Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

ἔσχεν, ἐπὶ τρίτον διαρκέσασα μῆνα, ἡ δὲ τόν κοινῶν διοίκησις πρὸς τὸν Μονομάχον μετέπεσε· καὶ ὃς αὐτίκα οὐ σὺν λόγῳ οὐδὲ μετά τινος ἔμφρονος οἰκονομίας οὔτε τὰς τῶν ἀξιωμάτων ἐποιεῖτο τιμὰς οὔτε τὰς τῶν χρημάτων διανομάς, ἀλλὰ καὶ τὰς τιμὰς χύδην παρεῖχε καὶ οἷς μὴ προσῆκεν αὐτὰς ἐχαρίζετο, καὶ τοὺς βασιλικοὺς θησαυροὺς εἰ αὐθημερὸν ἐκκενωθῆναι συμβέβηκεν, οὐδὲν αὐτῷ τι πρᾶγμα λελόγιστο. τοῖς γε μὴν ἰδιωτεύοντι προσκεκρουκόσιν [*](D) αὐτῷ ἀφῆκεν ἅπασι τὰς αἰτίας, καὶ ἐμηνία τούτων οὐδέ τινι· ἡδυπαθείαις δ’ ἑαυτὸν ἐκδέδωκε καὶ τρυφαῖς, τὸ μὲν τὴν ἐκ τοῦ σάλου τῶν συμφορῶν ἀηδίαν ἀποπτύσαι πειρώμενος, ἄρτι πρὸς ἄκλυστον τάχα λιμένα κατάρας τὴν ἀρχὴν τὴν βασίλειον, τὸ δέ τι ταῖς βασιλίσσαις χαριζόμενος καὶ γλυκυθυμίας αὐταῖς μνώμενος ἀνειμένων οὔσαις ἠθῶν. λόγοις δὲ προσεῖχεν ἢ μᾶλλον τοῖς λόγους μετιοῦσι καὶ δό- ξαν ἔχουσι λογιότητος, αὐτὸς τῶν λόγων ἄκρῳ μόνον δακτύλῳ τὸ τοῦ λόγου γευσάμενος. τὰ μὲν οὖν περὶ τὰ βασίλεια οὕτως εἶχε, τὰ δ’ ἐκτὸς οὐκ εὐ- τυχῶς τοῖς Ῥωμαίοις ἐφέρετο. ἀποδρὰς γάρ τις ἐκ Βυζαντίου Σκύθης ἀνήρ, Βοϊσθλάβος ὀνομαζόμενος, καὶ χεῖρα περὶ αὐτὸν συλλέξας, κἀν τοῖς ὄρεσι τοῖς

158
Ἰλλυρικοῖς ἐμφωλεύων ὥς τις ἄγριος θήρ, τὰ πρόσοικα τοῖς ὄρεσι τούτοις ἔθνη καὶ Ῥωμαίοις ὑπήκοα ἐληίζετο, Τριβαλλούς τε καὶ Σέρβους, καὶ ὅσοι τούτοις ὁμογενεῖς. ὡς δ’ οὖν ἠγγέλη τοῦτο τῷ βασιλεῖ, γράφει τῷ εἰς τὸ Δυρράχιον ἄρχοντι τῷ Στεφάνῳ συμβαλεῖν· καὶ τοῦτο γὰρ ὁ Βοϊσθλάβος ὠνόμαστο. ὁ δὲ ἀτέχνως ἐγχειρήσας τῇ πρὸς ἐκεῖνον μάχῃ, ἦν γὰρ στρατηγικῆς ἐμπειρίας ἀμέθεκτος, μεγάλης τοῖς μετ’ αὐτοῦ στρατευομένοις ἐγένετο παραίτιος συμφορᾶς, αὐτὸς μὲν μόλις μετὰ βραχέων σωθείς, τὸ δ’ ἄλλο στράτευμα σύμπαν καταστρώσας ἐκεῖ, μηδὲ χειρὶ δυνάμενον χρήσασθαι καὶ τοὺς ἀναιρέτας ἀμύνασθαι. [*](B) τὰ μὲν οὖν κατὰ τὸ Ἰλλυρικὸν τοῦτον ἔσχε τὸν τρόπον. ὁ δὲ Μονομάχος, εἰς τὰ κατ’ οἶκον γὰρ αὐτῷ πάλιν ὁ λόγος ἐμφιλοχωρησάτω, ἐπεὶ καὶ ἡ δευτέρα σύνοικος αὐτῷ ἐτεθνήκει, εἰς τρίτον μὲν γάμον ἀποκλῖναι οὐκ ἔκρινεν, ἀνεψιᾷ δὲ τῆς αὐτοῦ γαμετῆς χηρείᾳ συζώσῃ, λάθρᾳ μὲν πρῴην, εἶτα καὶ εἰς τοὐμφανὲς συνεφθείρετο. ἡ δὲ καὶ νέας ἢν ἡλικίας καὶ κάλλους εἶχε τοῦ σώματος περιττῶς καὶ γένους ἐπιφανῶς· ἐξέφυ γὰρ τοῦ σπέρματος τῶν Σκληρῶν. οὕτω δ’ ἀλλήλοις ἐνετετήκεσαν καὶ οὕτω σφίσιν ὁ ἔρως ἐγκέκαυτο ὡς εἰ μὴ συνεῖεν ἀλλήλοις, μηδὲ ζῆν δοκεῖν μηδ’ ἀνέχεσθαι. διὸ καὶ ὑπερορίαν, ὡς εἴρηται, καταδικασθέντι τούτῳ τῷ βασιλεῖ κἀκείνη [*](C) τῶν ἁπάντων ἑαυτὴν ὑπερώρισεν, ἕν ὁρῴη τὸν ἐρῶντά τε καὶ ἐρώμενον καὶ μὴ εἴη αὐτοῦ ὑπερόριος, καὶ συναπῄει τἀνδρί, πάντα γινομένη αὐτῷ καὶ τὴν συμφορὰν ὡς οἷόν τε συνεπικουφίζουσα κἀκ τῶν οἰκείων χορηγοῦσα τούτῳ, ἔνα μὴ πρὸς τοῖς ἄλλοις λυπηροῖς ἐνδείᾳ πιέζοιτο· ἔτρεφε γὰρ κἀκείνην ἡγεμονίας ἐλπίς. ἐπεὶ δ’ ἐκεῖνος εἰς
159
τὴν τῆς βασιλείας ἤρθη περιωπήν, τῇ δὲ αἱ ἐλπίδες οὐκ ἐκβεβήκεσαν, οὐκ ἠμνημόνησε τῆς γυναικὸς οὐδ’ ἐν τῇ εὐκαιρίᾳ ὁ βασιλεύς, ἀλλὰ προσάγει λόγους τῇ βασιλίδι περὶ αὐτῆς, καὶ ἀξιοῖ ἀνακληθῆναί τε τὴν γυναῖκα καὶ τυχεῖν εὐετηρίας τινός. ἡ δὲ οὐκ ἀνένευσεν· ὁ γὰρ χρόνος αὐτῇ παρήνεγκεν τὸ ζηλότυπον, [*](D) τύπον, ἤδη τυγχανούσῃ παρήλικι, καὶ οἱ συμβεβηκότες τες αὐτῇ πειρασμοὶ μετριωτέραν εἰργάσαντο. ἀνάγεται τοίνυν ἐκ Μιτυλήνης ἡ Σκλήραινα, καὶ οὐκ εὐθὺς αὐτῇ περιφανὴς κατοικία ἡτοίμαστο, ἀλλ’ οὐδὲ θεραπεία ἁβρά. τοῦ χρόνου δὲ προἰ·όντος καὶ βασίλειος αὐτῇ δορυφορία νενέμητο καὶ ὁ οἶκος αὐτῇ μετεσχημάτιστο εἰς ἀνάκτορον. οἶκον γὰρ οἰκεῖον οἰκοδομεῖν ὁ Μονομάχος ἐσχηματίσατο τὴν ἐκείνης καταγωγήν, ἵνα θαμὰ πρὸς ἐκείνην ἀπίοι, ὡς δή τι τῶν δομουμένων ὀψόμενος. μέχρι μὲν οὖν τινος ἐσκηνοποίει τὸν ἔρωτα, καὶ ὥσπερ ἠρυθρία πρὸς τὸ γινόμενον. εἶτα καὶ τὴν αἰδῶ καὶ τὴν σκηνὴν ἀποτίθεται, καὶ τῇ γυναικὶ συνῆν οὐχ ὡς παλλακῇ οὐδ’ ὡς ἡμιγάμῳ, ἀλλ’ ὡς ἐμφανῶς ξυνευνέτιδι, καὶ αὐτῇ ἐκ τῶν βασιλικῶν ταμείων καθ’ ἑκάστην ἐπέρρει τὰ χρήματα κατὰ ποταμοὺς καὶ φλέβες ἀνεστομοῦντο χρυσίτιδες, καὶ ἀπαρακαλύπτως αὐτῇ προσεφοίτα ὁ βασιλεύς. ἀλλὰ δεινὸν ἡγούμενος εἰ μὴ καὶ συμβιῴη αὐτῇ καὶ συνοικοίη διὰ παντός, μετάγει ἐκεῖθεν τὴν γυναῖκα πρὸς τὰ βασίλεια, τῇ βασιλίδι περὶ τούτου πρότερον κοινολογησά μένος καὶ πείσας μὴ δυσχερᾶναι πρὸς τὸ γινόμενον. μᾶλλον μέντοι καὶ φιλίας ὅρκια λέγεται παρὰ τοῖν γυναίοιν ἀμφοῖν τελεσθήσεσθαι, τοῦτο τοῦ αὐτοκράτορος ἀξιώσαντος. τετίμητο δὲ ἡ γυνὴ Σεβαστή, αὐτῇ πρώτῃ τῆς [*](B) πρῴην βασιλικῆς ἀπονεμηθείσης τιμῆς· καὶ ὠνομά-
160
ζετο δέσποινα. καὶ ἡ βασιλὶς ἐπὶ τούτοις οὔτ’ ἐμηνία οὔτ’ ἤχθετο, μέσον δὲ σκηνοῦντος τοῦ βασιλέως ἑκατέρωθεν ᾤκουν παραλλὰξ ἡ βασιλὶς καὶ ἡ Σεβαστή. οὔποτε ἡ Αὐγοῦστα προσῄει τῷ βασιλεῖ, εἰ μὴ τῆς ἐρωμένης μεμονῶσθαι τοῦτον ἀπηκριβώσατο. ἀλλ’ οὕτως ἔχουσα καὶ εἰς τόσον εὐκληρίας ἀρθεῖσα, καὶ μείζονας δ’ ἐλπίδας παρ’ ἑαυτῇ θάλπουσα, ἀθρόον ἀναρπάζεται νόσῳ, καὶ θνήσκει μέγα πένθος καταλιποῦσα τῷ βασιλεῖ.

Καὶ ἡ μὲν ἀπῆλθεν, τῷ δὲ βασιλεῖ πόλεμος [*](C) ἐπῆλθεν ἐμφύλιος. ὁ γάρ τοι Μανιάκης Γεώργιος, ἀνὴρ καὶ τὴν ψυχὴν ἀνδρειότατος τὴν χεῖρά τε γενναιότατος καὶ στρατηγεῖν δεξιώτατος, παρὰ ταῖν βασιλίδαιν, ὅτ’ ἐκεῖναι τοῖς τῆς βασιλείας πράγμασιν ἐφειστήκεσαν, εἰς Ἰταλίαν πεμφθεὶς πολεμησείων τοῖς αὐτῇ ἐπεμβαίνουσι καὶ ταύτης οἰκειωσαμένοις ἔνια, καὶ τῇ τῶν Ῥωμαίων αὖθις ἡγεμονίᾳ ἐπανασώσων αὐτά, τοῖς τῶν Ῥωμαίων ἀντιπολέμοις ἀντικαθίστατο. ἐπεὶ δὲ εἰς τὸν Μονομάχον ὁ τῆς βασιλείας ἄξων μετακεκύλιστο καὶ ὁ Σκληρὸς Ῥωμᾶνος, ἀδελφὸς δ’ ἦν ὁ ἀνὴρ τῆς ἐρωμένης τῷ βασιλεῖ, μέγα δεδύνητο διὰ τὴν ὁμαίμονα καὶ μάγιστρος καὶ [*](D) πρωτοστράτωρ τετίμητο, τῷ κατὰ τὸ θέμα τῶν Ἀνατολικῶν οἴκῳ τοῦ Μανιάκη ἀγχιτερμονῶν, κακῶς διετίθει τὰ τοῦ ἀνδρός, μνησικακῶν ὅτι πρῴην διαφερόμενος ἐκείνῳ κατεπονεῖτο. λέγεται δὲ καὶ τῆς εὐνῆς ἐπιβῆναι τοῦ Μανιάκη. ταῦτα τῷ ἀνδρὶ ἀγγελλόμενα εἰς θυμὸν ἐκίνει αὐτὸν καὶ ἄχος ἐνεποίει πολύ· εἶτα καὶ τὴν ἀρχὴν ἀφαιρεῖται, καὶ τοῦτο κατεργασαμένου τοῦ ῾Ρωμανοῦ. ἐννοῶν τοιγαροῦν ὡς εἰ πρὸς τὴν Κωνσταντίνου ἐπανελεύσεται, οὐ χρηστῶς αὐτῷ διατεθήσεται ὁ κρατῶν διὰ τὸν Σκλη-

161
ρόν, τυραννίδι ἐπιχειρεῖ. καί οἱ ὡς Κορυφαιοτάτῳ τῶν στρατηγῶν καὶ ἀρηίῳ ἀνδρὶ πολὺ τοῦ στρατιωτικοῦ προσεχώρησεν. ὁ δὲ ἐξ Ἰταλίας πρὸς τὴν ἀντικρὺ > ταύτης ἤπειρον πλοίοις ἐμβιβάσας τὸ στράτευμα γίνεται. τοῦτο εἰς θόρυβον τὸν βασιλέα ἐνέβαλε, καὶ γραφὴν ἐγχαράττει τῷ Μανιάκῃ, παντὸς μὲν δείματος αὐτὸν ἀπολύουσαν, εἰ τὰ ὅπλα κατάθοιτο, ἐπαγγελλομένην δὲ τὰ χρηστότερα. ὡς δ’ ἐκεῖνος ἅπαξ κύβον ἀναρρίψας οὐκέτι τῶν ὅπλων μεθίετο, ἀντιστρατεύει κατ’ αὐτοῦ ὁ βασιλεύς. ἐφιστᾷ δὲ τῷ στρατεύματι οὔτινα τῶν γενναίων ἀνδρῶν ἤ τῶν ἐν στρατηγίαις ἐξητασμένων, δεδιὼς μὴ κἀκεῖνος τολμήσειε τὰ αὐτά, ἀλλ’ ἐκτομίαν τῶν θαλαμηπολούντων, πιστὸν μέντοι αὐτῷ. ὁ δὲ τὰς δυνάμεις ἀναλαβὼν ἀπῄει, καὶ ὁ Μανιάκης ἔσπευδεν ἀσυντάκτους τοὺς περὶ τὸν ἐκτομίαν καταλαβεῖν. ἐπεὶ δὲ προσέβαλλον ἀλλήλαις αἱ στρατιαί, τὸ μὲν ἐπὶ τῷ [*](B) πρωταγωνιστῇ, τῷ Μανιάκῃ φημί, τροποῦται τὸ τῶν ἐναντίων στρατόπεδον, τὸ δ’ ἐπὶ τῇ τὰ ἡμέτερα διεξαγούσῃ προνοίᾳ ἀθρόον ἀντέστραπτο τὰ τῆς μάχης, καὶ ἥττηντο οἱ περὶ τὸν Μανιάκην. ὡς γὰρ ἐκεῖνος ἐπιὼν τὰς τάξεις διεκλόνει τὰς φάλαγγας καὶ οἷς ἂν ἐνεβόησεν εὐθὺς ἀνεχάζοντο καὶ ὁ συνασπισμὸς διελύετο, αἴφνης πεπληγμένος εὑρέθη, καὶ πληγὴν καιρίαν, ἐξ ἧς τὸ αἷμα καταρρέον πολύ, ἀχλὺν αὐτοῦ κατεσκέδασε καὶ πάρεσιν τοῖς μέλεσιν ἐνεποίησεν, ὥστε καὶ τὸν χαλινὸν διεκπεσεῖν τῆς χειρὸς αὐτοῦ, κἀκεῖνον καταβληθῆναι εἰς γῆν ἐκ τοῦ ἵππου, τῆς ἕδρας ἀπολισθήσαντα. ἔκειτο τοίνυν αὐτίκα θανὼν ἔξω τι τοῦ μεταιχμίου βραχύ, καὶ οἱ βασιλικοὶ ἐπελθεῖν τέως αὐτῶ ἐδεδίεσαν. ὡς δ’ οἶ ἐκείνου τὸν σφέτερον ἔγνων ἀρχηγὸν πεσόντα, πτοίᾳ [*](C)
162
ληφθέντες διεσκεδάσθησαν. τότε τῷ κειμένῳ ἐπέδραμον οἶ τῆς ἑτέρας μοίρας, καὶ τὴν τοῦ δειλαίου κεφαλὴν ἐκτεμόντες τῷ σφῶν προσήγαγον στρατηγῷ. ὁ δὲ ταύτην αὐτίκα τῷ αὐτοκράτορι πέπομφε, κἀκεῖνος μετέωρον ταύτην ἦρε κατὰ τὸ θέατρον, εἶτα καὶ τοῦ τὸν πόλεμον κατωρθωκέναι δόξαντος ἐκτομίου ἐπανελθόντος μετὰ τῆς στρατιᾶς, θρίαμβος γίνεται, τοῦ βασιλέως ἐν τῷ πρὸς τὴν ἀγορὰν ἐπεστραμμένῳ προτεμενίσματι τοῦ ἐν τῇ Χαλκῇ λεγομένῃ τοῦ Σωτῆρος ναοῦ προκαθημένου μετὰ πολλῆς τῆς λαμπρότητος, ἑκατέρωθεν αὐτοῦ καὶ τῶν βασιλίδων συγκαθημένων. ἀλλὰ τὰ μὲν κατὰ τὸν Μανιάκην [*](D) ἐν τούτοις τετελευτήκασιν. ἄλλη δ’ αὖθις κεκίνητο τυραννίς, ἧς ἦν ἐργάτης Θεόφιλος ὁ Ἐρωτικός. ὃς τὰ κατὰ τὸν δεύτερον Μιχαὴλ, τὸν τοῦ πρώτου ἀδελφιδοῦν, μαθών, καὶ ὡς γυναιξὶν ἡ βασιλεία πεπίστευται, τοὺς Κυπρίους ὑπελθών, τούτων γὰρ ἔτυχεν ἄρχων τότε, ἀποστασίᾳ ἐπιχειρεῖ. οὐ μέντοι τριβῆς τῷ Μονομάχῳ ἐδέησε πρὸς τὴν τούτου καθαίρεσιν. στόλον γὰρ στείλας δι’ αὐτοῦ τὸν Ἐρωτικὸν ἐχειρώσατο καὶ τὴν νῆσον ῥᾷον εἰς δούλωσιν ὑπηγάγετο. θνήσκει δὲ ὁ πατριάρχης Ἀλέξιος, ἐπ’ ἴτη δέκα πρὸς τοῖς ὀκτὼ καταπολαύσας τοῦ θρόνου τοῦ πατριαρχικοῦ, καὶ Μιχαὴλ ὁ λεγόμενος Κηρουλάριος πρὸς αὐτὸν ἀνθιδρύεται. χρυσίου δὲ κεντηνάρια πέντε καὶ εἴκοσι ἐκ τῆς τοῦ πατριάρχου Ἀλεξίου μονῆς ὁ Μονομάχος ἀφείλετο, παρ’ ἐκείνου τοῦ πατριάρχου θησαυρισθέντα ἐκεῖ. ὅ γε μὴν ἐκτομίας Ἰωάννης, ὁ γεγονὼς ὀρφανοτρόφος, ὁ τοῦ βασιλεύσαντος Μιχαὴλ τοῦ Παφλαγόνος αὐτάδελφος, εἰς Μιτυλήνην τοῦ Μονομάχου κρατήσαντος μεταχθεὶς ἐκεῖ πηροῦται τοὺς ὀφθαλμούς,
163
ὡς μέν τισι δοκεῖ, παρὰ τῆς βασιλίδος Θεοδώρας, γνώμης ἄτερ τοῦ αὐτοκράτορος, ὡς δ’ ἐνίοις, αὐτοῦ τοῦ κρατοῦντος τοῦτο κελεύσαντος, μηνιῶντος αὐτῷ διὰ τὸ τῆς ὑπερορίας πολυετὲς καὶ ἀναίτιον. ὃς βραχείας ἡμέρας τῇ πηρώσει ἐπιβιώσας τὴν ζωὴν ἐξεμέτρησεν.

Ἄλλη δ’ αὖθις τυραννὶς τῷ Μονομάχῳ δεινοτέρα ἐξυπανέστη. ἡ τοῦ Τορνικίου δ’ ἦν αὕτη Λέοντος, ὃς μητρόθεν κατὰ γένος προσῆκε τῷ αὐτοκράτορι. [*](P�) οὗτος τοίνυν τὴν Ὀρεστιάδα οἰκῶν, οὕτω δὲ πάλαι ἡ πόλις ἐκαλεῖτο τοῦ βασιλέως Ἀδριανοῦ, τοὺς Μακεδόνας εἶχε προσέχοντας αὐτῷ, ὡς δή τινι κρείττονι. ἦν γὰρ ὁ ἀνὴρ οὔτε τὸ εἶδος φαῦλος οὔτε τὸ φρόνημα. εἶχε δέ τι καὶ ἕτερον ᾧ πρὸς ἑαυτὸν τοὺς πλείστους ἐφείλκετο. ἐχρησμολόγει γὰρ ἡ φήμη περὶ αὐτοῦ, οἷα καὶ περὶ ἄλλων λέγεται μάτην, ὡς τῶν Ῥωμαϊκῶν σκήπτρων ἔσοιτό ποτε ἐγκρατής. πρὸς ὃν ὁ βασιλεὺς οὔτε ὡς αὐτῷ προσήκοντα διετέθειτο, ἀλλὰ μέντοι καὶ ἀπηχθάνετο τῷ ἀνδρί. ἡ δὲ τοῦ κρατοῦντος ὁμαίμων ἡ Εὐπρεπία ᾠκειοῦτό τε καὶ ἐδεξιοῦτο αὐτόν, γυνὴ γενναία τε [*](C) καὶ σταθηροτάτη τὸ φρόνημα καὶ εἰς τύχης ἐλάσασα περιφάνειαν καὶ εἰς πλούτου δαψίλειαν, ἣ τῷ ἀδελφῷ στερκτέα οὐκ ἦν, ηὐλαβεῖτο δ’ αὐτὴν διὰ τὸ περιὸν τῆς φρονήσεως. ἡ δὲ μή τινος ἐξ ἐκείνου τυγχάνουσα τῶν μειζόνων οὔτε συχνάκις αὐτῷ προσῄει καὶ ὑπερηφάνως ὅτε προσελήλυθε προσεφέρετο, διελέγχουσά τε καὶ ὀνειδίζουσα. εἰ δ’ ἐπὶ τούτοις ἑωράκει τὸν ἀδελφὸν ὀργιζόμενον, ἀπεδυσπέτει καταφρονητικῶς. ὁρῶν οὖν τὴν πρὸς τὸν Τορνίκην τῆς ἀδελφῆς ὁ βασιλεὺς γνησιότητα ὑπώπτευέ τε καὶ ἐμηνία, καὶ ἔνα πόρρω ἀλλήλων θεῖτο αὐτούς, τῶν

164
[*](D) ἐνἸβηρσι τῇ ῾Ρωμαίων ἡγεμονίᾳ διαφερόντων αὐτῷ τὴν ἀρχὴν ἀνατίθησι, κατεσχηματισμένην εὐπροσώπως ὑπερορίαν αὐτοῦ καταψηφισάμενος. καὶ ὁ μὲν ἀπῆλθεν. ἡ δέ γε φήμη, ἣ πρὸς μέγα τύχης αὐτὸν ἐξῆρεν ἐν ἐλπίσιν, οὐκ ἔληγε. καί τινες ἐκ τούτου τὸν ἄνδρα πρὸς τὸν βασιλέα διέβαλλον. ὁ δὲ τοῖς λόγοις τούτοις τὴν γνώμην διασεισθεὶς στέλλει καὶ κείρει μὲν τὴν κόμην τῷ Τορνίκῃ, συγκείρειν αὐτῷ ταῖς θριξὶ καὶ τὰς ἐλπίδας οἰόμενος, ῥάκος δὲ μέλαν αὐτὸν ἀμφιέννυσι, ζοφοῦν αὐτῷ νομίζων ἐντεῦθεν τὴν προσδοκωμένην τῆς τύχης λαμπρότητα, οὕτω δ’ ἐπανελθόντα μήτ’ οἰκτείρας, ἀλλὰ καὶ ἐπικαγχάσας ἀφῆκεν. οἱ δέ γε Μακεδόνες καὶ πρῴην, ὡς εἴρηται, προσκείμενοι τῷ ἀνδρὶ καὶ χρηστὰς ἐλπίδας ἐπ’ αὐτῷ θάλποντες, νυκτὸς αὐτὸν ὑπεξαγαγόντες τῆς βασιλίδος τῶν πόλεων ἐς τὴν αὐτῶν μητρόπολιν ἄγουσι τὴν Ἀδριανούπολιν, καὶ σπουδῇ τῶν προστεθειμένων αὐτῷ ταχὺ τὰ πλείω τῶν στρατευμάτων ἐκεῖ συνηθροίσθησαν ἢ καὶ μίσει τῷ πρὸς τὸν αὐτοκράτορα. διά τινας γὰρ αἰτίας οὔτ’ ἐκεῖνος καλῶς τοῖς στρατιώταις ἐκέχρητο, ἀλλὰ καὶ ὑποψίας ὑπέτρεφε κατ’ αὐτῶν, κἀκεῖνοι διὰ ταῦτα πρὸς ἔχθος κατ’ αὐτοῦ ἠρεθίζοντο. ὡς δ’ οὖν συνελέγησαν, εὐφημίας αὐτὸν αὐτίκα βασιλικῆς καὶ ἀναρρήσεως κατηξίωσαν. ὁ δὲ σὺν αὐτοῖς εὐθὺς ἔργου εἴχετο, καὶ ἀθρόον τῇ βασιλευούσῃ ἐπιφοιτᾷ, καί οἱ [*](B) προσιόντι προσεφοίτων πολλοὶ καὶ στρατιῶται καὶ ἀστικοί, κἀκεῖνος ταῖς ἐλπίσιν ᾐώρητο, ὡς οὔτινος αὐτῷ ἀντιστησομένου, ἀλλὰ μᾶλλον ἀναπετασόντων αὐτῷ εὐπετῶς καὶ τὰς πύλας τῆς πόλεως, ὅτι τε τὰ ἑῷα στρατεύματα πολέμοις ἐκεῖ προσησχόλητο καὶ ὅτι καὶ οἱτῆς πόλεως δι’ ὀργῆς ἐποιοῦντο τὸν αὐτο-
165
κράτορα, ὡς δή τι μὴ κατὰ γνώμην αὐτοῖς προσφερόμενον. τοιαύταις οὖν αἰωρούμενος ταῖς ἐλπίσι στρατοπεδεύεται πρὸ τῆς πόλεως, πολιορκήσων αὐτήν, εἰ μὴ δέχοιτο αὐτὸν ἑτοιμότατα. ἔωθεν οὖν παραταξάμενος, καὶ ἀγχοῦ τοῦ περιβόλου τῆς πόλεως γεγονὼς περὶ τὰς Βλαχέρνας, ἀνοῖξαί οἱ τὰς πύλας ἠξίου τοὺς ἔνδον, ὑποσχέσεσι τούτους πρὸς [*](C) τὴν πρᾶξιν παραθαρρύνων λαμπραῖς. τῶν δὲ μηδ’ ἐπιστρεφομένων αὐτοῦ, ἀλλὰ καὶ χλευαζόντων καὶ πρὸς ἐκεῖνον ἀποσκωπτόντων , ἐπεχείρει τῇ προσβολῇ ἀντιπαρετάττετο δὲ καὶ ὁ βασιλεὺς στρατιώταις ὀλίγοις καὶ ὄχλῳ δημοτικῷ καί τισιν ἄλλοις ἀνδράσιν ἐνίων τῶν τῆς γερουσίας θεράπουσι, τῶν πάντων οὐδ’ εἰς ἀκριβῆ σὺν ἀριθμοῦ μέν ὢν χιλιοστύν· καὶ τούτους πρὸ τοῦ περιβόλου στήσας τῆς πόλεως ἀντιμετώπους τοῖς τοῦ τυράννου ᾤετο καταπλήξειν αὐτοῖς τὸ ἀντίπαλον. καὶ αὐτὸς δὲ ὁ αὐτοκράτωρ ἔν τινι τῶν βασιλικῶν θαλάμων προβεβλημένῳ τῶν ἄλλων καὶ ἐπὶ τὸ πρὸ τῆς πόλεως ἐστραμμένῳ πεδίν [*](D) καθῆστο βασιλικῶς, ἔν ὁρῴη τοὺς ἐναντίους καὶ ὁρῷτο αὐτοῖς. οἱ δὲ Μακεδόνες βωμολοχίας ὄντες ἐθάδες, ἰδόντες τὸν βασιλέα, οἱ μὲν ἄντικρυς ἐξύβριζον εἰς αὐτόν, οἱ δὲ καὶ χοροὺς συνιστῶντες μέλη τέ τινα σχεδιάζοντες κωμῳδίας ὠρχοῦντο καὶ ᾖδον ταῦτα, τοῖς ποσὶν ἐπικροτοῦντες τὴν γῆν. εἶτα τοῖς ἔξω τοῦ τείχους προβεβλημένοις βασιλικοῖς μοίρας ἐπελθούσης τῶν ἐναντίων, οἱ μὲν ἐπὶ τὰς πύλας ὥρμησαν, οἱ δ’ ἐπὶ τὴν τάφρον ἐνέπιπτον καὶ ἀπώλλυντο. τοσοῦτον δ’ ἅπασι τὸ δέος ἐγένετο ὥστε τούς τε τοῖς τείχεσιν ἐφεστῶτας ἑαυτοὺς ἐκ τούτου καταβάλλοντας φεύγειν καὶ τοὺς τὰς εἰσόδους φρουροῦντας τῆς πόλεως φρούδους αὐτίκα γε-
166
νέσθαι, μηδὲ τὰς πύλας ἐπιζυγώσαντας. εἰ οὖν εἶχεν ὁ τότε πόλεμος τὸν εἰδότα νικᾶν, οὐδὲν ἦν τὸ κωλῦον εὐθὺς τὸν Τορνίκην ἐντὸς γενέσθαι τοῦ ἄστεος καὶ τέλος ἐπιθεῖναι τῷ ἐγχειρήματι. ἀλλὰ τοῦτο μέν, ἐπεὶ μὴ τῇ ἄνωθεν ἐδέδοκτο διοικήσει, τὸν τυραννοῦντα διέφυγεν. ὁ δέ γε βασιλεὺς μικροῦ ἂν ἐκινδύνευσε· τῶν γάρ τις ἐναντίων τόνδ’ ἐπιτοξάζεται καὶ βέλος ἀφίησι κατ’ αὐτοῦ, τὸ δ’ ἀτευκτῆσαν τοῦ βασιλέως βάλλει μειράκιόν τι τῶν θαλαμηπολούντων. ἀλλ’ οὐδ’ ἐκείνῳ καιρία γέγονεν ἡ ἐκ τοῦ βέλους πληγή· οἵ γε μὴν περὶ τὸν βασιλέα δείσαντες αὐτίκα μετέστησαν, κἀκεῖνος αὐτὸς ἄλλοσ’ ἑ πῃ τῷ θώκῳ μετήνεκτο. ὃν δ’ εἴρηται τρόπον διαφυγὸν τὸν Τορνίκην τὸ εὐτύχημα εἰς τοὐναντίον αὐτῷ τὰ [*](B) πράγματα περιέτρεψεν. ἥ τε γὰρ πόλις αὖθις ὑπὸ φρουρὰν ἐγεγόνει καὶ ὁ τύραννος αὖθις ἴωθεν προσβαλὼν καὶ ἀποκρουσθεὶς παρὰ βραχὺ καὶ ἀπώλετο ἄν. λίθων γὰρ ἐκ μηχανῆς ταλαντιαίων σφενδονουμένων κατὰ τῶν ἐναντίων, εἶς ἐπὶ τὸν τύραννον ἵετο, καὶ τοῦ μὲν οὐ καθίκετο, δειλίαν δὲ κἀκείνῳ καὶ τοῖς περὶ αὐτὸν ἐνεποίησε, καὶ λύσαντες τὴν παράταξιν ὑπενόστησαν εἰς τὴν σφετέραν παρεμβολήν, καὶ οὐκέτι τῇ πολιορκίᾳ ἐπικεχειρήκασιν. ἀλλά τινας βραχείας ἡμέρας προσμείνας ὁ τυραννῶν, ἐπεὶ ἑώρα τοὺ ’ς μὲν τῶν οἰκείων προσχωροῦντας τῷ βασιλεῖ, τοὺς δὲ σκιδναμένους καὶ ἐκδιδράσκοντας, ἀπανίσταται μὲν τῆς περὶ τὸ ἄστυ προσεδρείας, ἀπῄει δὲ ὡς εὐπετῶς τῶν Θρᾳκῴων κρατήσων φρουρίων, [*](C) ἀλλ’ ἀπεκρούσθη κἀκείνων. ἐν τοσούτῳ δὲ παρῆσαν αἶ τῆς ἑῴας δυνάμεις ἀνακεκλημέναι παρὰ τοῦ αὐτοκράτορος, καὶ κατὰ τοῦ τυραννοῦντος ἀφείθησαν. οἶ δ’ αὐτῷ τὴν ἀποστασίαν συγκροτοῦντες ὡς
167
ἔγνων τοῦτο, δείσαντες περὶ σφίσιν, ἀλλὰ καὶ τοῦ τῶν ἑῴων ταγμάτων ἐξάρχονΤος παραστρατοπεδευσαμένου τοῖς ἀποστάταις, καὶ τοὺς μὲν ὁμιλίαις, τοὺς δὲ καὶ γράμμασι πείθοντος αὐτομολῆσαι τῷ αὐτοκράτορι, πάντες σχεδὸν λιπόντες τὸν τυραννήσαντα προσήνωντο τοῖς βασιλικοῖς, καὶ οὐ τῶν ἀσήμων μόνον ἦσαν οὗτοι στρατιωτῶν, ἀλλὰ καὶ τῶν ἐπιφανῶν καὶ ἐστρατηγηκότων καὶ λαμπρυνθέντων ἀρχαῖς, ἑνὸς μόνου τῶν ἐπισήμων ἐγκατελείφθη κότος αὐτῷ τοὐ Βατάτζη. ὡς δ’ οὖν ἐγκατελείφθη [*](D) πρὸς τῶν λοιπῶν ὁ Τορνίκης, καὶ πάντοθεν αὐτῷ ἄφυκτος ἦν ἡ κατάληψις, θείῳ ναῷ προσπεφεύγασιν αὐτός τε καὶ ὁ Βατάτζης. ἐκεῖθεν δὲ πεδῆται τῷ Μονομάχῳ προσήχθησαν· ὁ δὲ στέρησιν ἀμφοῖν καταψηφίζεται τοῦ φωτός, καὶ τοῖς μὲν ἐσβέσθησαν εὐθὺς οἱ λύχνοι τοῦσώματος, ἡ δ’ ἀποστασία διελέλυτο τέλεον.

Μέχρι μὲν οὖν τοῦδε μάχας ἐμφυλίους ὁ λόγος διηγησάμενος μεταβήσεται νῦν πρὸς μάχας βαρβαρικάς. προκείσθω δὲ τῶν ἄλλων τῶν ῾Ρὼς ἡ ἐπέλευσις. τοῦτο τὸ ἔθνος καὶ ἄλλοτε πλειστάκις κατὰ Ῥωμαίων ἐγένετο, ἡττηθὲν δὲ τέλος καὶ σπονδὰς πεποίητο πρὸς Ῥωμαίους καὶ κῆδος, ἵνα διὰ τὴν ἀγχιστείαν πρὸς ὁμόνοιαν τὰ γένη συνδέοιτο, καὶ παρ’ ἀλλήλους ἐφοίτων ἐμπορευόμενοι. ἦσαν γοῦν καὶ τότε Ταυροσκύθαι πολλοὶ παρὰ τῆ, Κωνσταντίνου, τὰ ἑαυτῶν ἀποδιδόμενοι, καὶ τὰ παρ’ ἡμῖν ἐξωνούμενοι. συνέβη δέ τισι τῶν Σκυθῶν ἔριν γενέσθαι πρὸς ῾Ρωμαιbυς τινάς, πληγαὶ δ’ ἐπηκολούθουν 30 ταύτῃ καὶ τραύματα, τοῖς δὲ παρείποντο θάνατοι καὶ τοῖς θανοῦσι καὶ εἷς τις τῶν ἐπισήμων παρ’ αὐτοῖς συνηρίθμητο. τοῦτο τῷ τῆς χώρας ἄρχοντι πρό-

168
φασις τῆς καθ’ ἡμῶν συγκινήσεως γέγονε, καὶ αὐτίκα πλοῖα συμπηξάδ.ενος, ἃ παρ’ αὐτοῖς μονόξυλα λέγονται, σφόδρα πολλά, καὶ τούτοις ἐμβιβάσας πλῆθος ὑπερεκπῖπτον σχεδόν τι καὶ ἀριθμόν, ἀκήρυκτον ῾Ρωμαίοις ἐπέσεισε πόλεμον, καὶ γίνεται τῆς Προποντίδος ἐντός. ὡς δ’ ἔγνω τὴν ἐπέλευσιν ὁ κρατῶν, στέλλει παρ’ αὐτοῖς τοὺς πρεσβεύσοντας κα- [*](B) ταθέσθαι τὰ ὅπλα σφᾶς, ὡς ἑτοίμως τοῦ βασιλέως, εἴ τι γέγονεν αὐτοῖς πρὸς λύπην, ἐξιασομένου καὶ θεραπεύσοντος. ὁ δὲ βάρβαρος ὑπερηφάνως τε τοὺς πρέσβεις ἐδέξατο καὶ λόγους μεγαλαύχους καὶ σοβαροὺς ἐξηρεύξατο, καὶ ἀτίμως αὐτοὺς ἀπεπέμψατο. ἀπογνοὺς τοίνυν τὰς σπονδὰς ὁ κρατῶν καὶ αὐτὸς πρὸς ναυμαχίαν παρεσκευάζετο, καὶ ἐπεὶ μὴ ἔτυχε τὸ ναυτικὸν ἐνδημοῦν, πορρωτάτω δ’ ὄν, φυλακαῖς χωρῶν προσησχόλητο, τριήρεις τινὰς καὶ ὁλκάδας ἄλλας ἑτοιμασάμενος, καὶ ταύταις τὸ πῦρ τὸ ὑγρὸν ἐνθέμενος ἄφθονον ἀντέταξε ταύτας τοῖς σκάφεσι τοῖς βαρβαρικοῖς, καὶ αὐτὸς ὁ κρατῶν παρὼν καὶ ἄνω που τοῦ λιμένος καθήμενος. ὡς δὲ τὸ πολὺ [*](C) τῆς ἡμέρας παρῆλθε καὶ ἠρέμουν οἱ βάρβαροι καὶ τὴν σύνταξιν οὐ διέλυον, τρεῖς τῶν τριήρων ἐκἐλευσεν ὁ βασιλεὺς τῷ Θεοδωροκάνῳ λαβεῖν καὶ ἀκροβολίσασθαι κατὰ τῶν βαρβάρων, ἵν’ αὐτοὺς εἰς πόλεμον ἐπισπάσηται. ὁ δ’ οὐκ ἀκροβολισμοῖς ἐπεχείρησεν, ἀλλὰ καθαρᾷ ναυμαχίᾳ, καὶ τινὰ μὲν σκάφη βαρβαρικὰ κατέφλεξε τῷ διύγρῳ πυρί, τινὰ δὲ κατέδυσεν αὔτανδρα, ἓν δὲ κατέσχεν ἔνδον αὐτὸς εἰσπεπηδηκώς, καὶ οὓς μὲν τῷ ξίφει συγκόψας, οὓς δὲ καταπλήξας καὶ δεσμίους ὥσπερ τῷ δέει παρειληφώς. ὡς δ’ οὕτω ταῖς τρισὶ τριήρεσι κατευτυχήθη ἡ κατὰ τῶν ἐναντίων ἐπέλευσις καὶ ἄλλαις τῶν ὁλ-
169
κάδων σύνθημα παρέσχεν ὁ βασιλεύς, καὶ ἀνήγοντο πλείονες· ἃς ὁρῶντες ἐπιούσας οἱ βάρβαροι οὐκέτι [*](D) μάχης ἐμέμνηντο, ἀλλὰ τὴν σύνταξιν διαλύσαντες πρύμναν ἐκρούσαντο καὶ ὡρμήκεσαν εἰς φυγήν. συνεμάχησε δὲ Ῥωμαίοις τότε καὶ ἄνωθέν τις ῥοπή· πνεῦμα γὰρ ἐξαίφνης σκληρὸν πνεῦσαν ἐξ ἑῴας πρὸς τὰ ἑσπέρια καὶ καταιγίδα κινῆσαν τοῖς τῶν βαρβάρων ἐπήνεκτο σκάφεσι, καὶ πολλὰ μὲν ἐπέκλυσε καὶ τῷ βυθῷ παραδέδωκε, πολλὰ δ’ ὑφάλοις πέτραις καὶ σκοπέλοις προσήραξε καὶ συνέτριψε. τὰ δέ γε τούτων πληρώματα, τοὺς μὲν τὸ ὕδωρ ἐκάλυψε, τοὺς δὲ σύνταγμα στρατιωτικὸν ἐφεδρεῦον ταῖς ᾐόσι διέφθειρεν. οὕτω δὲ καταπολεμηθέντος τοῦ τῶν βαρβάρων πλήθους ὁ βασιλεὺς τροπαιοφορῶν εἰς τὰ ἀνάκτορα ἐπανέζευξεν.

Εἷς μὲν δὴ πόλεμος βαρβαρικὸς οὑτοσὶ δεδιήγηται, εἰρήσθω δὲ καὶ ἑτέρα τις συγκίνησις ἔθνους, > ἢ τότε τὴν ἑῴαν διέλαβε, καὶ μέχρι τοῦ νῦν αὐτὴν ἐπιβόσκεται, τοὺ ’ς Τούρκους φημί. εἰσὶ μὲν οὖν οὗτοι γένος τι Οὑννικὸν οἰκοῦν τὰ προσάρκτια τῶν Καυκασίων ὀρῶν, πολυπληθὲς καὶ αὐτόνομον. ἐπεὶ δ’ ἡ Περσῶν ἀρχὴ ἢ μᾶλλον ἡ Μακεδόνων, ἣ τὴν Περσῶν βασιλείαν καθεῖλεν, ὑπὸ Σαρακηνῶν καθῄρητο, εἶτα καὶ οὗτοι πρὸς ἀλλήλους στασιάσαντες εἰς ἀντιπάλους μοίρας διῄρηντο καὶ ἀλλήλοις ἐμάχοντο, Μουχούμετ ὁ τοῦ Ἰμβραήλ, Πέρσιδος ἄρχων [*](B) καὶ Χορασμίων καὶ Μηδίας καί τινων ἄλλων, πόλεμον ἤρατο κατὰ τοὺς χρόνους Βασιλείου τοῦ βασιλέως κατὰ Βαβυλωνίων τε καὶ Ἰνδῶν, ἡττώμενος δὲ συμμαχικὸν ἐκ Τούρκων μετεπέμψατο· ἦν δὲ τοῖς εἰς συμμαχίαν ἐλθοῦσι τῷ Μουχούμετ στρατηγὸς

170
Ταγγρολίπιξ Μουκάλετ. σὺν τούτοις ὁ Μουχούμετ τοῖς ἀντιθέτοις προσβαλὼν τροποῦται αὐτούς, καὶ ἀναζεύξας εἰς τὰ οἰκεῖα οὐκ εἴα τοὺς Τούρκους εἰς τὴν ἑαυτῶν ὑποστρέψαι, ἀλλ’ ἤθελε παρακατέχειν αὐτούς, ἵνα καὶ ἐφ’ ἑτέρους χρῷτο συμμάχοις αὐτοῖς. οἱ δὲ μὴ οἷοί τε ὄντες ἀπιέναι πρὸς τὴν σφετέραν, [*](C) εἰ μὴ αὐτοῖς ἀνεθείη ἡ τοῦ Ἀράξιδος γέφυρα, ποταμὸς δ’ οὗτος ἐστὶν εἰ μὴ διὰ τῆς γεφύρας οὐ πεατός, ἡ γέφυρα δ’ ἐπεπύργωτο ἑκατέρωθεν, καὶ τοῖς πύργοις φρουροὶ ἐφειστήκεισαν ἀποστατοῦσι, καὶ εἰς ὄρη καταφυγόντες, οὐ γὰρ ἐθάρρουν ὄντες τρισχίλιοι πρὸς πολλὰς κατὰ συστάδην μαχέσασθαι μυριάδας, ἐκτρέχοντες ἐκεῖθεν τὰ τῶν Σαρακηνῶν ἐληίζοντο. ἐκπέμπει τοίνυν κατ’ αὐτῶν ὁ ουχούμετ στρατεύματα περί που τὰς εἴκοσι χιλιάδας, δέκα τῶν ὁμογενῶν ἀνδράσι τὴν αὐτῶν ἐγχειρίσας ἡγεμονίαν. οἷς οἱ Τοῦρκοι νυκτὸς ἐπιθέμενοι ῥᾷστα τοὺς πλείους κατέκοψαν. οἶ δὲ περισωθέντες σὺν [*](D) τοῖς αὐτῶν στρατηγοῖς εἰς τὸν Μουχούμετ ἀνθυπενόστησν. ὁ δὲ τοὺς μὲν δέκα τῆς στρατιᾶς ἡγεμόνας ἐξετύφλωσε, κατὰ δὲ τῶν περισωθέντων στρατιωτῶν ἠπείλει διαθήσειν αὐτοὺς τὰ χείριστα. οἱ δὲ δείσαντες τοῖς Τούρκοις προσέθεντο· ἤδη δὲ καὶ ἄλλων αὐτοῖς προσρυέντων συχνῶν, δούλων τε καὶ κακούργων λεηλασίαις χαιρόντων καὶ ἁρπαγαῖς, πολυπληθὲς ἐγένοντο στράτευμα, καὶ τῷ Μουχούμετ περὶ τὸ Ἀσπαχὰν συρρήγνυνται, καὶ πολλῶν πεσόντων Σαρακηνῶν καὶ αὐτὸς ὁ ουχούμετ ἀπέθανεν. ὁμονοησάντων οὖν τῶν στρατευμάτων, παρὰ πάντων ὁ Ταγγρολίπιξ τὴν ἀρχὴν τῶν ὑπὸ τὸν Μουχούμετ ἐνεχειρίσθη χωρῶν. αἱρεθεὶς δ’ εἰς ἡγδμονίαν, πέμψας τοὺς ἐν τῇ γεφύρᾳ τοῦ Ἀράξιδος πύρ-
171
γους κατέβαλεν. οὕτω δ’ ἀνεθείσης τοῖς Τούρκοις τῆς διόδου τοῦ ποταμοῦ πολὺ τῶν βαρβάρων τού - πλῆθος προσερρύη τῷ Ταγγρολίπικι, καὶ χεῖρα βαρεῖαν ἐκ τούτων ὁ τῶν Τούρκων κτησάμενος ἀρχηγὸς ἀφαιρεῖται μὲν πάντοθεν τοὺς Σαρακηνοὺς τὴν ἀρχήν, ἑαυτῷ δὲ ταύτην καὶ τοῖς ὁμογενέσιν ἀπένειμε, καὶ εἰς ὑπηκόους τοὺς ἐκ τῆς Ἄγαρ κατέστησεν. εἶτα αὐτὸς μὲν μάχῃ τοὺς Βαβυλωνίους προσεκτήσατο, τὸν δὲ ἀδελφόπαιδα Βαβυλωνίους σὺν στρατιᾷ κατὰ τῶν Ἀράβων ἐξέπεμψεν· ὁ δὲ ἡττηθεὶς ὑπέστρεφε, καὶ διαπρεσβεύεται πρὸς τὸν τῆς Μηδίας ἄρχοντα, οὕτω δ’ ἐκαλεῖτο πάλαι τὸ Βαασπαρκᾶν, αἰτῶν παραχωρηθῆναι διὰ τῆς χώρας αὐτοῦ διελθεῖν. ὁ δὲ τῆς χώρας ταύτης ἐκ βασιλέως ἄρχειν προχειρισθεὶς οὐ μόνον οὐκ ἀνῆκε τούτῳ τὴν δίοδον, ἀλλὰ καὶ ἀντετάξατο κατ’ αὐτοῦ, καὶ συμβαλὼν ἡττᾶται, καὶ πολλοὺς μὲν τῶν οἰκείων ἀπέβαλεν, ἥλω δ’ αὐτός. ὁ γοῦν Κουτλουμοὺς πρὸς [*](B) τὸν ταγγρολίπικα ἐπανελθὼν τὰ περὶ τοῦ κατὰ τὴν Μηδίαν διηγεῖτο πολέμου καὶ τῆς χώρας ἐξύμνει τὸ πάμφορον, καὶ προσετίθει εὐάλωτον εἶναι ταύτην, παρὰ γυναικῶν κάρπουμένην, οὕτω καλῶν τοὺς μαχεσαμένους αὐτῷ. ὁ δὲ Ταγγρολίπιξ αὐτῷ μὲν διὰ τὴν ἧτταν ἐμηνία, ἐκεῖνος δὲ κατὰ τῶν Ἀράβων ἐχώρει. καὶ ὁ Κουτλουμοὺς δείσας ἀπέδρα μετὰ τῶν σὺν αὐτῷ, καὶ τὸ Πασὰρ. πόλις δ’ ἐστὶ τῶν Χορασμίων, τουτὶ κατασχών, ἀφίσταται τοῦ Σουλτάν, οὕτω γὰρ ὁ Ταγγρολίπιξ ὠνόμαστο, καὶ ἐπὶ πολὺ πρὸς τὸν θεῖον ἀντικαθίστατο, πολιορκοῦντα αὐτόν, διὰ δὲ τὴν τῆς πόλεως ὀχυρότητα μηδὲν ἀνύσαι δυνάμενον. καὶ ὁ μὲν Σουλτὰν τῇ πολιορκίᾳ τοῦ Πασὰρ προσησχόλητο· στέλλει δὲ κατὰ Μηδίας [*](C)
172
Ἄσαν σὺν ἀξιομάχῳ δυνάμει. ὁ δὲ προσβαλὼν τῇ χώρᾳ καὶ συμμίξας Ῥωμαίοις, πίπτει μὲν αὐτός, ἡττᾶται δὲ τὸ σὺν αὐτῷ στρατιωτικόν, καὶ βραχίστων ἄτερ τὸ πᾶν ἀπόλλυται. ὃ μαθὼν ὁ Σουλτὰν ἠθύμησε μέν, ἐπαναλαβεῖν δ’ αὖθις ἔσπευδε τὸ δυστύχημα, καὶ Ἀλὶμ Αβραμίῳ ἑτεροθαλεῖ ἑαυτοῦ ἀδελφῷ στρατιὰν ἐγχειρίσας εἰς ἑκατὸν ἀριθμοῦ μ’ ἔνην χιλιοστύας κατὰ Ῥωμαίων ἐξέπεμψεν. ὁ δὲ τοῦ Βαασπαρκᾶν στρατηγὸς τῷ βασιλεῖ περὶ τούτων διὰ γραμμάτων δεδήλωκε, συμμαχίαν αἰτῶν. καὶ ὃς τῷ Λιπαρίτῃ δυνάστῃ μοίρας τῶν Ἰβήρων τυγχάνοντι ἐπέστειλε συνελθεῖν τοῖς Ῥωμαίοις καὶ ἐπαρῆξαι κατὰ τῶν Τούρκων. τῶν Τούρκων δὲ ἐπιστάντων [*](D) ἤδη, οἶ Ῥωμαῖοι πολεμῆσαι σφίσιν οὐκ ἔκριναν, εἰ μὴ ἑνωθεῖεν κατὰ τὴν βασιλικὴν ἐντολὴν καὶ τοῖς Ἴβηρσιν. ἀτρεμούντων δὲ τῶν στρατιωτῶν, μὴ δυνάμενος ὁ Ἀλὶμ συμβαλεῖν εἰς ὀχύρωμά τι προσκαθημένοις, ἔπεισι τῷ Ἄρτζε, κωμόπολις δ’ ἦν τοῦτο, πληθὺς δ’ ἐνῴκει αὐτῷ, ἔν’ οὕτως εἴποιμι, καὶ ἀριθμὸν ὑπερβαίνουσα, ἔμποροι δ’ ἦσαν οἱ ἄνθρωποι, καὶ πλοῦτος ἦν αὐτοῖς περιττός. ὡς γοῦν ἀτείχιστον τὴν κωμόπολιν ἐξ ἐφόδου ἑλεῖν αὐτὴν οἱ βάρβαροι ἤλπιζον, ἀλλ’ ἔγνωσαν παραβουκολούμενοι ταῖς ἐλπίσιν, ἐπείπερ ταύτῃ προσέβαλον. ταῖς γὰρ διόδοις ὕλας ἐπαγαγόντες οἱ ταύτης κάτοικοι, καὶ ταύταις αὐτὰ ’ς ἀποφράξαντες, ἐκ τῶν δωμάτων ἔβαλλον τοὺς ἐναντίους καὶ ἀνῄρουν πολλούς, καὶ τοῦτο ἐφ’ ἡμέραις ἐγίνετο ἔξ. ὣ ’ς δ’ ἔγνω ὁ τῶν Τούρκων στρατηγὸς ὁ Ἀλὶμ ἐρρωμενέστατα τοὺς Ἀρτζηνοὺς ἀντεχομένους καὶ πολιορκίᾳ ῥᾷστα μὴ ἁλωτούς, πυρὶ τῶν ἀνδρῶν περιγενέσθαι διέγνωκεν· αὐτίκα τοίνυν ἀνῆπτο τοῦτο καὶ τοῖς οἰκήμασιν
173
ὑπεβάλλετο. ὡς δ’ ἐξήφθη πανταχόθεν πυρκαιά, τρέπονται μὲν οἱ ἐγχώριοι, οἱ δὲ βάρβαροι κρατοῦσι τῆς κωμοπόλεως καὶ πολὺν ἐν αὐτῇ χρυσὸν καὶ ἄλλον πλοῦτον εὑρήκασιν, ὅσος μὴ κατηνάλωτο πυρί. ἐντεῦθεν αὖθις κατὰ τῆς ῾Ρωμαϊκῆς ὡρμήκασι στρατιᾶς. ἤδη δὲ καὶ τοῦ Λιπαρίτου σὺν τοῖς Ἴβηρσι παραγεγονότος, συμβολὴ τῶν στρατευμάτων ἐγένετο περὶ βουλυτόν. ὁ μὲν οὗν Ἀλὶμ καὶ ὁ Χοροσάνης, ἕτερος δ’ οὗτος ἦν στρατηγὸς τῶν βαρβάρων, μετὰ τῶν ὑπ’ αὐτοὺς τραπέντες ἐν ἔκλιναν εἰς φυγήν, καὶ σφᾶς οἱ ἀντιτεταγμένοι ῾Ρωμαῖοι μέχρι πόρρω [*](B) νυκτῶν κατεδίωκον. ὁ δὲ Λιπαρίτης κατ’ ἄλλο κέρας μαχόμενος ἑάλω τοῖς ἐναντίοις. ὡς δ’ ἐπαύσαντο τῆς διώξεως οἱ ῾Ρωμαῖοι, τὸν Λιπαρίτην προσέμενον, μὴ εἰδότες ὃ περὶ ἐκεῖνον συμβέβηκεν. ἐν τοσούτῳ δέ τις αὐτοῖς ἀγγέλλει τοῦ Λιπαρίτου τὴν ἅλωσιν, καὶ ὅτι λαβόντες αὐτὸν οἱ ἑλόντες ἀπίασι σὺν σπουδῇ. οἱ μὲν οὖν ῾Ρωμαῖοι ταῦτα μαθόντες ἐν ἀθυμίαις ἦσαν. οἱ βάρβαροι δὲ τῷ Σουλτὰν τὸν Λιπαρίτην ἐκόμισαν. ὁ μέντοι βασιλεὺς μαθὼν τοῦ Λιπαρίτου τὴν ἅλωσιν, πέμπει πρὸς τὸν Σουλτάν, ἐλευθερίας ἀξιῶσαι τὸν Λιπαρίτην ζητῶν, καὶ λύτρα τούτου πέμψας πολλὰ καὶ δῶρα δὲ τῷ Σουλτάν, καὶ σπονδὰς μέσον Ῥωμαίων καὶ Τούρκων ζητῶν γενέσθαι. ὁ δὲ Σουλτὰν τὸν μὲν Λιπαρίτην δῶρον στέλλει, τὰ δέ γε λύτρα πάντα τῷ ὑπὲρ οὗ ἐπεπόμμεισαν δέδωκε, καὶ μηκέτι ὅπλα κατὰ Τούρκων ἄρασθαι παρηγγύησεν. ἐκπέπομφε δὲ κἀκεῖνος πρέσβυν [*](C) πρὸς βασιλέα, ὃν ἐκάλουν ἐκεῖνοι σερίφην. οὗτος δ’ ἐστὶ παρ’ αὐτοῖς ὅπερ πάλαι ἦν παρ’ ἡμῖν ὁ λεγόμενος σύγκελλος· ὡς γὰρ ὁ σύγκελλος τοῦ πατριάρχου θανόντος εἰς τὸν ἐκείνου τόπον ἀντι-
174
καθίστατο, οὕτω καὶ ὁ σερίφης τοῦ Χαλιφᾶ φθαρέντος ἐκεῖνος τὸν τελευτήσαντα διεδέχετο. εἰσελθὼν οὖν εἰς τὴν μεγαλόπολιν ὁ σερίφης καὶ εἰς ὁμιλίαν τῷ κρατοῦντι ἐλθὼν καὶ ὁμιλήσας ὑπερηφάνως φόρους τε τελεῖν ἀπαιτῶν τῷ Σουλτάν, ἀπεπέμφθη. ἐντεῦθεν βαρυθυμήσας ὁ Σουλτὰν αὐτὸς κατὰ Ῥωμαίων ἐχώρησε, καὶ ἔκτοτε προχωροῦν τὸ τῶν Τούρκων ἔθνος τῆς ἑῴας πάσης ἐκράτησε καὶ μέχρι τῆς ἀντιπόρθμου τῇ Βυζαντίδι ἠπείρου κατήντησε. τὰ μὲν οὖν τῶν Τούρκων τοῦτον ἔσχε τὸν τρόπον.

Τὸ δὲ τῶν Πατζινάκων ἔθνος αὖθις κατὰ τὴν [*](D) Εὐρωπαίαν μοῖραν κεκίνητο· Σκυθικὸν δὲ τὸ ἔθνος καὶ πολυάνθρωπον, πέραν Ἴστρου νεμόμενον. ἦν δὲ τότε τοῦ ἔθνους ἄρχων Τυράχ, ἀνὴρ τὸ μὲν γένος παρὰ τὸ ἔθνος λαμπρός, τὸ δὲ ἦθος νωθής. ἕτερος δέ τις Κεγένης καλούμενος, ἄσημος μὲν ὅσον εἰς γένους ἀναφοράν, ἀνὴρ δὲ ῥέκτης τ’ ἑ καὶ δραστήριος καὶ πολλάκις ἐν πολέμοις ἀνδραγαθήσας, παρὰ τοῦ ἔθνους πεφίλητο. διὸ καὶ παρὰ τοῦ Τυρὰχ ἐλοχᾶτο, ζητοῦντος αὐτὸν ἀνελεῖν. ὃ γνοὺς ἐκεῖνος, καὶ δύο τῶν φυλῶν προσεταιρισάμενος, οὐσῶν πασῶν δέκα ἐπὶ τρισί, σὺν αὐταῖς διέβη τὸν Ἴστρον, καὶ ἐπὶ τὰ Ῥωμαίων ὅρια γέγονεν, αὐτόμολος ἥκειν λέγων τῷ βασιλεῖ καὶ οὐκ ἔσεσθαί οἶ ἀσυντελής. ἐμηνύθη ταῦτα τῷ Μονομάχῳ, καὶ ὁ τῆς χώρας ἄρχων κελεύεται δέξασθαι τοὺς Σκύθας. ὁ δὲ Κεγένης εἰς τὴν βασιλίδα τῶν πόλεων φοιτήσας ἐς ὄψιν ἦλθε τῷ βασιλεῖ, καὶ τὸ σωτήριον δεξάμενος βάπτισμα, ἐτιμήθη πατρίκιος. ἔπεισε μέντοι καὶ τοὺς σὺν αὐτῶ Σκύθας τοῦ θείου τούτου λουτροῦ μετασχεῖν. ποιούμενος δὲ τὰς διατριβὰς κατὰ τὰ παρίστρια, καὶ διαβαίνων τὸν ποταμὸν

175
ἀθρόον, ἐκάκου τοὺς τοὐ Τυράχ, ἀναιρῶν τε καὶ ληιζόμενος. πρεσβείαν τοίνυν ὁ Τυρὰχ πρὸς τὸν βασιλέα ἀπεσταλκὼς ᾐτιᾶτο ὅτι τὸν ἀποστάτην τοῦ ἔθνους ἐδέξατο, καὶ εἰ μὴ κωλύσει κακοῦν τὸ ἔθνος τὸν πρόσφυγα, τὸ ἔθνος ὅλον ἔξει πολέμιον. πρὸς [*](B) ταῦτα δ’ ὁ αὐτοκράτωρ “οὔτε προδότης” ἔφη “τοῦ προσελθόντος γενήσομαι οὔτε κωλύσω μὴ ἀμύνασθαι τοὺς ἐπιβουλεύσαντας.” τούτων τῶν μηνυμάτων τῷ Τυρὰχ κομισθέντων, ἐπεὶ χειμὼν ἐπέστη καὶ ὁ Ἴστρος ἐξ ὄχθης εἰς τὴν ἑτέραν τῷ κρύει πηγνύμενος κεκρυστάλλωτο, πεζῇ διέβη τὸν ποταμὸν σὺν τῷ ἔθνει παντὶ καὶ τὴν Ῥωμαἱδα χώραν καταλαβὼν τὰ ἐν ποσὶν ἐκεράιζεν. ὁ δέ γε βασιλεὺς τοῦτο μαθὼν στρατιὰν αὐτίκα τῷ τῆς χώρας ἄρχοντι καὶ τῷ Κεγένῃ ἐπίκουρον ἔπεμψεν. οἱ μέντοι Πατζινάκαι τροφῶν ἀφθονίαν εὑρόντες καὶ οἴνου [*](C) καὶ ἄλλων πομάτων ἐσκευασμένων ἐκ μέλιτος, καὶ περὶ ταῦτα ἀπληστευσάμενοι, νοσήματι κοιλιακῷ περιέπεσον. καὶ τοῦτο ἐξ αὐτομόλου γνοὺς ὁ Κεγένης ἀναπείθει καὶ τὰς Ῥωμαϊκὰς δυνάμεις ἐπιθέσθαι τοῖς ἐναντίοις. ὡς γοῦν εἶδον οἱ βάρβαροι τὴν κατ’ αὐτῶν τῶν Ῥωμαίων ἐπέλευσιν, κατειργασμένοι τῇ νόσῳ τυγχάνοντες ἰλιγγίασαν καὶ ἀποδειλιάσαντες μεθῆκαν τὰ ὅπλα καὶ ἱκέται γεγόθησαν. καὶ τοῖς ἐχθροῖς παρέδωκαν ἑαυτούς. τούτων ὅσοι μὲν ὑπὸ τὸν Κεγένην γεγόνασιν, οἱ μὲν ξίφεσι παρεδόθησαν, οἱ δὲ πρὸς δουλείαν χρυσοῦ ἀπεδόθησαν. τὸ πλῆθος δὲ τὸ λοιπὸν χρήσιμον ἐνομίσθη γενέσθαι ῾Ρωμαίοις, εἰ τὰ ὅπλα ἀφαιρεθὲν εἰς τὴν τῶν Βουλγάρων χώραν κατοικισθείη, ἔρημον[*](D) οὖσαν τὴν πλείονα, πρὸ μικροῦ τοῦ ἔθνους ἐκείνου καταλυθέντος. ὃ καὶ γέγονε τοῦ βασιλέως κε-
176
λεύσαντος. ὁ δέ γε Τυρὰχ σὺν τοῖς ἐξόχοις τοῦ ἔθνους ἤχθη πρὸς τὸν κρατοῦντα, καὶ τοῦ θείου καταξιωθέντες βαπτίσματος, ἀξιώμασι λαμπροῖς ἐτιμήθησαν. ὡς δὲ μάχαι Ῥωμαίοις μετὰ τῶν τούρκων ἦσαν κατὰ τὴν ἑῴαν, πεντεκαίδεκα χιλιάδας Πατζινάκων ὁ αὐτοκράτωρ ἐπιλεξάμενος, καὶ καθοπλίσας αὐτούς, ἵππους τε παρασχόμενος, ἐπιστήσας στρατάρχας αὐτοῖς ἐκ τῶν ὁμογενῶν, ἐν Χρυσοπόλει διεπέρασεν, εἰς Ἰβηρίαν κελεύσας ἀπελθεῖν, τάξας αὐτοῖς καὶ προηγήτορα τῆς ὁδοῦ. ὡς δ’ οὖν περὶ τὸν Δαματρὺν ἥκασιν, ἔστησαν, καὶ πρόσω βαίνειν οὐκ ἤθελον· εἰς τοὐπίσω δὲ χωρήσαντες καὶ ἄχρι τοῦ πορθμοῦ ἐφθακότες σὺν τοῖς ἵπποις τὴν θάλασσαν διαπορθμευσάμενοι κατὰ τὴν τοῦ ἁγίου ταρασίου μονήν, αὐτίκα συντεταμένην ποιησάμενοι τὴν ὁδοιπορίαν, τοῖς ὁμογενέσι προσήνωντο, καὶ ἐπεὶ ὁμοῦ συνηθροίσθησαν, ἀπῆλθον καὶ ἐν τοῖς παριστρίοις πεδίοις ἐπήξαντο τὰς σκηνάς, ἐκεῖθεν δ’ ὁρμώμενοι τὰ Θρᾳκῷα κατέτρεχον. πολλάκις δὲ τοῦ βασιλέως κατ’ αὐτῶν στρατεύματα πέμψαντος, ἐπικρατέστεροι ἦσαν οἱ βάρβαροι, ὥστε καὶ ἀδεῶς κατὰ πάσης τῆς Θρᾴκης καὶ Μακεδονίας σκεδάννυσθαι καὶ λείαν ἅπαντα τίθεσθαι, καὶ οὐ τὰ πόρρω μόνον, ἀλλὰ μέντοι καὶ τὰ τῇ πόλει ἀγχίθυρα. τέλος δὲ σπένδονται Ῥωμαίοις τριακοντούτεις σπονδάς. καὶ οὕτως ὁ τῶν Πατζινάκων ἔληξε πόλεμος.

Ὁ δὲ Σουλτὰν οὐκ ἔληγεν ἐπιὼν τὰς ὑπὸ Ῥωμαίους χώρας καὶ πόλεις καὶ τὰς μὲν ληιζόμενος, τὰς δ’ ἐκπορθῶν τε καὶ οἰκειούμενος. κατὰ τούτους [*](B) τοὺς χρόνους καὶ ἐπιβουλὴν ὁ αὐτοκράτωρ ἐφώρασεν, ἣν ῥωμανὸς ὁ Βοΐλας συνεστήσατο. ἦν δ’ οὗτος τῶν ἀσήμων ἀνὴρ καὶ τὴν γλῶσσαν εἶχεν

177
ἡμίφωνον μηδ’ οἵαν ὀρθοεπεῖν, ὀλισθαίνουσαν δ᾿ ἐν ταῖς ὁμιλίαις καὶ ἀνεπαίσθητα τοῖς ἀκροαταῖς φθεγγομένην. τοῦτο δ’ ἦν τὸ μὲν ἐλάττωμα φυσικόν, τὸ δὲ προσποίησις καὶ σκηνὴ τὴν τῆς φύσεως διαμαρτίαν τῇ ὑποκρίσει τοῦ σκηνουργοῦ ἐπιτείνοντος. τῷ τοιούτῳ τοίνυν ἀνδρὶ ὡς οὐδενί τῳ ὁ βασιλεὺς ἥδετο, καὶ εἰ διημαρτημένα καὶ ἀδιάρθρωτα ἤκουε φθεγγομένου αὐτοῦ, ὑπὲρ πᾶσαν ἡγεῖτο τὰς ἐκείνου φλυαρίας γλυκυθυμίαν. καὶ οὕτω διὰ ταῦτα τῷ βασιλεῖ προσῳκείωτο ὡς πάντα [*](C) καιρὸν εἶναι αὐτῷ τῆς πρὸς ἐκεῖνον εἰσόδου καὶ τῆς ἐντεύξεως. καὶ οὐχ οὕτως αὐτῷ τὰ περὶ τὸν ἀνδρῶνα διέκειτο, ἡ δὲ γυναικωνῖτίς οἶ ἀπεκέκλειστο, ἀλλ’ ἄνετος ἦν αὐτῷ κἀκείνη καὶ ὅτ’ ἐβούλετο βάσιμος, καὶ ὁ πλοῦτος ἐπέρρει τῷ ἀνδρὶ ἑκατέρωθεν, καὶ ἐκ τῶν τριόδων ἀναρπασθεὶς εἰς αὐτὴν ἀνήχθη τὴν συγκλητικὴν κορυφήν. ὁ δὲ οὐκ ἠγάπα τοῦτον εὐδαιμονήσας τὸν τρόπον, ἀλλὰ καὶ τῆς βασιλείας ἐρᾷ, καὶ μελετᾷ ταύτην ἑαυτῷ προσνεῖμαι, κτείνας τὸν αὐτοκράτορα. καὶ οὓς ᾔδει δύσνους τῷ βασιλεῖ, τούτοις τὸ ἀπόρρητον ἀνεκάλυπτε. καὶ τοὺς μὲν τὸν λόγον προσιεμένους μεγάλαις ἐλπίσιν ἐξαίρων πρὸς τοὔργον ἐρρώννυεν. εἰ δέ τινες καὶ πρὸς τὴν προσβολὴν ἐδυσχέραινον, ὁ δὲ πεῖραν ἔλεγε [*](D) τὸν λόγον προσαγαγεῖν, ἔνα γνῷ τὴν ἐκείνων πίστιν τὴν πρὸς τὸν αὐτοκράτορα, καὶ ἐπῄνει τοὺς ἄνδρας τῆς διαθέσεως, καὶ γνωρίσαι τῷ βασιλεῖ εὔνους αὐτῷ τυγχάνειν διώμνυτο. ὁ μὲν οὖν οὕτω μετῄει τοὺς πλείονας, καὶ οἱ ἐκείνῳ συνομοσάμενοι ῥᾷστα τὸ βούλευμα ᾤοντο γενέσθαι ἀνύσιμον. οὐ μόνον γὰρ ἡ πρὸς τὸν βασιλικὸν κοιτωνίσκον πάροδος ἐκείνῳ ἄνετος ἦν, κἂν ἔτυχεν ὑπνώττων ὁ
178
βασιλεὺς κἂν τῇ βασιλίδι συνίαυεν, ἀλλὰ καὶ τὰς τῶν ἀπορρήτων εἰσόδων κλεῖς ἐμπεπίστευτο. καὶ ἤχθη ἂν εἰς ἔργον τὸ διαβούλιον, εἰ μή τις αὐτὸ τῷ βασιλεῖ κατεμήνυσε τῶν κοινωνησάντων τοῦ σκέμματος. ἥλω τοίνυν ἐπ’ αὐτοφώρῳ καὶ τὸ ξίφος αὐτὸ κατέχων ᾧ τὸν αὐτοκράτορα ἔμελλεν αὐτίκα διαχειρίσασθαι. ἀλλ’ ὁ μὲν διὰ τὸ τοῦ κρατοῦντος ἀβέλτερον οὐδὲν ὑπέστη ἀνιαρόν, οἶ δὲ τῆς ἐπιβουλῆς ἐκείνῳ συνίστορες οὐκ ἔμειναν ἀτιμώρητοι. οὗτος ὁ βασιλεὺς φιλότιμος δοκεῖν ἐθέλων καὶ ἐλευθέριος, μὴ μετιὼν δὲ τὴν ἀρετὴν ὡς ἐχρῆν, εἰς κακίαν ταύτην μετήνεγκεν. ἀντὶ γὰρ μεγαλοπρεπείας εἰς ἀσωτίαν μετακεκύλιστο, οὔτε οἷς ἔδει παρέχων τὰ δημόσια χρήματα οὔτε ὅσαπερ ἔδει οὔθ’ ὅτε χρεών. καὶ τὴν μονὴν δὲ τὴν τῶν Μαγγάνων οἰκοδομῶν, λέγεται δὲ τῆς οἰκοδομῆς ἄρξασθαι διὰ τὴν ἐρωμένην αὐτῷ, τὴν Σκλήραιναν λέγω, ἔν’ ἐκείνῃ προσφοιτᾷ συνεχῶς, ἐν τῷ οἴκῳ τοῦ Κυνηγίου [*](B) ἐχούσῃ τότε δὴ τὴν κατοίκησιν, πρόφασιν ἔχων τοῦ σεμνείου τὴν δόμησιν, ἐξήντλησε τοὺς βασιλείους ἢ κοινοὺς θησαυρούς, ὅθεν χρημάτων δεόμενος οὐδὲ τῶν ἀπειρημένων πορισμάτων ἀπείχετο. ἀλλὰ καὶ χωρῶν οὐσῶν, αἱ τοῖς βασιλεῦσιν οὐ δασμοὺς συνεισέφερον, ἀλλ’ ἀντὶ πάσης δασμοφορίας δυσχωρίας ἐφρούρουν καὶ τοῖς βαρβάροις τὴν εἰς τὰς Ῥωμαίοις ὑποκειμένας χώρας ἀπετείχιζον πάροδον, ἐκεῖνος φόρους ταῖς χώραις ἐπιτάξας ἐσχόλασε τὰς φρουράς. κἀντεῦθεν ἡ πρὸς τὰς Ῥωμαΐδας χώρας ῥᾴστη τοῖς βαρβάροις ἐγένετο πάροδος. ἐκεῖνος τοίνυν ὁ ἀνὴρ αἴτιος τοῖς ἀπαθῶς λογιζομένοις κριθήσεται τοῦ τὴν ἑῴαν μοῖραν δουρὶ [*](C) κυριευθῆναι βαρβαρικῷ.

179

Τῆς δὲ βασιλίδος Ζωῆς ἐν γήρᾳ βαθεῖ, ὑπὲρ γὰρ τὰ ἑβδομήκοντα ἔτη παρεξετάθη αὐτῇ τὸ βιώσιμον, καταλυσάσης τὴν ζωήν, οὐκ ἀνδρικῶς ἐκεῖνος ἐθρήνησεν, ἀλλὰ μέντοι γε μειρακιωδῶς. λέγεται δὲ καὶ ἀγγέλοις αὐτὴν παρεξισοῦν, ἐπειδή που τοῦ μνήματος ἐκείνης μύκης ἔκ τινος ὑγρότητος ἀνεβλάστησε, καὶ τοῦτο καλεῖν σημεῖον ἄνωθεν οἰκονομηθέν, ἕνα μὴ ἀγνοῆται ἡ βασιλὶς ταῖς νοεραῖς συντεταγμένη δυνάμεσι. τῆς δ’, ὡς εἴρηται, θανούσης, ὁ βασιλεὺς ἔτι φλεγμαίνων περὶ τοὺς ἔρωτας ἐπεισάγει τοῖς βασιλείοις μείρακά τινα, ὅμηρα δοθεῖσαν Ῥωμαίοις ἐξ Ἀλανῶν, παῖδά τινος τῶν παρ’ ἐκείνοις ἀρχηγετούντων, καὶ ταύτην Σεβαστὴν [*](D) ὀνομάσας βασίλειον αὐτῇ θεραπείαν καὶ πλούτου χορηγίαν ἀπέταξε. καὶ εἰ μὴ τὴν βασιλίδα Θεοδώραν πεποίητο δι’ αἰδοῦς ἤ μᾶλλον τὸ τῆς τετραγαμίας ᾐσχύνετο ἄθεσμον, καὶ βασίλισσαν ἂν τὴν ἐρωμένην ταύτην ἂν εἶπε καὶ διαδήματι κατεκόσμησεν. ἐκείνου δὲ θανόντος, οὐ παρέμεινε τῇ Σεβαστῇ τὸ εὐτύχημα, ἀλλ’ εἰς τὴν προτέραν τῆς ὁμηρείας τύχην ἐπανελήλυθεν. ἄρτι δὲ καὶ περὶ τοῦ τέλους ἱστορητέον τούτου τοῦ αὐτοκράτορος. οὐ μακρὸς ἐξεμετρήθη χρόνος, ἐξ ὅτου τῆς ἡγεμονίας τῶν Ῥωμαίων γέγονεν ἐγκρατής, καί οἶ νόσος ἀρθρῖτις ἐνέσκηψεν, ἡ πρότερον τοῖς ποσὶν ἐκείνου τοῦ ῥεύματος ἐπήνεγκε τὴν φοράν, ὥστε τὰς βάσεις αὐτῷ πρὸς πορείαν καὶ στάσιν ἀδυνατεῖν. εἰ δέ ποτε κινήσεως ἀνάγκην ἔσχηκεν, ἣ πρός τινων ἐπιστηριζόμενος προέβαινε δυσχερῶς ἢ καὶ πάμπαν ἑτεροκίνητος ἦν. τοῦ χρόνου δὲ προἰόντος καὶ ταῖς χερσὶν ἐπερρύη τὸ αἴτιον· εἶτα καὶ τοῖς ὤμοις ἐπήνεκτο, καὶ τέλος ὅλον αὐτῷ τὸ σῶμα τῷ ῥεύματι

180
κατεκλύζετο καὶ παρεῖτο καὶ ἐξηρθροῦτο, τοῖς τῶν ἄρθρων κοιλώμασιν ἐγκλειομένου τοῦ ῥεύματος. ἔκαμνεν οὖν οὕτω πρὸ μακροῦ τὸ σῶμα τῷ βασιλεῖ. εἶτα καί τι ἕτερον ἐπισυμβεβηκός, τὸ δ’ ἦν ἐκ πνεύματος νυγμὸς περὶ τὴν πλευράν, προσδοκήσιμον ἐκείνῳ καὶ τοῖς αὐτῷ παραδυναστεύουσιν ἔθετο [*](B) τὸ τέλος τῆς βιοτῆς, ὣν τὰ πρῶτα ὁ λογοθέτης ἦν Ἰωάννης, ἐκτετμημένον ἀνδράριον, ἄσημον μὲν ἐκ γένους ἢ δυσγενέστατον, πρὸς δὲ πραγμάτων μεταχείρισιν ἀφυέστατον, γραμματικῆς δὲ τέχνης τοσοῦτον μετεσχηκὸς ὥστε μήτ’ ὀρθοεπεῖν ἀκριβῶς μήτ’ ἀπταίστως ὀρθογραφεῖν. ἐφ’ ᾧ δὴ τὴν τῶν κοινῶν πραγμάτων διοίκησιν ὁ βασιλεὺς ἐποιήσατο καὶ τῶν τῆς βουλῆς ἀπέδειξεν ἀπάντων Κορυφαιότατον. ἢν γὰρ ἐπὶ τῶν βασιλικῶν διοικήσεων πρῴην ἀνὴρ τούτῳ τὰ πάντα ἀντίρροπος καὶ γένος καὶ λόγον καὶ τὴν περὶ τὰς πολιτικὰς οἰκονομίας ἀκρίβειαν. τοιοῦτος δ’ ὤν, ὁπηνίκα τι παρὰ τό καθῆκον ἐπέταττεν αὐτῷ ποιῆσαι ὁ βασιλεύς, οὐκ ἦν τῇ προαιρέσει τοῦ κρατοῦντος [*](C) ἐπικλινής, ἀλλ’ ἀντέλεγέ τε καὶ ἀνεῖργε τοῦ μὴ προσήκοντος. ὁ δὲ ἐχαλέπαινε, καὶ πολλάκις τούτου γινομένου ἐμηνία τῇ τοῦ ἀνδρὸς ἐκείνου ἐλευθερίᾳ, καὶ ἔνα τὸ ἀντίξουν ἀποφορτίσαιτο, μεθιστᾷ μὲν ἐκεῖνον τῆς τῶν κοινῶν διοικήσεως, ὁ Λειχούδης ἦν οὗτος, ἀντεισάγει δὲ τὸν Ἰωάννην, καὶ τούτῳ τὴν τῶν πολιτικῶν ἐγχειρίζει κυβέρνησιν, ἔνα μὴ πρός τινος ἐφ’ οἷς ὁρμήσει ἀνείργοιτο. οὗτος τοίνυν ὁ Ἰωάννης καὶ ἕτεροι, μέγα κἀκεῖνοι δεδυνημένοι παρὰ τῷ βασιλεῖ, ἀπεγνωκότες αὐτῷ τὸ βιώσιμον πείθουσι τὸν κάμνοντα φροντίσαι περὶ διαδοχῆς, καὶ ὑποτιθέασιν αὐτῷ εἶναι πρὸς τὴν ἀρχήν ἐπιτήδειον τὸν Πρωτεύοντα· ὁ δὲ τὴν τῆς
181
Βουλγαρίας ἀρχὴν περιέζωστο, καὶ ἀπεδήμει τῆς [*](D) βασιλίδος τῶν πόλεων. ἔσταλτο τοίνυν ὁ τὸν ἄνδρα μετακαλεσόμενος· ἐκ δὲ τῆς βασιλίδος Θεοδώρας ἡ βουλὴ ἀπεκέκρυπτο. ἀλλ’ οὐκ εἰς τέλος τὸ βούλευμα τὴν βασιλίδα διέλαθε. γνοῦσα δὲ ὡς οὐκ ἐπ’ αὐτῇ ποιεῖται τὸ κράτος ὁ τελευτῶν, τὸν μὲν ἐᾷ δυσθανατοῦντα κατὰ τὰ ἐν τοῖς Μαγγάνοις βασίλεια· ἐκείνη δὲ σπουδῇ τῶν ὑπηρετουμένων αὐτῇ ἐμβεβηκυῖα νηὶ εἰς τὸ μέγα προσωρμίσθη ἀνάκτορον. καὶ αὐτῇ ἥ τε βασιλικὴ δορυφορία προσερρύη αὐτίκα καὶ τῆς γερουσίας τὸ ἔκκριτον, καὶ αὐτοκράτωρ πρὸς πάντων ἀνερρήθη, ὡς αὐτῇ κατὰ κλῆρον τῆς ἀρχῆς προσηκούσης. τοῦτο τῷ Μονομάχῳ γνωσθὲν προστίθησιν ἄλγημα, καὶ βραχύ τι ἐπιβιούς, ὅσον ἐπιστενάξαι τοῖς γενομένοις καὶ ἀθυμῆσαι, ἐξέλιπε, βασιλεύσας ἔτη δώδεκα καὶ μῆνας ὀκτώ. καὶ κατετέθη εἰς τὴν παρ’ αὐτοῦ δομηθεῖσαν μονὴν τῶν Μαγγάνων.

Ἡ δὲ βασιλὶς Θεοδώρα ἔξωρος τῆς αὐταρχίας κρατήσασα βασιλέα τοῖς πράγμασιν ἐπιστῆσαι οὐκ ἤθελεν, ἀλλ’ ἡδυνθεῖσα τῇ ἐξουσίᾳ, παρ’ ὅσον ἐπεβίω τῇ βασιλείᾳ καιρόν, αὐτὴ τῶν ὅλων ἦν ἐγκρατής, πρὸς τοῦτο καὶ παρὰ τῶν αὐτῆς θεραπόντων ἐμβιβασθεῖσα, οὓς καὶ ταῖς μεγίσταις ἐπέστησε τῶν ἀρχῶν. τὴν δὲ τῶν πολιτικῶν πραγμάτων διοίκησιν τῷ συγκέλλῳ Λέοντι, ὃς Παρασπόνδυλος ὠνόμαστο, ἐνεχείρισε, τὸ πάλαι τῷ βασιλεῖ Μιχαὴλ ὑπηρετήσαντι. ἡ δὲ προυκάθητο ἐπὶ βήματος, καὶ [*](B) ἐχρημάτιζε πρέσβεσι καὶ ἦν ἀρχαιρεσιάζουσα καὶ δίκαις ἐνθεμιστεύουσα καὶ ψήφους ἐκφέρουσα καὶ διαιτῶσα δημοσίαις καὶ κοιναῖς ὑποθέσεσι, καὶ εὔδαιμον ὑπῆρξεν αὐτῇ τὸ αὐτοκρατές. οὔτε γάρ τις

182
ἀντῆρε χεῖρα αὐτῇ οὔτ’ ὀλιγώρως πρὸς τὰ ἐκείνῃ δεδογμένα ὤφθη διατεθὲν τὸ ὑπήκοον οὔτ’ ἔθνος τότε κατὰ Ῥωμαίων κεκίνητο, ἀλλὰ καὶ εὐκρασία γέγονε τῶν ὡρῶν καὶ ἡ γῆ τοὺς καρποὺς ἀφθόνους ἐξήνεγκεν. ἔξωρος δέ, ὡς εἴρηται, καὶ πλήρης ἡμερῶν ἡ βασιλὶς αὕτη τῶν σκήπτρων κρατήσασα ὅμως μακροὺς ἔτι τῆς ζωῆς ἑαυτῇ ἐπεμέτρει ἐνιαυτούς. εἶχε δὲ καὶ τὸ σῶμα ἐρρωμενέστερον καὶ μὴ [*](C)ῥᾷστα πόνοις καμπτόμενον. ἐπεὶ δὲ καὶ ταύτην κατήπειγε τὸ χρεών, εἰ καί τινες αὐτῇ μοναχοὶ αἰῶνας ἔτι ζωῆς ἐπηγγέλλοντο, καὶ νόσῳ περιεπεπτώκει δεινῇ, ἡ τοῖς Ἀσκληπιάδαις ὠνόμασται εἰλεός, καὶ τοῖς περὶ αὐτὴν αἶ ἐλπίδες αἱ περὶ αὐτῆς ἀπεγνώσθησαν, συλλεγέντες βουλεύονται τίνα ἂν εἰς τὴν ἀρχὴν ἀντεισάξωσιν, ὃς αὐτοῖς τὴν εὐετηρίαν τηρήσει καὶ τὸ εὐτύχημα. ἔδοξεν οὖν πρὸς τοὺτο σφίσι κατάλληλος ὁ στρατιωτικὸς Μιχαὴλ, ἀνὴρ ἐκ Βυζαντίου μὲν γεγονώς, πρὸς πραγμάτων δὲ καὶ τοσαύτης ἡγεμονίας μεταχείρισιν ἀποπεφυκὼς ἔκ τε φυσικῆς νωθείας καὶ ἀφελείας καὶ διὰ χρόνου μῆκος, ὃ τῇ ἐκείνου παρεξετάθη ζωῇ. ἤδη [*](D) γὰρ οὐ γέρων ἦν, ὡς παρὰ τοῦ δημώδους πλήθους ὠνόμαστο, ἀλλὰ πρεσβύτης. τοῦτον οὖν πείθουσι τὴν Θεοδώραν ἀντικαταστῆσαι τῇ βασιλείᾳ. ἡ δὲ αὐτίκα ταινιοῖ τῷ βασιλείῳ τὸν Μιχαὴλ διαδήματι, πρότερον ὁρκίοις προκαταληφθέντα φρικώδεσι μήτι τῆς ἐκείνων γνώμης χωρὶς ἐπὶ ταῖς τῆς βασιλείας οἰκονομήσασθαι διοικήσεσιν. ἐπὶ τούτοις τὴν βασιλίδα τὸ πνεῦμα ἐπέλιπε, μοναρχήσασαν ἔτος ἔν ἐπὶ ἐννέα μησίν.

Ὃν οὖν εἴρηται τρόπον ὁ πρεσβύτης Μιχαὴλ αὐτοκράτωρ ἀναρρηθεὶς τοῖς μὲν τῆς γερουσίας καὶ

183
τῷ δημώδει πλήθει καὶ παρὰ τὸ προσῆκον ὦπτο φιλοτιμότατος, ἕκαστον τούτων εἰς βαθμοὺς προβιβάζων ἀξιωμάτων καὶ τιμὰς προσνέμων ἀκαταλλήλους τοῖς πλείοσι. τοῖς δὲ στρατιωτικοῖς καταλόγοις, καὶ μάλιστα τοῖς τούτων ἐξόχοις , οἷς στραταρχεῖν τε καὶ ἰλαρχεῖν ἀπονενέμητο πρὸ πολλοῦ, καὶ λίαν ἀντιρρόπως τοῖς ἄλλοις ἐκέχρητο. οὔτε γὰρ φιλότιμόν τι πρὸς αὐτοὺς ἐνεδείξατο ἄρτι καταλαβόντας τὴν βασιλίδα τῶν πόλεων, οὔτε μὴν πραέσιν αὐτοὺς ἐδεξιώσατο ῥήμασιν. ἤστην δὲ τούτων πρωτεύοντε ἄνδρε διττώ, μαγίστρω μὲν ὅντε [*](B) καὶ ἄμφω, λαμπρὼ δὲ τὰ γένη, καὶ οὐχ ἧττον στρατηγικῇ συνέσει καὶ κράτει χειρῶν καὶ θάρσει ψυχῶν εἰχέτην τὴν περιφάνειαν. τούτων ἅτερος ἦν ὁ Κομνηνὸς Ἰσαάκιος, ὁ δὲ λοιπὸς ὁ Κεκαυμένος Κατακαλών, ᾧ Κολώνεια ἡ πατρίς, ὃν καὶ δοῦκα Ἀντιοχείας τυγχάνοντα ἅμα τῇ ἀναρρήσει παρέλυσε τῆς ἀρχῆς, τὸν οἰκεῖον ἀνεψιὸν Μιχαὴλ μάγιστρόν τε καὶ δοῦκα τῆς Ἀντιοχείας προχειρισάμενος, καὶ Οὐρανὸν ἐκείνῳ θέμενος τὸ ἐπώνυμον, ἕνα πρὸς τὸν ἀρχαῖον Οὐρανὸν ἀναφέρειν τὸ γένος δοκῇ. τοῦτον τοίνυν τὸν Κεκαυμένον, ὡς δῆθεν μὴ καλῶς χρησάμενον τῇ ἀρχῇ, ἀλλὰ τάς τε δυνάμεις καταλελυκότα καὶ φορτικὸν τοῖς ὑπὸ χεῖρα γενόμενον [*](C) καὶ ἐπέπληξεν ἰταμώτερον καὶ ὀνείδεσιν ἔβαλε καὶ οὐδ’ ἐφείσατο ὕβρεων, ἀλλὰ καὶ τῶν ἄλλων λαμπροτάτων ἀνδρῶν καὶ συνταγματαρχούντων ἐκεῖ νῷ ὑπεραπολογήσασθαί τοῦ ἀνδρὸς ὡρμηκότων, οὐδ’ ἐπ’ ἐκείνους τῆς γλώττης οὔτε μὴν αὐτὸν ᾐδέσθη τὸν Κομνηνόν. ταῦτα τοὺς στρατιώτας εἰς ἀθυμίαν ἐνέβαλε, τοῖς μὲν ἄλλοις φιλοτιμότατον ὁρῶντας τὸν Μιχαὴλ , αὐτοῖς δὲ μηδ’ ἐν λόγοις τὸ εὐμενὲς ἐνδει-
184
κνύμενον, ὅμως μέντοι ἐπέσχον μηδέν τι νεωτερίσαι, ἀλλὰ καὶ δευτέραν πεῖραν ἐπαγαγεῖν ἐβουλεύσαντο. [*](D) ἀλλ’ ἑτέραν κατὰ τοῦ βασιλέως προτέραν τούτων ὁ λόγος διηγησάσθω νῦν ἐπανάστασιν. ὁ γὰρ τοῦ βασιλέως Κωνσταντίνου τοῦ Μονομάχου ἐξάδελφος ὁ πρόεδρος Θεοδόσιος, ἄρτι τοῦ Μιχαὴλ ἀναρρηθέντος, ἐν δεινῷ ποιησάμενος τὴν ἐκείνου ἀνάρρησιν, τοὺς οἰκείους θεράποντας προσλαβόμενος καί τινας ἄλλους ὅσοι κατ’ ἐκεῖνον ἐλαφρίαν ἐνόσουν φρενῶν, περὶ δείλην ὀψίαν διὰ τῆς ἀγορᾶς ἀπῄει, τούτοις δορυφορούμενος, ἑαυτῷ προσήκειν τὸ κράτος λέγων διὰ τὴν πρὸς τὸν Μονομάχον συγγένειαν, καὶ ἀδικεῖσθαι ἐπιβοώμενος. γενόμενος δὲ κατὰ τὴν δημοσίαν εἱρκτήν, ἣ πραιτώριον κέκληται, τὰ κλεῖθρα διαρρήξας τοῖς ἐν αὐτῇ καθειργμένοις ἄνετον παρέσχε τὴν ἔξοδον. τὸ δ’ αὐτὸ καὶ ἐν τῇ τῆς Χαλκῆς εἰργάσατο φυλακῇ ἴ’ ἐλπίσας διὰ τούτων τοῦ κατὰ σκοπὸν ἐπιτεύξεσθαι. ὡς δ’ ἔμαθε στρατιωτικὴν ἀθροίζεσθαι περὶ τὰ βασίλεια δύναμιν καὶ ἤδη στέλλεσθαι κατ’ αὐτοῦ, πρὸς τὴν μεγάλην τρέπεται ἐκκλησίαν, καὶ μόνος σὺν τῷ υἱῷ περιλειφθείς, τῶν ἑπομένων αὐτῷ διασκεδασθέντων, τῇ ἐκκλησίᾳ προσπέφευγεν· ὅθεν ληφθεὶς ὑπερορίαν κατεδικάσθη. εἰς τοῦτο δὲ τέλους τοῦ ἐπιχειρήματος αὐτῷ καταντήσαντος, ὁ δημώδης ὄχλος ἐπεγγελῶντες αὐτῷ ῥήματά τινα συνθέντες ἐπῇ δὸν αὐτῷ· τὰ δ’ ἦσαν,

[*](B)

ὁ μωρὸς ὁ Μονομάχος, εἴ τι ἐφρόνει, ἐποίησε. καὶ ταῦτα μὲν ἔσχον οὕτως.

Οἱ δ’ ἐμπαροινηθέντες τῶν ἑῴων ἀρχόντων καὶ αὖθις πεῖραν προσάγουσι, καὶ προσίασι τῷ τὰ κοινὰ διοικοῦντι τῷ πρωτοσυγκέλλῳ Λέοντι καὶ ἱκετεύειν

185
δι’ ἐκείνου ἐπεχείρουν τὸν βασιλέα, μὴ μόνοι αὐτοὶ καταλειφθῆναι ἀγέραστοι, πάντων τοῦ φιλοτίμου καταπολαυσάντων τοῦ αὐτοκράτορος, καὶ ταῦτα τῶν ἄλλων εὐπαθούντων αὐτοὶ καὶ παρ’ ἀσπίδα ἱστάμενοι καὶ προπολεμοῦντες τῆς Ῥωμαίων ἀρχῆς. ὁ δὲ οὐδὲν ἧττον τοῦ Βασιλέως ἀδέξιος ὢν μεταχειρίσασθαι λυπουμένους ἄνδρας καὶ καταστεῖλαι τὸ ἐκ τῆς λύπης αὐτοῖς γενόμενον οἴδημα, οὐ μόνον οὐκ ἐλέανε λόγοις τῶν ἀνδρῶν τὴν τραχύτητα, [*](C) ἀλλὰ καὶ μᾶλλον αὐτοὺς ἐξετράχυνεν, ἐκφαυλίσας ἕκαστον καὶ ἀτίμως πάντας ἀποπεμψάμενος. οὕτως οὑν καὶ τῆς δευτέρας πειραθέντες πείρας οὐκέτι μέλλειν ἔκριναν, ἀλλ’ ἕκαστος τὸν πλησίον παρακροτήσαντες ἔσπευδον εἰς προῦπτον ἐκφῆναι τὸ μελετώμενον. ἔδοξεν αὐτοῖς καὶ τὸν Βρυέννιον σχεῖν συνίστορα καὶ συλλήπτορα τοῦ ἐπιχειρήματος, ὄντα τε τῶν ἐπιφανῶν καὶ στρατηγοῦντα τῶν ἐκ Μακεδονίας δυνάμεων καὶ τὴν τῆς Καππαδοκίας περιεζωσμένον ἀρχήν, λύπης τ’ αἰτίας κἀκεῖνον ἐσχηκότα κατὰ τοῦ αὐτοκράτορος. ὡς δ’ οὖν κάκεῖνον ἕτοιμον εὗρον πρὸς τὸ σφέτερον βούλευμα, ἐζήτουν τὸν ἐξ αὐτῶν βασιλεύσοντα, καὶ πᾶσιν ὁ Κομνηνὸς ἁπάντων προυκέκριτο. ἐπεὶ δὲ ταῦτα [*](D) συνέθεντο, ἐπ’ οἴκου ξύμπαντες ἀνεχώρησαν, τῷ βασιλεῖ προσειπόντες τὰ ἐξιτήρια. ἀπῄει δὲ καὶ ὁ Βρυέννιος μετὰ τῶν ὑπ’ αὐτὸν ταγμάτων, καὶ ἐν τῷ θέματι τῶν Ἀνατολικῶν γεγονὼς τὴν τῶν στρατιωτικῶν ὀψωνίων διανομὴν ἐκεῖ διετίθετο· συνῆν γὰρ αὐτῷ καὶ ὁ πατρίκιος Ἰωάννης ὁ Ὀψαρᾶς χρυσίον ἐπιφερόμενος. ἤδη δὲ τῆς διανομῆς ἠργμένης ὁ Βρυέννιος προσετίθει τοῖς στρατιώταις τὰ σιτηρέσια καὶ ηὔξει τὸ ἑκάστῳ νενεμημένον ποσόν.
186
ὁ δὲ τοῦ χρυσοῦ ταμίας ὁ εἰρημένος ἀνὴρ μὴ τοῦτο ἔλεγεν ἐντετάλθαι οἶ πρὸς τοῦ αὐτοκράτορος. καὶ ὁ Βρυέννιος σιωπᾶν αὐτῷ καὶ ποιεῖν τὸ ἐπιτασσόμενον ἐνεκελεύετο ἐνεκελεύετο ἰταμώτερον. ὡς δ’ ἔτι ὁ Ὀψαρᾶς οὐκ ἐπείθετο, ἀλλὰ καὶ θρασύτερον ἐκείνῳ ἀντέλεγεν, ὁ Βρυέννιος θυμῷ ληφθεὶς ἀνέθορέ τε τῆς καθέδρας καὶ τῶν τριχῶν τῆς τε ὑπήνης λαβόμενος τοῦ ἀνδρὸς προσαράσσει τῇ γῇ καὶ περιβάλλει δεσμοῖς. ἐγγὺς δέ που στρατοπεδεύων ὁ τῶν Πισιδῶν καὶ Λυκαόνων στρατάρχης καὶ τὰ περὶ τοῦ Ὀψαρᾶ μαθών, καὶ τυραννίδος ταῦτα κρίνας ἀρχήν, ἀθρόον ἔπεισι μετὰ τῶν ὑπ’ αὐτὸν ταγμάτων τῇ τοῦ Βρυεννίου σκηνῇ. καὶ δεσμεῖ μὲν ἐκεῖνον, λύει δὲ τὸν Ὀψαρᾶν τῶν δεσμῶν καὶ αὐτῷ τὸν Βρυέννιον παραδίδωσιν· ὁ δὲ αὐτίκα τοὺς ὀφθαλμοὺς ἐκκόπτει ἐκείνου, καὶ οὕτω τὸν ἄνδρα τῷ βασιλεῖ ἐξαπέστειλεν, ἐπιστείλας αὐτῶ καὶ ὅσα τετόλμηκε. καὶ ταῦτα μὲν συνεκύρησεν οὑτωσί· ὁ δέ γε [*](B) Κομνηνὸς καὶ οἶ ἐκείνῳ συνομοσάμενοι συνελθόντες ἔργου ἥπτοντο, τῶν στρατιωτικῶν καταλόγων ἄλλοθεν ἄλλου προσρυϊσκομένων αὐτῷ. ἢν μὲν γὰρ τῷ στρατιωτικῷ παντὶ ἔφεσις στρατιώτην τὴν βασίλειον ἀρχὴν περιζώσασθαι. ἤχθετο γὰρ ὑπὸ τοῦ πολιτικοῦ μέρους ἀρχόμενον, ἀλλ’ οὐκ ἐθάρρει τὸν πόθον εἰς προῦπτον ἐξενεγκεῖν, ἔκρυπτε δὲ τὸν ἔρωτα καὶ ὤδινε τὸν περὶ τούτου σκοπόν. ἐπεὶ δὲ τὸν Κομνηνόν τυραννίδι ἐπιχειρήσαντα μεμαθήκεσαν, καὶ αὐτὸν μὲν κορυφαῖον εἶναι τοῦ δράματος, τὰ δὲ κράτιστα τῶν γενῶν τῆς ἐπιχειρήσεως αὐτῷ συλλαμβάνεσθαι, τοῦτ’ εἶναι τὸ ὑπ’ αὐτῶν μελετώμενον [*](C) δόξαντες, ἁρπάζουσι τὸν καιρόν, καὶ ἕκαστος τὸν πέλας προφθάσαι ἠπείγετο. ἐντεῦθεν τῷ
187
Κομνηνῷ βαρεῖα συνέστηκε δύναμις· στείλας οὖν κατὰ ξύμπασαν τὴν ἑῴαν τοὺς φόρους ἐπράττετο, ἀποδεκτῆρας τούτων τάξας καὶ τῶν προσαγομένων ἀπογραφεῖς. εἶτα ἄρας ἀπῄει πρὸς Νικαίαν ἤδη βασιλεὺς πρὸς πάντων τῶν σὺν αὐτῷ στρατευομένων ἀναρρηθείς, ταύτης ἐγκρατὴς γενέσθαι βουλόμενος, ἴν’ ἔχοι τὴν πόλιν ὁρμητήριον ἡ κρησφύγετον, ὁποτέρως ἂν ῥέψῃ τὰ τῆς τύχης αὐτῷ, καὶ τὴν μὲν λαμβάνει, αὐτὸς δὲ φρουρὰν ἀρκοῦσαν ἐγκαταστήσας αὐτῇ πρὸ δώδεκα σταδίων ταύτης στρατοπεδεύεται. καὶ ὁ βασιλεὺς δὲ Μιχαὴλ τὰς δυτικὰς ἀγείρας δυνάμεις, καὶ εἴ τινές που τῶν ἑῴων [*](D) περιελείφθησαν, μὴ συναπαχθεῖσαι τῷ Κομνηνῷ, ἐφιστᾷ τούτοις στρατηγὸν τὸν δομέστικον τῆς Ἀνατολῆς ἐκτομίαν Θεόδωρον, τὸν τῆς βασιλίσσης Θεοδώρας θεράποντα, συζεύξας αὐτῷ συνάρχοντα καὶ τὸν μάγιστρον Ἀαρών, σύγγονον ὄντα τῆς συνοικούσης τῷ Κομνηνῷ. οἳ τοῖς ἐναντίοις ἀντιστρατοπεδευσάμενοι συγκροτοῦσι καὶ πόλεμον κατά τινα τόπον, ᾅδην τοῖς ἐγχωρίοις καλούμενον, καὶ τὸ μὲν εὐώνυμον κέρας τῶν βασιλικῶν ἥττησε τὸ δεξιὸν κέρας τὸ περὶ τὸν Κομνηνόν, καὶ τὸν ἐφεστηκότα τούτῳ Ῥωμανὸν τὸν Σκληρὸν συνέσχε ζῶντα. τὸ δέ γε τῶν ἐναντίων εὐώνυμον, οὗ κατῆρχεν ὁ Κεκαυμένος, τὸ δεξιὸν ἐτρέψατο τῶν βασιλικῶν, καὶ εἰς αὐτὸ τὸ στρατόπεδον εἰσῆλθεν αὐτῶν καὶ τὰς σκηνὰς διέρρηξε καὶ ἔρριψε κατὰ γῆς. τοῦτο τοῖς περὶ τὸν Κομνηνὸν θάρσος ὡς μάλιστα ἐνεποίησε, τοῖς δ’ ἀντιπολεμοῦσι κατέβαλε τὰ φρονήματα καὶ φεύγειν ἀνέπεισε. γίνεται τοίνυν τῶν βασιλικῶν φόνος πολύς, οὐ κοινῶν μόνον στρατιωτῶν, ἀλλὰ
188
καὶ στραταρχῶν, καὶ πλείους δὲ ἐζωγρήθησαν. καὶ ἡ νίκη ἀναφανδὸν τῷ Κομνηνῷ ἐπεμειδία.

Τοῦτο μαθὼν ὁ βασιλεὺς Μιχαὴλ ἀπεγνώκει τὰ τοῦ πολέμου καὶ τὴν ἀρχὴν ἀποθέσθαι ἠβούλετο, ἀλλὰ τοῖς περὶ ἐκεῖνον τοῦτο ἀβούλητον ἦν, ὅθεν οὐδ’ εἰς ἔργον ἀγαγεῖν συνεχωρήθη τὸ βούλημα. στέλλονται τοίνυν πρὸς τὸν Κομνηνὸν πρεσβεύσοντες ἄνδρες τῶν ἐκκρίτων τῆς συγκλήτου βουλῆς· οἱ [*](B) δ’ ἦσαν ὁ πρόεδρος Κωνσταντῖνος ὁ Λειχούδης, ὁ πρόεδρος Λέων ὁ Ἀλωπός, καὶ Μιχαὴλ ὁ mλλός, τῶν φιλοσόφων ὢν ὕπατος. τὰ δὲ παρὰ τούτων καταγγελλόμενα υἶοθέτησις ἦν τοῦ Κομνηνοῦ, εἰσποιηθησομένου τῷ βασιλεῖ, καὶ ἀναγωγὴ πρὸς τὴν τιμήν τὴν τοῦ Καίσαρος, καὶ τοῖς τὴν τυραννίδα συμμελετήσασιν ἄφεσίς τε καὶ ἀμνηστία τοῦ πλημμελήματος. οἱ μὲν οὖν ταῦτα τῷ Κομνηνῷ ἀπηγγέλκασιν ἐν ἐπηκόῳ τοῦ πλήθους, τό δὲ ἐθορύβει, μὴ βούλεσθαι λέγον ἐν ἄλλῳ σχήματι τὸν αὐτῶν προεστηκότα θεάσασθαι μηδ’ ἀποδύσασθαι ἀνασχέσθαι αὐτὸν τὴν στολὴν τὴν βασίλειον, ἣν ἤδη ἐνδέδυται. ἔλεγον δὲ ταῦτα οἶ πλείους οὐχ οὕτω [*](C) φρονοῦντες, ἀλλὰ τὸν τυραννοῦντα θωπεύοντες. ἐπεὶ δὲ διελύθη ὁ σύλλογος, ἰδίᾳ τοὺς πρέσβεις ὁ Κομνηνὁς προσλαβόμενος “εἴ τινά μοι” φησίν “ἀπόρρητα διαπορθμεῦσαι πληροφορήσετε πρὸς τὸν αὐτοκράτορα, ἐρῶ ὑμῖν ὅσα μοι κατὰ τὴν καρδίαν αὐτοκράτορα, τῶν δὲ καταθεμένων ἀνέκφορον τηρήσειν ἅπαν ἀπόρρητον, ἔφη ἀρκεῖσθαι νῦν τῷ σχήματι τῷ τοῦ Καίσαρος καὶ μὴ ζητεῖν τὸ βασίλειον, αἰτεῖν δὲ πληροφορίαν ἐκ τοῦ κρατοῦντος, ὡς οὐχ ἑτέρῳ δώσει τὴν αὐταρχίαν ποτέ, καὶ ὡς συντηρήσει ἑκάστῳ τῶν σὺν ἐμοί, εἴ τι τούτοις πε-

189
φιλοτιμῆται παρ’ ἐμοῦ , καὶ ὡς καί τινος μεταδώσει μοι νῦν ἐξουσίας βασιλικῆς, ἵν’ ἔχω τινὰς τιμᾶν τοῖς τῶν ἀξιωμάτων ἐλάττοσι καὶ εἰς ἀρχὰς ἐνίους στρατηγικὰς προχειρίζεσθαι, καὶ εἴ μοι ταῦτα ἐπιτελῆ γίνοιτο , σπείσομαι καὶ ἀφέξομαι. ὅτι δὲ [*](D) τοῖς πλήθεσι ταῦτα δὴ ἀπαρέσκουσι, διττὰς πρὸς τὸν κρατοῦντα ἐγχαράξω ἐπιστολάς, καὶ τῇ μὲν καταδημαγωγήσω τὸ στρατιωτικόν, τῇ δ’ ἐγγράψομαι τὰ ὰπόρρητα.’’ ἐπὶ τούτοις καὶ τὸν τὰ κοινὰ μεταχειριζόμενον ᾔτει μεταστῆναι τῆς διοικήσεως, ὡς δύσνουν αὐτῷ καὶ τοῖς μετ’ αὐτοῦ. ὁ μὲν οὖν ταῦτα εἰπὼν καὶ τὰς ἐπιστολὰς αὐτοῖς ἐγχειρίσας, ἀπελθεῖν προετρέπετο. οἶ δ’ ἐπανῆλθον ἐπὶ τὸν γηραιὸν αὐτοκράτορα, τὰς ἐπιστολάς τε φέροντες καὶ ὅσα ὁ Κομνηνὸς αὐτοῖς ἐν ἀπορρήτοις ἔφη διὰ ζώσης φωνῆς ἀπαγγέλλοντες. ἡσθεὶς οὖν ἐπὶ τούτοις ὁ βασιλεὺς πάντα πληρῶσαι ὅσα ἐκεῖνος ᾕτησεν ἐπηγγείλατο, καὶ προσεπήγαγεν ὅτι “ὥσπερ ἐκεῖνος ἀπορρήτους μοι γνώμας ἐδήλωσε δι’ ὑμῶν, οὕτως αὖθις κἀγὼ μυστικώτερά τινα ἐκείνῳ διὰ τῶν αὐτῶν ὑμῶν ἀνατίθεμαι. διόμνυσθε τοίνυν τῷ ἀνδρὶ ὅτι οὐ μακρὸν ἂν εἴη τὸ μέσον διάστημα καὶ συμμέτοχον αὐτὸν τοῦ κράτους ποιήσομαι, νῦν δ’ ἀναβάλλομαι τοῦτο διά τινα αἴτια.’’ ἐπὶ τούτοις ἀπῆλθον αὖθις οἶ πρεσβευταί, καὶ ὁ Κομνηνὸς ἄσμενος τὰς ἀγγελίας ἐδέξατο, καὶ τοῖς ἄλλοις οὐκ ἀποθύμια τὰ μηνύματα ἔδοξαν καὶ μᾶλλον, ὅτι μεταστῆναι τῶν διοικήσεων τὸν ἐγκεχειρισμένον αὐτὰς μεμαθήκεσαν, καὶ ἤδη καταθεῖναι τὰ ὅπλα ἔδοξεν ἅπασι καὶ τῆς τυραννίδος ἀφέξεσθαι. ὁ πρεσβύτης δὲ βασιλεὺς πρὸ τοῦ τὰς συμβάσεις αὐτῷ πρὸς τὸν Κομνηνὸν γενέσθαι , τὴν τῆς πολιτικῆς [*](B)
190
μοίρας εὔνοιαν περιποιούμενος ἑαυτῷ, ὥσπερ ᾤετο, ἔγγραφόν τι συγγεγραφώς, ὅρκοις καταδεσμοῦν καὶ ἀραῖς ἕκαστον ὥστε μήτε βασιλέα καλέσαι τὸν Κομνηνὸν μήτε τιμὴν αὐτῷ προσοίσειν βασίλειον, τοὺς μὲν τῶν συγκλητικῶν χρήμασι, τοὺς δ’ ἀξιωμάτων διανομαῖς, καὶ ἄλλους ἄλλοις θελκτηρίοις ἀνέπειθε τῷ ἐγγράφῳ ὑποσημαίνεσθαι καὶ τὰ ἐν αὐτῷ βεβαιοῦν. ἐπεὶ δ’ ἥκειν τὸν Κομνηνὀν ἠκηκόεισαν, ὡς κατὰ τὴν ἐπιοῦσαν εἰσελευσόμενον, στασιώδεις τινὲς τῶν τῆς συγκλήτου βουλῆς ἔωθεν τῷ τεμένει τῆς τοῦ θεοῦ λόγου Σοφίας προσεληλύθεσαν, οἷς καὶ οἱ τῶν ἑταιρειῶν συνῄεσαν ἄρχοντες, καὶ κραυγαῖς προεκαλοῦντο τὸν πατριάρ- [*](C) χην εἰς θέαν σφίσιν ἐλθεῖν. ὁ δὲ τὰς θύρας αὐτοῖς ἁπανταχόθεν ἐπιζυγώσας τοὺς ἀδελφιδοῦς αὐτοῖς ἐκπέπομφε πυνθανομένους ὅ,τι φασίν. οἱ δὲ θορυβοῦντες εἰς πλῆθος ἤδη συστάντες, πολλῶν συρρευσάντων ἐκεῖ, συνέσχον τοὺς τοῦ πατριάρχου ἀδελφιδοῦς, καὶ εἰ μὴ αὐτίκα πρὸς αὐτοὺς ἐξελεύσεται ὁ ἀρχιερεύς, διαθήσειν ἐκείνους ἠπείλουν κακῶς. λέγεται δὲ ταῦτα σκήψεις εἶναι καὶ προβουλεύματα, ἔν ἄκων δοκοίη συνελθεῖν ὁ πατριάρχης στασιάζουσι. κατῆλθεν οὑν ἐκ τῶν ὑπερῴων τὴν ἱερατικὴν ἐνδεδυμένος στολήν, ἐπεγκαλῶν δῆθεν τοῖς παροῦσιν ὡς βιαζόμενος. οἱ δὲ 25 τῶν στασιαζόντων θρασύτεροι ἢ μᾶλλον δι’ ὧν ἡ στάσις συνίστατο μέσον ἀπειληφότες αὐτὸν πρε- [*](D) σβευτὴν ἠξίουν γενέσθαι πρὸς τὸν βασιλέα, ἵν’ αὐτοῖς ἀποδοθείη τὸ ἔγγραφον, ὃ βιασθέντες ὑπογεγράφασιν, ἐπεὶ τῷ Κομνηνῷ ἐκεῖνος ἐσπείσατο. δὲ πληρώσειν αὐτῶν τὸ αἴτημα κατετίθετο· ἀλλ’ ἦσαν προσποίησις ἅπαντα. βραχείας γὰρ παρελ-
191
θούσης ὥρας βασιλέα καὶ αὐτοκράτορα φανερῶς ἀνεῖπον τὸν Κομνηνόν, αὐτοῦ τοῦ πατριάρχου συνευδοκοῦτός τε καὶ συμπράττοντος, καὶ τῷ μὲν Κομνηνῷ μὴ μέλλειν δηλώσαντος, ἀλλὰ σπεύδειν, καὶ ἀμοιβὰς αἰτοῦντος τῆς ἀναρρήσεως, τῷ δ’ ἴως τότε βασιλεύοντι κατιέναι τῶν ἀνακτόρων ἰταμώτερον ἐπιτάττοντος. ἀρχιερέων δὲ τῷ γέροντι Μιχαὴλ τὰ τοῦ πατριάρχου κομισάντων μηνύματα, ἐκεῖνος ἔφη ‘‘τί δέ μοι ἀντὶ τῆς βασιλείας παρἐξετε’’ ; οἶ δὲ ‘‘τὴν οὐράνιον βασιλείαν’’ ἀπεκρίθησαν. αὐτίκα τοίνυν ἀπορρίψας τὰ τῆς βασιλείας παράσημα ἀπῆλθε τῶν βασιλείων. ὁ δέ γε Κομνηνὸς κουροπαλάτην τιμήσας τὸν Κεκαυμένον στέλλει τὸν ἄνδρα μετά τινος δυνάμεως παραληψόμενον τὰ ἀνάκτορα. τὸ μέντοι πλῆθος τῆς πόλεως εἰς ὑπάντην τοῦ νέου βασιλέως ἐκκέχυτο λαμπρότατά οἶ ποιοῦν τὰ εἰς τὴν βασιλεύουσαν εἰσιτήρια.

Ἕνα μὲν οὖν ὁ Μιχαὴλ αὐταρχήσας ἐνιαυτὸν

τῆς βασιλείας ἐκπέπτωκε, καὶ οὐ πολὺ ἐν ἰδιωτικῷ σχήματι βιώσας ἀπέτισε τὸ χρεών. ὁ δὲ Κομνηνὸς [*](B) τῇ βασιλείᾳ ἐγκαταστὰς ἑαυτῷ τὴν ταύτης ἐπιτυχίαν καὶ οὐ τῷ θεῷ ἐπεγράψατο , καὶ τοῦτο δῆλον ὅτι τῷ νομίσματι ξιφήρη ἑαυτὸν ἐνεχάραξε , μόνον οὐχὶ βοῶν ὅτι ‘‘τοῦτό μοι τὴν βασιλείαν καὶ οὐχ ἕτερόν τι προυξένησε.’’ τοὺς δὲ συναραμένους αὐτῷ φιλοτιμότατα ἀντημείψατο, καὶ ἔσπευσεν ἑκάστῳ τὰς ἀμοιβὰς ἀποδοὺς οἴκαδε παρασκευάσαι ἀποχωρεῖν, ἵνα μή τι θορυβήσωσιν ἢ τοῦ δήμου κατεξαναστῶσιν ἀστυπολοῦντες. τὸν πατριάρχην δὲ δι’ αἰδοῦς ἦγεν ὅτι πολλῆς, καὶ τοὺς αὐτῷ ἀδελφόπαισας δι’ ἐκεῖνον καὶ τιμαῖς ἐτίμησε μείζοσι καὶ ἀρχαῖς περιφανέσιν ἐπέστησε. χαριζόμενος δ’ ἔτι τῷ πατρι- [*](C)

192
ἄρχῃ καὶ τὴν τῶν ἐκκλησιαστικῶν πραγμάτων οἰκονομίαν τῇ ἐκκλησίᾳ ἀπένειμε, μέχρι τότε τοῦ μεγάλου οἰκονόμου προχειριζομένου παρὰ τοῦ βασιλεύοντος, ἀλλὰ μὴν καὶ τοῦ σκευοφύλακος, ἐκεῖνος δὲ καὶ ἄμφω ὑπὸ τὴν τοῦ πατριάρχου ἔθετο ἐξουσίαν, ἀποξενώσας ἀμφοῖν τὸ δημόσιον. εἶτα τὴν μὲν τοῦ βίου αὐτῷ κοινωνὸν Αὐγοῦσταν ἀνγηόρευσε, τὸν δ’ ἀδελφὸν Ἰωάννην κουροπαλάτην τετίμηκε καὶ ὠνόμασε μέγαν δομέστικον. τῶν δὲ πρὸ αὐτοῦ βασιλέων, ὅσοι μετὰ τὸν πορφυρογἐννητον ἐκεῖνον Βασίλειον τῆς βασιλείας ἐπέβησαν, οὐ καλῶς χρησαμένων τοῖς δημοσίοις καὶ κοινοῖς πράγμασιν, [*](D) ἀλλὰ τὰ μὲν εἰς οἰκείας ἀπολαύσεις καὶ εἰς ἀσκητηρίων κατασπαθησάντων οἰκοδομάς, τὰ δὲ δωρουμένων οἶς ἔτυχεν ἡ τέως οἷσπερ ἐβούλοντο, οἱ βασιλικοὶ θησαυροὶ ἐκκεκένωντο καὶ τὰ δημόσια πρυτανεῖα χρημάτων ἐσπάνιζον. τοῦτο τοίνυν ὁ Κομνηνὸς προθέμενος διορθώσασθαι, οὐκ ἠρέμα οὐδὲ κατὰ βραχὺ τῇ διορθώσει ἐπικεχείρηκεν, ἀλλ’ ὡς τῷ στατῆρι ἑαυτὸν ἀνεστήλωσεν ἀνατεταμένον τὴν χεῖρα, φέρουσαν τό ξίφος γυμνόν, οὕτω καὶ τοῖς πράγμασιν ἐπήνεγκεν ἑαυτὸν καὶ τέμνειν αὐτίκα παρεσκεύαστο τὰ οἰδήματα, ἀλλ’ οὐ μαλάσσειν οὐδ’ ἐμπλάττειν τὰ ὕπουλα. ὅθεν οὐδὲ ἐξ οὗπερ τοῦ κράτους ἐπἐβη καὶ εἰς ἔννομον ἀρχὴν τὴν πρὶν αὐτοῦ τυραννίδα μετήνεγκεν , ἀναποδίσας τὴν τοῦ πρὸ αὐτοῦ πρᾶξιν ἀνέτρεψε, καὶ εἰ τι ἐκεῖνός τισιν ἐδωρήσατο, ἀφῃρεῖτο καὶ ἀπεστέρει τοὺς εἰληφότας , ἀλλὰ καὶ τῶν πρὸ ἐκείνου πολλὰ καθῄρησε καὶ ἠθέτησε, καὶ οὐ μόνον ταῦτα πρὸς τὸ δημῶδες ἐποίει, ἀλλ’ οὐδὲ τῶν τῆς γερουσίας ἐφείδετο. εἶτα προβαίνων καὶ κατὰ τοῦ θείου ἐχώρησε καὶ πολλὰ τῶν τοῖς
193
παρ’ ἐκείνων δομηθεῖσι φροντιστηρίοις ἀφιερωμένων ἠκρωτηρίασεν, ἢ μᾶλλον ἐκλογισμοῖς ὑποβάλλων τοὺς ἐν αὐτοῖς ἀσκουμένους καὶ τὴν ἀποχρῶσαν αὐτοῖς δαπάνην ἀπονέμων τὰ λοιπὰ τῷ δημοσίῳ ἀφωσίου καὶ ἀνελάμβανε , καὶ ἄλλο ἐπ’ ἄλλῳ καθ’ ἑκάστην ἐνεόχμου τοιοῦτον. ἐντ’ ἐντεῦθεν ἅπασι μισητὸς ἦν, τῷ [*](B) τε δημοτικῷ πλήθει τῇ τε συγκλήτῳ βουλῇ, ἀλλὰ μέντοι καὶ τῷ στρατιωτικῷ· οὐδὲ γὰρ οὐδ’ ἐκείνου ἀπείχετο, ἀλλὰ κἀκείνοις ἀπεμείου τὰς εὐπορίας καὶ τῶν ἄλλων μᾶλλον τοῖς ἐν σεμνείοις τὴν ζωὴν διανύουσι. τὸν δὲ οὐδὲν ἀπῆγε τῶν ἐγχειρήσεων, οὐ λόγος, οὐ δέος, οὐ μῖσος, οὐ ψόγος· οὕτως ἐπῆρτο τὸ φρόνημα καὶ οἰδοῦσαν ἐκέκτητο τὴν ψυχήν.

Ἀλλ’ οὐδ’ ὁ πατριάρχης ἧττον ἐκείνου πεφρονημάτιστο. ἤθελεν οὖν ἐπιτάσσειν αὐτῷ, καὶ εἴ ποτε πρὸς τὰ αἰτούμενα ἀπετύγχανεν , ὁ δὲ ἐδυσχέραινε καὶ ἠπείλει καὶ ἐπετίμα, εἶτα καὶ ὡς αὐτὸς αὐτῷ τὴν [*](C) βασιλείαν ἀπονενεμηκώς, αὐτὸς καὶ ἀφελέσθαι ταύ- τὴν αὐτὸν εἰσαῦθις ἠπείλησε. ταῦτα οὐκ ἦν οἴσειν τὸν βασιλέα ἐπιεικῶς· διὸ καὶ δρᾶσαι πρίν τι πάθοι προεμηθεύσατο. τοῦ γοῦν πατριάρχου εἰς τὴν οἰ- κείαν ἀπελθόντος μονήν, ἤδη τῆς πανηγύρεως ἐφε- στώσης τῶν ἐν αὐτῇ τιμωμένων οὐρανίων δυνάμεων, ἔν ἑορτάσῃ λαμπρότερον , πέμψας ἐκεῖ χεῖρα στρατιωτικὴν ὁ κρατῶν, οὐ γὰρ ἤθελεν ἐκ τῆς τοῦ θεοῦ λόγου Σοφίας τὸν ἄνδρα καταγαγεῖν , ἵνα μὴ παρὰ τῷ κλήρῳ ἤ καὶ τῷ δήμῳ θόρυβος γένηται, ἐκεῖνόν τε καὶ τοὺ ’ς ἐκείνου ἀνεψιοὺς συνόντας αὐτῷ ὑπερορίους ποιεῖ. εἶτα καὶ καθαιρέσει ὑποβαλεῖν αὐτὸν διὰ φροντίδος ἐτίθετο, καί τισι τῶν ἀρχιερέων συνεργοῖς [*](D) πρὸς τοῦτο ἐκέχρητο, δηλοῖ τε δι’ αὐτῶν τῷ

194
ἀνδρὶ ἀπείπασθαι τὴν ποιμαντικήν, ἕν ἑκὼν δοκῇ αὐτὴν παραιτεῖσθαι, ὡς εἰ μὴ τοῦτο, καὶ ἄκων αὐτὴν ἀφαιρεθήσεται, εἰς μέσον κατ’ αὐτοῦ προτιθεμένων αἰτιαμάτων. ὡς δ’ ἐκεῖνος οὐκ ἦν ὑπείκων τῷ τοῦ βασιλέως θελήματι, φροντὶς ἦν τῷ κρατοῦντι περὶ τῆς αὐτοῦ καθαιρέσεως. ἀλλ’ ἔφθη λύσας τὴν φροντίδα τοῦ πατριάρχου ὁ θάνατος. μετ’ ὀλίγον γὰρ μεθίσταται τῶν ἐνθένδε ὁ πατριάρχης, καί τις oτῷ Κομνηνῷ τὴν ἐκείνου εὐηγγελέσατο τελευτήν, ὡς φροντίδων αὐτὸν ἀπαλλάττουσαν. ὁ δ’ εὐθὺς μετεγνώκει καὶ ἀνωλόλυξε, καὶ τὸν ἐκείνου νεκρὸν μετ’ ἐντίμου τῆς προπομπῆς ἐκ τῆς ὑπερορίας ἀναγαγὼν εἰς τὴν αὐτοῦ μονὴν ἐναπέθετο, καὶ τοὺς ἐκείνου ἀδελφιδοῦς αὖθις ἀποκατέστησε πρὸς τὰς προτέρας τιμάς. τῇ δ’ ἐκκλησίᾳ τὸν πρόεδρον καὶ πρωτοβεστιάριον ΚωνσταντΤνον τὸν Λειχούδην ἀντικατέστησε, ἄνδρα ταῖς τῶν κοινῶν πραγμάτων ἐπὶ μακρὸν ἐμπρέψαντα διοικήσεσι καὶ ἀνέγκλητον διαμείναντα, ᾧπερ ὁ Μονομάχος καὶ τὴν τῶν Μαγγά- [*](B) νων ἀνέθετο πρόνοιαν καὶ τὰ περὶ τῆς ἐλευθερίας αὐτῶν ἐνεπίστευσεν ἔγγραφα. ἅπερ ὑφ’ ἑαυτὸν ὁ Κομνηνὸς ἐθέλων ποιήσασθαι σκέμμα τι μηχανᾶται πονηρίας ἀνάμεστον καὶ τόκον νοὸς κακοδαίμονος. ἐπεὶ γὰρ ὁ Λειχούδης ἐψήφιστό τε καὶ προκεχείριστο καὶ ἱερεὺς ἤδη κεχειροτόνητο, δι’ ἀπορρήτων αὐτῷ μηνύει λέγεσθαί τινα κατ’ αὐτοῦ ἀπείργοντα τοῦ ἱερᾶσθαι αὐτόν, καὶ εἰ μὴ ταῦτα λαληθεῖεν συνοδικῶς, μὴ οἷόν τε εἶναι τοῦ χρίσματος αὐτὸν τῆς ἀρχιερωσύνης τυχεῖν. “εἰ δὲ δοίης μοι” ἔφη “τῶν Μαγγάνων τὰ δικαιώματα, παραβλέψομαι τὰ λεγόμενα καὶ παραχωρήσω χρισθῆναί σε.” συνιδὼν οὖν ὁ Λειχούδης ὡς οὐκέτι αὐτῷ εἰς τὴν προτέραν ἐπα-
195
νελθεῖν κατάστασιν ἔξεστιν, οὕτω δὲ μένειν δι’ αἰσχύνης [*](C) ποιούμενος, φέρων δίδωσι τὰ αἰτούμενα, καὶ οὕτω παραχωρεῖται τελεσθῆναι τὴν ἀρχιερατικὴν τελετήν.

Ὁ δὲ Κομνηνὸς κατὰ τῶν Οὔγγρων καὶ τῶν Σκυθῶν, οἳ Πατζινάκαι λέγονται, ἐκστρατεύσας τοῖς μὲν Οὔγγροις εἰρήνην αἰτησαμένοις ἐσπείσατο. κατὰ δὲ τῶν Σκυθῶν ὁρμήσαντι οἶ μὲν ἄλλοι ὐπέκυψαν καὶ εἰρήνευσαν , οὐ γὰρ ὑφ’ ἔνα πάντες ἡγεμόνα μόνα ἐτάττοντο , εἶς δ’ αὐτῶν ὁ Σελτὲ θρασυνθεὶς καὶ μοίρᾳ τινὶ τῆς τῶν Ῥωμαίων δυνάμεως συμβαλών, ἥττητο καὶ τὸ πολὺ τῶν οἰκείων ἀποβαλὼν μετὰ τῶν περιλειφθέντων ἀπέδρα. ἀναζευγνὺς δ’ ἐκεῖθεν ὁ βασιλεὺς ἐσκήνωσεν έν τῷ Δυβιστῷ, ἤλη [*](D) τοῦ τέλους ὄντος ἐγγὺς τοῦ Σεπτεβρίου μηνός. ὄμβρου δὲ ῥαγδαίου καταρραγέντος καὶ χιόνος πεδσούσης πρὸ ὥρας πολλῆς, τῆς ἵππου τε τὸ πλέον διέ— φθαρτο καὶ στρατιῶται πολλοὶ τῷ ψύχει κεκινδυνεύκασι, καὶ ποταμοὶ δ’ ὑπερχειλεῖς γεγονότες καὶ ὢ πελαγίσαντες τὰ ἐπιτήδεια σφῶν ἀθρόον παρέσυραν, ὡς καὶ τῷ στρατιωτικῷ καὶ τοῖς ὑποζυγίοις αὐτοῦ τὰ ἀναγκαῖα ἐπιλιπεῖν. εἶτα τοῦ ὕειν τε καὶ τοῦ νίφειν ἐπὶ μικρὸν παυθέντων τῆς βασιλείου σκηνῆς προῆλθεν ὁ βασιλεύς, καὶ ὑπὸ δρῦν ἔστη παμμε- γἐθη, ἐκεῖ που ἑστῶσαν · καί τινες τόν ἐν ὑπεροχαῖς αὐτὸν περιίστανται. βοῆς δ’ ἐν τῷ τόπῳ συμβάσης, μετέστησαν τῆς δρυὸς ὁ βασιλεύς τε καὶ οἱ περὶ αὐτόν, ἡ δ’ αὐτίκα ῥιζόθεν ἐκσπασθεῖσα κατέπεσεν. ὁ δ’ αὐτοκράτωρ ἐπανελθὼν εἰς τὴν μεγαλόπολιν, καὶ ὰποτἰννὺς ὑπὲρ τῆς σωτηρίας ταύτης τὰ χαριστήρια τῷ θεῷ ναὸν ἐντὸς τῶν βασιλείων ἀνήγειρε τῇ πρωτομάρτυρι Θέκλᾳ · κατὰ τὴν ἡμέραν γάρ, ἐν

196
ᾗ τελεῖται ἡ μνήμη ταύτης, τὸν ἐκ τῆς δρυὸς ἐξέ- φυγε κίνδυνον.

Ἀλλ' ἤδη ῥητέον καὶ ὅπως τὴν βασιλείαν ἀπέθετο, [*](B) εἰ καὶ μὴ συμφρονοῦσιν οἶ συγγεγραφότες περὶ αὐτοῦ. ὁ μὲν γὰρ πολὺς τὴν γλῶτταν ἐλλὸς ἐν θήραις ἐκεῖνον λέγει τὸν βασιλέα σχολάζοντα καὶ συχνάκις τὴν δεξιὰν λογχοφόρον ἐπ’ ἄρκτους καὶ σύας ἐπανατείνοντα βληθῆναι πνεύματι ψυχρῷ τὴν πλευράν, κἀντεῦθεν φρίκην ἐπισυμβῆναι αὐτῷ καὶ πυρετὸν ἐκ τοῦ βάθους ἀναφλεγῆναι , εἰς δὲ τὴν ἐπιοῦσαν νύττεσθαι τὴν πλευρὰν καὶ τὸ ἄσθμα μὴ ἐρρῶσθαι αὐτῷ, κἀκ τούτων ἀμφισβητήσιμον γενόμενον [*](C) εἰ βιώσεται ἤ καὶ ἀπεγνωκότα τέλεον τὴν ζωήν, καὶ τὸν Δούκαν Κωασταντῖνον τῇ βασιλείᾳ ἐγκαταστήσαντα , πρὸς τὴν κρείττω μετατάξασθαι βιοτήν. ὁ δέ γε Θρᾳκήσιος θηρᾶν κἀκεῖνος τὸν βασιλέα περὶ τὴν Νεάπολιν , σῦν δ’ ἐπιφανῆναί ποθεν τὴν θέαν φρικτόν , καὶ τὸν Κομνηνὸν ἐνδεδωκότα τῷ ἵππῳ τὸν χαλινὸν διώκειν τὸν σῦν, τὸν δὲ εἰσδῦναι τὴν θάλασσαν γενέσθαι τε ἀφανῆ, ἐν τοσούτῳ δ’ ὡς ἐξ ἀστραπῆς ἐνσκῆψαι λαμπηδόνα τῷ βασιλεῖ, καὶ τῇ ταύτης βολῇ διαταραχθέντα ἐντ’ ἁ τὸν αὐτοκράτορα τοῦ ἵππου τε ἐκπεσεῖν καὶ κεῖσθαι παρὰ τῆ γῇ ἀφρὸν τοῦ στόματος ἀποπτύοντα καὶ [*](D) μηδὲν τῶν κατ’ αὐτὸν αἰσθανόμενον , ἀκατίῳ δ’ ἐκεῖθεν ἐμβιβασθέντα κομισθῆναι εἰς τὰ βασίλεια, καὶ νοσήσαντά τι βραχύ, εἶτα δὴ καὶ ἀπογνωσθέντα, κείρασθαί τε τὴν τρίχα καὶ ἀντὶ τῆς πορφύρας τραχὺ τριβώνιον ἀμφιέσασθαι, τὸν δοῦκα Κωνσταντῖνον βασιλέα προχειρισάμενον , καὶ οὕτω τῇ τοῦ Στουδίου προσορμίσαι μονῇ , κἀκεῖ τὸ λοιπὸν καταβιῶναι τῆς βιοτῆς ἀναρρωσθέντα ἐκ τοῦ νοσήματος.

197
ἐβασίλευσε δὲ δύο ἐνιαυτοὺς καὶ μήνας τρεῖς δραστήριος ὢν καὶ τὸ ἦθος σοβαρὸν ἐνδεικνύ μένος, πρὸς πράξεις ὀξύτατος, στρατηγικώτατος τὰ πολέμια, λόγοις μὲν οὐχ ὡμιληκώς, προσέχων δ’ αὐτοῖς καὶ τοὺς τούτων τροφίμους ἀποδεχόμενος. αἰτιώμε- νος δὲ ὅτι τυραννίδι ἐπικεχείρηκεν “ὤκνουν” ἔλεγε “τῷ συνδούλῳ δουλεύειν καὶ τῶν εἰκότων μὴ τυγ- χάνειν.”

Ὁ δὲ πρόεδρος Κωνσταντἴνος ὁ Δούκας τῆς

βασιλείας τυχὼν ἀπραγμόνως, ὡς εἴρηται, πολλοὺς τῶν τῆς συγκλήτου βουλῆς καὶ τοῦ δημώδους πλήθους εἰς μείζονας ἀξιωμάτων βαθμοὺς προεβίβασε. καὶ ὅσους δ’ ὁ Κομνηνὸς ἀφείλετο τὰς οἰκείας τιμάς, πολλοὶ δ’ ἦσαν καὶ οὗτοι, εἰς ταύτας αὖθις αὐτὸς ἐκείνους ἀποκατέστησεν. ἐπιβουλῆς δὲ κατ’ αὐτοῦ συσκευασθ ἐίσης, μικροῦ δεῖν ἐγένετο ἂν ὑποβρύχιος. [*](B) ἦν μὲν γὰρ ἐν τοῖς βασιλείοις τῶν Μαγγάνων, ἐσκέψαντο δὲ οἱ συνομοσάμενοι ὡς εἰ θόρυβος ἐν τῇ τῆς πόλεως γεγονὼς ἀγγελθείη αὐτῷ ἀγορᾷ, αὐτίκα διὰ τῆς θαλάσσης ἐκεῖνος ἀπελεύσεται πρὸς τὸ μέγα Ἀνάκτορον. προῳκονόμητο δ’ αὐτοῖς μὴ εἶναι τὴν βασιλικὴν τριήρη ἐκεῖ καὶ τοὺς ἐκείνης οἰακοστρόφους, οὓς πρωτοκαράβους ἡ δημώδης λέγει φωνή. ὁ μὲν οὖν βασιλεὺς ὡς τὸν θόρυβον ἠνωτίσατο, ἀπιέναι δεῖν ἔκρινε τῶν Ἀνακτόρων εὐθύ. ἐπεὶ δ’ οὐχ εὕρηται ἡ βασιλικὴ τριήρης ἐκεῖ, εἰς τὸ τυχὸν ἐμβεβήκει ἀκάτιον· ἀπιόντος δὲ ἀνεφάνη καὶ ἡ ναῦς ἡ βασίλειος, καὶ εἰρεσίᾳ πολλῇ σὺν ῥύμῃ σφοδρᾷ τὸ ῥόθιον τέμνουσα πρὸς τὸ [*](C) 30 πλοιάριον, ὅπερ ὁ βασιλεὺς ἐμβεβήκει, πρὸς τῶν πηδαλιούχων ἰθύνετο. ἦν δ’ αὐτοῖς τὸ βουλόμενον ἐπιβιβάσαι τὴν τριήρη τοῦ πλοιαρίου, ἵν’ αὐτὸ κατα-

198
δύσῃ καὶ σὺν τῷ βασιλεῖ ποιήσηται ὑποβρύχιον. ὡς δ’ εἶδον τὴν τῆς τριήρους ἐπιφορὰν οἴτῳ κρατοῦντι συμπλέοντες , ἀνέκραξάν τε καὶ ἐπέχειν θρασύτερον ἐξεβόησαν καὶ μετατρέπειν τοὺς οἴακας. ταῖς γοῦν ἐκείνων βοαῖς ὥσπερ ἐμβροντηθέντες οἱ ἐπὶ τῶν οἰάκων, θείας δ’ ἦν τὸ ξύμπαν προμηθείας, ἀπεδειλίασαν. λίασαν. καὶ οὕτω τὸν κίνδυνον ὁ βασιλεὺς ἐκφυγὼν ὅπως τ’ ἑ καὶ παρ’ ὧν ἡ ἐπιβουλὴ σὺν συνεσκεύαστο ἔγνω, καὶ τοὺς αἰτίους ἠμύνατο στερήσει μόνῃ τῶν οὐσιῶν. οὗτος ὁ βασιλεὺς ηὔχει μὲν ὡς ἐπὶ [*](D) προγόνοις τοῖς πάλαι τῇ τῶν δουκῶν κεκλημένοις ἐπωνυμίᾳ, τῷ Ἀνδρονίκῳ δηλαδὴ καὶ τῷ Πανθηρίῳ καὶ ἐπὶ τούτοις τῷ Κωνσταντίνῳ. ἀλλὰ τοῦ γένους ἐκείνων πάλαι πανοικὶ ἐξολοθρευθέντος , ὅτε Κωνσταντῖνος τυραννίδι ἐπικεχείρηκεν , ὡς ἔμπροσθεν εἴρηται, τοῦ πορφυρογεννήτου Κωνσταντίνου τοῦ παιδὸς τοῦ ἄνακτος Λέοντος, τοῦ φιλοσόφου φημί, βασιλεύοντος, καὶ ὑπὸ ἐπιτρόπους τελοῦντος ἔτι διὰ τὴν νηπιότητα, καὶ μηδενὸς. ἄρρενος περιλειφθέντος, ἐκ θηλείας τινός , ὡς λόγος , οἱ τούτου κατήγοντο πρόγονοι, ὅθεν οὐδὲ δούκας λελόγιστο καθαρός, ἀλλ’ ἐπίμικτος καὶ κεκιβδηλευμένην ἔχων τὴν πρὸς τοὺς δούκας συγγένειαν. ἦν δὲ ὁ ἀνὴρ τὰ πρὸς θεὸν εὐσεβής, τὸ ἦθος ἐπιεικής, δικαιοσύνης ἐρατοῖς, τὴν γνώμην δὲ νωθρὸς καὶ ἀμβλύς , χαίρων τοῖς ἐπὶ βίου μαρτυρουμένοις σεμνότητι, ἐκτόπως δ’ ἐρασιχρήματος καὶ πόρους ἐπινοῶν ὅπως αὐτῷ γένοιντο πολλοὶ θησαυροί. ὅθεν καὶ πρὸ πάντων εἰς δύο ταῦτα κατέτεινε τὴν σπουδήν , εἴς τε τὴν τῶν δημοσίων φόρων ἐπαύξησιν , διὸ καὶ τὰ ἀρχεῖα τὰ τοὺς φορολόγους λογοπραγοῦντα ὠνητὰ παρεῖχε τοῖς βουλομένοις καὶ τελῶν αἷς τὴν συλλογὴν τῶν
199
φόρων ἐπὶ συνθήκαις ἐπίστευε, καὶ εἰς ἀκροάσεις [*](B) δικῶν. οὐ πάνυ δὲ τῇ ἀκριβείᾳ προσεῖχε δικάζων, ἀλλ’ ἐνιαχοῦ καὶ ἐνηυθέντει καὶ τὰς ψήφους ὑπήλλαττε, πρὸς τὰ πρόσωπα τὰς ἀποφάσεις τιθέμενος. γλίσχρος δὲ τυγχάνων καὶ φειδωλὸς ἔθετο παρ’ ἑαυτῷ μὴ μάχαις πρὸς τὰ ἔθνη συρρήγνυσθαι, ἀλλὰ δώροις καὶ φιλοφροσύναις ἄλλαις αὐτὰ οἰκειοῦσθαι καὶ καταλλάττειν τῇ Ῥωμαίων ἀρχῇ, δύο ταῦτα ἐντεῦθεν μνώμενος ἑαυτῷ, τό τε μὴ πλείω δαπανᾶν ἐν ἐκστρατείαις καὶ τὸ αὐτὸς ἠρεμεῖν καὶ σχολάζειν ὡς ἐπίπαν τῇ τῶν χρημάτων συλλογῇ· διὸ καὶ τῶν στρατιωτικῶν καταλόγων ἠμέλησεν ἢ μᾶλλον πολλοὺς καὶ τοὺς γενναιοτέρους τῶν ἀπογραφῶν ἀπήλειψε [*](C) λεῖψε διὰ τὸ βαρύμισθον · ὥστε συμβαίνειν θρασύνεσθαι μὲν τὸ βαρβαρικόν, συστέλλεσθαι δὲ καὶ ταπεινοῦσθαι τὰ τῶν Ῥωμαίων στρατεύματα καὶ μειοῦσθαι τὴν ἡγεμονίαν τὴν Ῥωμαϊκήν. πολλαὶ γὰρ τότε τῶν ἑῴων χωρῶν αἱ μὲν ἐληίζοντο καὶ εἰς ἀφανισμὸν προυχώρουν, αἶ δὲ καὶ ὑπὸ τοὺς πολεμίους ἐγίνοντο.

Καὶ τὰ μὲν πρὸς ἀνίσχοντα ἥλιον οὕτως εἶχον κακῶς, τὰ δ’ ἑσπέρια καὶ ταῦτα κακῶς ἔπασχε διὰ στρατιωτῶν καὶ σπάνιν καὶ ἀχρειότητα. τοῦ γὰρ τῶν Οὔζων ἔθνους, Σκύθαι δὲ τοῦτό ἐστι τῶν Πατζινάκων καὶ κατὰ γένους ὑπεροχὴν καὶ κατὰ [*](D) πλήθους ὑπερβολὴν παρὰ τοῖς Σκυθικοῖς προτιμῶ - μένον ἔθνεσι, τὸν Ἴστρον παγγενῆ διαβαίνοντος, ἐπειράθησαν μὲν οἱ τῶν παριστρίων πόλεων ἄρχοντες, ἦσαν δ’ οὗτοι ὁ μάγιστρος Νικηφόρος ὁ Βοτανειάτης καὶ ὁ μάγιστρος Βασίλειος ὁ Ἀποκάπης, ἀπεῖρξαι αὐτοῖς τὴν διάβασιν , οὐ μέντοι γε ἠδυνήθησαν. ἀλλὰ συμμίξαν σφίσι τὸ βάρβαρον τήν τε συνοῦσαν αὐτοῖς κατηγωνίσατο στρατιὰν καὶ τοὺς

200
εἰρημένους ἄνδρας καὶ ἄμφω δοριαλώτους ἀπήγαγον, καὶ διαβάντες τὸν Δάνουβιν τὴν περὶ αὐτὸν χώραν ἐπλήρωσαν ἅπασαν. ἦσαν γάρ, ὡς λόγος, ὑπὸ ἑξήκοντα χιλιάδας οἶ αἴρειν ὅπλα δυνάμενοι. ὅθεν ὁρμώμενοι τήν τε Μακεδονίαν ἐληίζοντο καὶ μέχρις Ἑλλάδος προῄεσαν. ταῦτα ἀθυμίαν ἐνεποίει τῷ βασιλεῖ, συλλέξαι δὲ δυνάμεις ὤκνει καὶ ἀνεβάλλετο, ἵνα μὴ πρόηται ὀβολόν. ἐκεῖνος δ’ ἔλεγεν ὅτι ἀκαταγώνιστον τὸ ἔθνος ἐστί. πρέσβεις δὲ πρὸς τοὺς αὐτῶν ἡγεμονεύοντας ἐσταλκὼς μετὰ δώρων ἐπειρᾶτο τούτοις πεῖσαι τὸ βάρβαρον σπείσασθαι. πάντων δὲ ἀναφανδὸν λοιδορουμένων τῷ βασιλεῖ ὡς διὰ φειδωλίαν μὴ κατὰ τῶν βαρβάρων ἐπεξιόντι, τῆς μὲν πόλεως ἐξεδήμησε, περὶ δὲ Χοιροβάκχους ἐσκήνωσεν, οὐ πλείους, ὡς λέγεται, τῶν ἑκατὸν πεντήκοντα τήκοντα μεθ’ ἑαυτοῦ ἐπαγόμενος , φροντίζων δὲ περὶ στρατεύματος συλλογῆς. ἐν τούτοις δ’ ἠγγέλη [*](B) αὐτῷ ἡ τοῦ ἔθνους καταστροφή. ἐνσκήψαντος γὰρ ἐκείνῳ λοιμοῦ, καὶ κακωθέντι σφοδρῶς ἐξ αὐτοῦ οἴ τε Πατζινάκαι καὶ οἱ παρακείμενοι Βούλγαροι ἠσθενηκότι νηκότι ἐπέθεντο, καὶ ἄρδην αὐτὸ διεφθάρκασι , μόλις τῶν ἡγεμόνων μετ’ ὀλίγων δυνηθέντων διαβῆναι τὸν Ἴστρον. ἦν δὲ τὸ σύμπαν τοῦ στρατηγήματος τῆς θείας δυνάμεως. ἀπογνοὺς γὰρ ὁ βασιλεὺς πάντοθεν πρὸς τὸ θεῖον κατέφυγε, δάκρυσι καὶ συντριβῇ καρδίας τούτου δεόμενος καὶ τὴν ἐκεῖθεν ἐκκαλούμενος ἀρωγήν. ταῦτα δ’ ἐν τῷ ἕκτῳ ἔτει ἐπράχθη τῆς βασιλείας τούτου τοῦ αὐτοκράτορος. πρὸ δὲ τούτου σεισμὸς ἐγένετο μέγας κατὰ τὴν εἰκοστὴν [*](C) τρίτην τοῦ Σεπτεβρίου μηνός, ὑφ’ οὗ καὶ ναοὶ καὶ οἰκίαι πολλαχοῦ ἠρειπώθησαν. ὅτε καὶ τὸ κατὰ Κύζικον ‘Eλληνικὸν κατέπεσε τέμενος, ἔργον
201
κάλλιστόν τε καὶ θαύματος ἄξιον , καὶ ὁ ἐν Νικαίᾳ τῶν ἁγίων πατέρων μέγιστός τε καὶ περιώνυμος κατεσείθη ναός. κατὰ δὲ τὸν Μάι·ον μῆνα τῆς τετάρτης ἰνδικτιῶνος κομήτης ὦπτο ἀστὴρ κατόπιν τοῦ ἡλίου πρὸς δύσιν ἰόντος. ἦν δὲ πρότερον μὲν κατὰ σελήνην πλήρη τὸ μέγεθος, εἶτα κόμην ὥσπερ ἐκφύων ἐμειοῦτο, καὶ καθ’ ὅσον τὰ τῆς κόμης ηὐξάνετο, ἠλαττονοῦτο τὸ μέγεθος. πρὸς δὲ τὴν ἀνατο— Λὴν τὰς ἀκτῖνας ἀπέτεινεν, ἐφ’ ἡμέρας φαινόμενος [*](D) τεσσαράκοντα. τοῦ πατριάρχου δὲ Κωνσταντίνου τοῦ Λειχούδη ἐπ’ ἔτη τέσσαρα καὶ μῆνας ἒξ τὴν ἐκκλσιαν ἰθύναντος καὶ μεταθεμένου πρὸς ἑτέραν ζωήν, Ἰωάννης ὁ Ξιφιλῖνος εἰς τὸν ἀρχιερατικὸν τῆς Κωνσταντίνου θρόνον ἀνάγεται , ὃς ἐκ Τραπεξοῦντος ζοῦντος μὲν ὥρμητο, πεπαίδευτο δὲ παιδείαν λόγων παντοδαπῶν καὶ τοῖς ἐξόχοις τῆς συγκλήτου συνηρίθμητο. πάντα δὲ ἑκουσίως λιπών, τοῖς κατὰ τὸν Ὄλυμπον προσφοιτήσας σεμνείοις κείρεταί τε τὴν κόμην καὶ τὸν μοναχικὸν ὑπέρχεται βίον, ἔνθα καὶ συχνὸν διανύσας χρόνον ἄξιος ἐκρίθη τοῦ θρόνου τοῦ πατριαρχικοῦ. ὁ δέ γε βασιλεὺς νόσῳ ληφθεὶς καὶ ταύτῃ κάμνων ἐπὶ μακρὸν καὶ ταλαιπωροῦ μένος καὶ ἤδη κατεργασθείς, καὶ ἀπαραίτητον αὐτῷ γνοὺς ἐπιέναι τὴν τελευτήν, τὴν μὲν βασιλείαν τοῖς υἱοῖς αὐτοῦ καταλέλοιπε τρισὶν οὖσιν, οὑς αὐτῷ ἡ σύνοικος Εὐδοκία ἐγείνατο, τοὺς μὲν δύο τὸν Μιχαὴλ τε καὶ τὸν Ἀνδρόνικον ἰδιωτεύοντι ἔτι, τὸν δὲ Κωνσταντῖνον βασιλεύσαντι, καὶ αὐτὴ Αὐγοῦστα ἀναρρηθεῖσα. ὅθεν οὗτος καὶ πορφυρογεννήτης ἦν, ὃν αὐτίκα καὶ πρὸ τῶν ἄλλων τοῖς βασιλικοῖς παρασήμοις ἐκόσμησεν, εἶτα καὶ τοὺς λοιποὺς ἀνηγόρευσε. τούτους μὲν οὖν ἐπέστησε τῇ ἀρχῇ, αὐτοῖς δὲ τὴν μητέρα
202
βασιλίδα τε καὶ τροφὸν καὶ κυρίαν, τὸ ξύμπαν εἰπεῖν, καταλέλοιπε, ἐπ’ αὐτῇ τὴν τῆς βασιλείας μεταχείρισιν [*](B) ποιησάμενος , δοκούσῃ αὐτῷ σώφρονί τε καὶ πρὸς παίδων ἀγωγὴν δεξιᾷ καὶ πεφυκυίᾳ πρὸς πραγμάτων διοίκησιν , πρότερον ὅρκον ἐξ αὐτῆς ἀπαιτήσας ἔγγραφον ὡς οὐ πρὸς γάμον ἐλεύσεται δεύτερον. τὸ δ’ ἔγγραφον παρ’ ἐκείνης βεβαιωθὲν τῷ πατριάρχῃ ἐδόθη φυλαχθησόμενον · ἀλλὰ καὶ οἱ τῆς συγκλήτου βουλῆς ἅπαντες ἐγγράφως κατέθεντο μὴ ἄν ποτε βασιλέα ἕτερον ἀνειπεῖν, εἰ μὴ τοὺς παῖδας αὐτοῦ. ἐπὶ τούτοις ὁ μὲν ἐξέλιπε, βασιλεύσας ἑπτὰ πρὸς τῷ ἡμίσει ἐνιαυτούς, ζήσας δ’ ἐξήκοντα ἢ καί τι τούτων ἐπέκεινα. τὸν μέντοι ἀδελφὸν αὐτοῦ [*](C) Καίσαρα βασιλεύσας ἐτίμησε καὶ σύμβουλον εἶχε καὶ τῶν μυστηρίων συνίστορα. λόγοις δὲ οὐχ ὡμιληκὼς ἠγάπα τούτους καὶ τοὺς λογίους ἐσέβετο, καὶ ἔλεγε βούλεσθαι μᾶλλον ἐκ λόγων ἢ τῆς βασιλείας γνωρίζεσθαι. τοὺς δ’ ἐπιβούλους αὐτοῦ μὴ ἄλλως κακῶς διαθήσειν ἔφασκεν ἢ μόνον ὡς ὠνη- τοῖς κεχρῆσθαι αὐτοῖς , ὡς τῶν νόμων αὐτῶν τὴν 2( ἐλευθερίαν ἀφελομένων.

Κατὰ γοῦν τὰς τοῦ τελευτήσαντος βασιλέως διαταγὰς ἥ τε βασιλὶς Εὐδοκία καὶ οἱ παῖδες ἐκείνου τῆς βασιλείας ἦσαν διάδοχοι καὶ ἡ βασίλισσα [*](D) τὴν τῶν κοινῶν μετακεχείριστο πρόνοιαν τῶν υἱέων ἁ κατάρχουσα καὶ ἐπὶ βήματος σὺν ἐκείνοις προυκάθητο, μεσεύουσα μὲν αὐτή, ἐκείνους δὲ παρακαθίζουσα ἑκατέρωθεν, οὕτως ἐν ἀρχαιρεσίαις, οὕτως ἐν ζητήσεσι πολιτικῶν ὑποθέσεων , οὕτως ἐχρημάτιζον πρέσβεσιν , οὕτως ἐν συνήθεσι προόδοις προῄεσαν. οἱ δὲ τὴν ἑῴαν ληιζόμενοι βάρβαροι οὐκ ἐπαύοντο τὰς ὑπὸ Ῥωμαίους κατατρέχοντες χώρας καὶ ταύτας

203
ὁσημέραι σινόμενοι. οἱ γὰρ στρατιῶται, ὡς ἤδη μοι εἴρηται, διὰ τὴν τοῦ βασιλέως γλισχρότητα ὠλιγώθησάν τε καὶ ἐκακώθησαν. καὶ εἴ τινες δ’ ἦσαν ἔτι στρατείας ἐχόμενοι, κἀκεῖνοι ἀντεπεξιέναι τοῖς πολεμίοις ἦσαν ἀπρόθυμοι, τῶν συνήθων ὀψωνίων στερούμενοι. ὅθεν οἱ βάρβαροι ποτὲ μὲν τῇ Μεσοποταμίᾳ ἐφήδρευον, ποτὲ δὲ τὰ περὶ τὴν Μελιτηνὴν ἐπόρθουν, ποτὲ δὲ τὴν Κιλικίαν ἐσίνοντο, καὶ ἄλλοτε τοῖς Καππαδόκαις ἐπῄεσαν, καὶ τοῖς κατὰ Κοίλην Συρίαν ἐνίοτε. ταῦτα τῇ βασιλίσσῃ καταγγελλόμενα θόρυβον ἐνεποίει, καὶ βασιλέως πολλῶν λεγόντων δεῖσθαι τὰ πράγματα, δείσασα ἐκείνη μὴ τὸ κοινὸν βασιλέα τινὰ προστήσηται ἑαυτοῦ, καὶ οὕτως αὐτὴ καὶ οἱ παῖδες τῆς βασιλείας ἐκπέσωσιν, ἔκρινεν αὐτή τινα ἐπαγαγεῖν τῇ ἀρχῇ, ἔνα καὶ ἑαυτῇ καὶ τοῖς τέκνοις διατηρήσῃ τὸ κράτος καὶ μείνῃ αὐτοῖς ἀναφαίρετον. οὐ γὰρ δι’ ἀκολασίαν αὐτήν φασιν οὐδ’ ἡττηθεῖσαν ἡδονῆς ἑαυτῇ προσαρμόσαι τὸν Διογενῆ, ἀλλ’ ὡς ἄνδρα δραστήριον καὶ τὰ πολέμια δόκιμον B καὶ τὴν ἰσχὺν ἀπαράμιλλον, ἐπιστῆσαι αὐτὸν τῇ ἀρχῇ, ἵν’ ἡ βαρβαρικὴ φορὰ ἐπισχεθείη ποσῶς, αὐτοῦ τούτοις ἀντερείσαντος τοὺς βραχίονας. ἦν δ’ ὁ ἀνὴρ οὗτος καὶ τῶν ἐκ γένους λαμπροῦ καὶ τῶν διαβοήτων ἐπὶ τοῖς ἀνδραγαθήμασιν. οὗ ὁ πατὴρ ἐπ’ ἀδελφόπαιδι τοῦ βασιλεύσαντος πάλαι τοῦ κατὰ τοὺς Ἀργυροῦς Ῥωμανοῦ κηδεστὴς γεγονὼς καὶ ἐπὶ τυραννίδι ἁλούς, ἑαυτὸν κατεκρήμνισε. τετίμητο δὲ τῷ τῶν βεσταρχῶν ἀξιώματι. δοὺξ γὰρ παρὰ τοῦ Δούκα τῆς Σαρδικῆς γεγονὼς καὶ Πατζινάκοις ἐκεῖ που περιτυχὼν καὶ τούτοις συμβαλών, πολλούς τε [*](C) διώλεσε καὶ οὐ μείους ἐζώγρησεν, ὧν τοὺς μὲν ἑαλωκότας ζωούς, τῶν δ’ ἐσφαγμένων τὰς κεφαλὰς στεί-
204
λας τῷ βασιλεῖ βεστάρχης τετίμητο, γράψαντος τοῦ κρατοῦντος αὐτῷ ὡς “οὐ δῶρον, ὦ Διογενὲς, τὸ ἀξίωμα, τοῦ δ’ ἀνδραγαθήματος ἀμοιβή.’’ διατρίβων οὖν ἐκεῖ τυραννῆσαι παρεσκευάζετο , ἐπεὶ ἔγνω τεθνάναι τὸν αὐτοκράτορα. ὡς δ’ ἐμηνύθη τῇ βασιλίσσῃ τὸ βούλευμα τοῦ ἀνδρός, στείλασα συνέσχεν αὐτόν, καὶ ἤχθη δεσμώτης εἰς τὸ Βυζάντιον, καὶ ἐλεγχθεὶς ὡς ἐπίβουλος, κατεκρίθη, καὶ τέως ὁρί- [*](D) οις κατεκλείσθη περιγραπτοῖς. εἶτ’ αὖθις ὡς κατάκριτος εἰσῆκτο πρὸς βῆμα δὴ τὸ βασίλειον, ἔν’ ἡ ψῆφος κυρωθείη ἡ κατ’ αὐτοῦ. ἔλεος οὖν τοῦ ἀνδρὸς εἰσῄει τοὺς παρεστῶτας καὶ πᾶσιν ἐπαθαίνετο ἡ ψυχή. ἦν γὰρ οὐ μόνον τὴν ἰσχὺν ἀπαράμιλλος, ἀλλὰ καὶ ἰδέσθαι καλός. συνέπαθεν οὖν μετὰ τῶν ἄλλων καὶ ἡ βασιλὶς ἐπ’ αὐτῷ καὶ οἶκτος τοῦ ἀνδρὸς εἰσῄει καὶ αὐτήν, εἰ δὲ καὶ ἔρως, οὐκ ἔχω λέγειν, καὶ ἀντὶ τῆς ψήφου τῆς ὁριζούσης ἐκείνῳ τὴν κόλασιν τῆς κολάσεως ἐλευθεροῦν αὐτὸν ἐξήνεκτο ψήφισμα. καὶ ὁ μὲν λυθεὶς τοῦ ἐγκλήμα- τος ἐξῄει πρὸς τὴν Καππαδοκῶν, αὕτη γὰρ ἐκείνῳ πατρίς, ἡ δὲ βασιλὶς μεταπεμψαμένη αὐτὸν μάγιστρον καὶ στρατηλάτην προεχειρίσατο ἤδη καὶ βασιλέα τοῦτον ἀν’ εἰπεῖν, ὡς ἄνδρα κρίνασα παρ’ ἑαυτῇ γενναιότατον. ἀνεκόπτετο μέντοι διὰ τὰ ὅρκια καὶ τὸ ἔγγραφον, ὃ παρὰ τοῦ πατριάρχου τετήρητο. 25 καὶ ἦν αὐτῇ μέλημα ὅπως τοῦτο ἀφέλοιτο. σκέπτεται τοίνυν περὶ τούτου βουλὴν πονηράν τε καὶ βαθυγνώμονα, καὶ ταύτην ἐνί τῳ τῶν περὶ αὐτὴν ἐκτομιῶν κοινοῦται καὶ οἷον προαγωγῷ τῷ θεράποντι κέχρηται, ὑποθεμένη ὁπόσα ἂν καὶ οἶα τῷ πατριάρχῃ προσομιλήσει. ὁ δὲ τῷ ἀρχιερεῖ προσελθὼν “ἰσθι” φησίν “ὦ δέσποτα, ὡς ἐρῴη τοῦ ἀνεψιοῦ σου ἡ βα-
205
σιλίς,’’ ἦν γὰρ ἀνεψιὸς αὐτῷ Βάρδας, νέος τε καὶ σφριγῶν καὶ ἀφροδισίων ἡττώμενος, καὶ προσεπῆγεν[*](B) ὡς ‘‘εἰ σὺ ἐπινεύσειας τὸ τοῦ ὅρκου χειρόγραφον ἀποδοῦναι τῇ βασιλίσσῃ καὶ πεῖσαι μή τινα κίνδν νον ἐκ τούτου ἐπηρτῆσθαι αὐτῇ , αὐτίκα συνοικίσει μὲν ἑαυτῇ τὸν σὸν ἀδελφόπαιδα, καί οἶ τὸ κράτος ἴψεται τὸ βασίλειον. ὡς δὲ τούτοις ὁ πατριάρχης παραβουκοληθεὶς ὅλον ἐνέδωκεν ἑαυτόν, καὶ τῶν τῆς συγκλήτου βουλῆς ἀπῄτητο θέσθαι ἀπόπειραν. ὁ δὲ τούτων ἕκαστον προσκαλούμενος τὰ πράγματα ζητεῖν ἔλεγε βασιλέα τὸν τούτων ἀντιληψόμενον. εἰ γὰρ ἔτι γυναικὶ μόνῃ καὶ παιδαρίοις ταῦτα διοικηθήσεται, οἰχήσεται πάντως οὐκ εἰς μακρὰν τῇ τῶν [*](C) Ῥωμαίων ἡγεμονίᾳ οὐ τὰ πόρρω μόνον καὶ τοῖ ἐχθροῖς ἀγχιτέρμονα , ἀλλὰ καὶ αὐτὰ τὰ ἀγχίθυρα. καὶ ἐπὶ τούτοις τῶν ὅρκων καὶ τοῦ ἐγγράφου πολλὴν ἐποιεῖτο καταδρομὴν καὶ τὸν τεθνεῶτα βασιλέα ἐκακηγόρει, ὡς μηδὲ τοῦ κοινῇ συμφέροντος θέμενον πρόνοιαν, ἀλλ’ ἐκζηλοτυπίας ἐκθέσμους ὅρκους ἀπῃτηκότα καὶ παράνομα ἔγγραφα. τούτοις τοὺς πλείους συντιθεμένους ἐσχηκὼς ἐκεῖνος, εἰ δέ τινες καὶ ἀν- τέλεγον , τοὺς μὲν δώροις, τοὺς δ’ ὑποσχέσεσι συμψἠφους πείσας αὐτῷ γενέσθαι, στέλλει τῇ βασιλίσσῃ τὸ τῶν ὅρκων χειρόγραφον. ἡ δὲ τούτου λαβομένη εἰς ἔργον τὸ βούλευμα ἀπετέλεσε , καὶ ἄγεται μὲν τὸν Διογενῆ καὶ τούτῳ συζεύγνυται, κοινοῦται δὲ [*](D) τὴν πρᾶξιν τῷ πρεσβυτέρῳ τ’ ἑ τῶν υἱῶν καὶ τῷ Καίσαρι μετακληθέντι πρὸς τὰ βασίλεια καὶ μετασχοντι σχόντι τῶν ὑμεναίων καὶ τῶν ἐπιγαμίων ἀπογενσα μένω κρατήρων, καὶ ὁ Διογενὴς βασιλεὺς ἀνηγόρευτο τῆς βασιλίδος Εὐδοκίας μετὰ τῶν υἱέων ἀρξάσης ἐπὶ μῆνας ἑπτὰ καὶ ἡμέρας τινάς.

206

Ῥωμᾶνος δὲ ὁ Διογενὴς τῆς τῶν Ῥωμαίων ἀρχὴς γενόμενος ἐγκρατὴς οὐ κατὰ τὰς ἐλπίδας τῆς βασιλευσάσης αὐτὸν Εὐδοκίας ἀποβεβήκει. ἡ μὲν γὰρ ἐκ κατακρίτου καὶ ἤδη τὸν δήμιον ἐφεστηκότα ὁρῶντος αὐτῷ, οὐ μόνον κινδύνου προφανοῦς έξαρπάσασα, ἀλλὰ καὶ τηλικαύτης ἀρχῆς ἀξιώσασα ᾤετο ἐν πᾶσιν ἔχειν τοῦτον ὑπείκοντα καὶ αὐτὴ κατάρχειν τοῦ βασιλεύοντος. ὁ δὲ καὶ ἄλλως ὢν ἀλαζονικὸς καὶ ἀδούλωτος, ἐπ’ ὀλίγον μὲν βιασάμενος τὸ ἦθος ὑπέπιπτε ταῖς τῆς Αὐγούστης θελήσεσι καὶ ὑπεκρίνετο τὴν ὑπόπτωσιν , εἶτα μὴ στέγων τὴν βίαν ταχὺ πρὸς τὸν οἰκεῖον τρόπον ἐπανελήλυθε καὶ τὴν ὑπακοὴν ἐδυσχέραινε καὶ ἤθελεν αὐτὸς τὸ κράτος καθαρῶς ἀναδήσασθαι. κακῶς δὲ τῶν ἑώων διακειμένων, καὶ τῶν μὲν ἤδη ἀπεγνωσμένων, τῶν [*](B) δὲ πρὸς αὐτὸ χωρούντων, ἐκστρατείαν κηρύττει, καὶ πήγνυσι τὴν σκηνὴν τὴν βασίλειον κατὰ τὸ τῆς ἑῴας τμῆμα τὸ τῇ Βθζαντίδι ἀντίπορθμον , δύο ταῦτα πραγματευόμενος, ἀποτειχίσαι τε τοῖς βαρβάροις τὴν ἔφοδον καὶ σωτηρίαν ὡς ἐνὸν πρυτανεῦσαι τῷ ὑπηκόῳ καὶ ἑαυτῷ γαυρίαμά τι περιποιήσασθαι καὶ μὴ πάντα ὑπείκειν τῇ βασιλίδι, ἀλλ’ αὐτὸς αὐταρ- χεῖν. ἄρας οὖν ἐκ τῶν βασιλείων πανοπλίτης ἐπεπανοπος ραιώθη πρὸς τὴν ἑῴαν , οὔτ’ ἀξιόμαχον ἐπαγόμενες στράτευμα , καὶ ὃ ἐπήγετο , ἀπορίᾳ καὶ ὅπλων καὶ ἵππων καὶ τῶν ἀναγκαίων αὐτῷ ἐτετρύχωτο. ἐκ [*](C) μακροῦ γὰρ κατολιγωρηθεῖσαν τὴν στρατιάν, ὥσπερ εἴρηται, ἀθρόον ἀνακτηθῆναι οὐκ ἦν εὐχερές. ἀθροι- σθέντων οὖν τῶν οὕτως ἐχόντων στρατιωτῶν κατὰ τὸ θέμα τῶν Ἀνατολικῶν , ὁ τῆς Φρυγίας ἐστιν , οἱ m ἐναντίοι μαθόντες τὸν βασιλέα ἐπιέναι σφίσιν αὐτόν, καὶ τοιοῦτον εἶναι ὡς ἑτοίμως προκινδυνεύειν

207
τῶν ὑπηκόων, ἀρήιόν τε καὶ τὴν ὁρμὴν ἀνυπόστατον, τὰ γὰρ τῆς στρατιᾶς ὅπως διέκειτο οὐκ ἠκρίβουν οἱ βάρβαροι, εὐλαβῶς εἶχον καὶ ὤκνουν κατὰ συστάδην μαχέσασθαι. ἔνθεν τοι ὁ μὲν Σουλτὰν εἰς τοὐπίσω πεποίητο τὴν ὁρμήν, δύο δὲ μοίρας τῆς βαρβαρικῆς διελὼν στρατιᾶς τὴν μὲν εἰς τὴν νοτιωτέραν [*](D) Ἀσίαν τὴν ἄνω, τὴν δὲ πρὸς τὴν βορειοτέραν ὁρμῆσαι τοῖς προεστῶσιν αὐτῶν ἐνετείλατο. οἱ δὲ ἐπιόντες τὰ προστυχόντα τε ληιζόμενοι τὴν Νεοκαισάρειαν αἰφνίδιον ἐπεισπεσόντες αὐτῇ ἐξεπόρθησαν καὶ λαφύρων ἐμπλησθέντες ἐκεῖθεν ἀπῄεσαν. τοῦτο τῷ βασιλεῖ ἀγγελθὲν ἀθυμίαν ἐνέσταξε, καὶ τοὺς εὐζωνοτέρους ἀναλαβὼν τοῦ στρατεύματος ἀπῄει διὰ δυσβάτων ὁδῶν καὶ ὀρῶν, φθάσαι τοὺς ἐχθροὺς ἐπειγόμενος. ὡς οὖν αὐτοῖς ἐπῆλθεν ἀδόκητος, εἰς πτοίαν ἐνέβαλεν ἅπαντας, καὶ πρὸς δρασμὸν ἀπεῖδον εὐθύς, αὐτοῦ που καταλιπόντες καὶ τὴν λείαν καὶ τὴν ἀποσκευήν. φθορὰ μὲν οὖν τῶν βαρβάρων οὐ πάνυ τι γέγονε, τῶν περὶ τὸν βασιλέα κεκοπιακότων ἐκ τῆς ὁδοιπορίας καὶ μὴ οἵων τε ὄντων διώκειν ἐπὶ πολύ. οἱ μέντοι ληφθέντες αἰχμάλωτοι καὶ εἴ τι ἕτερον ἐπλήρου τὴν λείαν, ξύμπαντα ἠλευθέρωτο. ἐκεῖθεν τῆς πρὸς Συρίαν ἥψατο ἀπαγούσης, καὶ φάλαγγα μὲν εἰς Μελιτηνὴν ἐξαπέστειλεν, αὐτὸς δὲ εἰς τὸ Χάλεπ ὁρμήσας πολλὴν ἀπήγαγε λείαν ἀνθρώπων καὶ ζῴων ἄλλων. κἀκεῖθεν εἰς Ἱεράπολιν τῆς Συρίας ἐγένετο. καὶ πολιορκεῖν ἐπιχειρήσας αὐτὴν ὁμολογίᾳ τὴν πόλιν παρέλαβεν. εἶτα τῶν βαρβάρων ἐπιθεμένων μέρει τῆς Ῥωμαῖκῆς στρατιᾶς καὶ ἡττησάντων αὐτό, οὐδεὶς τῶν ἄλλων εἰς ἐπικοῦ ρίαν τῶν ἡττωμένων γενέσθαι προεθυμήθη. ὁ δέ γε βασιλεὺς ἔνδον τῆς ἑαλωκυίας πό-
208
[*](B) λέως ὢν καὶ τὸ συμβὰν ἐγνωκώς, ταχύτατα μετὰ τῶν περὶ αὐτὸν εἰς ἀρωγὴν τῶν ἡττημένων ἐξώρφμσε. μαθὼν δὲ ὁ τοῦ χαλεπ’ ἡγεμονεύων τὴν τῶν Ῥωμαίων ἧτταν προσέθετο καὶ αὐτὸς τοῖς ἄλλοις βαρβάροις μετὰ τῆς οἰκείας πάσης δυνάμεως, αὐτίκα τὸν βασιλέα προσδοκῶν ἀπαγαγεῖν δοριάλωτον. καὶ τὸ ῾Ρωμαϊκὸν κύκλῳ στρατόπεδον περιέλαβον. ὁ μέντοι βασιλεὺς ἀκήρυκτον αὐτοῖς τὴν μάχην ἐπεωεγκών, ἐξῄει γὰρ τοῦ χάρακος καὶ τὸ στράτευμα συνεξήγαγε, μήτε σαλπίγγων γενομένης ἠχῆς μήθ’ ἑτέρου διαδήλου συνθήματος, ἐτρέψατο τοὺς ἐναντίους καὶ εἰς φυγὴν ἠνάγκασεν ἀπιδεῖν. εἰ οὖν ἐπὶ πολὺ τὸ ῾Ρωμαϊκὸν ἐπεδίωξε στράτευμα, νίκην ἂν [*](C) ἤρατο μεγίστην καὶ περιβόητον. οἱ γὰρ ἔπποι τοῖς Ἄραψι ταχεῖς μέν εἰσι τὴν πρώτην ὁρμὴν καὶ τῶν λοιπῶν ποδωκέστατοι, οὐκ ἐπὶ πολὺ δὲ τὸν δρόμον ἐκτείνουσιν, ἀλλ’ ἀποκναίουσι τάχιστα. ἀνακληθέντες δὲ καὶ τῆς διώξεως ἀποσχόμενοι τοὺς ἐναντίους μὲν περιέσωσαν, ἑαυτοὺς δὲ μεγάλου κατορθώματος καὶ εὐκλείας ἐστέρησαν. ὅμως τῷ βασιλεἶ, ὅτι ὅλως οἱ ῾Ρωμαῖοι ἀντεπιέναι τοῖς ἐχθροῖς ἀπεθάρρησαν καὶ τὸ πολὺ τῆς πρῴην δειλίας ἀπέθεντο, ἀρκοῦν ἐδόκει εὐτύχημα. ἐνῴκιστο δὲ τῆς Ἱεραπόλεως ἡ ἀκρόπολις, τοῦ βασιλέως προστάξαντος. ἑτέροις δὲ πολίσμασιν ἐπελθών, καὶ τὰ μὲν διὰ τὸ ἀνάλωτον παρελθών, τὰ δὲ κατασχών, εἰς πόλιν τῆς Κιλικίας τὴν Ἀλέξανδρον λεγομένην κατήντησε. κἀ- [*](D) κεῖθεν ἀπιόντι λαφυραγωγηθῆναι τὸ Ἀμόριον διαγγέλλεται καὶ κτανθῆναι πολλούς. ἐδυσφόρησε μὲν οὖν πρὸς ταῦτα ὁ βασιλεύς, μὴ δυνάμενος δ’ ἐπαμῦναι τοῖς πεπονθόσι, τὰ περὶ τὸν οἰκεῖον στρατὸν οἰκονομησάμενος, ἔνα τὴν τοῦ χειμῶνος ὥραν ἀνεν-
209
δεῶς τῶν ἀναγκαίων παρέλθωσιν, αὐτὸς ἐπὶ τὴν βασιλίδα τῶν πόλεων ἐπανῆλθεν , ἀλαζονικώτερον διακείμενος, ὡς τάχα κατωρθωκὼς πλείω, οὐ μόνον πρὸς τοὺς ἄλλους, ἀλλὰ καὶ πρὸς αὐτὴν τὴν βασίλισσαν. ἡ δὲ πρὸς τοὐναντίον αὐτῇ τὰς ἐλπίδας τραπείσας κατανοοῦσα ἐδυσχέραινε καὶ τὴν καρδίαν εἶχεν οἰδαίνουσαν, τὰς ἐπιπλήξεις μὴ στέγουσα.