δὲ πολίσμασιν ἐπελθών, καὶ τὰ μὲν διὰ τὸ ἀνάλωτον παρελθών, τὰ δὲ κατασχών, εἰς πόλιν τῆς Κιλικίας τὴν Ἀλέξανδρον λεγομένην κατήντησε. κἀ- [*](D) κεῖθεν ἀπιόντι λαφυραγωγηθῆναι τὸ Ἀμόριον διαγγέλλεται καὶ κτανθῆναι πολλούς. ἐδυσφόρησε μὲν οὖν πρὸς ταῦτα ὁ βασιλεύς, μὴ δυνάμενος δ’ ἐπαμῦναι τοῖς πεπονθόσι, τὰ περὶ τὸν οἰκεῖον στρατὸν οἰκονομησάμενος, ἔνα τὴν τοῦ χειμῶνος ὥραν ἀνεν-
209
δεῶς τῶν ἀναγκαίων παρέλθωσιν, αὐτὸς ἐπὶ τὴν βασιλίδα τῶν πόλεων ἐπανῆλθεν , ἀλαζονικώτερον διακείμενος, ὡς τάχα κατωρθωκὼς πλείω, οὐ μόνον πρὸς τοὺς ἄλλους, ἀλλὰ καὶ πρὸς αὐτὴν τὴν βασίλισσαν. ἡ δὲ πρὸς τοὐναντίον αὐτῇ τὰς ἐλπίδας τραπείσας κατανοοῦσα ἐδυσχέραινε καὶ τὴν καρδίαν εἶχεν οἰδαίνουσαν, τὰς ἐπιπλήξεις μὴ στέγουσα.

Ἄρτι δ’ ἀναλάμπειν ἠργμένου τοῦ ἔαρος αὖθις ὁ βασιλεὺς ἑτέρας ἐκστρατείας ἐμέμνητο. ἐκδημήσας τοίνυν τῆς Βυζαντίδος καὶ γενόμενος εἰς Καισάρειαν, ἔμαθε Τούρκων πλῆθος πολὺ κατατρέχειν τὴν ’ρᾶν, καὶ τούτοις πῇ μὲν μέρος τῆς στρατιᾶς ἐπαφιείς, πῇ δὲ καὶ αὐτὸς συμβαλών , ἐτρέψατο τοὺς ἐχθρούς, καὶ τοὺς ζωγρηθέντας τῷ ξίφει πάντας ὑπαγαγὼν πρὸς τὸν Εὐφράτην ἐτίθει τὸ ὅρμημα. τὸν μέντοι Φ,λάρετον στρατηγὸν προβαλόμενος , ἦν δὲ τοῦ Βραχαμίων γένους ὁ ἀνήρ, δοκῶν μὲν πρὸς στρατιωτικὴν ἐμπειρίαν ἱκανῶς ἔχειν , βίου δὲ τυγχάνων χανὼν οὐκ ἀγαθοῦ, ἀλλ’ ἀντιρρόπου πάνυ πρὸς τὴν ὢ κλῆσιν αὐτοῦ, τούτῳ τὸ ἥμισυ παραδίδωσι τοῦ στρατεύματος, αὐτὸς δ' ἀπένευσε πρὸς τὰ βορειότερα. τοῖς δὲ μετὰ τοῦ Φιλαρέτου ἐπιφανέντες οἱ ἐναντίοι πτοίαν ἐνέβαλον, καὶ τοὺς τόπους καταλιποῦσιν, οὓς φυλάττειν ὡρίσθησαν , καὶ εἰς φυγὴν τραπεῖσιν [*](B) εἵποντο οἱ πολέμιοι, καὶ εἷλον ἅπασαν τὴν ἐκείνων ἀποσκευήν. τοῦτο ἐλθὸν εἰς γνῶσιν τῷ βασιλεῖ σκυθρωπάσαι πεποίηκεν , οἱ δ’ ἐναντίοι κατὰ τῆς Καππαδοκίας τὸ ὅρμημα θέμενοι αὐτήν τε ἐπόρθουν καὶ πρὸς τὸ Ἰκόνιον ἵεντο, ἀνθρώπων τε πολυπλήθειαν ἔχον καὶ πᾶσι τοῖς δοκοῦσιν ἀγαθοῖς εὐθηνούμενον. ὁ δὲ βασιλεὺς εἰς Σεβάστειαν ἀφικόμενος, καὶ μαθὼν τὴν κατὰ τοῦ Ἰκονίου τῶν Τούρκων

210
ἐπέλασιν συνέτεινε καὶ αὐτὸς τὴν πορείαν ὀπίσω αὐτῶν. γνοὺς δὲ ἤδη ἐκπεπορθηκότας αὐτοὺς τὸ Ἰκόνιον καὶ τὴν αὐτοῦ εὑ λάβου μένους κατάληψιν ἀπᾶραι, τῷ τῆς μεγάλης Ἀντιοχείας δουκὶ τῷ Xατατουρίῳ μοῖραν ἐκπέμψας τινὰ τῶν Ρωμαϊκῶν δυνάμεων [*](C) ἐνετείλατο εἰς Μοψουεστίαν ἀφίξεσθαι καὶ τοῖς Τούρκοις ἐκεῖ διιοῦσι συμμίξαι. ἀλλ’ οἶ πολέμιοι εἰς τὴν τῆς Ταρσοῦ πεδιάδα γενόμενοι τοῖς Ἀρμενίοις ἐνέπεσον, καὶ πᾶσαν σχεδὸν τὴν λείαν ἀπέβαλον. ἐνωτισθέντες δὲ καὶ τὴν ἐν Μοψοπίᾳ τῶν Ῥωμαίων ἐφέδρευσιν , ᾤχοντο διὰ τῆς νυκτὸς καὶ διέφυγον. ὃ τῷ βασιλεῖ λύπης ὑπόθεσις γέγονε, καὶ ἀπογνοὺς ὡρμήκει πρὸς τὸ Βυζάντιον· ἤδη γὰρ ἐπέστη καὶ τὸ μετόπωρον. ὅτε καὶ ὁ μέγας τόν Βλαχερνῶν ἐπυρπολήθη ναός, ἔτους ἐνισταμένου ἑξακισχιλοστῦ ἐφισταμένου πεντακοσιοστοῦ ἑβδομηκοστοῦ ὀγδόου. ἐφισταμένου δέ γε τοῦ ἔαρος Μανουὴλ πρωτοπρόεδρον τὸν Κομνηνόν, τὸν τοῦ βεβασιλευκότος ἤδη [*](D)Ἰσαακίου ἀδελφιδοῦν, κουροπαλάτην τιμήσας ἐφίστησι τοῖς στρατεύμασιν. ὁ δὲ νέος μὲν ἐτύγχανεν ὤν, ἦρχε δὲ κατὰ γέροντας, καὶ βαρβάρων ἐντυχὼν στρατιᾷ προσμίγνυσι καὶ νικᾷ. τοῦτο λέγεται τῷ Διογενεῖ φθόνον κινῆσαι, καὶ διὰ τοῦτο τῆς περὶ ἐκεῖνον στρατιᾶς μοῖραν οὐκ ἐλαχίστην ἀποδιελεῖν καὶ στεῖλαι κατὰ Συρίας. εἶτα τοῦ Κομνηνοῦ μετὰ τῶν ὑπολελειμμένων γενομένου κατὰ Σεβάστειαν, Τούρκων ἀνεφάνη πληθύς, καὶ ἐπῄει τούτοις ἐκεῖνος. οἱ δὲ φυγὴν ὑπεκρίθησαν, καὶ οἶ περὶ τὸν Κομνηνὸν τοὺς φεύγοντας ἐπεδίωκον. ἐκ δέ γε συνθήματος μεταστρέψαντες τὰ νῶτα οἶ βάρβαροι ἐσκεδασμένοις τοῖς Ῥωμαίοις ἐπέθεντο, καὶ πολλοὺς μὲν ἀνεῖλον, καὶ εἷλον οὐ μείονας καὶ αὐτὸν τὸν στρατάρχην
211
τὸν Μανουὴλ καὶ τὸ στρατόπεδον διηρπάκασιν. ἡ δὲ περὶ τούτων ἀγγελία τὸν αὐτοκράτορα καὶ ἔτι φήμη τις γενομένη ὡς ἡ ἐν Χώναις πολιτεία καὶ τὸ ἐκεῖ τοῦ ἀρχιστρατήγου περίπυστον τέμενος τοῖς βαρβάροις παρείληπται. ὁ μὲν οὖν βασιλεὺς ὅλος ἦν τοῦ αὐτίκα χωρῆσαι κατὰ τῶν πολεμίων καὶ ἐπαρῆξαι τοῖς κινδυνεύουσιν, ἀλλά τινες αὐτῷ συν- ἐβούλευον ἐπέχειν τέως. ἐν τούτοις δὲ ἧκεν ὁ Κομηνὸς Μανουὴλ μετὰ καὶ τοῦ ἑλόντος αὐτὸν Τούρκου, προσελθόντος τῷ βασιλεῖ. ἐκ γάρ τινος αἰτίας δυσμένειαν ὁ Σουλτὰν ἐσχηκὼς κατὰ τοῦ ἀνδρὸς στρατιὰν ἐξαπέστειλε κατ’ αὐτοῦ συλληψομένην αὐτόν. διὸ δείσας ἐκεῖνος εἵλετο τῷ βασιλεῖ προσφυγεῖν, ὃν αὐτίκα τετίμηκε πρόεδρον. ἦν δὲ τὴν ἡλικίαν κίαν βραχύτατος, τὴν δὲ μορφὴν εἰδεχθέστατος.

[*](B)

Ἐπεὶ δὲ τὸ ἔαρ ὑπέλαμπεν , ἐμβεβήκει μὲν τῇ τριήρει τῇ αὐτοκρατορικῇ · διαπεραιουμένου δ’ ἄρτι - περιστερὰ οὐ πάνυ μὲν μέλαινα τὴν χροιάν, πρὸς δὲ τὸ μελάντερον ἀποκλίνουσα, τὴν τριήρη αὐτοῦ περιίπτατο καὶ οὐκ ἀπέστη πτερυσσομένη περὶ αὐτόν, ἴως ἐκεῖνος ταῖς χερσὶν αὐτῆς ἐπελάβετο. ὁ δὲ ταύτην τῇ βασιλίσσῃ ἐκπέπομφεν, ἐκρίθη δὲ τὸ τῆς περιστερᾶς οὐκ ἀγαθόν τι τεκμήριον οὔτε τῷ ταύτην ἑλόντι οὔτε μὴν τῇ πρὸς ἣν ἔσταλτο. ἀλλὰ καὶ τοῦ ξύλου, ᾧ μέσον ἱσταμένῳ ἡ βασίλειος σκηνὴ ἐπερείδεται, δεται, αὐτομάτως κατεαγότος , κατέπεσεν ἡ σκηνή· καὶ τοῦτο δὲ σύμβολον ἐνομίσθη ἀπαίσιον. ὅμως [*](C) οὐδὲν τὸν βασιλέα τῆς προθυμίας ἀνέκοψεν , ἀλλὰ προῄει ἕως τοῦ θέματος τῶν Ἀνατολικῶν, φειδωλίας ἐχόμενος παρὰ τὸ εἰωθός. ἐσκηνωμένῳ δέ που ἐν δωματίοις πῦρ ποθεν ἐνεχθὲν αὐτά τ’ ἑ κατ’ ἔφλεξε τὰ δωμάτια καὶ ἵππους ἡμιφλέκτους εἰργάσατο τῶν

212
βασιλικῶν καὶ χαλινὰ καὶ ὀχήματα, ὃ καὶ τούτῳ κακὸν οἰώνισμα ἔδοξεν. ἐκεῖθεν μετελθὼν καὶ τὸν Ἅλυν διαπεράσας καὶ παρελθὼν τὴν Καισάρειαν εἰς τὴν λεγομένην Κρύαν πηγὴν τὸν χάρακα ἔθετο, ἔνθα τισὶ τῶν Νεμίτζων ἀπηνέστερον προσηνέχθη δι’ ἀδικήματα. τοῦ δὲ τάγματος τούτων ἀποστατήσαντος, ἱππότης αὐτὸς αὐτίκα ἐπιφανεὶς καὶ τὸ στρα- [*](D)τιωτικὸν ἐπαγόμενος κατέπληξέ τ’ ἑ τὸ ἀποστατῆσαν καὶ αὖθις συμμαχικὸν αὐτῷ ἐποιήσατο. εἶτα ἄπεισιν εἰς Θεοδοσιόπολιν, κἀκεῖ δύο μηνῶν ἕκαστον ἐπάγεσθαι κελεύσας τροφήν, ὡς διὰ ἀοικήτου μέλλων πορεύεσθαι, διεῖλε τὸ στράτευμα καὶ μοῖραν μὲν τῷ Ρουσελίῳ παρέσχεν, ἀνὴρ δ’ οὗτος Λατῖνος πολεμικώτατος, καὶ κατὰ τοῦ Χλιὰτ αὐτὸν ἐξαπέστειλεν. ἑτέραν δὲ μοῖραν ἑτέρῳ προσένειμε, προστάξας αὐτῷ πορθῆσαι τὸ Μανζικίερτ· αὐτὸς δὲ ὁ βασιλεὺς μετὰ τῶν λοιπῶν οὐκ ἀξιομάχων ὄντων περιελέλειιπτο. τὸ μὲν οὖν Μανζικίερτ δι’ ὁμολογίας τῷ βασιλεῖ παραδέδοτο, ἀποδεδειλιακότων τῶν Τούρκων καὶ πίστιν αἰτησαμένων, καὶ τούτου ἐκστάντων. στρατιώταις δὲ εἰς συλλογὴν ἐξελθοῦσι τῶν χρειωδῶν πολέμιοι ἀθρόον ἐπήλθοσαν. ὃ γνοὺς ὁ βασιλεὺς τὸν μάγιστρον Νικηφόρον τὸν Βρυέννιον ἐπ’ αὐτοὺς ἐξαπέστειλε μετά τινος συντάγματος, ὃς τοῖ Τούρκοις προσβαλὼν καὶ κάμνουσαν βλέπων τὴν μετ’ αὐτοῦ δύναμιν, στείλας ᾔτει ἐπικουρίαν. ὁ δὲ βασιλεὺς ἀγνοῶν τῶν ἐναντίων τὴν δύναμιν, δειλίαν κατέγνω τοῦ Βρυεννίου καὶ κατὰ τοῦ ἀνδρὸς ἐτρχύνετο. ἔτυχε δὲ τότε ὁ ἱερεὺς ἀναγινώσκων τὸ εὐαγγέλιον καὶ λέγων “εἰ ἐμὲ ἐδίωξαν, καὶ ὒ μᾶς διώξουσιν.” 30 ὅμως ἔστειλε καὶ τὸν μάγιστρον Νικηφόρον τὸν Βασιλάκι0ν μετὰ μοίρας στρατιωτῶν, ὧν προσ-
213
τεθέντων τῷ Βρυεννίῳ μέχρι, μέν τινος ἰσοπαλὴς ἦν ὁ ἀγών. εἶτα τοῦ Βασιλακίου ὁρμήσαντος ἐν [*](B) προμάχοις κατὰ τῶν ἐναντίων μετὰ τῶν περὶ αὐτὸν τὰ νῶτα ἔτρεψαν οἱ πολέμιοι, ὁ δὲ ἐδίωκε, τοῦ Βρυεννἰου σὺν τοῖς ἀμφ’ αὐτὸν μὴ διώκοντος. ὡς δὲ περὶ τὸν χάρακα τῶν ἐναντίων ἐγένετο, πληγέντος αὐτῷ τοῦ ἵππου ἀπέβη αὐτοῦ , καὶ διὰ τὸ τῶν ὅπλων βάρος οὐκ εὐκίνητος ὢν κυκλοῦται παρὰ τῶν πολεμίων, καὶ ζωγρηθεὶς τῷ Σουλτάνῳ προσάγεται · οὔτε δ’ ἐκεῖνος δουλικώτερον αὐτῷ προσῄει οὔτε μὴν ὁ Σουλτὰν ὡς αἰχμαλώτῳ αὐτῷ προσήνεκτο, συχνάκις δὲ τὸν ἄνδρα μετακαλοῦ μένος περὶ τοῦ βασιλέως διεπυνθάνετο καὶ τὰς οἰκείας δυνάμεις ἐδείκνυεν. ὁ δὲ καὶ ἐπῄνει τὰ τοῦ Σουλτὰν καὶ ἐθαύμαζεν , οὐ μέντοι συμφέρειν αὐτῷ ἔλεγεν ἀντιπαρατάξασθαι τῷ βασιλεῖ. ὁ δέ γε βασιλεὺς μετὰ τῶν περιλοίπων ἐξῆλθε [*](C) τοῦ χάρακος κατασκοπήσων τί τὸ γινόμενον, ἑστὼς δ’ ἐπὶ γεωλόφων μέχρις ἐσπέρας ὑπέστρεψε. καὶ οἱ Τοῦρκοι δ’ εὐθὺς ἐκύκλωσαν τὸ στρατόπεδον, καὶ τοῦτο περιιππεύοντες βέλη ἔβαλλον καὶ βοαῖς ἀσήμοις καὶ ὑλακαῖς περιήχουν τὴν στρατιάν. οὕτω μὲν οὖν ἡ νὺξ ἐκείνη παρῆλθεν. ἔωθεν δὲ Οὔζων τι σύνταγμα πρὸς τοὺς πολεμίους ἀπηυτομόλησε. καὶ τοῦτο ὕποπτον καὶ τὸ μεῖναν ἔτι πλῆθος τῶν Οὔζων ἐποίησεν.

Ὁ δὲ βασιλεὺς ὀξύτατα πέμψας εἰς τὸ Χλιὰτ μετεκαλεῖτο τὰ ἐκεῖσε στρατεύματα. ὡς δ’ οὐκ ἀφίκοντο, κοντο, ὁ γὰρ Ταρχανειώτης , οὗτος γὰρ ἦν ὁ εἷς τῶν ἐκεῖ στραταρχῶν, μαθὼν τοῦ Σουλτάνου τὴν ἄφιξιν, παρέπεισε καὶ τὸν Ῥουσέλιον , καὶ μετὰ τῶν [*](D) ὑπ’ αὐτοὺς δυνάμεων ἄραντες φυγῇ πρὸς τὰ Ῥωμαίων ἐχώρησαν ὅρια, ἔγνω ὁ Διογενὴς μετὰ τῶν

214
συνόντων αὐτῷ διαγωνίσασθαι ἐς τὴν αὔριον καὶ ἅμα πρωὶ πρὸς τὸν πόλεμον ἐξηρτύετο. ἐν τούτω δὲ πρέσβεις ἧκον ἐκ τοῦ Σουλτάνου περὶ εἰρήνης διαλεξόμενοι. ὁ δὲ βασιλεὺς οὐ πάνυ φιλανθρώπως τοὺς πρέσβεις ἐδέξατο, ὅμως μέντοι καὶ λόγων σφίσι μετέδωκε καὶ ἀπελθεῖν πρὸς τὸν κύριον αὐτῶν προετρέψατο καὶ ἀπαγγεῖλαι ὡς ‘‘εἰ βούλοιτο περὶ συμβάσεων διαλέξασθαι, καταλιπέτω τὸν τόπον ἐν ᾧπερ ἐστρατοπέδευται καὶ πόρρω ποι μετασκηνωσάτω, ὥστε με μετὰ τῆς Ῥωμαϊκῆς στρατιᾶς τὸν χά- ρακα πήξασθαι, ὅπου νῦν ἐστιν ἡ τῶν βαρβάρων παρεμβολή.’’ ταῦτα τοῖς πρέσβεσι διαλεχθεὶς ἀλαξονικώτερον συντόμως ἐπανελθεῖν ἐνετείλατο. οἶ μὲν οὖν τῷ Σουλτὰν τοὺς τοῦ βασιλέως λόγους ἀπήγγελλον, κἀκεῖνος μετὰ τῶν περὶ αὐτὸν περὶ τῶν τῆς εἰρήνης συνθηκῶν ἐβουλεύετο. ὁ δέ γε βασιλεὺς ὑπερφρονήσας καί τισι πεπεισμένος τῶν ᾠκειωμένων αὐτῷ δεδειλιακέναι λέγουσι τὸν Σουλτάν, ὡς μὴ ἀξιόμαχον ἐπαγόμενον δύναμιν, καὶ διὰ τοῦτο τὴν εἰρήνην ζητεῖν, ἵνα τῆς μάχης ὑπερτεθείσης καὶ ἄλλην δύναμιν προσαγάγηται, μήτε τὴν τῶν πρέσβεων ἀναμείνας ὑποστροφὴν μήθ’ ἕτερόν τι σκοπήσας τοῖς σαλπιγκταῖς ἐκέλευσεν ἠχῆσαι τὸ ἐνυάλιον. [*](B) τοὺς δὲ βαρβάρους τὸ αἰφνίδιον διεθρόησεν, ἀλλὰ καὶ οὕτως εἰς ἀντιπαράταξιν ἔστησαν, καὶ ἐπιόντων αὐτοῖς τῶν Ῥωμαίων οὐκ ἀντεπῄεσαν, ἀλλ’ ἀνεχάξοντο, μήτε τὰ νῶτα τ’ ῥέποντες μήτε μέντοι μαχόμενοι. ὡς δὲ περὶ δείλην ὀψίαν ἡ ἡμέρα ἐγένετο, εἰδὼς ὁ βασιλεὺς ὅτι φυλακὴ περὶ τὸ στρατόπεδον οὐκ ἦν ἀξιόλογος, καὶ δείσας μὴ ἐπελθόντων τῶν ἐναντίων αὐτῷ διαρπαγῇ, ἔγνω τὴν μάχην λῦσαι καὶ ἐπαναζεῦξαι περὶ τὸν χάρακα. ἐπιστρέψας οὖν τὴν
215
βασιλικὴν σημαίαν αὐτός τ’ ἐπανῄει καὶ τῇ στρατιᾷ ταὐτὸ ποιεῖν διεσήμαινεν. οἶ μὲν οὖν περὶ αὐτὸν ὄντες ἀθορύβως ἐποίουν τὸ κελευσθέν. ὅσοι δὲ πόρρω ποι τὰς τάξεις ἐκέκτηντο, φυγὴν τοῦ βασιλέως τὴν ὑποστροφὴν ὑπετόπασαν, Ἀνδρονίκου [*](C) τοῦ υἱοῦ τοῦ Καίσαρος τὸν λόγον ὑποβαλόντος ταῖς φάλαγξιν. ἀεὶ γὰρ ὅ τε Καῖσαρ καὶ οἶ τούτου υἱεῖς ἐφήδρευον τῷ βασιλεῖ καὶ ἀφανῶς ἐπεβούλευον. ἄρας οὖν αὐτίκα μετὰ τῶν περὶ αὐτὸν ὁ Ἀνδρόνικος, ἐξῆρχε γὰρ οὐκ ἐλαχίστης μοίρας στρατιωτῶν, ἀπὸ ῥυτῆρος ἐπανελήλυθεν εἰς τὸν χάρακα. τοῦτο καὶ τοὺς λοιποὺς ἐτρέψατο εἰς φυγήν, οὓς οὕτως ἀκόσμως ἐπανιόντας ὁ βασιλεὺς θεασάμενος ἔστη, στῆναι δὲ καὶ τοῖς ἀπιοῦσιν ἐνεκελεύετο. ἀλλ’ ἐξεκεκώφεισαν 15 ἅπαντες καὶ τῆς φυγῆς οὐ μεθίεντο. ὡς δὲ τὸ παράλογον τῆς φυγῆς δυστύχημα τῶν ῾Ρωμαίων καὶ μήνιμα θεῖον ἔγνωσαν οἱ πολέμιοι, εὐθὺς ἐπῆλθον τῷ βασιλεῖ. ὁ δὲ μετὰ τῶν περὶ αὐτὸν τὴν [*](D) μάχην ἐδέξατο, καὶ μέχρι μέν τινος ἐρρωμένως ἀντεῖχον, 20 εἶτα τῶν μὲν πεσόντων , ἑαλωκότων δ’ ἐτέρων, περιεστοιχίσθη πρὸς τῶν βαρβάρων ὁ βασιλεύς. ἀλλ’ οὐδὲ οὕτως ἐνέδωκε. πολλοὺς δὲ πλήξας καὶ ἀνελὼν ἐπλήγη κἀκεῖνος τὴν χεῖρα, καὶ οὕτως ἀποκαμὼν καὶ μηκέτι ἀμύνεσθαι τοὺς ἐπιόντας δυνάμενος μήτε μέντοι φυγεῖν, ἤδη τοῦ ἵππου αὐτῷ πεπτωκότος ἐκ τῶν βελῶν, ἑάλω καὶ ἀπῆκτο τοῖς βαρβάροις ὁ βασιλεὺς Ῥωμαίων αἰχμάλωτος. ἀγγελθεῖσα δὲ ἡ τοῦ βασιλέως ἅλωσις τῷ Σουλτάνῳ χαρὰν μέν, ὡς εἰκός, ἐνεποίησεν, οὐ μέντοι ἐπῆρεν αὐτὸν ὥστε 30 καὶ ὑψηλοφρονῆσαι· Ἄξαν ἐκεῖνος ὠνόμαστο, οὗ πολλὰ ἐπὶ δικαιοσύνῃ καὶ μετριοφροσύνῃ ᾄδονται διηγήματα. ὅθεν ἠπίστει καὶ τῇ τοῦ βασιλέως ἁλώ-
216
σει διὰ τὸ τοῦ εὐτυχήματος ἄκρατον. καὶ ἰδὼν αὐτὸν οὐ πρότερον πιστὸν τὸ πρᾶγμα ἐδέξατο, ἕως καὶ οἱ παρ’ αὐτοῦ σταλέντες πρέσβεις αὐτὸν ἀνεγνώρισαν καὶ ὁ Βασιλάκης ἐκεῖ κατεχόμενος καὶ ἰδὼν αὐτὸν εἰς τοὺς πόδας αὐτοῦ θρηνῶν κατέβαλεν ἑαυτόν. τότε δὲ τοῦ θρόνου τε ἀνεπήδησεν ὥσπερ ἔνθους, καὶ τεθέντα κατὰ γῆς, ὡς ἔθος, πατήσας αὐτὸν ἀνέστησε καὶ περιεπτύξατο, καὶ “μὴ [*](P�) λυποῦ, βασιλεῦ” ἔφη· “τοιαῦτα γὰρ τὰ ἀνθρώπινα· ἐγὼ δὲ οὐχ ὡς αἰχμαλώτῳ, ἀλλ’ ὡς βασιλεῖ σοι προσενεχθήσομαι.” καὶ αὐτίκα σκηνὴν αὐτῷ ἀποτάττει καὶ θεραπείαν βασίλειον, κοινωνεῖ τε τραπέζης, ὁμόθρονον ἑαυτῷ ποίησά μένος, λύει τε τῶν αἰχμαλώτων αὐτῷ ὁπόσους ᾔτησε, καὶ οὕτως ἐφ’ ἡμέραις τισὶ συνομιλήσας καὶ συνδιαιτηθεὶς τῷ ἀνδρὶ δρὶ καὶ τιμήσας ὑπερβαλλόντως, εἶτα καὶ συνθήκας θέμενος ἐπὶ εἰρήνῃ διηνεκεῖ καὶ κήδους ὑπόσχεσιν ἐπὶ παισὶ ποιησάμενος, ἀφῆκε τὸν Διογένην ἀπιέναι μεθ’ ὅσης οὐκ ἄν τις ἤλπισε δορυφορίας καὶ τιμῆς. ὁ δὲ εἰς Θεοδοσιόπολιν ἀπελθὼν ἐσταλμένος βαρβαρικῶς ρικῶς, ὁ γὰρ Σουλτὰν οἰκείας αὐτῷ παρέσχε στολάς, [*](C) τήν τε χεῖρα ἐκεῖ προσμείνας ἐθεραπεύετο καὶ τὴν ἀμφίασιν πρὸς τὸ ῥωμαῖκώτερον μεθηρμόζετο. ἐκεῖδεν δὲ προῄει ἐπανιών, ἄγων μεθ’ ἑαυτοῦ καὶ πρέσβεις τοῦ Σουλτάν. ἀλλ’ ὁ μὲν οὕτως ἐπανῄει. τῆς δ’ ἁλώσεως αὐτοῦ ἀγγελθείσης εἰς τὰ βασίλεια ἐν διχονοίᾳ οἱ περὶ ταῦτα γεγόνασιν. ὁ ἱ μὲν γὰρ τῇ βασιλίσσῃ καὶ αὖθις τὴν ἐξουσίαν ἐδίδοσαν , οἶ δὲ τῷ πρεσβυτέρῳ τῶν ταύτης υἱέων τὸ ξύμπαν ἐπε- ψηφίζοντο , οἶ δὲ κοινοπραξίαν τῇ τε μητρὶ καὶ τῷ υἱέι· ἀπένεμον.

Ἐν τούτοις δὲ λυθεὶς τῆς αἰχμαλωσίας ὁ Διογέ-

217
νης ἀγγέλλεται· κομίζεται δὲ καὶ ἰδιόγραφος ἐκείνου [*](D) ἐπιστολὴ τὰ αὐτῷ συμβεβηκότα διδάσκουσα. τοῦτο μείζονα θροῦν ἦρε, καὶ ἀπορία πάντας εἶλε τοῦ τί ἂν δέοι δρᾶν. ὁ γοῦν Καῖσαρ Ἰωάννης καὶ οἱ ἐκείνου υἱοί, ἀεί, ὡς εἴρηται, ἐγκοτοῦντες τῷ Διογένει, ἁρπάζουσι τὸν καιρόν, καὶ προσλαβόμενοι τῶν τῆς συγκλήτου ἐνίους, ὅσοι ὡμοφρόνουν αὐτοῖς, ὧν ἐξῆρχεν ὁ ὑπέρτιμος ὁ Ψελλός, δύσνους καὶ αὐτὸς τῷ Διογένει τυγχάνων, τὴν βασίλισσαν Εὐδοκίαν εἰς τὴν παρ’ αὐτῆς δομηθεῖσαν μονὴν κατὰ τὸν ἐν τῇ Προποντίδι πορθμὸν περιορίζουσι, τὸν δὲ Μιχαὴλ ἀνακηρύττουσιν αὐτοκράτορα. εἶτα πανταχοῦ διαπέμπονται βασίλεια γράμματα μήθ’ ὑποδέχεσθαι μήτε τιμῆς βασιλικῆς ἀξιοῦν ἐπανιόντα τὸν Διογένην κελεύοντα. τούτου δὲ τοῦ βουλεύματος εἰσηγητὴς γῄτης ὁ Ψελλὸς γέγονεν, ὡς καὶ αὐτὸς ἐν τῇ περὶ τούτου φησὶ συγγραφῇ. ὅπερ ὁ Διογενὴς μαθών, τὴν Δόκειαν κατασχών , φρούριον δ’ αὕτη, παρ’ αὐτῇ ἐστρατοπεδεύσατο. καὶ ὁ Καῖσαρ τῶν σφετἐρων ρων υἱέων τὸν νεώτερον τὸν πρόεδρον Κωνσταντἴ- νον στέλλει κατὰ τοῦ Διογενοῦς μετὰ δυνάμεως. ὁ δὲ Διογενὴς εἰς Καππαδοκίαν ἀφίκετο. προσγενομένου δὲ τοῦ Κρισπίνου, Φράγγος δ’ οὗτος, σὺν ὁμοφύλοις τῷ Κωνσταντίνῳ, ὁ Διογενὴς Θεόδωρον τὸν Ἀλυάττην κατ’ αὐτῶν ἐξαπέστειλεν. ὁ δὲ συμμίξας αὐτοῖς ἡττήθη, καὶ ἁλοὺς ἐξεκόπη τὰ ὄμματα. τοῦτο τὸν Διογενῆ λίαν ἠνίασεν. ὄντι δ’ ἐν τῷ [*](B) Τυροποιῷ, τοῦτο δ’ ἐστὶ φρούριον ἐρυμνότατον, πρόσεισιν αὐτῷ τῆς Ἀντιοχείας ὁ δούξ· οὗτος δ’ ἦν ὁ ἐξ Ἀρμενίων ὁ Χατατούριος, στρατιώτας συχνοὺς ἐπαγόμενος. παραλαβὼν οὖν τὸν Διογένην οὗτος καὶ εἰς Κιλικίαν ἀπαγαγὼν ἐκ τοῦ Σουλτὰν ἐκαρα-
218
δόκει βοήθειαν, καὶ αὐτὸς δὲ συνήθροιζε στράτευμα. στέλλεται οὖν αὖθις κατ’ αὐτῶν ὁ πρεσβύτερος τῶν παίδων τοῦ Καίσαρος ὁ πρόεδρος Ἀνδρόνικος, καὶ εἰς Κιλικίαν γενόμενος τῷ Χατατουρίῳ συρρήγνυται, καὶ ἀναιρεῖται μὲν ὁ Χατατούριος, οἱ δὲ περὶ ἐκεῖνον εἰςἈδαναν συμπεφεύγασιν, ἔνθα ὁ Διογένης διέτριβε. περικαθίσας δὲ τὴν πόλιν ὁ Ἀνδρό- [*](C) νῖκος ἐπολιόρκει αὐτήν. εἶτα ἐπὶ συνθήκαις ἑαυτόν ὁ Διογενὴς παρέδωκεν· αἱ δὲ συνθῆκαι, ἀποθέσθαι μὲν τὴν βασιλείαν αὐτὸν καὶ ἰδιωτεύειν τὴν τρίχα κειράμενον. ἐπὶ ταύταις γὰρ καὶ ἀρχιερεῖς ἐστάλησαν πρὸς τοῦ βασιλεύοντος, πληροφορίαν ἔνορκον διδόντες αὐτῷ ὡς οὐδέν τι πείσεται ἄχαρι. θαρρήσας οὖν τούτοις ὁ Διογενὴς ἔξεισι μελανείμων, καὶ ἑαυτὸν ἐγχειρίζει τῷ Ἀνδρονίκῳ. ὁ δὲ τοῦτον λαβὼν ἐπανῄει, καὶ εἰς τὸ Κοτυάειον ἀφικόμενος προσέμενεν ἐν αὐτῷ, ἕως ἂν αὐτῷ κελευσθείη τὸ ποιητέον, τοῦ Διογενοῦς νοσηλευομένου ἐκ πόσεως φαρμάκου δηλητηρίου ἐπιβούλως κερασθέντος αὐτῷ. ἐκεῖ τοίνυν ἐπέμφθη βασίλειος ψῆφος, τοῦ φωτὸς στερηθῆναι τὸν μηδὲν ἠδικηκότα κελεύουσα. καὶ αὐτίκα τοὺς ὀφθαλμοὺς ἐξορώρυκτο, παρόντων καὶ [*](D) τῶν ἀρχιερέων καὶ ἐν δεινῷ ποιουμένων τὴν εἰς τὸν ἄνθρωπον συμφοράν, μηδεμιᾶς μέντοι ἀξιουμένων ἐπιστροφῆς. ὠμότατα δὲ τὰ ὄμματα ἐκκοπεὶς καὶ μηδ’ ἐπιμελείας τῆς δεούσης τυχών, διῳδήκει τὴν κεφαλήν, καὶ αἱ πληγαί οἱ ἐξέζεσαν σκώληκας καὶ ὁ ἀὴρ ὁ περὶ ἐκεῖνον δυσωδίας μεμέστωτο ἐκ τῆς σήψεως. οὕτως οὖν κακῶς διακείμενος εἰς τὴν καλουμένην Πρώτην νῆσον ἀπάγεται, ἐν ᾗ σεμνεῖον ἀνήγειρε περὶ τὸ τῆς νήσου μετεωρότερον. βραχύ τι τοίνυν ἐπιβιώσας ἐκεῖ τὸν χοῦν ἀποτίθεται ἐν
219
αὐτῇ, παρὰ τῆς βασιλίδος Εὐδοκίας λαμπρότατα κηδευθείς, βασιλεύσας ἔτη τρία καὶ μῆνας ὀκτώ. λέγεται δὲ τὰ εἰς τὸν ἄνδρα τοῦτον γενόμενα πάντα τοῦ Καίσαρος εἶναι διαταγάς, μηδὲν εἰδότος τοῦ αὐτοκράτορος τοκράτορος Μιχαὴλ. ἦν γὰρ χαῦνος ἄγαν τὸ ἦθος ὁ βασιλεὺς καὶ ἀνειμένος καὶ πρὸς μεταχείρισιν πραγμάτων καὶ τῶν τυχόντων ἀδέξιος, πολλοῦ γε δεῖ πρὸς βασιλείας διοίκησιν. κἀντεῦθεν τῆς εὐηθείας ἐκείνου κατατρυφῶν ὁ θεῖος αὐτοῦ καὶ Καῖσαρ πάντα τὰ εἰς τὸν Διογένην ἐτύρευσεν ἐγκοτῶν τῷ ἀνδρί.

Ἀποπεφυκὼς δὲ ὁ βασιλεὺς Μιχαὴλ πρὸς πρὸς τὴν

τῆς βασιλείας διοίκησιν τὸν μητροπολίτην Σίδης Ἰωάννην, ἐκτομίαν ὄντα, δραστήριον δέ, τοῖς πράγμασιν ἐφιστᾷ. εἶθ’ ἕτερον ἐκτομίαν τὸν Νικηφόρον, ὃς νέος προσληφθεὶς παρὰ τοῦ Μονομάχου εἰς τὰ βασίλεια ὑποκοριζόμενος διὰ τὴν νεότητα Νικηφορίτζης ὠνόμαστο καὶ ὥσπερ ἐπωνυμίαν ἔσχηκε τοῦτο, [*](B) ἐξ Ἑλλάδος καὶ Πελοποννήσου τὰς κρίσεις τούτων ὢ διέποντα μετεπέμψατο. ἔφθασε γὰρ ὁ ἀνὴρ οὗτος καὶ τῷ πατρὶ τοῦ βασιλέως τῷ βασιλεῖ Κωνσταντίνῳ τῷ Δούκᾳ ὑπηρετήσασθαι. ἦν δὲ περὶ πραγμάτων μεταχείρισιν δεξιὸς καὶ λόγοις ὡμιληκώς, τὸ δὲ ἦθος ἔχων ὑποκαθήμενον καὶ γέμον δεινότητος. τούτῳ γοῦν ἐγχειρίζει τὰς ἡνίας τῆς βασιλείας, λογοθέτην ὀνομάσας αὐτόν. ἐντεῦθεν ὁ Σίδης παραγκωνίζεται, καὶ ὁ Καῖσαρ καθίσταται ὕποπτος, καὶ πᾶσα ἡ τῆς βασιλείας διοίκησις ὑπὸ τὸν λογοθέτην ἐγένετο, καὶ ὁ βασιλεὺς ὑπ’ αὐτοῦ ὡς ἀνδράποδον ἤγετο. καὶ οὐκ ἦν ὃ μὴ διὰ τοῦ λογοθέτου ἐγίνετο, [*](C) καὶ πολλοὶ τῶν περιουσιῶν ἐστερήθησαν, ἄλλοις ἄλλων ἐπενηνεγμένων λαβῶν, καὶ ἦν τῶν ἀνθρώπων

220
σύντριμμα καὶ ταλαιπωρία καὶ ὁ τούτων ἐπιστρεφόμενος οὐδαμοῦ. ὁ γὰρ βασιλεὺς παιδαριώδεσιν ἐσχόλαζε πράξεσι, τοῦ ὑπάτου τῶν φιλοσόφων καὶ ὑπερτίμου Μιχαὴλ τοῦ Ψελλοῦ λόγοις τῷ δοκεῖν αὐτὸν ἐμβιβάζοντος καὶ διδάσκοντος νῦν μὲν τὴν γραμματικὴν τέχνην καὶ μέτρα καὶ διαλέκτους , νῦν δ’ ἵνα κατὰ ῥήτορας διαλέγοιτο, νῦν δ’ ἱστορίαις αὐτὸν προσεθίζοντος, ἄλλοτε δὲ φιλοσόφων θεωρημάτων ἀκροᾶσθαι παρασκευάζοντος. ὁ δὲ πρὸς οὐδὲν ἐπεφύκει. τούτοις οὖν ὁ Ῥωμαίων αὐτοκράτωρ [*](D) προστετηκὼς ὑφ’ ἕτερον , καὶ τοῦτον ἔνα, τὴν τῶν κοινῶν κυβέρνησιν ἐποιήσατο , καὶ νόμος ἦν τὸ τῷ λογοθέτῃ δοκοῦν. τὰ μὲν οὖν τῆς πολιτείας οὕτως εἶχον κακῶς , τὰ δὲ κατὰ τὴν ἕω χεῖρον ἔσχον ἢ πρότερον. ὁ γὰρ Σουλτὰν τὰ κατὰ τὸν Διογενῆ μαθὼν θῶν καὶ ὅτι ὃν ἐκεῖνος λαβὼν δοριάλωτον ἐτίμησε καὶ ἀφῆκεν εἰς τὴν οἰκείαν ἀπελευσόμενον βασιλείαν, τοῦτον οἱ συμφυλέται ἀπηνῶς οἰκτίστῳ θανάτῳ παρέδωκαν, καὶ αἱ πρὸς ἐκεῖνον περὶ σπονδῶν συνθῆκαι ἄπρακτοι μεμενήκασιν , ὑπερήλγησε , καὶ τὰς οἰκείας δυνάμεις κατὰ τῶν Ῥωμαϊκῶν χωρῶν χωρεῖν ἐξηρέθισεν· οὐκέτι τοίνυν ὡς ληιζόμενοι ταῖς χώραις ἐπῄεσαν, ἀλλ’ ὡς ταύτας καθέξοντές τε καὶ κυριεύσοντες, τοῦ σφᾶς ἀνείργοντος μὴ παρόντος. καὶ οἱ μὲν ταῦτα ἐποίουν · ὁ δὲ βασιλεὺς δύναμιν ἀγείρας στρατάρχην ταύτης τὸν Κομνηνὸν προβάλλεται Ἰσαάκιον, συζεύξας αὐτῷ καὶ τὸν Λατῖνον Ῥουσέλιον, ὁμογενῶν ἄρχοντα τετρακοσίων ἀνδρῶν. ἐπεὶ δὲ περὶ τὸ Ἰκόνιον ἐγεγόνει τὸ στράτευμα, ἐξ αἰτίας τινὸς ἀποστατεῖ ὁ Ρουσέλιος καὶ τοὺς ὁμοφύλους παραλαβὼν καθ’ ἑαυτὸν ἦν, καὶ πῇ μὲν τοῖς Τούρκοις προσέμισγε, πῇ δὲ τὰς χώρας τὰς Ρωμαϊκὰς
221
ἐκεράιζεν. ὁ δὲ Κομνηνὸς Ἰσαάκιος μετὰ τοῦ περιλοίπου στρατεύματος τοῖς Τούρκοις προσβαλὼν ἥττητο, τητο, καὶ ἔπεσον μὲν πολλοὶ καὶ ἐζωγρήθησαν ἕτεροι καὶ αὐτὸς ὁ στρατάρχης , καὶ διήρπαστο ἡ παρεμβολή. [*](B) ἐμβολή. ὁ μὲν οὖν Κομνηνὸς πολλῶν χρημάτων τὴν ἐλευθερίαν ὠνήσατο. ὁ δὲ βασιλεὺς τὸν θεῖον τὸν Καίσαρα τῷ πολέμῳ στρατάρχην ἐφίστησι. τοῦτο μαθὼν ὁ Ρουσέλιος, πρὸ τοῦ τὸν Σαγγάριον τὸν Καίσαρα διαβῆναι καταλαβών, ἀντεστρατοπεδεύσατο αὐτῷ, καὶ ὁ Καῖσαρ ἀμνηστίαν αὐτῷ τοῦ πταίσματος ἐπηγγέλλετο, εἰ προσχωρήσει τῷ βασιλεῖ. ἀλλ’ ἐκεῖ— νος βαρβαρικῶς φρυαττόμενος οὐδὲν ἐφρόνει ἐνδόσιμον. συρρήγνυται τοίνυν πόλεμος, καὶ ἡττήθησαν οἱ περὶ τὸν Καίσαρα καὶ αὐτὸς ἑάλω σὺν πλείοσιν ἄλλοις, τοῦ Βοτανειάτου, ὃς συνεστρατήγει τῷ Καίσαρι, μετ’ ὀλίγων φυγόντος. ὁ μέντοι Ρουσέλιος πρὸς τὸ Βυζάντιον ἵετο ἄγων τὸν Καίσαρα δέσμιον καὶ τὸν Μαλέσην Βασίλειον, ἄρτι τῆς μετὰ τοῦ Διογένους λελυμένον αἰχμαλωσίας , καὶ ἡ Χρυσόπολις [*](C) ὢ εἶχε τὸν ἀποστάτην, καὶ αὐτίκα πῦρ ταῖς ἐκεῖσε οἰκίαις ἐνῆκεν. ὁ δὲ βασιλεὺς ἀξίωμά τε κουροπαλάτου αὐτῷ ἐπηγγέλλετο, εἰ τὰ ὅπλα κατάθοιτο, καὶ τὴν γυναῖκα αὐτοῦ μετὰ τῶν τέκνων ἐξέπεμψεν· ἀλλ’ ὁ βάρβαρος ἀτίθασος ἦν. μετεπέμψατο τοίνυν ὁ βασιλεὺς κατὰ τοῦ Ῥουσελίου Τούρκους ἐπὶ μισθῷ· ὁ δὲ μὴ ἀξιόχρεως ὢν πρὸς τὸν πόλεμον λύει τὸν Καίσαρα τῶν δεσμῶν καὶ εὐφημίαις ἀναγορεύει βασιλικαῖς) οἰόμενος προσθήσεσθαί οἱ πολλούς. αἴφνης δὲ Τούρκων ἀναφᾶνἐντων ὁ Ῥουσέλιος κατ’ αὐτῶν βαρβαρικῇ θρασύτητι ἀπερισκέπτως ἐχώρησε, καὶ πολλοὺς μὲν οἱ Φράγγοι τῶν Τούρκων κατέβαλον, τοὺ ’ς δ’ ἄλλους ἐτρέψαντο εἰς φυγὴν καὶ ἀκρα- [*](D)
222
τὼς ἐδίωκον. οἶ μὲν οὖν πλείους ὀπίσω που ἀπελείφθησαν, τῶν ἵππων σφίσι μὴ εὐτονούντων πρὸς τὸ πολὺ τῆς διώξεως. ὁ Ρουσέλιος δὲ μετὰ τοῦ Καίσαρος σὺν ὀλίγοις ἐπήλαυνον. ἤδη δὲ τῶν οἰκείων ἐκμηκυνθεῖσι πολὺ ἑτέρα πληθὺς ἀνεφάνη Τούρκων εἰς πολλὰς πάνυ χιλιάδας ἀριθμουμένη· ὡς δ’ ἐπῆλθον αὐτοῖς οἱ φανέντες καὶ ἄκοντες αὐτοῖς συνερράγησαν. περιειληθέντες δ’ ὑπὸ τοῦ πλήθους καὶ τοὺ ’ς ἵππους ἀποβαλόντες ἑάλωσαν ὅ τ’ ἑ Καῖσαρ καὶ ὁ Ῥουσέλιος. ἀλλὰ τὸν μὲν Ῥουσέλιον ἡ σύνευνος προλαβοῦσα ἐπρίατο, τὸν δὲ Καίσαρα ὁ βασιλεὺς ἐλυτρώσατο. ὁ δὲ ἀπαγόμενος πρὸς τὸν βασιλέα, καὶ ἐν τῇ Προποντίδι γενόμενος, κείρεται τὴν τρίχα καὶ μεταμφιέννυται τὴν στολήν, ῥάκος μοναχικὸν περιθέμενος· ηὐλαβεῖτο γὰρ μή τι πάθοι πρὸς τοῦ γ’ ἀνεψιοῦ διὰ τὴν ἀνάρρησιν. ὁ δέ γ’ ἑ Ῥουσέλιος λυδθείς, ὡς εἴρηται, τῆς αἰχμαλωσίας , τὴν γυναῖκα μετὰ τῶν περιλειφθέντων Φράγγων λαβὼν εἰς τὸ τῶν Ἀρμενιακῶν θέμα ἐγένετο, ἐν ᾧ διῆγε καὶ πρότερον. στέλλει τοίνυν ὁ βασιλεὺς κατ’ αὐτοῦ τὸν πρόεδρον Ἀλέξιον τὸν Κομνηνόν, νέον μὲν ὄντα, ἄνδρα δὲ συνετὸν καὶ δραστήριον. ὃς γενόμενος κατὰ τὴν Ἀμάσειαν δι’ ἀπορρήτων δηλοῖ τοῖς Τούρκοις ὡς εἰ κατασχόντες τὸν Ῥουσέλιον παραδοῖεν τοῦτον αὐτῷ, πολλῶν αὐτοὺς ἐμπλήσει χρημάτων. φιλίαν γοῦν ὑποκριθέντες ἐκεῖνοι πρὸς τὸν Ρουσέλιον [*](B) κατέσχον τὸν ἄνδρα, καὶ πολλῶν αὐτὸν χρημάτων ἠλλάξαντο, ὃς αὐτίκα παρὰ τοῦ Ἀλεξίου δέσμιος ἀπήχθη πρὸς τὸ Βυζάντιον, καὶ σφοδρῶς αἰκισθεὶς εἰς πύργον δέσμιος κατεκέκλειστο. σίτου δὲ γενομένης ἐνδείας ἐν ταῖς ἡμέραις τοῦ βασιλέως τούτου, ὥστε μὴ ὅλον μέδιμνον εἰς νόμισμα ἀποδίδοσθαι,
223
ἀλλὰ παρὰ πινάκιον, εἰς ἐπώνυμον τῷ βασιλεῖ τὸ κοινὸν δυστύχημα ἐχρημάτισε, ὡς καὶ μέχρι τοῦδε οὕτω καλεῖσθαι τοῦτον τὸν ἄνακτα· οὐ γάρ τις ἄλλως γνωριεῖ τοῦτον εἰ μὴ τὸν Παραπινάκιον εἴποι.

Τῷ τρίτῳ δ’ ἔτει τῆς βασιλείας αὐτοῦ τὸ τῶν Χροβάτων ἔθνος, οὓς δὴ καὶ Σέρβους τινὲς καλοῦσι, κεκίνητο, τὴν τῶν Βουλγάρων χώραν ἐπικεχειρηκὸς [*](C) κατασχεῖν. ἀλλὰ μὴν καί τινα ταύτης κατεσχηκός, πολλαῖς δὲ μάχαις καὶ φθορᾷ πολλῶν ἑκατέρωθεν, τῶν τε κατεσχημένων ἐκπέπτωκε καὶ καταπολεμηθὲν τῶν ῾Ρωμαϊκῶν ὁρίων ἐξώσθη καὶ εἰς τὰ σφέτερα ἤθη μένειν ἠνάγκαστο. δοῦλος δέ τις τοῦ πατρὸς τούτου τοῦ αὐτοκράτορος Νέστωρ ὄνομα, βεστάρχης δὲ τὸ ἀξίωμα, δοὺξ τῶν παριστρίων προχειρισθείς, ἦρεν ὅπλα κατὰ τοῦ βασιλέως. ὁμαιχμίαν γὰρ θέμενος μετά τινος ἀρχηγοῦ Πατζινάκων, ὃς ἐκαλεῖτο Τατούς, εἰς τὴν τῶν πόλεων βασιλεύουσαν παρεγένοντο, καὶ παρενέβαλον πρὸ αὐτῆς. καταθέσθαι δὲ τὰ ὅπλα τοῦ βασιλέως δηλοῦντος αὐτῷ, ἐκεῖνος ἕτοιμος εἶναι ποιῆσαι τοῦτο ἔλεγεν, εἰ αὐτῷ ὁ λογοθέτης [*](D) Νικηφόρος ἐκδοθείη ἢ τέως ἐκ μέσου γένηται, ὡς κοινὴ συμφορὰ καὶ κακὸν ἐπιδήμιον. τοῦτο δὲ τοῦ βασιλέως μὴ ποιοῦντος, ἀπανίσταται μὲν τῆς πόλεως, τὰ τῶν Θρᾳκῶν δὲ καὶ τὰ Μακεδόνων ληίζεται καὶ ὅσ’ ἁ τούτοις τῆς Βουλγαρίας παράκεινται καὶ εἰς τὴν τῶν Πατζινάκων μεταχωρεῖ. υἱοῦ δὲ τεχθέντος αὐτῷ ἐκ τῆς ἐξ Ἀλανῶν Μάριας, ἣν βασίλισσαν ἔστεψε, Κωνσταντῖνον αὐτὸν ὠνόμασεν ἐπὶ τῷ πατρὶ καὶ βασιλικῶς ἐταινίωσε, καὶ στείλας πρὸς τὸν 30 Λογγιβαρδίας ἡγεμονεύοντα Ῥομπέρτον τὴν ἐκείνου θυγατέρα τῷ υἱῷ ἐμνηστεύσατο, ἣν καὶ ἀχθεῖσαν Ἑλένην μετωνόμασεν. ἐτέχθη δὲ τότε ἐν τῷ Βυζαν-

224
τίῳ παιδίον, ἔνα ἔχον κατὰ τὸ μέτωπον ὀφθαλμὸν καὶ τραγοσκελές. τῶν μέντοι βαρβάρων τὴν ἑῴαν ληιζομένων καὶ οἷς ἐντύχοιεν ἔργον τιθεμένων μαχάιρας, φεύγοντες οἱ Ἀσιανοὶ τῇ Κωνσταντίνου προσῄεσαν. μή τινος δὲ προνοουμένου τῶν κοινῇ συμφερόντων, ὁ γὰρ βασιλεὺς περὶ λόγους ἠσχόλητο καὶ ἰάμβους συντιθέναι πρὸς τοῦ Ψελλοῦ ἐδιδάσκετο, σιτοδεία τοὺς ἐν τῇ πόλει ἐπίεζεν. ἵνα δ’ ἐκφαντικώτερον τὸ πάθος ἐκτραγῳδήσαιμι, λιμὸς ἦν ἄντικρυς τὸ κακόν, τῷ δὲ παρείπετο καὶ λοιμός, κἀκ τούτου συνέβαινον θάνατοι, καὶ οὗτοι συχνοί τε καὶ ἀλλεπάλληλοι, ὥστε ἀδυνατεῖν τοὺς ζῶντας ταφῇ παραδιδόναι τοὺς θνήσκοντας. τοσοῦτοι γὰρ ἦσαν [*](B) ὡς πολλάκις πολλοὺς έν μιᾷ κλίνῃ ἐκφέρεσθαι, κἀν ταῖς ἀμφόδοις δὲ ἀτάφους κεῖσθαι πολλούς. ἐντεῦθεν πάντα κατηφείας μεμέστωτο διά τε ταῦτα καὶ ὅτι καὶ ἀδίκοις εἰσπράξεσιν ἐπιέζετο τὸ ὑπήκοον. οὕτω δὲ τῶν πραγμάτων ἐχόντων, οἱ τῶν ἑῴων ἀρχόντων προέχοντες συνελθόντες ἀποστασίαν ὠδίνησαν, καὶ τὸν κουροπαλάτην Νικηφόρον τὸν Βοτανειάτην εἰς βασιλέα προείλοντο καὶ ἀνηγόρευσαν αὐτοκράτορα. τοῦτο τὸν βασιλέα θορύβου καὶ δέους ἐνέπλησεν. ᾔδετο γὰρ ὡς ὑπερτερήσει ποτὲ τοῦ Μ στοιχείου τὸ Ν. ἦν δὲ τῶν εὐπατριδῶν ὁ Βοτανειάτης, ἐκ τοῦ Φώκα τὴν τοῦ γένους ἕλκειν σειρὰν νομιζόμενος. διακηρυκεύεται τοίνυν πρός τοὺς Τούρκους [*](C) ὁ βασιλεύς, ἁδρὰς αὐτοῖς ἐπαγγελλόμενος δωρεάς, εἰ τοὺς ἀποστατήσαντας συσχόντες παραδοῖεν αὐτῷ. ὁ μὲν οὖν Βοτανειάτης ἐξ ἑῴας, ὡς εἴρηται, βασιλείας ἑαυτῷ περιθέμενος σχῆμα καὶ ὄνομα ἐφοίτα πρὸς τὸ Βυζάντιον. ἐξ ἐσπέρας δ’ αὖθις ἑτέρας ἀποστασίας ἐπεκυμάνθη κλυδώνιον. ὁ γὰρ
225
πρόεδρος Νικηφόρος ὁ Βρυέννιος δοὺξ Δυρραχίου τυγχάνων, ἐπεὶ μεμαθήκει ἀφαιρεθεὶς τὴν ἀρχήν, ἀφίσταται καὶ αὐτός , καὶ περιβάλλεται τὰ τῆς βασιλείας παράσημα καὶ τοῖς ἐκεῖ παροῦσι δορυφορούμενος μένος τάγμασιν εἰς τὴν Ἀβρούπολιν ἀπῄει, ἀφ’ ἧσπερ καὶ ὥρμητο, καὶ τῷ ἀδελφῷ Ἰωάννῃ ἐκεῖ ἑνωθεὶς πλῆθός τε στρατιωτῶν ἐκεῖθεν ἐθνικῶν τε καὶ Μακεδόνων πείσας συνάρασθαί οἱ τῆς τυραννίδος [*](D) ἀπήρξατο. τισὶ δὲ τῶν τοῦ Βρυεννίου ὁ Θεοδωροκᾶνος συμμίξας ἡττᾶταί τε καὶ ἁλίσκεται. προσερρύησαν δὲ τῷ Βρυεννίῳ καὶ οἱ Ῥαιδεστηνοί, ἀλλὰ μέντοι καὶ οἱ οἰκοῦντες τὸ Πάνιον. εἴχετο τοίνυν τῆς ἀποστασίας ὁ Βρυέννιος κραταιῶς , τὸν ἀδελφὸν κουροπαλάτην τιμήσας καὶ στείλας σὺν δυνάμει πρὸς τὸ Βυζάντιον, ὡς αὐτίκα τοῦτο παραληψόμενον. ᾐώρητο γὰρ ἐλπίσιν ὡς ὑπτίαις τὸ τοῦ λόγου χερσὶν οἱ τῆς συγκλήτου βουλῆς αὐτὸν ὑποδέξονται διὰ τὴν πρὸς τὸν λογοθέτην Νικηφόρον ἀπέχθειαν καὶ τὴν τοῦ βασιλέως ἀφέλειαν· ἀλλ’ οὐ κατὰ τὸν σκοπὸν αὐτῷ καὶ τὰ πράγματα ἀπηντή- κάσιν. ἐπελθόντες γὰρ οἱ σταλέντες τῷ τείχει τῶν Βλαχερνῶν ἠκροβολίσαντο μέν, ἤνυσαν δὲ οὐδέν. ὅθεν διὰ τῆς γεφύρας διαβάντες εἰς τὴν ἀντικρὺ τῆς πόλεως ἤπειρον τὰς ἐκεῖ τυγχανούσας οἰκοδομὰς παρέδοσαν τῷ πυρί, κἀκεῖθεν εἰς τὸν Ἀθύραν ὑπέστρεψαν. οὕτω δ’ ὁ βασιλεὺς περιστατούμένος πάντοθεν τὸν Ῥουσἐλιον λύει τε τῶν δεσμῶν καὶ ῥήμασι καὶ χρήμασι τὸν ἄνδρα ἐκμειλιξάμενος ἐπελθεῖν πείθει τῷ τοῦ Βρυεννίου ὁμαίμονι μετὰ τοῦ προέδρου Ἀλεξίου τοῦ Κομνηνοῦ , στραταρχοῦντος τῆς τῷ βασιλεῖ κατὰ τὸ Βυζάντιον προσούσης δυνάμεως. ὃ μαθὼν ὁ τοῦ Βρυεννίου ἀδελφὸς ἴφθη [*](B)
226
διαδράς. τῶν Μακεδόνων μέντοι καταληφθέντες πολλοὶ οἱ μὲν ἔπεσον, οἱ δ’ ἑάλωσαν.

Ἐν τοσούτῳ δὲ καὶ Πατζινάκων πλῆθος ἐπῆλθε κατὰ Ἀδριανουπόλεως, καὶ περὶ ταύτην παρεμβαλόντες τὴν πέριξ αὐτῶν ἐληίζοντο χώραν, οὓς ὁ Βρυέννιος δεξιωσάμενος χρήμασι μεταναστῆναι τῆς πόλεως ἔπεισε. περὶ δέ γε τὴν Κύζικον τῷ ἀδελφῷ αὐτοῦ ἀπελθόντι καὶ πειρωμένῳ ὑπαγαγέσθαι τοὺς ἐκεῖ ὁ ῾Ρουσέλιος ἐντυχὼν ἐτρέψατο κατὰ κράτος αὐτόν. ἄρτι δὲ τοῦ πατριάρχου Ἰωάννου τοῦ Ξιφιλίνου πρὸς τὰς αἰωνίους μεταθεμένου μονὰς ἐπὶ δέκα ἐνιαυτοὺς ἐφ’ ἑνὶ καὶ μησὶν ἑπτὰ τὴν ἐκκλησίαν ποι- μάναντος προεχειρίσθη πατριάρχης Κοσμᾶς μοναχός, λόγοις μὲν οὐχ ὡμιληκώς, ἀρεταῖς δὲ παντοίαις κοσμούμενος, καὶ διὰ τοῦτο καὶ πρὸς τοῦ βασιλέως ἐξόχως τιμώμενος. ὁ μέντοι Βοτανειάτης ἐκ διαφόρων γενῶν ἑαυτῷ περιποιησάμενος τάγματα καὶ Τούρκους προσηταιρίσατο , ὧν ἐξῆρχεν ὁ Κουτλουμούς, τῶν παρὰ Πέρσαις τυγχάνων περιφανῶν, ὃς τῷ Σουλτάνῳ κατὰ γένος προσήκων περὶ τῆς ἀρχῆς αὐτῷ διεφέρετο, καὶ πρὸς πολέμους ἤδη χωρεῖν ἡτοιμάζοντο. τοῦτο τῷ Χαλιφᾷ ἀγγελθέν, οὗτος δὲ παρ’ αὐτοῖς ὑπερβαλλόντως τετίμηται, ὡς ἐκ τοῦ γένους τοῦ Μουχούμετ κατάγεσθαι νομιζόμενος, εἰς ἀγωνίαν ἐνέβαλεν ἵνα μὴ παρ’ αὐτοῖς ἐμφύλιος γἐνηται πόλεμος. αὐτίκα τοίνυν εἰ καὶ τῆς οἰκείας [*](D) διατριβῆς μὴ ἐξιέναι τῷ Χαλιφᾷ μηδὲ δημοσιεύειν νενόμισται, ἐκεῖνος τοῦ ἔθους καταφρονήσας ἔξεισι καὶ ἄπεισι πρὸς τοὺς περὶ τῆς ἀρχῆς ἀντερίζοντας, καὶ πείθει τούτους τῆς μὲν μάχης ἀφέξεσθαι, τὸν δὲ Σουλτὰν ἔχειν μὲν τὴν οἰκείαν ἀρχὴν ἀνακρωτηρίαστον, συνάρασθαι δὲ τῷ συγγενεῖ παντοίως, ἐν κα-

227
τασχέσει γενέσθαι χώρας Ρωμαϊκῆς καὶ ταύτης ἄρχειν. ἐπὶ τούτοις γενομένων ἐκείνοις συμβάσεων , ὁ Κουτλουμοὺς εἰς τὴν ὑπὸ Ῥωμαίους ἐγένετο καὶ τότε τῷ Βοτανειάτῃ συνεστρατεύετο. ἔχων οὖν στρατιὰν ἀξιόλογον ὁ Βοτανειάτης μεθ’ ἑαυτοῦ ἔσπευδε τὴν Νικαίαν καταλήψεσθαι. ἤδη γὰρ προὐδέδοτό οἶ ἡ πόλις αὕτη παρὰ τῶν τεταγμένων αὐτῆς ἐπὶ φυλακῇ, κἀκεῖνοι αὐτό ἐθελονταὶ προσεχώρησαν, κἀκ τῆς μεγαλοπόλεως δὲ πολλοὶ καθ’ ἑκάστην προσεφοίτων αὐτῷ. οὕτω μὲν οὖ ’ν τῷ Βοτανειάτῃ κατὰ ῥοῦν ἐχώρουν τὰ πράγματα. ἐν δὲ τῇ τῶν πόλεων ὑπερκειμένῃ παμπληθεὶ συνελθόντες τό τ’ ἑ ταύτης δημοτικὸν καὶ τὸ ὑπερέχον ἐν ἄρχουσιν, οὐ μὴν ἀλλὰ καὶ τῶν ἐν τῇ ἐκκλησίᾳ κεκληρωμένων τὸ ἔκκριτον, κατὰ τὴν ἡμέραν τῆς τοῦ εὐαγγελισμοῦ πανηγύρεως αὐτοκράτορα τὸν Βοτανειάτην ἀναγορεύουσι, προεξάρχοντος τοῦ τοιούτου συλλόγου τοῦ πατριάρχου Ἀντιοχείας, τοῦ καλουμένου Αἰμιλιανοῦ, καὶ τοῦ μητροπολίτου Ἰκονίου. διαιρεθέντες οὖν κατὰ φατρίας τῆς πολιτείας οἶ ἔξοχοι, καὶ κατὰ φάλαγγας συνασπίσαντες, ἐπίασι τῶν ἀνακτόρων τοῖς πρὸς τὸν ἀνίσχοντα ἥλιον, καὶ τούτων κρατήσαντες στρατιώτας οἰκείους ἐφιστῶσιν εἰς αὐτῶν φυλακήν. [*](B) τὸν δὲ βασιλέα σὺν τῇ βασιλίσσῃ Μαρίᾳ καὶ τῷ υἱῷ εἰς τὰ ἐν Βλαχἐρναις καταπεφευγότα ἀνάκτορα καθαιροῦσι τῆς βασιλείας καὶ ῥάκος ἀμφιεννύουσι μοναχοῦ καὶ πρὸς τὴν μονὴν τοῦ Στουδίου ἀπάγουσιν, ἀπολελαυκότα τῆς βασιλείας ἐν ἔτεσιν ἓξ καὶ τοσούτοις μησί. ταῦτα κατὰ τὸ σάββατον γέγονεν, ἐν ᾧ τὴν ἐπὶ τῇ ἐκ νεκρῶν ἐγέρσει τοῦ Λαζάρου θαυματοποιίαν τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν πανηγυρίζειν ἡ ἐκκλησία παρείληφε. τοῦ γὰρ Μιχαὴλ οὕτω τῆς
228
βασιλείας ἐκπεπτωκότος, ἀπραγμάτευτον εὗρεν ὁ οτανειάτης τὴν αὐταρχίαν καὶ ᾔει πρὸς τὴν βασιλίδα τῶν πόλεων. ὁ μέντοι Νικηφόρος ὁ λογοθέτης τῷ Ρουσελίῳ ἐν Ἡρακλείᾳ σκηνουμένῳ τῆς πόλεως [*](C) ὑπεξελθὼν προσεχώρησεν. οἱ δ’ ἐν τῇ πόλει τὸν Μιχαὴλ κατασπάσαντες, ἐπὶ τρισὶν ἡμέραις βασιλέως χηρεύοντα συντηρήσαντες τὰ βασίλεια τῷ Βοτανειάτῃ ἐπισπεῦσαι καὶ ἐλθεῖν ἐπιστέλλουσιν. ὁ δὲ ἔνα τῶν οἰκείων δούλων προπέμψας, τὸν Βορίλαν φημί, καὶ δι’ αὐτοῦ κατασχὼν τὰ ἀνάκτορα, ἐπικατέλαβε κἀκεῖνος μετ’ οὐ πολύ.

Ἐπεὶ δ’ ἐν τοῖς βασιλείοις ὁ Βοτανειάτης ἐγένετο, ἀναδεῖται κατὰ τὴν μεγάλην τρίτην παρὰ τοῦ πατριάρχου βασιλικῇ ταινίᾳ, καὶ πρῶτον ἅπασι παρέσχε τὸ φιλοτίμημα τὰς εἰς τὸ δημόσιον ἁπάντων κοινῶς ὀφειλὰς ἐκτεμὼν ἀπροσδιορίστως καὶ [*](D) χρεοκοπίαν τούτων θεσπίσματι μεγαλοπρεπῶς ἐργασάμενος. ἔτι δὲ τῷ Βρυεννίῳ κατὰ τὴν ἑσπέραν ἐχομένῳ τῆς τυραννίδος στέλλει τοὺς ἀπαγγέλλοντας τὴν τοῦ Καίσαρος ἀξίαν αὐτῷ διδόναι, εἰ τῆς τυραννίδος ἀπόσχοιτο, καὶ τοῖς αὐτῷ συναραμένοις τὰς τιμὰς ἐπιβεβαιῶσαι , αἷς αὐτοῦ ’ς ἐκεῖνος ἐτίμησεν. ὁ δὲ σφόδρα τῆς βασιλείας ἐφίετο καὶ άνένδοτος ἦν. πάλιν οὖν ἑτέρα πρεσβεία καὶ ἐπὶ ταύτῃ τρίτη. ὁ δ’ ὑπερηφανεύετο , καὶ οὐδὲ κατὰ τὰ τῶν πρέσβεων νόμιμα τοὺς πρέσβεις ἐδέχετο, ἀλλ’ ἀτίμως αὐτοὺς ἀπεπέμπετο. ὡς οὐδὲν οὖν εἰρηνικῶς ἀνύειν ἔγνω ὁ βασιλεύς, καὶ ἄκων πρὸς μάχην ἀπένευσε, καὶ τὸν Κομνηνὸν Ἀλέξιον τετιμηκὼς νωβελίσσιμον, καὶ προχειρισάμενος μέγαν δομέστικον καὶ τῶν Ῥωμαϊκῶν αὐτὸν δυνάμεων προστησάμενος, κατὰ τοῦ Βρυεννίου ἐξέπεμψεν· ὃς τούτῳ συμβαλὼν κατά

229
τι χωρίον Καλαβρύην λεγόμενον διὰ τὸ κατάρρυτον εἶναι τὸν τόπον βρύσεσιν ὑδάτων πολλαῖς τε καὶ ἀγαθαῖς ῥᾳδίως τῆς ἐκείνου περιεγένετο στρατιᾶς, καὶ τῶν μὲν πεσόντων , τῶν δὲ φυγόντων, εἷλε μονωθέντα τὸν τυραννήσαντα, καὶ τοῦ φωτὸς τὸν δείλαιον ἀπεστέρησε καὶ εἰσήγαγε τυφλὸν εἰς τὴν βασιλεύουσαν. σιλεύουσαν. καὶ ἡ μὲν τοῦ Βρυεννίου εἰς τοῦτο τέλους κατήντησεν ἐπανάστασις. ἐπανέστησαν δὲ καὶ οἶ Βάραγγοι κατὰ τοῦ βασιλέως , ἀνελεῖν αὐτὸν μελετήσαντες. ἀντιταξαμένης δ’ αὐτοῖς χειρὸς ἑτέρας Ῥωμαϊκῆς , εἰς ἱκεσίαν ἐτράποντο , καὶ συγγνώ- μης ἐπέτυχον. τῷ δὲ βασιλεῖ τούτῳ τῆς ὁμοζύγου [*](B) τελευτησάσης, πολλαὶ μὲν ἐμνηστεύοντο παρθένοι, καὶ πρὸ τῶν ἄλλων ἡ τοῦ βασιλέως τοῦ Δούκα θυγάτηρ Ζωή. ὁ δὲ ἢ τὴν βασιλίδα Εὐδοκίαν ἤθελεν ἀγαγέσθαι ἤ τὴν ἐξ Ἀλανῶν Μαρίαν, τὴν τῷ πρὸ αὐτοῦ συνοικήσασαν. στέλλει γοῦν τὴν Εὐδοκίαν μετακαλοῦ μένος. ἡ δέ, ὡς λόγος, οὐκ ἀπηνήνατο, ἐκωλύθη δὲ πρὸς τοῦτο ὁ βασιλεὺς παρά τινων μοναχῶν. ἀχῶν. καὶ ἄγεται τὴν βασιλίδα Μαρίαν , οὐδὲν ἧττον παρανομήσας ἢ εἰ τὴν Εὐδοκίαν ἠγάγετο· μοιχεία γὰρ ἦν ἀπηρυθριασμἐνη τὸ τολμηθέν. διὸ καὶ ὁ τὴν ἱερολογίαν τετελεκὼς ἐπ’ αὐτοῖς τῆς ἱερω- σύνης ἐκπέπτωκεν. ὁ μέντοι προβεβασιλευκὼς Μιχαήλ, [*](C) ὡς εἴρηται, τὴν τρίχα καρείς, ψήφῳ συνοδικῇ μητροπολίτης Ἐφέσου κεχειροτόνητο , καὶ ἅπαξ φοιτήσας ἐκεῖ ἐπανῆλθε, καὶ ἐν τῇ τοῦ Μανουὴλ μονῇ ἐποιεῖτο τὴν δίαιταν. μετὰ δὲ τὸ τὸν Βοτανειάτην τῆς βασιλείας ἐκπεπτωκέναι θνήσκων οὗτος ὁ Μιχαήλ, , πολλὰ δεηθείσης αὐτοῦ τῆς βασιλίσσης Μαρίας, ἤδη κἀκείνης μοναχῆς γεγονυίας, συγγνώμην ἔνειμε ταύτῃ καὶ συγχώρησιν ἐπηύξατο ἐκ θεοῦ. ὁ
230
δὲ πρωτοπρόεδρος Νικηφόρος ὁ Βασιλάκιος, τοῦ Βρυεννίου γενόμενος ἐπὶ τῷ Δυρραχίῳ διάδοχος, καὶ αὐτὸς ἔρωτα τῆς βασιλείας ἐνεκυμόνησε, καὶ στρατιὰν ἀθροίσας σὺν αὐτῇ πρὸς Θεσσαλονίκην [*](D) ἀνῄει. ἔνθα μαθὼν ὡς ὁ Βοτανειάτης βεβασιλεύκει, ἐκείνῳ μὲν ἐπέστειλε δουλικῶς, λάθρᾳ δὲ τὰ τῆς ἀποστασίας ἐτύρευε καὶ πρὸς συμμαχίαν μετεπέμπετο Πατζινάκας. ὃ γνοὺς ὁ Βοτανειάτης χρυσόβουλλον αὐτῷ στέλλει γραφήν, ἅμα μὲν περιποιοῦσαν αὐτῷ ἐφ’ οἷς ἐτόλμησε τὸ ἀμέριμνον, ἅμα δὲ καὶ τιμὴν αὐτῷ νωβελισσίμου βραβεύουσαν· ἀλλ’ ἐκεῖνος ἄτεγκτος ἦν. ὅθεν καὶ κατ’ αὐτοῦ ὁ Κομνηνὀς Ἀλέξιος στέλλεται, τιμηθεὶς σεβαστός, καὶ κατὰ Θεσσαλονίκην γενόμενος καὶ τῷ Βασιλακίῳ συμμίξας τοὺς περὶ ἐκεῖνον κατετροπώσατο, κἀκεῖνον εἰς τὴν τῆς Θεσσαλονίκης συμφυγόντα ἀκρόπολιν πολιορκίᾳ ἐζώγρησε, καὶ τοὺς ὀφθαλμοὺς ἐξέκοψε τοῦ ἀνδρὸς κελεύσει βασιλικῇ. καὶ ἄλλοι δὲ ἀντάραντες ᾖσαν χεῖρας τούτῳ τῷ βασιλεῖ, ἀλλ’ ἐκ τῶν περὶ τὸν Βρυέννιον συμβάντων καὶ τῶν περὶ τὸν Βασιλάκιον σωφρονισθέντες τὰ ὅπλα κατέθεντο. τῶν Τούρκων δὲ τὴν ἑῴαν κατατρεχόντων,στέλλει κατ’ αὐτῶν ὁ βασιλεὺς σὺν ἀξιομάχῳ στρατεύματι Κωνσταντῖνον τὸν υἱὸν τοῦ προβεβασιλευκότος Κωνσταντίνου τοῦ Δούκα, ἐκεῖνον στρατάρχην τῆς κατὰ τῶν Τούρκων στρατιᾶς προστησάμενος. ὁ δὲ πρὸς τὴν καλουμένην Χρυσόπολιν διαπεραιωθεὶς νεωτε- εὐθύς, καὶ παρὰ τῆς ἐκεῖσε οὔσης στρατιωτικῆς πληθύος ἀναγορεύεται βασιλεύς. ἀλλὰ τοὺς μὲν τῶν στρατιωτῶν δώροις ὁ βασιλεὺς ὑπηγάγετο, τοὺς δ’ ἀξιωμάτων τιμαῖς ᾠκειώσατο, ἄλλους δ’ ἄλλως μετεχειρίσατο, καὶ παρ’ αὐτῶν συσχεθεὶς ὁ Κων-
231
σταντῖνος παρεδόθη τῷ βασιλεῖ. κείρεται τοίνυν ὁ [*](B) νεανίας καὶ εἰς νῆσον περιορίζεται. λόγος δ’ ἔχει καὶ ἱερέα χρισθῆναι τὸν ἄνθρωπον. τοῦ πατριάρχου δὲ Ἀντιοχείας τοῦ Αἰμιλιανοῦ τὸν βίον μετηλλαχότος προκεχείριστο ἕτερος Νικηφόρος ὁ Μαυρὸς λεγόμενος. οὗτος τοίνυν ὁ βασιλεὺς τὸ μέν τι καὶ διὰ γῆρας βαθύ, τὸ δέ τι καὶ διὰ φυσικὴν χαύνωσιν , οὐ πάνυ τι τῆς τῶν πραγμάτων ἥπτετο διοικήσεως, ἀλλὰ τὸν Σίδης μητροπολίτην καὶ οὗτος προσλαβόμενος ἐκείνῳ τὴν τῶν κοινῶν ἀνέθετο πρόνοιαν. ἦσαν δὲ τῷ βασιλεῖ τούτῳ καὶ δύο δοῦλοι, ὧν ὁ μὲν Βορίλος, ἅτερος δὲ Γερμανὸς ὠνομάζοντο· οὗτοι τοίνυν ἦγον τὰ πάντα καὶ ἔφερον ὡς ἐβούλοντο, καὶ αὐτὸν τὸν κρατοῦντα καὶ κύριον ἑαυτῶν, δι’ οὓς καὶ μισεῖσθαι τοῦτον παρὰ τῶν ἐν τέλει συνέβαινε, προσφερομένων τῶν δούλων ἐκείνοις ἀλαζονικώτερον καὶ θρασύτερον. ὡς ἤδη δὲ εἴρηται, ὁ [*](C) λογοθέτης Νικηφόρος προσχωρήσας τῷ Ῥουσελίῳ ὑπὸ δεσμοῖς παρ’ ἐκείνου τετήρητο. ἀλλ’ αἰφνίδιον θανὼν ὁ Ῥουσέλιος ὑποψίαν παρέσχεν ὡς παρὰ τοῦ λογοθέτου φαρμάκῳ ἀνῄρηται. διὸ καὶ παρὰ τῶν τῷ Ῥουσελίῳ προσηκόντων τῷ Βοτανειάτῃ παραδοθεὶς εἰς μίαν τῶν πρὸ τῆς βασιλίδος τῶν πόλεων κειμένων νήσων περιορίζεται. οἶ δέ γ’ ἑ περὶ τὸν βασιλέα δεδοικότες ὡς εἰ εἰς ὄψιν ἐλεύσεται τῷ βασιλεῖ, προσληφθήσεται καὶ πάντας παραγκωνίσεται, ὑποτιθέασι τῷ Βοτανειάτῃ ἀμυθήτων εὐπορεῖν χρημάτων τὸν λογοθέτην , καὶ ταῦτα τῷ βασιλικῷ χρῆναι προσενεχθῆναι ταμείῳ. στέλλεται τοίνυν ὁ Στραβορωμανός, μέγας ἐταιρειάρχης τότε γενόμενος, ἐρωτήσων [*](D) τὸν ἄνθρωπον ὅπῃ αὐτῷ τὰ χρήματα κέκρυπται. οἱ δὲ περὶ τὸν βασιλέα, οὓς καὶ δεδοικέναι
232
τὴν τοῦ λογοθέτου παρουσίαν ὁ λόγος προδιηγήσατο, πείθουσι τὸν Στραβορωμανὸν ἀνελεῖν τὸν ἄνθρωπον ἐκ τρόπου παντός. ὃς καὶ γενόμενος κατὰ τὴν νῆσον, ἐν ᾗ περιώριστο, ἐτάζει τὸν ἄνδρα οὕτω σφοδρῶς ὡς ἐν αὐταῖς ταῖς βασάνοις ἐναποψύξαι, καὶ ταῦτα ὑπισχνούμενον ὡς πάντα δοίη ἐν ἀπογράφοις, εἰ τὸν ἐτασμὸν διαφεύξοιτο. ὁ μὲν οὖν οὕτως ἀπό- λωλεν.

Οἱ δὲ Κομνηνοὶ ὁ Ἰσαάκιος καὶ ὁ Ἀλέξιος ὑπερβαλλόντως πρὸς τοῦ βασιλέως καὶ τετίμηντο καὶ ἐστέργοντο, καὶ διαδόχους αὐτοὺς τῆς βασιλείας ὠνόμαζε. διὸ καὶ παρὰ τῶν περὶ τὸν Βοτανειάτην σφοδρῶς ἐβασκαίνοντο, καὶ μᾶλλον παρὰ τῶν εἰρημένων δύο δούλων αὐτοῦ, οἳ καὶ πρὸς ἐκεῖνον τοὺς ἄνδρας διέβαλλον ὡς τυραννίδα μελετῶντας καὶ τὴν εἰς αὐτοὺς τοῦ βασιλέως διάθεσιν ὑπώρυττόν τε καὶ παρεσάλευον. ἃ γνόντες οὗτοι, καὶ μή τι πάθωσι πτοηθέντες, ὡς δὲ λόγος, καὶ πάλαι παρ’ ἑαυτοῖς τὸν τῆς βασιλείας τρέφοντες ἔρωτα, καὶ ἄλλοις οἷς ἐθάρρουν τὸ βούλευμα κοινωσάμενοι, ἐξῆλθον τῆς πόλεως, καὶ τὴν πόλιν Ἀδριανοῦ κατειληφότες εἰς ἑαυτοὺς τὸ στρατιωτικὸν ξύμπαν σχεδὸν ἐπεσπάσαντο. καὶ ἀναγορεύεται βασιλεὺς ὁ Ἀλέξιος, τοῦ [*](P�) μείζονος προτιμηθεὶς ἀδελφοῦ, ὅτι τε προσέκειντο τούτῳ οἶ στρατιῶται μᾶλλον ὡς στρατηγικωτέρῳ καὶ ὅτι σπουδῇ τε καὶ ὑποσχέσεσι παρὰ τῶν περὶ αὐτὸν μεθειλκύσθησαν. οὕτως οὖν ἀναρρηθεὶς ὁ Ἀλέξιος καὶ τοῦ Ἰσαακίου μὴ πάνυ τι πρὸς τὴν ἀνάρρησιν δυσχεράναντος, τὴν βασιλίδα καταλαμβάνει καὶ πρὸς πολιορκίαν ἡτοίμαστο. ὁ δὲ Βοτανειάτης τοῖς τεί- χεσιν ἐπέστησε φύλακας. ἦσαν δὲ περί τινα πύργον πρὸς τῇ πύλῃ τῆς πόλεως, ἣ Χαρσίου καλεῖται, φυ-

233
οὗτοι λάθρᾳ τοῖς περὶ τοὺς Κομνηνοὺς ἐκοινολογήσαντο περὶ προδοσίας τῆς πόλεως. ἕωθεν οὖν κατὰ τὴν μεγάλην πέμπτην τῆς ἑβδομάδος τοῦ σωτηρίου [*](C) πάθους τοῦ σωτῆρος ἡμῶν οἶ μὲν περὶ τοὺς Κομνηνοὺς τῷ κατ’ ἀντικρὺ τοῦ παρὰ τῶν Νεμίτζων κατεχομένου πύργου ἐξωτέρῳ τείχει προσέβαλλον κατὰ σύνθημα, οἶ δὲ ἐφεστῶτες αὐτῷ τοὺς προσβάλλοντας ἔβαλλον καὶ ἀπεῖργον τοῦ προσιέναι ἀγχοῦ. ὡς δ’ ὑπὸ τῶν Νεμίτζων ἐκ τοῦ πύργου οἱ ἐν τῷ τείχει ἐβάλλοντο, μὴ οἷοί τε ὄντες καὶ πρὸς τοὺς ἐκτὸς ἀνθίστασθαι καὶ πρὸς τοὺς ἐντὸς ἀπομάχεσθαι, ἐξ ὑπερδεξίων εἰς αὐτοὺς ἀκοντίζοντας, ἐνέδωκαν τῆς ὁρμῆς. οἱ δὲ τειχομαχοῦντες κλίμαξιν αὐτίκα πρὸς τὸ τεῖχος ἀνῄεσαν, καὶ τὰ κλεῖθρα τῶν πυλῶν διατεμόντες πελέκεσιν ἄνετον τοῖς συνωμόταις [*](D) παρέσχον τὴν εἴσοδον. ὅπερ ἰδόντες οἱ τὸν ἐντὸς τηροῦντες περίβολον , σύγκλυδες ἄνθρωποι καὶ πολέμων οἱ πλείονες ἀδαεῖς ἢ μᾶλλον ἐξ ἀγοραίων ἀθροισθέντες καὶ πληθύος δημότιδος, οἶ μὲν κατιόντες ᾤχοντο , οἱ δὲ καὶ ἑαυτοὺς ἐπισφαλῶς κατακρημνίζοντες ἔφευγον. ὅθεν κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν καὶ τὸν ἐντὸς περίβολον οἶ περὶ τοὺς Κομνηνοὺς παρειλήφασι, καὶ τὰς τούτου πύλας ὁμοίως ἀναπετάσαντες βατὴν τὴν πόλιν παντί που παρέσχοντο, καὶ αὐτίκα πρὸς διαρπαγὴν χρημάτων οἶ εἰσελθόντες ὡρμήκασι, σύμμικτον πλῆθος ἐκ Θρᾳκῶν τε καὶ Μακεδόνων καὶ Ῥωμαίων ἄλλων καὶ βαρβάρωβ συνεστηκός, οὐδὲν ἄμεινον πολεμίων πρὸς τοὺς ὁμοφύλους διατιθέμενοι. καὶ μέχρι γὰρ ἐκχύσεως αἱμάτων προυχώρησε τὸ κακόν, καὶ παρθένοι δὲ τῷ θεῷ καθιερωμέναι ἀσεβῶς ἐμιάνθησαν, καὶ γυναῖκες
234
ἀνδράσι συνεζευγμέναι πρὸς βίαν ὑβρίσθησαν , καὶ θεῖοι ναοὶ τὸν κόσμον αὐτῶν ἐσυλήθησαν, καὶ οὐδὲ τῶν ἁγίων κρατήρων ἀπέσχοντο , ἀλλὰ καὶ τούτους οἱ πάντολμοι καὶ τὰς ἱερὰς φιάλας τῆς ἀναιμάκτου καὶ φρικώδους θυσίας πλήρεις διήρπαζον, ἐκχέοντες τὰ ἅγια κατὰ γῆς. καὶ ὅσοις δὲ τῆς γερουσίας συνήντων, κατασπῶντες τῶν ἡμιόνων αὐτούς, ἐνίους δέ γε καὶ ἀποδύοντες, ἐν μέσαις ταῖς ἀγυιαῖς εἴων ἡμιγ;ύμνους τε καὶ πεζούς. καὶ ταῦτα καθ’ ὅλην τὴν ἡμέραν ἐπράττετο, καὶ τὸ δεινὸν ἄχρι τοῦ Βοὸς ἐπεφθάκει γινόμενον κοινόν τε καὶ πάνδημον, ἤδη δέ τινες καὶ μέχρι τοῦ Φιλαδελφίου ἢ καὶ προσωτέρω [*](B) ἐπέδραμον. οἱ δὲ Κομνηνοὶ εἰς τὴν προνομὴν σκεδασθέντων πάντων μόνοι σὺν εὐαριθμήτοις σφόδρα τοῖς περὶ αὐτοὺς κατελείφθησαν , καὶ ἕως τοῦ Ταύρου γενόμενοι προσωτέρω ἀπιέναι οὐκ ἐπεθάρρουν. τοσοῦτον γὰρ ἐψίλωντο ἀξιομάχου δυνάμεως ὡς εἰ τότε τούτοις ἐπῆλθόν τινες, ῥᾷον ἂν εἷλον αὐτοὺς καὶ δεσμίους τῷ Βοτανειάτῃ προσήγαγον. ἀλλὰ τὸ δόξαν ἤδη θεῷ μετατραπῆναι οὐκ ἦν. ἔνθεν τοι ὁ μὲν Βοτανειάτης μαθὼν τῶν Κομηνηῶν τὴν εἰσέλευσιν, ἄπεισιν αὐτίκα τῶν βασιλείων, αὐτοῦ που ῥίψας ἃ ὑπεδεῖτο φοινικόχροα πέδιλα, καὶ εἰς τὴν τῆς Περιβλέπτου μονὴν ἀπελ- θών, ἧς ἐκεῖνος μετὰ τὸν κατὰ τοὺς Ἀργυροῦς Ῥωμανόν ἐκεῖνον τὸν αὐτοκράτορα κτήτωρ δεύτερος ἐχρημάτισε, κείρεταί τε τὴν τρίχα καὶ μεταμφιένυται [*](C) τὴν στολήν, τριβῶν ἴον κατὰ μονάζοντας ἐνδυσάμενος. δυσάμενος. ἔνθα καὶ χρόνον ἐπιβιούς τινα τὸν χοῦν ἀπέθετο τῷ χοἴ, ταφεὶς παρ’ αὐτῇ.

Οἱ δὲ Κομνηνοὶ μηδενὸς αὐτοῖς ἀντιβαίνοντος τοῖς ἀνακτόροις προσπεφοιτήκασιν , ἀταλαιπώρως

235
τούτοις ἐπιβάντες καὶ ὁμαλῶς μετὰ πολλῆς τῆς λειότητος. τοιαῦτα σφίσι τὰ προσόδια γέγονε, τοιαῦτα τὰ εἰς τὴν βασιλίδα τῶν πόλεων εἰσιτήρια, τοιαῦτα