Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Τοῦ δὲ πατριάρχου Παύλου νοσήσαντος καὶ τῆς ἐκκλησίας ὑποχωρήσαντος καὶ ἀποκαρέντος, ἡ βασιλὶς μετὰ τοῦ υἱοῦ αὐτῆς προσῆλθεν αὐτῷ, αἰτιώμε- νοὶ αὐτὸν τῆς ὑποχωρήσεως. ὁ δὲ “εἴθε” εἶπε “μηδὲ τὴν ἀρχὴν ἐπὶ τοῦ θρόνου τῆς ἀρχιερωσύνης ἐκάθισα, τῆς ἐκκλησίας τυραννουμένης καὶ σχίσματος ὄντος μέσον αὐτῆς καὶ τῶν ἄλλων καθολικῶν θρόνων.” εἶτ’ αὖθις ἐκ τῆς συγκλήτου λογάδας ἀπἐ- στειλεν, ἐρωτῶσα ὅ,τι ἄν εἰς δέον οἰκονομηθείη. ὁ δὲ ἀπεκρίνατο ὡς “εἰ μὴ διὰ συνόδου καθολικῆς τὸ σφάλμα διορθωθῇ καὶ τῶν ἐκκλησιῶν προβαίη ἕνωσις, οὐκ ἔστιν ἡμῖν σωτηρία. καὶ οἶ συγκλητικοί, [*](B) διὰ τί οὖν” εἶπον “αὐτὸς ἐν τῷ χειροτονεῖσθαι συνέθου τὰς εἰκόνας μὴ προσκυνεῖν;” ὁ δὲ ἀντεπήγαγε “διὰ τὴν τῶν κρατούντων μανίαν καὶ τὴν ὑμετέραν ἀπήνειαν. ἀλλὰ καὶ διὰ τοῦτο θρηνῶ καὶ διὰ

360
μετανοίας πρὸς τοὺς οἰκτιρμοὺς κατέφυγον τοῦ θεοῦ, δεόμενος μὴ ὡς ἀρχιερεὺς κρναι.” ὁ μὲν οὖν ἐν τούτοις τὸν βίον κατέλυσεν. οἱ δὲ κρατοῦντες τὸν ἀοίδιμον Ταράσιον ἀσηκρῆτις ὄντα πατριάρχην προεχειρίζοντο, καὶ ὁ λαὸς ἅπας ἐπεψηφίζετο. ὁ δὲ ἀνένευε, μὴ δύνασθαι λέγων προστῆναι τῆς ἐκκλησιας ἀπεσχισμένης τῶν λοιπῶν τυγχανούσης ἐκκλησιῶν [*](C) καὶ ὑπ᾿ ἐκείνων ὑποβαλλομένης τῷ ἀναθέματι. ἐγκειμένων δὲ καὶ τῶν βασιλέων καὶ τοῦ λαοῦ, “εἰ συντίθεσθ” εἶπε “σύνοδον οἰκουμενικὴν ἀθροισθῆναι καὶ τῶν ἐκκλησιῶν γενήσεσθαι ἕνωσιν, δέξομαι καὶ αὐτὸς τὴν προχείρισιν.” συνθεμένων δὲ πρὸς τοῦτο πάντων, ἐχειροτονήθη ὁ θεῖος Ταράσιος, καὶ στέλλει αὐτός τε καὶ οἱ κρατοῦντες εἴς τε τὴν πρεσβυτέραν Ῥώμην, Ἀδριανοῦ ἐν αὐτῇ προεδρεύοντος, καὶ εἰς τοὺς λοιποὺς πατριάρχας, ζητοῦντες σταλῆναί τινας παρ᾿ αὐτῶν τοὺς ἐπὶ τῇ συνόδῳ παρουσιάσοντας· καὶ παρὰ πάντων ἐστάλησαν. ἀθροισθέντων δὲ καὶ τῶν λοιπῶν ἀρχιερέων καὶ μοναχῶν ἐν Νικαίᾳ [*](D) τῆς Βιθυνίας καὶ ὁ πατριάρχης ἐξῆλθε Ταράσιος, καὶ συνέστη ἐκεῖ οἰκουμενικὴ σύνοδος ἑβδόμη, καὶ ἐκυρώθη τὰς σεπτὰς εἰκόνας καὶ προσκυνεῖσθαι καὶ σεβάζεσθαι, ἀναθέματι δὲ κατεκρίθησαν καὶ οἱ τρεῖς οἱ τῆς ἐν Κωνσταντινουπόλει προεδρεύσαντες ἐκκλησίας, ὅ τε Ἀναστάσιος καὶ ὁ Κωνσταντῖνος καὶ ὁ Νικήτας, καὶ τόμῳ τὰ τῇ ἱερᾷ συνόδῳ δόξαντα ἐνεγράφησαν. ἐκ δὲ Νικαίας εἰς τὴν τῶν πόλεων βασιλεύουσαν ἐνδημήσαντες οἱ τῆς συνόδου καὶ ἐν τοῖς βασιλείοις γενόμενοι, προκαθημένων καὶ τῶν βασιλευόντων, εἰς ἐπήκοον πάντων τὸν τόμον ἀνέγνωσαν· ὃς καὶ παρὰ τῶν κρατούντων κεκύρωτο ὑποσημηναμένων αὐτόν, καὶ οὕτω τὰ ἱερὰ ἐκτυπώ-
361
μάτα ἐν τοῖς θείοις ναοῖς ἀνεστήλωντο, καὶ αἱ ἐκκλησίαι ἅπασαι ἥνωντο. τὰ μὲν οὖν μέχρι τοῦδε [*](A) παρὰ τῆς βασιλίσσης καὶ τόν αὐτῇ προσῳκειωμένων τὰ τῆς βασιλείας ἰθύνοντο. ἤδη δὲ τὸν μείρακα παρελάσας ὁ βασιλεὺς Κωνσταντῖνος καὶ εἰς νεανίαν τελεῖν ἠργμένος, εἰκοσαέτης γὰρ ἦν, καὶ ὁρῶν ἅπαντα παρὰ τῆς μητρὸς οἰκονομούμενα, καὶ Σταυράκιον τὸν πατρίκιον καὶ λογοθέτην τὰ πάντα δυνάμενον, ἑαυτὸν δὲ μηδενὸς ἀξιούμενον λόγου, ἤχθετο, καὶ μετά τινων τῶν τε τῆς συγκλήτου βουλῆς καὶ τῶν ὑπηρετουμένων αὐτῷ ἐμελέτησε τὸν Σταυράκιον τῆς ἀρχῆς καθελεῖν καὶ ποιήσασθαι ὑπερόριον. γνωσθέντος δὲ τοῦ βουλεύματος, τοὺς μὲν τοῦ βασιλέως θεράποντας τοὺς αὐτῷ συμμετέχοντας τύψασα πάντας καὶ ψιλώσασα τῶν τριχῶν ἡ βασίλισσα ἄλλους ἄλλῃ ἐξώρισε, τοὺς δ᾿ ἐκ τῆς συγκλήτου ἀτιμίᾳ περιβαλοῦσα [*](B) τοὺς μὲν ἀπροϊτους τῶν ἰδίων οἴκων εἷναι κεκέλευκε, τῶν δὲ καὶ ὑπερορίαν κατεψηφίσατο. ἀλλὰ μὴν καὶ τὸν υἱὸν αἰκισαμένη καὶ λοιδορησαμένη προϊέναι κεκώλυκε. τὰ δὲ στρατεύματα ὀμνύειν ἠνάγκαζε μὴ δέξασθαι τὸν υἱὸν αὐτῆς εἰς αὐταρΧίαν, ζώσης ἐκείνης. καὶ οἱ μὲν ἄλλοι καὶ ἄκοντες ὤμνυον, οἱ δὲ τοῦ θέματος τῶν Ἀρμενιακῶν οὐχ ὑπέκυψαν, ἀλλὰ καὶ βασιλέα γινώσκειν εἷπον τὸν Κωνσταντῖνον, καὶ πρὸ τῆς μητρὸς ἐξ ἀρχῆς ἀνηγορευμένον, καὶ οὕτως αὖθις αὐτὸν ἤθελον εὐφημεῖσθαι. ταῦτα ἡ Εἰρήνη μαθοῦσα ἔστειλε τὸν σπαθάριον Ἀλέξιον καὶ δρουγγάριον τῆς βίγλας τὸν Μωσηλέ, ἵν᾿ αὐτοὺς εἰς τὸ αὐτῆς μετάθηται θέλημα. οἱ [*](C) δὲ τὸν μὲν στρατηγὸν ἑαυτῶν συνέσχον ὑπὸ φρουράν, τὸν δὲ Μωσῃλὲ ἄρχοντα τοῦ θέματος εἵλοντο καὶ μόνον τὸν Κωνσταντῖνον εὐφήμησαν αὐτοκρά-
362
τορα. ἐντεῦθεν ὁρμηθέντες καὶ οἱ τῶν ἄλλων θεμάτων μόνον τὸν Κωνσταντῖνον ἀνηγόρευον βασιλέα, καὶ ἀθροισθέντες κοινῇ ἐκεῖνον μόνον ἀνεκήρυττον αὐτοκράτορα. δείσασα δὲ τὴν τῶν ταγμάτων ὁμόνοιαν ἡ Εἰρήνη προήνεγκε τὸν θἰόν. ὁ δὲ αὐτίκα τὸν Σταυράκιον αἰκισάμενος καὶ τοὺς ἐντιμοτέθους τῶν θεραπόντων τῶν μητρικῶν ὑπερώρισεν, αὐτὴν δὲ τὴν μητέρα τῶν βασιλείων ἐντίμως καταγαγὼν [*](D) εἰς τὸν οἶκον αὐτῆς, ὃν ἐν τοῖς Ἐλευθερίου ἐδείματο, διάγειν ἐκέλευσε.

Καὶ τὰ μὲν οὕτως ἔσχον. ἐμπρησμοῦ δὲ συμβάντος, ὁ μέγας τρίκλινος τῶν ἱερῶν ἀνακτόρων ὁ Θωμαΐτης λεγόμενος ἔργον γέγονε τοῦ πυρός, ὅτε λέγεται καυθῆναι καὶ τὰ σχεδιάσματα τῆς ἐξηγήσεως τῆς θείας γραφῆς, ἃ ὁ χρυσοῦς τὴν γλῶτταν συνεγράψατο Ἰωάννης, ἐκεῖσέ που ἀποκείμενα. ὁ δέ γε. βασιλεὺς Κωνσταντῖνος κατὰ Βουλγάρων ἐξεστράτευσε, τοῦ Καρδάμου τοῦ ἔθνους ἀρχηγετοῦντος· μικρᾶς δὲ προσβολῆς γενομένης ἀμφοῖν τοῖν ἀντιθέτοιν μεροῖν δειλία ἐνέσκηψε. καὶ ὁ μὲν βασιλεὺς ἐπανέζευξεν εἰς τὴν μεγαλόπολιν, οἱ δὲ Βούλγαροι [*](A) εἰς τὰ ἤθη τὰ ἑαυτῶν. ἀλλὰ καὶ κατὰ Ἀράβων ὁρμήσας οὐδέν τι λόγου ἄξιον ἤνυσε. παρακληθεὶς δὲ ὑπὸ τῆς μητρὸς καὶ τῶν ἐν τέλει τινῶν αὖθις ἀνάγει ταύτην εἰς τὰ βασίλεια, καὶ ἑαυτῷ συνευφημεῖσθαι σθαι παραχωρεῖ, καὶ πάντα μὲν τὰ τῶν θεμάτων τάγματα ἐδέξαντο τὴν τῆς Εἰρήνης αὖθις ἀνάρρησιν, οἱ δὲ τοῦ θέματος τῶν Ἀρμενιακῶν ἀντέπιπτόν τε καὶ ἐστασίαζον, καὶ ἐπεκαλοῦντο τὸν πρῴην αὐτῶν, ὡς εἴρηται, στρατηγήσαντα Ἀλέξιον τὸν Μωσηλέ. ἔφθη γὰρ ὁ βασιλεὺς ἐκεῖθεν μεταπεμψάμενος, καὶ τιμήσας πατρίκιον εἶχε μεθ᾿ ἑαυτοῦ, φήμης ἐπικρα-

363
τούσης μέλλειν βασιλεῦσαι τὸν ἄνα. διὰ ταύτην τοίνυν, καὶ ὅτι παρὰ τῶν στασιαζόντων ἐπεκαλεῖτο, δείσας ὁ βασιλεύς, καθεῖρξεν ἐν τῷ πραιτωρίῳ αὐτόν, τύψας πρότερον καὶ τὴν κόμην περιελών. τοῦ [*](B) δὲ τῶν Βουλγάρων ἀρχηγετοῦντος ὡρμηκότος κατὰ τῆς ῬωμαΪκῆς ἐπικρατείας, ἀσυντάκτως ὁ βασιλεὺς αὐτῷ ἐπελθὼν ἡττᾶται, καὶ πλῆθος πολὺ στρατευομένων ἀπόλλυσιν, ἀλλὰ μὴν καὶ τῶν μεγιστάνων πολλούς. αἱ δὲ στρατιωτικαὶ συντάξεις ἀθροισθεῖσαι κατὰ τὴν μεγαλόπολιν ἐβουλεύοντο βασιλεῦσαι τὸν ἀπὸ Καισάρων Νικηφόρον τὸν τοῦ Κωνσταντίνου πατράδελφον. ἀλλὰ τὸ σκέμμα οὐκ ἔλαθε· διὸ αὐτὸς μὲν ὁ Νικηφόρος ἐξεκόπη τὰ ὄμματα· ὁ δέ γε Χριστοφόρος καὶ ὁ Νικητὰς ὁ Ἀυθιμός τε καὶ ὁ Εὐδόκιμος τῶν γλωσσῶν ὑπέστησαν ἐκτομήν. ἀλλὰ καὶ τὸν Μωσηλὲ τὸν Ἀλέξιον ὁ βασιλεὺς ἐξετύφλωσεν, ὑποθήκαις ταῦτα μητρικαῖς ἐργασάμενος. οἱ δὲ [*](C) τοῦ θέματος τῶν Ἀρμενιακῶν τὴν τοῦ Ἀλεξίου μαθόντες τύφλωσιν, τὸν σφέτερον στρατηγὸν ἐποίησαν ἔμφρουρον. ἦν δ’ οὗτος ὁ Καμουλιανὸς ὁ πατρίκιος. ὡς οὖν ἀνηνέχθη τοῦτο τῷ βασιλεῖ, στέλλει κατ’ αὐτῶν σὺν δυνάμει Κωνσταντῖνον τὸν Ἀρτασήραν καὶ τὸν Χρυσόχειρα, στρατηγὸν τῶν Βουκελλαρίων τυγχάνοντα. καὶ κροτηθέντος πολέμου πολλοὶ μὲν ἔπεσον ἀμφοτέρωθεν, τρέπονται δὲ οἱ βασιλικοί, καὶ ἀμφοῖν ζωγρηθέντων τῶν στρατηγῶν, οὓς οἱ Ἀρμενιακοὶ αὐτίκα ἐτύφλωσαν. εἶτα ὁ κρατῶν αὐτὸς κατ’ αὐτῶν ἐξεστράτευσε καὶ χειροῦται αὐτούς, καὶ τοὺς μὲν προύχοντας ἀναιρεῖ, τοῖς δὲ λοίποῖς δημεύσει τῶν ὑπαρχόντων ἐπιτετίμηκε. χιλίους δὲ τῶν ἐκ τῆς αὐτῶν μητροπόλεως δεσμήσας καὶ ἐς τὴν μεγαλόπολιν ἐνεγκών, τὰς ὄψεις τε σφῶν καταστί- [*](D)
364
κτους ποιήσας ἐν γράμμασι, μέλανος ἐγχεομένου τοῖς στίγμασιν· ἔλεγε δὲ ἡ γραφὴ “Ἀρμενιακὸς ἐπίβουλος διέσπειρε τούτους ἐν Σικελίᾳ καὶ ἐν ἄλλαις νήσοις.” τὴν δ’ ἑαυτοῦ γυναῖκα Μαρίαν ἀποστέρξας ὁ βασιλεὺς ἀποκαρῆναι ταύτην ἐξεβιάσατο, συμβουλῇ, ὡς λέγεται, τῆς μητρὸς αὐτοῦ, ἵν’ ὑπὸ πάντων μισηθείη καὶ εἰς αὐτὴν ἡ τῆς βασιλείας ἀντιπεριενεχθείη διοίκησις. κἂν γὰρ συνῆν τῷ υἱῷ περὶ τὰ ἀνάκτορα, ἀλλ’ οὐ συμμετεῖχε τῆς ἐξουσίας, μόνης δέ γε τῆς εὐφημίας, λίαν δ’ ἐνόσει τὸ φίλαρχον. μεταμφιασαμένης οὖν τῆς τοῦ κρατοῦντος συμβίου καὶ περιβαλομένης ἀκούσης ἀντὶ τῆς βασιλείου στο- [*](A) λῆς μοναζούσης ἀμφία μέλανα, Θεοδότην τινὰ κου- βικουλαρέαν ἐκεῖνος ἠγάγετο, Αὐγούσταν στὰν στέψας αὐτήν. καὶ κατὰ τῆς Ἀράβων ἐπιστρατεύσας τρόπαιον ἵστησι. τοὐ μέντοι Καρδάμου, ὃν ὁ λόγος τῶν Βουλγάρων ἐγνώρισεν ἀρχηγόν, φόρους ἀπαιτοῦντος αὐτῷ τελεῖσθαι παρὰ Ῥωμαίων, καὶ περὶ τούτων διαπεμψαμένου πρὸς τὸν κρατοῦντα, ἢ τὴν Θρᾴκην ἄχρι τῆς πόλεως ἀπειλοῦντος ληίσασθαι, ἐκεῖνος κόπρον ὑποζυγίων τῷ βαρβάρῳ ἀπέστειλεν, ἐπιστείλας αὐτῷ ὅτι “γέρων εἷ καὶ μὴ κοπιάσῃς ἐνταῦθα ἐρχόμενος· ἐγὼ δὲ μᾶλλον ἐλεύσομαι ἐπὶ σέ.” καὶ αὐτίκα τὰς Ῥωμαϊκὰς ἀθροίσας δυνάμεις ἀπῄει κατὰ Βουλγάρων, καὶ ἤδη πλησίον ἀλλήλων γενομένων τῶν στρατευμάτων, καὶ τοῦ βασιλέως εἰς μάχην προ- [*](B) καλουμένου τοὺς βαρβάρους, ὁ Κάρδαμος σὺν τοῖς οἰκείοις ἀποδειλιάσας στρατεύμασι φυγὰς ᾤχετο. ἀλλὰ καὶ οἶ Ἄραβες κατὰ τοῦ Ἀμορίου χωρήσαντες οὐδέν τι ἴσχον πρὸς τὴν πόλιν ἀνύσιμον, λείαν δὲ λαβόντες ὑπέστρεψαν.

Πλάτων’ δὲ ὁ καθηγητὴς τῆς τοῦ Σακκουδίωνος

365
μονῆς τῷ πατριάρχῃ Ταρασίῳ κοινωνεῖν οὐκ ἠνείχετο, ὅτι ἐκεῖνος τὸν βασιλέα εἰς κοινωνίαν ἐδέξατο τὴν ἑαυτοῦ γυναῖκα καταλιπόντα καὶ ἑτέρᾳ παρὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς συνοικήσαντα· μοιχείαν γὰρ ὠνόμαζε τὸ γενόμενον. ὃν ὁ βασιλεὺς ἀγαγὼν ἐν τῷ παλατίῳ καθεῖρξεν· ἡ δὲ τούτου μήτηρ ἀντεποιεῖτο τοῦ Πλάτωνος, ὅτι κατῄσχυνε τὸν υἱὸν αὐτῆς. ἐκδημήσας δὲ τῆς πόλεως ὁ κρατῶν [*](C) μετὰ τῆς οἰκείας μητρὸς εἰς Προῦσάν τε γεγονώς, καὶ μαθὼν τεχθῆναί οἱ παιδίον ἄρρεν, ἐκεῖ τὴν μητέρα καταλιπὼν σπουδαίως ὑπέστρεψεν. ἡ δὲ λαβομένη ἀδείας τοὺς τῶν ταγμάτων ἄρχοντας δωρεαῖς τε καἰ ὑποσχέσεσιν ὑποποιησαμένη πέπεικε συνθέσθαι καθελεῖν μὲν τὸν υἱὸν αὐτῆς, αὐτῇ δὲ μόνῃ τὴν αὐταρχίαν περιποιήσασθαι. καὶ συνθεμένων εὐκαιρίαν ἐζήτει. τέθνηκε δὲ τὸ τεχθὲν παιδίον τῷ βασιλεῖ, ὅπερ ὠνόμασε Λέοντα, καὶ ἐθρηνήθη παρὰ τοῦ πατρός. οἶ δὲ τῆς κατ’ αὐτοῦ ἐπιβουλῆς συνίστορες τῇ μητρὶ αὐτοῦ δείσαντες μὴ τοῦ καιροῦ τριβομένου καὶ ὑπερτιθεμένης τῆς πράξεως γνωσθῶσι καὶ κατασχεθέντες ἀπόλωνται, σπεύσαντες συνέσχον [*](D) ἐν τῷ παλατίῳ τὸν βασιλέα, καὶ περὶ ὥραν ἐνάτην τοὺς ὀφθαλμοὺς αὐτοῦ ὠμότατα ἐξορύττουσι, προνοούμενοι μὴ μόνον τοῦ φωτὸς στερηθῆναι αὐτόν, ἀλλὰ καὶ αὐτῆς τῆς ζωῆς. ὅτε συνέβη ἐφ’ ἡμέρας ἑπτακαίδεκα μὴ λάμψαι τὸν ἥλιον, ἀλλ’ ἀλαμπεῖς εἶναι καὶ σκοτώδεις τὰς ἡμέρας ἐκείνας, οὐκ οἶδα εἴτε τυχαίως οὕτω συμβὰν εἴτε καὶ διὰ τὴν τοῦ Κωνσταντίνου τύφλωσιν, ὡς τηνικαῦτα τοῖς ἀνθρώποις ἐδόκει, οἶα τῆς θείας προνοίας νεμεσησάσης τῷ πάθει, ὡς ἐκ μητρὸς εἰς υἱὸν γενομένῳ. καὶ ὁ μὲν οὕτω τοὺς ὀφθαλμοὺς ἐξωρώρυκτο κατ’ αὐτὴν τὴν
366
ἡμέραν καθ’ ἣν ἐκεῖνος τὸν θεῖον αὐτοῦ Νικηφόρον καὶ τὸν Μωσηλὲ ἐξετύφλωσε καὶ τῶν λοιπῶν, ὡς [*](A) εἴρηται, τὰς γλώσσας ἀπέτεμε, πέντε μεταξὺ παρε- ληλυθότων ἐνιαυτῶν. ἡ δὲ Εἰρήνη καὶ αὖθις τῆς μοναρχίας ἐπείληπτο. καὶ ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ τοῦ πάπα θανόντος Ἀδριανοῦ Λέων κεχειροτόνητο, ἀνὴρ αἰδοῖος καὶ τιμιώτατος. οἶ δὲ τῷ θανόντι Ἀδριανῷ προσήκοντες στασιάσαι τὸν λαὸν ἠρέθισαν κατ’ αὐτοῦ, καὶ συσχόντες αὐτὸν ἐλωβήσαντό οἱ τὰ ὄμματα, ἀλλ’ οὐκ ἐξετύφλωσαν. οἱ γὰρ ἐπιτραπέντες τὴν τύφλωσιν ἐφείσαντο τοῦ ἀνδρὸς αὐτὸν κατοικτείραντες, καὶ ἔξωθεν ἐλυμήναντο τοῖς αὐτοῦ ὀφθαλμοῖς, τοῦ δὲ φωτὸς αὐτὸν οὐκ ἐστέρησαν. ὃς μετέπειτα τῷ τῶν Φράγγων ῥηγὶ προσρυεὶς Καρούλῳ παρ’ ἐκείνου εἰς τὸν τῆς Ῥώμης ἀποκατέστη θρόνον, καὶ τοὺς ἐχθροὺς ἀντημύνατο, ἐξότου καὶ [*](B) ἡ Ῥώμη ὑπὸ τοὺς Φράγγους ἐγένετο, τοῦ Καρούλου ταινιωθέντος ὑπὸ τοῦ Λέοντος καὶ βασιλέως‘ Ῥωμαίων ὀνομασθέντος. ἐπὶ γὰρ τοῦ προτέρου Ἰουστινιανοῦ τῇ Ἰταλίᾳ ἐπῆλθον οἱ Φράγγοι, ἐκ γένους ὄντες τῶν Γερμανῶν, ὡς ἄνω που εἴρηται, καὶ ἦσαν τοῖς Ῥωμαίοις πολέμιοι. ἐπὶ δὲ Λέοντος τοῦ Ἰσαύρου ὁ τότε πάπας Γρηγόριος διὰ τὴν ἐκείνου κακοδοξίαν ἀποστὰς τοῦ ὑπείκειν τῷ ἀσεβεῖ βασιλεῖ ἐκείνω καὶ δασμοφορεῖν καὶ τοῦ κοινωνεῖν τοῖς ἀσεβῶς προεστῶσι τῆς ἐκκλησίας τῆς Κωνσταντινουπόλεως, ἐσπείσατο τοῖς Φράγγοις καὶ τὰς πρὸς ἐκείνους μάχας κατέλυσεν. ἐπὶ δὲ Κωνσταντίνου καὶ Εἰρήνης [*](C) ὁ πάπας Λέων καὶ εἰς τὴν Ῥώμην αὐτοῦ ’ς εἰσεδέξατο, καὶ οὕτω τῆς Ἰταλίας πάσης καὶ τῆς Ῥώμης αὐἄνω ] [*](21 p. 105, A.)
367
τῆς ἐκυρίευσαν. τῆς Εἰρήνης δὲ μοναρχησάσης, ὡς λέλεκται, οἱ ἀνδράδελφοι αὐτῆς καθειργμένοι τυγχάνοντες ἠδυνήθησαν τῇ μεγάλῃ προσελθεῖν ἐκκλησίᾳ, παρά τινων νεωτεριστῶν πρὸς τοῦτο ἀναπεισθέντες. Ἀέτιος οὖν ὁ εὐνοῦχος, μέγα τότε παρὰ τῇ βασιλίσσῃ δυνάμενος, ἀπελθὼν καὶ πίστεις αὐτοῖς παρασχὼν ὡς οὐδὲν δεινὸν πείσονται, ἐξήνεγκε τῆς ἐκκλησίας αὐτοὺς καὶ εἰς Ἀθήνας ἀπήχθησαν ὑπερόριοι. κἀκεῖ διαγόντων αὐτῶν, τινὲς τῶν τῆς Ἑλλάδὸς προσῆλθον τῷ ἄρχοντι τῶν Σθλαβικῶν ἐθνῶν, δεόμενοι αὐτοῦ ἐξαγαγεῖν αὐτοὺς καὶ ἔνα προχειρίσασθαι [*](D) βασιλέα καὶ ἀναγαγεῖν αὐτὸν εἰς τὴν βασιλίδα τῶν πόλεων. μηνυθέντος δὲ τούτου τῇ βασιλίδι, προστάξει ἐκείνης ἀπετυφλώθησαν ἅπαντες. ὁ δὲ τῶν Φράγγων ἀρχηγὸς Κάρουλος βασιλεὺς Ῥωμαίων παρὰ τοῦ πάπα Λέοντος, ὡς εἴρηται, ἀναγορευθεὶς πρέσβεις ἔπεμψε πρὸς τὴν Εἰρήνην, ζητῶν συζευσυζευχθῆναι αὐτῇ κατὰ συμβίωσιν γαμικήν. καὶ οὐδ᾿ ἐκείνη τοῦτο ἀβούλητον ἔδοξε, καὶ γέγονεν ἄν, εἰ μὴ ὁ ἐκτομίας Ἀέτιος παραδυναστεύων πᾶσαν ἐκίνησε μηχανὴν εἰς τὸ μὴ ἀποτελεσθῆναι τὴν συζυγίαν. οὗτος γὰρ μέγα δυνάμενος ἐν τοῖς βασιλείοις τὸν οἰκεῖον ὁμαίμονα Λέοντα ἀξιῶσαι τῆς βασιλείας διὰ μελέτης πεποίητο, ὃς δὴ Δέων διὰ σπουδῆς τοῦ [*](A) Ἀετίου μόνος αὐτὸς στρατηγὸς Θρᾴκης καὶ Μακεδονίας προυβέβλητο· ὁ δέ γε Ἀέτιος τῶν ἑῴων ἦρχε θεμάτων τοῦ Ὀψικίου καὶ τῶν Ἀνατολικῶν, κἀντεῦθεν ὑπερφρονήσας τῶν ἐν τέλει περιεφρόνει καὶ ἀλαζονικῶς αὐτοῖς προσεφέρετο. οἱ δὲ τούτοις ἀχθόμενοι βούλευμα κατὰ τῆς βασιλίσσης συνέθεντο, καὶ τὸν πατρίκιον Νικηφόρον καὶ γενικὸν Λογοθέτην παραλαβόντες βαθείας νυκτὸς ἦλθον εἰς τὴν Χαλ-
368
κῆν’, τῆς βασιλίσσης Εἰρήνης νοσούσης καὶ ἐν τῷ οἴκῳ αὐτῆς τῷ ἐν τοῖς Ἐλευθερίου κειμένης· εἷπον οὖν τοῖς ἐκεῖσε φυλάττουσι παρὰ τῆς βασιλίσσης σταλῆναι, ἵνα βασιλέα τὸν Νικηφόρον ἀναγορεύσω- [*](B) σιν, ὡς ἂν οὕτω παύσηται ὁ πατρίκιος Ἀέτιος βιαζόμενος αὐτὴν τὸν ἑαυτοῦ σύγγονον προχειρίσασθαι βασιλέα. πιστεύσαντες οὖν τοῖς ταῦτα λέγουσι πατρικίοις τῶν περιφανῶν οὖσι, καὶ αὐτοὶ τὸν Νικηφόρον σὺν ἐκείνοις εἰς βασιλέα εὐφήμησαν, καὶ οὕτω παραχωρηθέντες εἰς τὸ μέγα εἰσῆλθον ἀνάκτορον. εἶτα δι’ αὐτῆς τῆς νυκτὸς ὄχλον ἀθροίσαντες σύγκλυδα διὰ πάσης τῆς Ἀγορᾶς πρὸ τῆς ἡμέρας τὴν τοῦ Νικηφόρου πεποίηντο ἀναγόρευσιν, καὶ τῷ τῆς Εἰρήνης οἴκῳ, καθ’ ὃν διῆγε τότε, φρουρὰν περιέστησαν. ἡμέρας δὲ ἤδη ἐπιφαυούσης εἰς τὰ πρὸς ἔω βασίλεια μεταγαγόντες αὐτὴν καὶ κατακλείσαντες εἰς τὴν μεγάλην ἐκκλησίαν ἀφίκοντο, ἔν ἐκεῖ ταινιωθείη [*](C) ὁ Νικηφόρος καὶ αὐτοκράτωρ ἀναρρηθείη· ὃ δὴ καὶ γέγονε.

Τῇ’ γοῦν ἐξῆς ἡμέρᾳ πρὸς τὴν βασίλισσαν ἧκεν, οὖσαν ὑπὸ φρουρούς, ἄκων προαχθῆναι λέγων εἰς τὴν ἀρχὴν τὴν βασίλειον, μηδὲ γὰρ εἶναι αὐτῷ πρὸς βουλῆς, καὶ θαρρεῖν αὐτὴν ἀναπείθων, ὡς οὐ δ’ ἑνὸς ἀτυχήσουσαν τῶν παρὰ δούλου ὀφειλομένων πρὸς δέσποιναν γίνεσθαι. ἠξίου δὲ τοὺς βασιλικοὺς ὑποδεῖξαι πάντας αὐτῷ θησαυρούς. ἡ δὲ “τὰ κατ’ ἐμέ” φησὶ πρὸς αὐτὸν” ἀναθεμένη θεῷ τὴν μὲν ἔκπτωσιν τῆς βασιλείας ἐπιγράφω ταῖς ἁμαρτίαις μου, τὴν δὲ [*](D) σὴν ἀνάρρησιν λογιζομένη ἀπὸ θεοῦ ὡς ἐξ ἐκείνου προβληθέντα σε προσκυνῶ, καὶ ἀξιῶ φείσασθαί μου τῆς ἀσθενείας καὶ ἐᾶσαι διάγειν με ἐν τῷ οἴκῳ μου. κἀκεῖνος “εἰ μή τι ἀποκρύψεις τῶν τεθησαυρισμένων

369
ἐν ἀποκρύφοις, ἔσται σοι καὶ τοῦτο” φησί “καὶ εἴ τι σοί ἐστι πρὸς ἀρέσκειαν ἕτερον, καὶ ὅρκον ἐξ αὐτῆς περὶ τούτου ἀπᾑτησεν.” ἡ δὲ ὤμοσε, καὶ πλεῖστα ὑπέδειξε. καὶ ὅς αὐτίκα εἰς τὴν νῆσον αὐτὴν ὑπερώρισεν, ἣ τοῦ Πρίγκιπος ἐπωνόμασται, ἐν ᾗ μονὴν ὑπῆρχε δομησαμένη. ἦν γὰρ ὁ Νικηφόρος φιλοχρηματώτατος λίαν ἀπληστότατός τε καὶ ἀπιστότατος, καὶ κακίας πάσης, ὡς εἰπεῖν, καταγώγιον. καὶ οὐδ' [*](A) ὑποκριθῆναι πρὸς βραχὺ τέως ἠνέσχετο πρὸς τοὺς ὑπηκόους χρηστότητα, ἀλλ’ αὐτίκα πάσης ἀδικίας τὰ πάντα ἐπλήρωσε. καὶ οὐδὲ τῶν συναραμένων αὐτῷ εἰς τὸ βασιλεῦσαι ἐφείσατο, ἀλλὰ τὸν μὲν Τριφύλλιον φαρμάκῳ ἀνεῖλε, τὸν δὲ πατρίκιον Βαρδάνην καὶ στρατηγὸν τῶν Ἀνατολικῶν, ᾧ Τοῦρκος ἦν ἐπίκλησις, ἀναγορευθέντα εἰς βασιλέα παρὰ τῶν ἑᾡων ταγμάτων εἴτε θέλοντα εἴτε ἄκοντα, λέγεται γὰρ ἀμφότερα, εἶτα μεταμεληθέντα καὶ πίστεις ἀπαθείας παρ’ αὐτοῦ εἰληφότα, μοναχόν τε γενόμενον, καὶ εἰς τὴν νῆσον τὴν λεγομένην πρώτην διαπεραιωθέντα, ὅπου ἦν δειμάμενος μοναστήριον, στείλας κρυφίως τινάς, ὡς δοκεῖν ἀγνοοῦντος αὐτοῦ πεπρᾶχθαι τὸ ἔργον, ἐστέρησε τοῦ φωτός, καὶ λυπεῖσθαι ἐσχηματίζετο [*](B) καὶ ἐξώμνυτο ἀμέθεκτος εἶναι τοῦ τοιούτου τολμήματος. τὸν δὲ τῆς Εἰρήνης υἱὸν τὸν Κωνσταντῖνον προσελάβετο καὶ ὑπεποιεῖτο, ἔν αὐτῷ ὑποδείξῃ κρυπτόμενα χρήματα. κἀκεῖνος ὑπέδειξεν ἐν τοίχῳ συνεκτισμένα πολλά. συνεὶς δὲ ὁ βασιλεὺς Νικηφόρος ἀχθομένους αὐτῷ ἅπαντας, καὶ δείσας μὴ τὴν Εἰρήνην αὖθις ἐγγὺς οὖσαν λαβόντες εἰς τὴν βασιλείαν ἐπαναγάγωσιν, εἰς Λέσβον αὐτὴν ὑπερόριον ἔθετο, καὶ φρουροὺς ἐπιστήσας αὐτῇ, ἔνθα τῇ λύπῃ καταποθεῖσα τὴν ζωὴν ἐξεμέτρησεν.
370
ἔστεψε δὲ καὶ τόν υἱὸν αὐτοῦ Σταυράκιον ὁ Νικηφόρος, εἰδεχθῆ τε λίαν ὄντα καὶ ἀφελῆ καὶ μήτε εἶ- [*](C) δος μήτε μὴν γενναιότητα μήτε σύνεσιν ἔχοντα τυραννίδος ἐπάξια. τοῦ μέντοι πατριάρχου Ταρασίου τὸν βίον μετηλλαχότος κατὰ τὴν πρώτην ἑβδομάδα τῶν νηστειῶν, Νικηφόρος ὁ ἀοίδιμος ψήφῳ κοινῇ κατὰ τὴν τοῦ πάσχα κυριακὴν πατριάρχης κεχειροτόνητο, ἀσηκρῆτις τυγχάνων, Πλάτωνος καὶ Θεοδώρου τοῦ γεγονότος ἡγουμένου τῆς τοῦ Στουδίου μονῆς στασιασάντων διὰ τὴν τοῦ μάκαρος ἐκείνου χειροτονίαν, ὅτι ἀθρόως ἐκ λαικῶν εἰς τὴν ἐπισκοπὴν προκεχείριστο, καίτοι τούτου πολλάκις πραχθέντος. οὕς καὶ ἀπελάσαι τῆς πόλεως ὁ βασιλεὺς ἐβουλεύσατο, οὐ μὴν καὶ εἰς ἔργον τὸ βούλευμα ἤνεγκεν. εἰσὶ δ’ οἱ λέγουσι σκῆψιν εἶναι τὸ στασιάσαι αὐτοὺς [*](D) διὰ τὸ ἐκ λαικῶν γενέσθαι πατριάρχην τὸν ἱερὸν Νικηφόρον, τὸ δ’ ἀληθὲς αἴτιον φιλαρχίαν εἶναι. ἠβούλοντο γὰρ τῆς ἐκκλησίας ἐγκρατεῖς γενέσθαι καὶ τοῦ ἀρχιερατικοῦ τῆς Κωνσταντινουπόλεως ἐπιβῆναι θρόνου περὶ πλείστου πεποίηντο. τῷ δὲ υἱῷ αὐτοῦ Σταυρακίῳ ἀγαγέσθαι γυναῖκα ὁ βασιλεὺς βουληθεὶς Θεοφανὼ τὴν Ἀθηναίαν, προσγενῆ τῆς βασιλίσσης Εἰρήνης οὖσαν καὶ ἤδη κατηγγυημένην ἀνδρί, διαζεύξας αὐτοῦ ἀθέσμως τῷ Σταυρακίῳ συνέζευξε. πανσπερμία δὲ παντοδαπῆς κακίας οὗτος τυγχάνων ὁ αὐτοκράτωρ οὐ διέλιπεν ἄλλα ἐπ’ ἄλλοις εἰς συντριβὴν τῶν ὑπηκόων ἐπινοούμενος. ὀλίγων δ’ ἐπιμνησθήσομαι, τὰ πολλὰ παρεῶν, ἔν’ ὡς ἐκ πλήρους [*](A) πίθου γεῦμα ταῦτα τοῖς τῇ ἱστορίᾳ ἐντυγχάνουσιν ἔσοιντο. στρατεύεσθαι τοὺς ἀπόρους ἐκ τῶν θεμάτων ἐθέσπισε καὶ παρὰ τῶν ὁμοχώρων ὅπλα τε αὐτοῖς χορηγεῖσθαι καὶ ἀναλώματα καὶ τὰ τῶν ἀπόρων
371
τέλη τοὺς εὐποροῦντας εἰσπράττεσθαι, ὃ ἀλληλέγγυον ὠνομάσθη. ἐπόπτας προυβάλλετο, ἐπισκήπτων ἐπαύξειν σφᾶς τὰ δημόσια, ἀπαιτεῖσθαι δὲ καὶ ὑπὲρ χαρτιατικοῦ ἐπὶ τῷ νομίσματι δύο κεράτια. οἱ καὶ τὰ κρείττω τῶν ἀκινήτων ἐκ τῶν δεσποτῶν ἀφαιρούμενοι τῷ δημοσίῳ ἀφώριζον. τούτου καὶ ἡ τοῦ καπνικοῦ ἐπίθεσις ἐννόημα κάκιστον, ἐπαχθέντος τοῖς τῶν ἐκκλησιῶν καὶ πιωχείων γηροκομείων τε καὶ μοναστηρίων παροίκοις καὶ παντὶ μήτε γῆν ἔχοντι μήτε τέλος, καὶ τὸ τοὺς ἐξ ἀπόρων ὅπως δήποτε εἰς [*](B) εὐπορίαν μετενεχθέντας χρήματα ἀπαιτεῖσθαι, ὡς εὑρετὰς θησαυρῶν, καὶ τὸ τοὺς τῶν νηῶν κτήτορας ἀναγκάζεσθαι γῆν ὠνεῖσθαι ἀπὸ τοῦ δημοσίου, ἀνθρώπους οὐδ’ ὅ,τι ἐστὶ γεωργία γινώσκοντας, καὶ τοῦτο ἐπὶ τῶν ἐν τοῖς θέμασιν οἰκούντων ναυκλήρων ἐγίνετο. τοῖς δ’ ἐν Κωνσταντινουπόλει νηῶν κτήτορσι προσερρίπτει ἀνὰ δώδεκα λίτρας ἑκάστης χρυσίου, ἔνα τόκον καταβάλοι τῷ δημοσίῳ, τῶν ἄλλων βαρῶν τῶν τοῖς πλοίοις ἐπικειμένων ἐπέκεινα. καὶ οὓς δ’ ἂν ἔμαθε τῶν ἐμπόρων ἢ ἐργαστηρίων προϊσταμένων πολλῶν εὐπορεῖν, στέλλων ἀφῃρεῖτο τὰ χρήματα, πολλοστόν τι μέρος ἐκείνοις ἐῶν, οἷον καὶ ἐπί τινι πράτῃ κηρίων εἶργ’ ἄσατο. μαθὼν γὰρ τὸν [*](C) ἄνδρα ἐκεῖνον κύριον εἶναι χρημάτων πολλῶν μεταπέμεται αὐτόν, καὶ “ἐπίθες σου” φησί “τὴν χεῖρα τῇ κεφαλῇ μου, καὶ ὄμοσον κατ’ αὐτῆς πόσον σοι χρυσίον ἐστί.” τοῦ δὲ βιασθέντος τοῦτο ποιῆσαι, καὶ ὀμόσαντος ἑκατὸν ἔχειν λίτρας, ἐνεχθῆναι ταύτας παρεκελεύσατο. ὡς οὖν ἐκομίσθησαν, “οὐ χρεία σοι τοσούτου” εἶπε “χρυσοῦ.” δέκα γοῦν λίτρας αὐτῷ ἐπιτρέψας λαβεῖν τὰς λοιπὰς αὐτὸς ᾠκειώσατο, ὁμοδίαιτον αὐτὸν τηνικαῦτα πεποιηκώς, ἐνενήκοντα χρυ-
372
σίου λιτρῶν τὸ συναριστῆσαι τῷ βασιλεῖ οὐχ ἑκόντα πριάμενον.

[*](D)Τοιαῦτα πολλὰ ὁ Νικηφόρος κατὰ τῶν ὑπηκόων ἐπινοῶν, ἦν γὰρ ποριμώτατος ἐν τοιούτοις, πᾶσαν αὐτοῖς ἐπήνεγκε κάκωσιν καὶ ὑπὸ πάντων μεμίσητο. ὅθεν ἄγνωστός τις ἀνὴρ ξίφος ποτὲ λαβὼν ἐν χεροῖν εἰσέδραμε τὰ βασίλεια, ἀνελεῖν τὸν βασιλέα τοῦτον ζητῶν. τινῶν δ’ ἐπιδραμόντων αὐτῷ, τοὺς μὲν ἔπληξε τῷ ξίφει, αὐτὸς δὲ συσχεθεὶς καὶ βασάνοις ἐκδοθεὶς οὐδέν τι κατά του ἐξέφηνεν, ἀλλὰ παρακεκόφθαι τὰς φρένας ὑποκριθεὶς κατάκλειστος γέγονε. ανιχαίοις δὲ καὶ τοῖς καλουμένοις Ἀθιγγάνοις ἐν [*](A) χρημοῖς τε καὶ οἰωνίσμασι καὶ τελεταῖς ἀπορρήτοις ἐκέχρητο. κἀντεῦθεν εἰς τὰς χώρας τὰς Ῥωμαϊκὰς εἰσεφθάρησαν, καὶ πολλοὶ τῶν ἀβελτέρων εἰς τὴν πίστιν ὑπ’ αὐτῶν διεφθάρησαν. οἱ δὲ τῆς Ἄγαρ πολλάκις ἐπιστρατεύοντες κατὰ Ῥωμαίων ἐκάκουν τὰς χώρας, εἷλον δὲ σὺν ἄλλοις καὶ τὴν Εὐχάϊταν. καὶ οὗτοι μὲν τὰ πρὸς ἀνίσχοντα ἥλιον ἐληίζοντο, οἱ δὲ Βούλγαροι τὰ ἑσπέρια. ἐπιστρατεῦσαι τοίνυν κατὰ Βουλγάρων ὁ βασιλεὺς ἐβουλεύσατο· καί τινος τῶν οἰκειοτάτων αὐτῷ συμβουλεύοντος αὐτῷ ἐνδοῦναι τοῖς ὑπηκόοις τὴν κάκωσιν, “πάντες γάρ” ἔφη “καταβοῶσιν ἡμῶν, καὶ εἴ τι τῶν ἀπαισίων συμβαίη ἡμῖν, πάντες ἐπιχαρήσονται τῇ πτώσει ἡμῶν”, ἐκεῖνος ἔφη ὡς ὁ θεὸς ἐσκλήρυνε τὴν καρ- [*](B) δίαν μου κατὰ τὴν τοῦ Φαραώ· μὴ οὖν ἐκδέχου τι ἀγαθὸν τοῖς ὑπὸ χεῖρά μου ἐξ ἐμοῦ. συναθροίσας οὖν τὰ τάγματα πάντοθεν καὶ εἰς Βουλγαρίαν παραγενόμενος, τοῦ Κρούμου τοῦ ἔθνους ἀρχηγετοῦντος, τὸ μὲν πρῶτον εὐτύχησεν, ὥστε καὶ τὴν τοῦ Κρούμου παρειληφέναι αὐλήν, οὕτω γὰρ τὴν τοῦ σφῶν

373
ἀρχηγοῦ οἶ Βούλγαροι ἐκάλουν κατοίκησιν, καὶ τοῖς ἐκείνου ταμείοις σφραγῖδας ἐπιβαλεῖν, ὡς ἤδη γενομένοις αὐτοῦ, καὶ πολλοὺς τῶν οἰκείων διὰ σκύλων ἁρπαγὴν τιμωρήσασθαι. τοῦ δὲ Κρούμου ἀποδεδειλιακότος, καὶ ἱκετεύοντος φείσασθαι τοῦ ἔθνους καὶ ἐφ’ οἴαις ἂν βούλοιτο συνθήκαις σπείσασθαι αὐτῷ, ὀγκωθεὶς ἐκεῖνος τῷ εὐτυχήματι τὰς σπονδὰς οὐ [*](C) προσήκατο. ἀπογνοὺς οὖν ὁ Κροῦμος, καὶ τὸν περὶ ψυχῆς ἤδη λογιζόμενος θέειν, τὰς ἑαυτοῦ δυνάμεις συναγαγὼν καὶ λόγοις παρακλητικοῖς παρακροτήσας αὐτούς, ἔπεισι νυκτὸς ἔτι οὔσης κατὰ τῆς τῶν Ῥωμαίων παρεμβολῆς ἀφυλάκτως κοιμωμένων ἁπάντων· μὴ γὰρ ἄν ποτε τολμῆσαι συμμίξαι αὐτοῖς τοὺς βαρβάρους ἐξ ἀπονοίας πολλῆς ᾤοντο, καὶ αὐτίκα κατὰ τῆς βασιλείου σκηνῆς ὡρμήκεσαν, καὶ ἀναιρεῖται μὲν ὁ Νικηφόρος, τὸ δ’ ὅπως ἠγνόηται. λέγεται δὲ καὶ παρὰ τῶν οἰκείων ἀναιρεθῆναι ἢ πρωτουργησάντων τὴν ἐκείνου σφαγὴν ἣ τῶν μὲν βαρβάρων [*](D) καταρξαμένων, τῶν δὲ Ρωμαίων ἐπεξεργασαμένων τὸν φόνον τὸν τοῦ ἀλάστορος. τιτρώσκεται δὲ καὶ ὁ Σταυράκιος μεταξὺ τοῦ ὤμου τοῦ δεξιοῦ καὶ τοῦ τ’ ἐνόντος, καὶ ἀναιροῦνται πολλοὶ μὲν τῶν ἐν ὑπεροχαῖς, τῶν ἐν τέλει, τῶν ἐν στρατηγίαις, τῶν ἐν ἀξιώμασι, τῶν δ’ ἄλλως στρατευομένων, καὶ τῶν τῆς βασιλικῆς ὑπηρεσίας καὶ τῶν λοιπῶν θεραπόντων οὐδὲ ἀριθμητοί. διαρπάζεται δὲ ξύμπασα ἡ τοῦ βασιλέως ἀποσκευὴ καὶ ἅπαν τὸ τῶν Ῥωμαίων χαράκωμα, καὶ περιγίνεται τοῖς βαρβάροις καὶ πλαοῦτος συχνὸς καὶ ὅπλα πολλὰ καὶ ἵππος μυρία. μόλις δ’ οὖν ὁ Σταυράκιος περισώζεται, καὶ ὅσοις ἡ νὺξ παρέσχε λαθεῖν λόχμας ὑποδῦσι καὶ ἴλη καὶ τοιαῦτά [*](A) τινα. τὸν δὲ τοῦ βασιλέως Νικηφόρου νεκρὸν λαβὼν
374
ὁ Κροῦμος καὶ τὴν κεφαλὴν ἐκτεμών, ἐφ᾿ ἡμέρας μέν τινας ἐφ᾿ ὕψους ἀνήρτησε, θεατρίζων ταύτην καὶ ἐμπομπεύων τῷ κατορθώματι. εἶτα τὸ τῆς κορυφῆς ὀστοῦν ἀποδιελὼν καὶ γυμνώσας τοῦ δέρματος ἀργύρῳ τε περιδήσας, ὡς κύλικι τούτῳ ἐκέχρητο, οἶνόν τ᾿ ἐγχέων αὐτῷ πίνειν ἐδίδου τοῖς ὑπ᾿ αὐτόν. ἀγγελθέντος δ᾿ ἐν Βυζαντίῳ τοῦ τῶν Ῥωμαίων ὀλέθρου καὶ τῆς τοῦ βασιλέως σφαγῆς, θρῆνος μὲν ἦν πανταχόσε πολὺς καὶ ὠλόλυζον οἱ τοῖς ἀνῃρημένοις προσήκοντες· κουφισμὸν δ᾿ ἐποίει τῆς συμφορᾶς ἡ τοῦ κρατοῦντος ἀπώλεια, ἐφηδομένων πάντων αὐτῇ.

[*](B)Ὁ μὲν οὖν Νικηφόρος κάκιστος γεγονὼς ἀπώλετο αἴσχιστα. ὁ δέ γε Σταυράκιος πεπληγμένος φυγὼν εἰς Ἀδριανούπολιν διασώζεται, ἔνθα καὶ ἀνερρήθη αὐτοκράτωρ τόν ἐν ἀρχαῖς ἐνίων σπουδῇ, καὶ κακῶς ἐκ τοῦ τραύματος διακείμενος εἰς τὴν μεγαλόπολιν εἰσελήλυθεν. ἐπεβούλευε δὲ τῷ κουροπαλάτῃ Μιχαὴλ, ᾧ Ῥαγγαβὲ τὸ ἐπώνυμον, γαμβρῷ αὐτοῦ ὄντι ἐπὶ Προκοπία τῇ ἀδελφῇ, βουλόμενος τὴν βασιλείαν τῇ ἑαυτοῦ συμβίῳ καταλιπεῖν. γνόντες δὲ τὴν τοῦ Σταυρακίου μελέτην οἱ τῆς συγκλήτου βουλῆς, καὶ τοὺς περιλειφθέντας ἐκ τῶν ταγμάτων ἀθροίσαντες, κατ᾿ ὄρθρον ἤδη τῆς νυκτὸς οὔσης ἀναγορεύουσι τὸν Κουροπαλάτην Μιχαὴλ αὐτοκρά τορα· [*](C) καὶ αὐτίκα τὴν κόμην κειράμενος ὁ Σταυράκιος περιβολὴν ἑαυτῷ μοναχικὴν περιέθετο.

Ὁ δὲ Μιχαὴλ μεθ᾿ ἡμέραν εἰς τὴν μεγάλην ἐκκλησίαν παραγενόμενος ὑπὸ τοῦ πατριάρχου Νιτεταινίωτο βασιλικῷ διαδήματι, ἀπαιτηθεὶς παρ᾿ αὐτοῦ πρότερον ἔγγραφον ἐπαγγελίαν τοῦ μή τι παρακινῆσαι τῶν τῆς ἐκκλησίας θεσμῶν μηδ᾿ ἐν

375
αἵμασι χρανθῆναι χριστιανῶν. μετὰ δέ τινας ἡμέρας καὶ τὴν τοῦ βίου κοινωνὸν Προκοπίαν Αὐγούσταν ἀνηγόρευσέ τε καὶ ἔστεψεν, εὐσεβής τε τυγχάνων τὴν γνώμην τ’ ἑ ἐλευθέριος. τούς τε πρὸς τοῦ Νικηφόρου ἠδικημένους καὶ τὰς συζύγους τῶν ἐν τῷ πολέμῳ πεσόντων στρατιωτῶν παρεμυθήσατο χρημάτων διανομαῖς. καὶ τὴν γαμετὴν δὲ Σταυβακίου [*](D) Θεοφανὼ καρεῖσαν τὴν κόμην καὶ μέλαιναν ἐνδυσαμένην στολὴν χρήμασι πολλοῖς ἐδωρήσατο, καὶ οἶκον εἰς κατοικίαν αὐτῇ προσαπένειμεν, ὃν εἰς μοναζουσὼν μετεποίησε καταγώγιον, ἔνθα καὶ ὁ Σταυράκιος τέθαπται) θανὼν ἐκ τῆς πληγῆς ἣν ὁ λόγος ἐδήλωσε, δύο μῆνας μόνους αὐταρχήσας ἐπὶ ἡμέραις ἴξ. ἥτις μονὴ ἐξ ἐκείνου ἐκλήθη τοῦ Σταυρακίου ὠνομασμένη, βαρβαριζομένου δὲ τοῦ ὀνόματος παρὰ τοῦ συρφετέδους ὄχλου λέγεται τὰ βράκα, παρά τινων δὲ τὴν ἀληθῆ κλῆσιν ἀγνοησάντων, μεταγόντων δὲ δῆδεν ταύτην πρὸς τὸ ἑλληνικώτερον, ὀνομάζεται τὰ Ἑβραικά. καθειργμένους δ’ εὑρὼν τοὺς τῆς μονῆς τοῦ Στουδίου ἡγεμονεύσαντας, τὸν Πλάτωνα λέγω [*](A) καὶ τὸν Θεόδωρον, ἀλλὰ μὴν καὶ τὸν τούτου ὁμαίμονα μόνα Ἰωσὴφ τὸν τῆς Θεσσαλονίκης ἀρχιεπίσκοπον καὶ τῶν τῆς εἰρημένης μονῆς μοναχῶν τοὺς λογίμω τέρους, ὡς μὴ κοινωνοῦντας, καθώσπερ ἱστόρηται, τῷ πατριάρχῃ καὶ τῇ ἐκκλησίᾳ, ἔσπευσεν ἑνῶσαι αὐτοὺς καὶ μέντοι καὶ ἥνωσε. καὶ τὸν υἱὸν δὲ Θεοφύλακτον ὁ βασιλεὺς οὗτος τῆς βασιλικῆς ἠξίωσε κλήσεως καί οἱ διὰ τοῦ πατριάρχου διάδημα περιέθετο. εἶτα κατὰ Βουλγάρων ληιζομένων τὴν Θρᾳκᾡαν μοῖραν ἐκστρατεύσας στασιάσαντα κατ’ αὐτοῦ τῶν ταγμάτων τινά, ὡς καὶ ὕβρεις χωρῆσαι κατὰ τὸ προφανές, λόγοις μειλιχίοις καὶ δώροις φιλοτίμοις [*](B)
376
κατηύνασε καὶ εἰς τὰ βασίλεια ἐπανέζευξεν. ἀνακαινίσαι δὲ ζητούντων πολλῶν τὴν κατὰ τῶν σεπτῶν εἰκόνων μανίαν, τινὰς συλλαβὼν καὶ μετρίως πως αἰκισάμενος, δι’ αὐτῶν καὶ τοὺς λοιποὺς κατεπτόησε καὶ παύσασθαι παρεσκεύασε. μοναχὸν δέ τινα εὐλαβείας τάχα σκηνὴν ἐνδεικνύμενον εὑρηκώς, εἰκόνα τῆς θεομήτορος ἀποξέσαντα τῆς γλώσσης ἀφείλετο. τῶν Ἀγαρηνῶν δὲ τὴν ἑῴαν αὖθις ληιζομένων, ὁ τῶν Ἀνατολικῶν στρατηγὸς ὁ Ἀρμένιος Λέων τούτοις συμβαλὼν ἀνεῖλέ τε περὶ δισχιλίους καὶ ἵππους καὶ ὅπλα εἰς πλῆθος ἐξ αὐτῶν ἐλαφυραγώγησε. Κροῦ- [*](C) μος δὲ ὁ τῶν Βουλγάρων ἄρχων διεπρεσβεύσατο πρὸς τὸν βασιλέα, εἰρήνην ζητῶν ἐπὶ συνθήκαις ταῖς ἐπὶ Θεοδοσίου τοῦ Ἀτραμυττηνοῦ καὶ Γερμανοῦ πατριάρχου. καὶ εἰ μὴ οὕτω τὴν εἰρήνην ὁ αὐτοκράτωρ αἱρήσεται, ἠπείλει κατὰ Μεσημβρίας χωρῆσαι, καὶ τοῦ τῶν χριστωνύμων ὀλέθρου αἴτιον εἶναι τὸν μὴ τὴν εἰρήνην αἱρούμενον. ἀλλὰ συμβουλῇ τῶν περὶ αὐτὸν τὰς σπονδὰς ἐπὶ ταῖς συνθήκαις ἐκείναις ὁ βασιλεὺς οὐ προσήκατο, καὶ ὁ Κροῦμος κατὰ Μεσημβρίας ἐχώρησεν, ἑλεπόλεις ἐπαγόμενος. Ἄραψ γάρ τις μηχανικὸς καὶ περὶ ταύτας δεξιὸς προσῆλθε τῷ Νικηφόρῳ ποτὲ καὶ τῷ θείῳ [*](D) βαπτίσματι τελεσθείς, μὴ τυχὼν δὲ προνοίας ἀξιο- λόγου διὰ τὴν ἐκείνου γλισχρότητα, εἶτα καὶ ἐπεγκαλέσας ἐκείνῳ διὰ τὸ ἀπρονόητον, ἐτύφθη σφοδρότατα. ἐξ ἀπονοίας οὖν τοῖς Βουλγάροις προσκεχωρήκει, καὶ δι’ αὐτοῦ πᾶσαν οἱ βάρβαροι μηχανὴν ἐργάζεσθαι μεμαθήκασιν. οὕτως οὖν εὐπορήσαντες ἑλεπόλεων, οὐκ ἐχρόνισαν εἰς τὴν τοῦ κατὰ Μεσημβρίαν ἄστεος πόρθησιν. τοῦ δὲ βασιλέως τὸν πατριάρχην μετακαλεσαμένου καὶ τῶν ἀρχιερέων τινὰς
377
καὶ προθεμένου βουλὴν περὶ τῶν μετὰ Βουλγάρων σπονδῶν καὶ εἰ χρὴ ἐκδοῦναι τῷ Κρούμῳ τοὺς ἐκεῖθεν Ῥωμαίοις προσπεφευγότας, καὶ τοῦτο γὰρ πρὸς τοῖς ἄλλοις ἐπὶ ταῖς σπονδαῖς ἐζήτει ὁ βάρβαρος, ὁ μὲν πατριάρχης καὶ οἱ ἀρχιερεῖς συνεβούλευον ἐκδοθῆναι [*](A) τοὺς πρόσφυγας, κρεῖσσον κρίνοντες εἶναι παθεῖν μετρίους τινὰς ἢ πλήθη πάσχειν ἀνάριθμα. οἱ δὲ περὶ τὸν βασιλέα καὶ ὁ Στουδίτης Θεόδωρος τὰς σπονδὰς ἀπηγόρευον, λέγοντες μὴ δεῖν ἐκδιδόναι τοὺς πρόσφυγας. αἱ μὲν οὑν πρὸς τοὺς Βουλγάρους σπονδαὶ ἐντεῦθεν κεκώλυντο. ἦν γὰρ ὁ αὐτοκράτωρ οὗτος τὸν μὲν τρόπον χρηστὸς καὶ τὴν πίστιν ὀρθός, περὶ δὲ πραγμάτων οἰκονομίαν νωθὴς καὶ τοῖς ὑπερέχουσι τῶν ἀρχόντων ὅπῃ ἂν ἄγοιτο ῥᾳδίως ἑπόμενος.

Κομήτης δὲ ἀστὴρ ἐφάνη τότε σχηματισθεὶς εἰς εἴδη διάφορα, ὧν λέγεται εἷναι καὶ ἀνθρώπου σχῆμα χωρὶς κεφαλῆς. οἱ Βούλγαροι μέντοι τῆς Μεσημβρίας κρατήσαντες πολλὰ ἐν ταύτῃ εὑρήκασι, B μετὰ τῶν ἄλλων δὲ καὶ τοῦ ὑγροῦ πυρὸς οὐκ ἐλάχιστον. αἰχμαλώτων δ’ ἐπανελθόντων τινῶν, μαθὼν ἐκ τούτων ὁ βασιλεὺς βούλεσθαι τὸν Κροῦμον τὴν Θρᾴκην ληίσασθαι, ἐξῆλθε τῆς πόλεως. ὅθεν οὐδὲν ὧν ἐμελέτα δράσας ὁ βάρβαρος, ἀλλὰ καὶ πολλοὺς τῶν οἰκείων ἀποβαλὼν ὑπενόστησε· καὶ ὁ βασιλεὺς τὰς Ῥωμαϊκὰς δυνάμεις πάντοθεν συναθροίσας εἰς Θρᾁκην αὖθις ἐξῆλθε, σὺν ἑπομένης αὐτῷ καὶ τῆς Αὐγούστας ἄχρι τῶν Κιδόκτου. ὅθεν δυσχερᾶναν τὸ στρατιωτικὸν ἐλοιδορεῖτο τῷ αὐτοκράτορι. εἶτα ἡ μὲν Αὐγουστα ἐπανελήλυθεν, ὁ δὲ Μιχαὴλ περιεπόλει τὴν Θρᾴκην, μηδέν τι πράττων στρατηγικὸν ἤ τι κατὰ τῶν ἐναντίων οἰκονομούμενος· καὶ ἦσαν τοῖς [*](C)

378
τῆς χώρας οἰκήτορσι τὰ στρατεύματα οὐχ ἧττον τῶν βαρβάρων εἰς προνομήν. καὶ ὁ Κροῦμος δὲ τῶν οἰκείων ἀπάρας ἠθῶν ταῖς βασιλικαῖς παρεστρατοπεδεύσατο τάξεσι. μάχης οὖν συγκροτηθείσης ἡττῶνται Ῥωμαῖοι, τοῦ στρατηγοῦ τῶν Ἀνατολικῶν Λένοτος τοῦ ἐξ Ἀρμενίων αἰτίου τῆς ἥττης γεγενημένου. οὗτος γὰρ τῆς βασιλείας ἐρῶν καὶ πρὸς τὴν στρατιὰν διαβάλλων τὸν Μιχαὴλ ὡς ἄνανδρόν τε καὶ ἀστρατήγητον, ἄρτι τοῦ πολέμου συγκροτηθέντος, τὰ ὑπ’ αὐτὸν τάγματα ἕπεσθαί οἱ ἐγκελευσάμενος λιποτακτήσας ἀπῄει φυγάς. τοῦτο καὶ τοὺς ἄλλους ἔτρεψεν εἰς φυγήν, ὥστε τὸν Κροῦμον μηδὲ πιστεύειν τῷ γινο- [*](D) μένω διὰ τὸ λίαν παράλογον, ἀλλὰ λόχον ἡγεῖσθαι τοῦτο καὶ τοὺς ἀμφ’ αὐτὸν ἐπισχεῖν. ὡς δὲ ἐώρα τοὺς Ῥωμαίους φεύγοντας ἀκόσμως καὶ ἀκρατῶς, τότε τοῖς οἰκείοις διώκειν ἐγκελευσάμενος φόνον πλεῖστον εἰργάσατο στρατιωτῶν τε καὶ στρατηγῶν. μόλις δ’ ὁ βασιλεὺς εἰς τὴν Κωνσταντίνου μετ’ ὀλίγων τινῶν φυγῇ διασώζεται, τοῦ χάρακος καὶ τῆς σκηνῆς τῆς βασιλικῆς γεγονότων τοῖς βαρβάροις διάρπαγμα. ἐντεῦθεν ὁ Λέων ἀδείας δραξάμενος, καὶ τοὺς κοινωνοὺς τῶν βουλευμάτων αὐτῷ διασπείρας εἰς τὰ περιλειφθέντα τῶν στρατευμάτων λέγοντας ἐξ ἀφελείας τῶν κρατούντων ἡττᾶσθαι Ῥωμαίους καὶ δεῖσθαι τὰ πράγματα γενναίου ἀνδρός, οἷος ὁ τῶν Ἀνατολικῶν στρατηγὸς Λέων ἐστίν, εἰς στάσιν τοὺς στρατιώτας ἠρέθισε, καὶ τὸν μὲν βασι- [*](A) λέα κακῶς ἔλεγον, τὸν Λέοντα δὲ βασιλικῆς εὐφη- A μιᾶς ἠξίουν, τὴν ἐκείνου περιστάντες σκηνήν. ἀκ- κιζομένου δ’ αὐτοῦ καὶ παραιτουμένου δῆθεν τὴν αὐταρχίαν, ὁ τραυλὸς Μιχαὴλ τάγματος ἄρχων, τὸ ξίφος σπασάμενος, τοῦτο δὲ καὶ ἄλλοις ποιεῖν ὑπο-
379
θέμενος τῆς συνωμοσίας μετέχουσι, πείθουσι τάχα καὶ ἄκοντα τὴν ἀνάρρησιν τὸν Λέοντα δέξασθαι. ὡς οὖν ἠγγέλη ταῦτα τῷ Μιχαήλ, εὐθὺς οὔτε πρὸς ἀντικατάστασιν ὥρμησεν οὔτε τῆς βασιλείας ἀντιποιήσασθαι ἐδοκίμασεν, ἀλλὰ τὰ τῆς βασιλείας παράσημα τῶ Λέοντι ἐξαπέστειλεν. ἐλθόντος δ’ ἐκείνου εἰς τὰ βασίλεια, ὁ Μιχαὴλ ἅμα τῇ συζύγῳ καὶ τοῖς παισὶ πρὸς τὸν ἐν τῷ Φάρῳ ναὸν ἱκέτης εἰσέδραμεν. ἀποσπασθέντες δ’ ἐκεῖθεν, ὁ μὲν Μιχαὴλ εἰς τὴν Πρώτην [*](C) λεγομένην νῆσον ἀπάγεται, καὶ μοναχὸς γεγονὼς ἐκεῖ κατεβίω. τὸν δὲ παῖδα τούτου τὸν Θεοφύλακτον, ὃς καὶ ἀναρρήσεως, ὡς ἔφημεν, κατηξίωτο, τῶν παιδογόνων μορίων ἀφείλετο καὶ σὺν τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς ὑπερορίους ἐποίησε.

Τῷ μὲν οὖν Μιχαὴλ ἐς τοῦτο τὰ τῆς ἀρχῆς ἐτελεύτησεν, ἐνιαυτοὺς βασιλεύσαντι δύο. ὁ δὲ Λέων εἰς τὰ βασίλεια εἰσελθὼν αὐτίκα ἐκδυσάμενος ὃ περιέκειτο φάρος τῷ τραυλῷ Μιχαὴλ ἐνεχείρισε, κὰκεῖνος εὐθὺς αὐτὸ ἠμφιάσατο, ὃ πολλοῖς σημεῖον ἐκρίθη τοῦτον μέλλειν ἔσεσθαι τῷ Λέοντι τῆς βασιλείας διάδοχον. οὐ τοῦτο δὲ μόνον τῆς διαδοχῆς σημαντικὸν τοῦ κράτους συνέβη τῷ Μιχαήλ, ἀλλὰ [*](D) καὶ ὄπισθεν τοῦ Λέοντος πορευόμενος βασιλικὴν ἐσθῆτα μεταμφιασαμένου, τὸ ταύτης πεπάτηκε κράσπεδον· τοῦτο καὶ τῷ Λέοντι οὐκ ἀγαθὸν οἰώνισμα ἔδοξε. τούτοις δὲ καὶ ἀμφοῖν ἡ βασιλεία προείρητο. ὁ γὰρ ἄνωθι ῥηθεὶς Βαρδάνιος ὁ στρατηγὸς καὶ πατρίκιος πρὸ τοῦ τυραννίδι ἐπικεχειρηκέναι, στρέφων αὐτὴν κατὰ νοῦν, εἴς τινα μοναχὸν ἐν τῷ Φιλομηλίῷ ἀσκούμενον καὶ προλέγειν τὰ μέλλοντα πιστευόμενον ἀπελθών, ἐκείνῳ τὸ ἀπόρρητον ἀνεκάλυψε, καὶ εἰ ἔσται αὐτῷ ἐπιτελὲς τὸ βούλευμα ἐπυνθάνετο.

380
ὁ δὲ ἀπηγόρευσεν αὐτῷ τὴν ἐγχείρησιν, φάμενος ὡς οὔτε τεύξῃ τοῦ ἐφετοῦ καὶ στερηθήσῃ καὶ τῆς περι- [*](D) οὐσίας καὶ τοῦ φωτός. ἐπὶ τούτοις ὁ μὲν ἀπῄει περίλυπος. ὁ Λέων δ’ οὗτος καὶ ὁ τραυλὸς Μιχαὴλ καί τις ἕτερος Θωμᾶς αὐτῷ τὸν ἵππον παρέστησαν. ἄνωθεν δὲ προκύψας ὁ μοναχὸς καὶ τούτους ἰδών, μετακαλεῖται τὸν στρατηγὸν καί φησι “σοὶ μέν, ὡς εἴρηκά σοι, οὐ δίδωσιν ὁ θεὸς τῆς βασιλείας τυχεῖν· τῶν δὲ τὸν ἵππον σοι παραστησάντων τοὺ ’ς δύο, τὸν Λέοντα καὶ τὸν Μιχαήλ, ἴσθι καὶ ἄμφω τῆς βασιλείας κρατήσοντας. ὁ δ’ ἕτερος ἐπιχειρήσει μὲν καὶ ἑαυτῷ περιθήσει διάδημα, οὐ τεύξεται δὲ τῶν κατὰ σκοπόν, ἀλλ’ ἀπολεῖται κακῶς.” ὁ μὲν οὖν ταῦτα προείρηκεν. ὁ δὲ Βαρδάνιος ἀπιστήσας αὐτῷ τυραννίδι ἐπικεχείρηκε· τὸ δ’ ὅπως οὐκ ἔτυχε τῆς βα- [*](A) διλείας, ἀλλὰ καὶ ἐξεκόπη τὰ ὄμματα καὶ τοῦ πλού- του ἐστέρητο, ἤδη μοι προιστόρηται. βασιλεύσας δὲ ὁ Λέων τὸν Μιχαὴλ μὲν τὸν τραυλὸν πατρίκιον ἐτίμησε καὶ κόμητα τῆς τῶν ἐξκουβίτων σχολῆς, τὸν δέ γε Θωμᾶν, ὃς καὶ αὐτὸς ἦν εἶς τῶν τῷ Βαρδανίῳ τότε τὸν ἵππον· παραστησαμένων, τουρμάρχην τοῦ τάγματος τῶν φοιδεράτων προεχειρίσατο. τῶν μέντοι Βουλγάρων τὴν Θρᾴκην ληιζομένων, διεπρεσβεύσατο πρὸς τὸν αὐτῶν ἀρχηγὸν ὁ Λέων περὶ σπονδῶν. ὁ δὲ τῇ νίκῃ τῇ ἔναγχος ὀγκωθεὶς τὴν πρεσβείαν τὴν περὶ τῶν σπονδῶν οὐ προσήκατο. οὐκοῦν ἐξεστράτευσεν ὁ βασιλεὺς κατ’ αὐτοῦ, καὶ αὖθις ἡ νίκη τοῖς βαρβάροις ἐπεμειδία, καὶ εἰς φυγὴν ἀπιδόντων Ῥωμαίων, ἐδίωκον οἶ βάρβαροι ὄπισθεν καὶ καταφρονητικῶς διακείμενοι οὐ κατὰ κόσμον οὐδ’ εὐσυντάκτως ἐδίω- [*](B) κον, ἀλλὰ ἄλλοσ’ ἑ ποι ἄλλοι σκεδαννύμενοι. τοῦτο κατανοήσας ὁ βασιλεύς, ἔτυχε γὰρ ἐπὶ μετεώρου
381
τόπου ἑστώς, καὶ τοὺς περὶ αὐτὸν λόγοις παραθήξας παρακλητικοῖς καὶ παρορμήσας εἰς πόλεμον ἐπεισέφρησε κατὰ τῶν βαρβάρων μετὰ γενναίου ψυχῆς παραστήματος, καὶ τῇ ἀθρόᾳ μεταβολῇ δείματι τοὺς πολεμίους ἐνέβαλε πανικῷ, καὶ ἀνῄρηντο μὲν πλείους, ᾐχμαλώτιστο δὲ καὶ πλῆθος πολύ, μικροῦ δὲ καὶ αὐτὸς ὁ Κροῦμος ἀνῄρητο ἂν βληθεὶς καὶ τοῦ ἵππου ἐκπεπτωκώς, εἰ μὴ περιστάντες αὐτὸν οἱ περὶ αὐτὸν καὶ συνησπικότες εἰς ἵππον ἀνέβαλον ἕτερον, καὶ οὕτως ᾤχετο ἀποδράς. ἐντεῦθεν ὁ βασιλεὺς τροπαιοφόρος κατέλαβε τὰ βασίλεια, καὶ λείαν ἄγων πολλὴν οὐ πολὺ τὸ ἐν μέσῳ καὶ τῆς κατὰ τῶν σεβασμίων εἰκόνων λύττης ἀπήρξατο· ὅθεν δὲ τῇ μανίᾳ [*](C) ταύτῃ γέγονε κάτοχος αὐτίκα δὴ διηγήσομαι. τῷ ἤδη ῥηθέντι μοι μοναχῷ, ὃς περὶ ἑαυτοῦ ὡς μέλλει τῆς βασιλείας ἔσεσθαι ἐγκρατὴς προηγόρευσε, τῆς προρρήσεως ἀποτιννὺς ἀμοιβήν, δῶρα ἐκπέμπει διά τινος τῶν οἰκειοτάτων αὐτῷ. ὁ δὲ πεμφθεὶς οὐκ ἐκείνῳ ἐνέτυχεν, ἔφθη γὰρ ὁ μοναχὸς ἐκεῖνος τὴν ζωὴν μεταθέμενος, ἕτερον δ᾿ εὑρηκὼς τῇ ἐκείνου κοτοικίᾳ σκηνούμενον, ὡς ἐκείνῳ, μὴ γινώσκων τὸν ἄνδρα, τούτῳ προσεληλύθει. ὁ δέ, ἦν γὰρ τὰ τῶν εἰκονομάχων πρεσβεύων καὶ τῆς αἱρέσεως διάπυρος ἐραστής, οὔτε τὰ δῶρα προσήκατο καὶ τὴν τούτων κομιστὴν ἀπεπέμψατο, ἐξ εἰδώλων προσκυνητοῦ μή τι λαβεῖν ἀνέχεσθαι φάμενος καὶ τῆς βασιλείας καὶ [*](D) τῆς ζωῆς διὰ βραχέος ἐπαπειλῶν τῷ βασιλεῖ στέρησιν, εἰ μὴ τοῦ προσκυνεῖν τοῖς εἰδώλοις ἀπόσχοιτο, τὰς σεπτὰς εἰκόνας οὕτω καλῶν. ταῦτα παρὰ τοῦ σταλέντος ἀγγελθέντα τῷ Λέοντι ἔμφροντιν αὐτὸν πεποιήκασι, καὶ κοινοῦται τὰ μηνυθέντα τῶν οἱ συνήθων τινὶ τῷ Μελισσηνῷ Θεοδότῳ, ὅς τοῖς εἱκονο-
382
μάχοις αἱρεσιώτης ἐτύγχανεν ὤν. δόλῳ τοίνυν ἐκεῖνος τὸν Λέοντα μέτεισι, καί τινα μοναχὸν ἑαυτῷ γινώσκων ὁμόδοξον, τούτῳ συνεβούλευε κοινώσασθαι τὴν ὑπόθεσιν, καὶ ὃ ἂν ἐκεῖνος ὑπόθηται, τοῦτο ποιῆσαι· εἶναι γὰρ τὸν ἄνδρα μεστὸν χαρίτων πνευματικῶν καὶ προορῶντα τὰ μέλλοντα καὶ προλέγοντα. ὡς οὖν εἶδε τὸν Λέοντα βασιλέα συνθέμενον τοῖς λόγοις αὐτοῦ, ἄπεισι πρὸς τὸν μοναχὸν ὁ [*](A) Θεόδοτος, καὶ προλέγει αὐτῷ τὴν ὡς αὐτὸν τοῦ βασιλεύοντος ἐν ἰδιώτου σχήματι ἄφιξιν, καὶ ὅτου χάριν ῥὶν ἐλεύσεται, καὶ μυσταγωγεῖ τοῦτον ὅσα τῷ βασιλεῖ διαλέξεται. διαλέξεται. εἶτα νυκτὸς ἄπεισιν ὁ βασιλεὺς πρὸς τὸν μοναχὸν μεταμφιασάμενος, ἔνα μὴ διαγνωσθείη ὢν βασιλεύς· συμπαρῆν δέ οἶ καὶ ὁ Θεόδοτος. ὁ δὲ μοναχὸς ἐκεῖνος, οἷα δῆθεν προμυηθεὶς ἐκ τοῦ πνεύματος τὸ πλαττόμενον, ὡς βασιλέα προσεῖπε τὸν Λέοντα, καὶ “μὴ κρύπτε σου” φησί ‘τὸ ἀξίωμα μηδ’ ἀπατᾶν θέλε τὴν ἡμῶν οὐθενότητα. ἴσθι δὲ μὴ περὶ τὸ σέβας ὀρθῶς διακείμενος, ἀλλ’ ἄντικρυς εἰδωλολατρῶν καὶ αὐτὸς καὶ ἅπαν σοι τὸ ὑπήκοον. B εἰ μὲν οὖν περιαιρήσεις τὰ εἴδωλα τῶν ἐκκλησιῶν, ἔσται σοι καὶ ἡ ζωὴ καὶ ἡ βασιλεία πολυετής τε καὶ εὐτυχής· εἰ δὲ μὴ τοῦτο, ἀλλ’ ἔλπιζε ταχεῖαν τὴν στέρησιν καὶ ἀμφοῖν, καὶ πρὸς ταύτῃ σε κολάσεις αἰώνιοι διαδέξοντα.” καὶ ὁ μὲν εἴρηκε ταῦτα. ὁ δὲ Λέων θαυμάσας τὸν μοναχὸν τῆς δῆθεν προγνώσεως, οὐδὲ γὰρ ἔγνω τοῦ Θεοδότου τὸ τύρευμα, ἥλω τοῖς ἐκείνου λόγοις καὶ κατὰ τῶν θείων ἐκτυπωμάτων σφοδρότατα ἔπνευσε, δόγματι τούτων πάντοθεν καθαίρεσιν καταψηφισάμενος. ἤθελε μέντοι καὶ τὸν πατριάρχην ἔχειν ὁμόψηφον. ὁ δὲ καὶ ἀντέλεγεν ἰσχυρῶς, καὶ ἀσεβὲς ἐξήλεγχε τὸ δόγμα καὶ λόγοις
383
καὶ γράμμασιν· ὁ θειότατος οὗτος ἦν Νικηφόρος. [*](C) διὸ καὶ ὑπερορίαν αὐτοῦ κατακρίνει. λέγεται δὲ προαισθέσθαι τοῦ Λέοντος τὸ κακότροπον ὁ ἀοίδιμος Νικηφόρος, καὶ ὡς ἔσται τοῖς ὀρθοδόξοις σκόλοψ καὶ κυδοιμοῦ ταῖς ἐκκλησίαις λαβή. ἐν γὰρ τῷ περιτιθέναι τῇ αὐτοῦ κεφαλῇ τὸ διάδημα δόξαι ἀκάνθας ἐμπαγήναι αὐτοῦ τῇ χειρί. ὁ μὲν οὖν ἀπήγετο πρὸς Προικόννησον ὑπερόριος. ὁ δὲ τοῦ μεγάλου ἀγροῦ καθηγούμενος ὁ ὁμολογητὴς Θεοφάνης τῷ πνεύματι τὴν ἐκείνου δίοδον ἐγνωκός, οὐ γὰρ ἐώρα τὸν ἅγιον, κηροὺς ἀνάψας καὶ θυμιῶν ἐδεξιοῦτο αὐτόν· κἀκεῖνος αὖθις ἐκ τῆς νηὸς προσκυνήμασιν [*](D) ἠμείβετο τὸν προπέμποντα, μήθ᾿ ὁρῶν μήτε μέντοι ὁρώμενος. θαυμαζόντων δὲ τῶν σύμπλων τῷ πατριάρχη καὶ πυθομένων τίνι τὰς προσκυνήσεις ἀφοσιοῖ, ἐκεῖνος ἔφη τῷ ὁμολογητῇ Θεοφάνει τῷ τοῦ Μεγάλου ἀγροῦ καθηγητῇ, προειπὼν τὴν ὁμολογίαν· οὔπω γὰρ ἔφθη τότε ταύτης ἀξιωθείς.

Ἐκβληθέντος δ᾿ οὕτω τῆς ἐκκλησίας τοῦ σεπτοῦ Νικηφόρου ὁ Μελισσηνὸς ἀντεισήχθη Θεόδοτος, ᾧ διώνυμον τὸ ἐπώνυμον· ἐλέγετο γὰρ καὶ Κασσιτηρᾶς. ὅθεν δὲ γνωστὸς τῷ Λέοντι γέγονεν οὐ χρεὼν καταλιπεῖν ἀνιστόρητον. τοῦ Μιχαὴλ τοῦ Ῥαγγαβὲ βασιλεύοντος γύναιόν τι τῶν περὶ τὴν γυναικωνἰτιν [*](A) τῶν βασιλείων, κάτοχον μανίᾳ γινόμενον κατὰ τὰς σεληνιακὰς περιόδους, ἐβόα πρὸς τὸν αὐτοκράτορα “κάτελθε, τῶν ἀλλοτρίων ἐξίστασο”. τοῦτο δ᾿ οὐχ ἅπαξ, ἀλλὰ πλειστάκις ἐγίνετο, καὶ τὸν βασιλέα ἐτάραττε. συνήθει δὲ ὄντι τῷ Θεοδότῳ τούτῳ κοινοῦται τὰς τοῦ γυναίου βοάς, καὶ ὅς “ὅταν ληφθῇ” φησίν “ἡ γυνὴ τῇ μανίᾳ καὶ βοᾷ τὰ συνήθη, χρὴ ἐρωτᾶσθαι παρά του τίνι προσήκουσι τὰ βασίλεια καὶ

384
ὅπως ἐκεῖνος καλοῖτο ἤ οἷός ἐστι τὴν μορφὴν καὶ εἴ τι ἄλλο ἐκείνῳ πρόσεστι γνώρισμα.” ἔδοξεν οὖν συμβουλεύειν καλῶς· καὶ αὐτὸς πιστεύεται τὴν ἐρώτησιν· καὶ ἡ παιδίσκη μανεῖσα πάλιν ἐβόα κατὰ τὸ [*](B) σύνηθες. ὁ δὲ ἠρώτα. κἀκείνη καὶ τοὔνομα τοῦ Λέοντος ἀπεφοίβασε καὶ τὴν ἰδέαν καὶ ὅτι εἰ ἄρτι κατὰ τὴν ἀκρόπολιν ἀπελεύσῃ, ἄνδρε σοὶ διττὼ συναντήσονται, καὶ θατέρῳ τούτων, ὃν ἡμίονος φέρει, προσήκουσι τὰ βασίλεια. τούτων ἀκούσας ὁ Θεόδοτος οὐδὲν μὲν τῷ βασιλεῖ πεποίηκεν ἔκπυστον, ἀλλὰ μανίας ἔλεγεν εἶναι ῥήματα τὰ τῆς παιδίσκης, μή τι σαφὲς προμηνύοντα. αὐτὸς δὲ πορευθεὶς κατὰ τὴν ἀκρόπολιν, καὶ τῷ Λέοντι ἐντυχὼν καὶ τὰ γνωρίσματα, ἃ τὸ γύναιον εἰρήκει, φωράσας, ἰδίᾳ τὸν ἄνδρα παραλαβὼν καὶ πίστεις δεδωκώς τε καὶ εἰληφώς, προμηνύει τὴν βασιλείαν αὐτῷ, ὡς ἐξ ἐπιπνοίας θειοτέρας αὐτὴν μυηθείς, καὶ ᾔτει μετὰ τὴν ἔκβασιν [*](C) κείσεσθαί οἱ μισθὸν τῆς προρρήσεως. οὗτος ὁ τρόπος ἐγνώρισε καὶ ᾠκείωσε τῷ Λέοντι τὸν Θεόδοτον, καὶ ἔσχεν εἰς ἀντάμειψιν τῆς προρρήσεως μετὰ τὸν ὢ ἱερὸν Νικηφόρον τὸν θρόνον τῆς Κωνσταντινουπόλεως. ὢ θεοῦ κριμάτων ἄβυσσος ἀκατάληπτος. μετὰ τίνα τίς; ἄρτι δ’ ἀναξίως τῆς ἱερὰς καθέδρας ἐπιβὰς ὁ ἀνόσιος, ἐπεὶ σύμπνουν καὶ τὸν κρατοῦντα ἐκέκτητο, πεπαρρησιασμένως τὴν κατὰ τῶν ἁγίων εἰκόνων τόλμαν μετεχειρίζετο. καὶ ὁ Λέων δὲ ὡς θηρίον τοῖς τὰς σεπτὰς στηλογραφίας τιμὰν ἐθέλουσι προσεφέρετο. ἠγρίαινε γὰρ τοῦτον αὐτός τε ὁ Θεόδοτος καὶ ὁ τῶν τῷ βασιλικῷ κοιτῶνι κεκληρωμένων [*](D) τηνικαῦτα ὢν χορολέκτης, ὃν πρωτοψάλτην καλεῖν παρέλαβεν ἡ συνήθεια. οὕτως γὰρ τῆς τῶν εἰκονομάχων αἱρέσεως τὴν θολερὰν ἀνατροπὴν εἰς κόρον
385
πιὼν ἠρέθιζε τὸν βασιλέα πανταχόθεν τὰς εἰκόνας περιελεῖν. καί ποτε τῶν τοῦ Ἠσαίου θείων φωνῶν ἀναγινωσκομένων ἐπ’ ἐκκλησίας, αἳ λέγουσι “τίνι ὡμοιώσατε κύριον; μὴ εἰκόνα ἐποίησε τέκτων ἢ χρυσοχόος ὁμοίωμα κατεσκεύασεν αὐτῷ” καὶ τὰ ἐφεξῆς, προσελθὼν τῷ βασιλεῖ πρὸς οὖς ἔφη “πρόσχες τῷ προφήτῃ, ὦ δέσποτα, καὶ τούτῳ πείθου.” ἐντεῦθεν ἀπηρυθριασμένως ὁ Λέων τῆς αἱρέσεως εἴχετο, καὶ τοὺς μὴ τῇ ἀσεβείᾳ αὐτοῦ ὑποκύπτοντας διασπαράσσειν καὶ λαφύσσειν ἠπείγετο· βαρὺς δὲ [*](A) καὶ ἄλλως καὶ ἀπαραίτητος τὴν ὀργὴν τοῖς πταίουσιν ἦν καὶ ἐπὶ μετρίοις πταίσμασι βαρείας κολάσεις ἀποφαινόμενος. τοιοῦτος μὲν ἦν ὁ Λέων περὶ τοὺς εὐσεβεῖς καὶ τοὺς ἄλλως προσκεκρουκότας αὐτῷ. τέως δ’ οὖν περὶ τὴν τῶν κοινῶν διοίκησιν οὐ νωθὴς ἦν, ἀλλὰ καὶ λίαν ἐγρήγορε καὶ τοὺς ἀδικοῦντας ἀνέστελλε. δεηθέντος γοῦν τινος, ὡς τοῦ γυναίου αὐτοῦ παρά του τῶν τῆς συγκλήτου ἁρπαγέντος, προσθεμένου δὲ καὶ τῷ ἐπάρχῳ προσελθεῖν, μὴ μέντοι τυχεῖν ἐκδικήσεως, ἐπεὶ τὸ ἔγκλημα ἀποδέδεικτο, τὸν μὲν ἔπαρχον ἔπαυσεν εὐθὺς τῆς ἀρχῆς, τὸν δὲ τὴν ἁρπαγὴν πλημμελήσαντα ἐξέδοτο νομίμως κολασθησόμενον. ἄρχοντας δὲ καὶ στρατιωτικοὺς καὶ πολιτικοὺς [*](B) ἀριστίνδην προεχειρίζετο, καὶ τὰς τῶν ὑπὸ Ῥωμαίους ἐθνῶν ἡγεμονίας οὔτε χρημάτων ὠνίους προυτίθει οὔτε πρὸς χάριν ἐδίδου μὴ πρὸς ἀρχὰς πεφυκόσιν ἀνδράσιν ἢ χρημάτων ἥττοσι, καὶ τούτοις προδιδοῦσι τὸ δίκαιον.