Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Ἤδη δὲ τοῦ τῶν Οὐανδήλων πολέμου καταλυθέντος στέλλεται παρὰ τοῦ βασιλέως εἰς Ῥώμην, [*](A) ταύτην τε καὶ πᾶσαν αὐτῷ τὴν Ἰταλίαν παραστησό μένος, ὑπὸ Γότθων κατεχομένην, ὧν Θευδᾶτος ἦν ἡγεμών. τοῦτο μαθὼν ὁ Θευδᾶτος, Ἀγαπητὸν τὸν Ῥώμης μέγαν ἀρχιερέα, ἄνδρα θεσπέσιον, στέλλει [*](A) τῷ βασιλεῖ πρεσβευσόμενον. ὁ δὲ καταλαβὼν τὸ Βυζάντιον καὶ τῷ Ἰουστινιανῷ ἐντυχών, πρῶτον περὶ θεοῦ καὶ τῆς εἰς αὐτὸν διαλέγεται πίστεως, καὶ τὴν εἰς τὸν θρόνον τῆς νέας Ῥώμης ἀναγωγὴν Ἀνθίμου ὑπ’ αἰτίαν πεποίητο, ὅτι τε μὴ κανονικῶς ἐκ Τραπεζοῦντος, ἣ τῶν εἰς τὸν Πολεμωνιακὸν πόντον

280
κειμένων πόλεων τυγχάνει μητρόπολις, εἰς τὴν Κωνσταντινούπολιν μετήνεκτο, καὶ ὅτι καὶ τῆς Σευήρου κακοδοξίας μετέσχηκεν. ὁ δ’ αὐτοκράτωρ σπουδῇ τῆς βασιλίδος τὸν Ἄνθιμον τῆς ἀρχιερατικῆς ἀξιώσας καθέδρας τῆς Κωνσταντινουπόλεως, τῆς οἰκείας ἀντείχετο πράξεως. ἐνισταμένου δ’ ἔτι τοῦ θείου [*](B) Ἀγαπητοῦ, καὶ ἠπείλει αὐτῷ, κύριος εἶναι λέγων πράττειν ὃ βούλοιτο. ὡς δ’ ἐπεγέλα ἀπειλοῦντι τῷ βασιλεῖ ὁ ἀρχιερεύς, καὶ ἡδέως ἂν δέξασθαι τὴν σφαγὴν ἀντεπῆγε καὶ μακάριος εἶναι, εἰ τοιούτου τέλους ἀξιωθείη, ᾐδέσθη ὁ αὐτοκράτωρ, καὶ μεταβαλὼν ὑπὸ ζήτησιν τὴν πρᾶξιν καθίστησι. καὶ ἀντεῖπον μέν τινες τῶν ἀρχιερέων τῷ πάπα Ῥώμης Ἀγαπητῷ, τῇ βασιλίσσῃ χαριζόμενοι, παρ’ ἧς καὶ χρήμασιν ὑπεφθάρησαν. πάντων δ’ ἐκεῖνος τῇ ἀληθείᾳ συνηγορῶν ὑπερτέρησε, καὶ ὁ Ἄνθιμος τοῦ θρόνου τῆς Κωνσταντινουπόλεως ἐκβέβλητο, ἔτος ἒν ἀπολαύσας, αὐτοῦ τοῦ βασιλέως αἰδεσθέντος τὸν ἱερώ- [*](C) τατὸν πάπαν καὶ τὴν ἀλήθειαν. ἀντεισήχθη δὲ Μηνᾶς, ἀνὴρ εὐσεβέστατος, αὐχῶν μὲν πατρίδα τὴν κατ’ Αἴγυπτον Ἀλεξάνδρειαν, ἐκφὺς δ’ ἑνὸς τῶν ἐν ταύτῃ ἐπιφανῶν, καὶ λόγων οὐκ ὢν ἀνομίλητος, καὶ μάλιστά γε τῶν θειοτέρων. οὕτω δὲ τῆς ἀρχιερωσύνης Μηνὰς ὁ θεῖος τυχὼν ἣ μᾶλλον ἐκείνης εὐτυχησάσης αὐτόν, σύνοδον μερικὴν συγκροτεῖ σὺν τῷ πάπᾳ Ἀγαπητῷ, καὶ ἀναθέματι περιβάλλει Σευῆρον καὶ Εὐτυχῆ καὶ Πέτρον καὶ τὸν Ἁλικαρνασσέα Ἰουλιανὸν καὶ τὸν Ἄνθιμον ὡς ἐκείνοις ὁμόφρονα. ἔτι δ’ ἐν τῷ Βυζαντίῳ διάγων ὁ ἱερώτατος πάπας Ἀγαπητὸς μετήλλαξε τὴν ζωήν. ὁ μέντοι Μηνᾶς ἐπὶ δέκα καὶ ἕξ τὴν ἐκκλησίαν εὐσεβῶς [*](D) ἰθύνας ἔτη τὸν βίον κατέλυσε· καὶ ἀνήχθη εἰς τὴν
281
ἀρχιερατικὴν καθέδραν τῆς νέας Ῥώμης Εὐτύχιος, προστὰς ὀρθοφρόνως τῆς ἐκκλησίας ἐνιαυτοὺς δυοκαίδεκα. ἐφ᾿ οὗ καὶ ἡ πέμπτη συνήθροιστο σύνοδος τῶν ἑκατὸν ἑξήκοντα καὶ πέντε ἁγίων πατέρων, ὧν ἐξῆρχε Βιγίλιος πάπας Ῥώμης καὶ ὁ εἰρημένος Εὐτύχιος καὶ ὁ Ἀλεξανδρείας Ἀπολλινάριος. συνήθροιστο δὲ κατὰ Ὠριγένους καὶ τῶν ἀλλοκότων ἐκείνου δοξῶν καὶ τῶν τὰ ἐκείνου πρεσβευσάντων Διδύμου καὶ Εὐαγρίου, οἵτινες τῶν ψυχῶν προΰπαρξιν ἐδογμάτιζον καὶ τέλος τῆς κολάσεως ἔλεγον καὶ τῶν δαιμόνων εὶς τὸ ἀρχαῖον ἀποκατάστασιν καὶ ἕτερα [*](A) πλείονα, οὓς καὶ ἀναθέματι σὺν τοῖς αὐτῶν ὑπέβαλε δόγμασιν, ἀλλὰ καὶ τὸν Μοψουεστίας Θεόδωρον τὰ Νεστορίου φρονοῦντα, ἢ μᾶλλον ἐκείνου γεγονότα διδάσκαλον, καὶ τοῦ βασιλέως Ἰουστινιανοῦ παρόντος ἐν τῇ συνόδῳ, καὶ συνευδοκοῦντος οἶς οἱ θεῖοι πατέρες ἐκεῖνοι θεοφιλῶς ᾠκονόμησαν. ἀλλὰ ταῦτα μὲν ταύτῃ συνήνεκτο. ὁ Βελισάριος δὲ εἰς Ἰταλίαν ἐκπλεύσας πρῶτον μὲν πολιορκίᾳ λαμβάνει Νεάπολιν, εἶτα καὶ εἰς αὐτὴν τὴν Ῥώμην ἐπιδημήσας, ὁμοῦ μὲν δυνάμει, ὁμοῦ δὲ καὶ τῇ τῶν ἀστῶν εὐνοίᾳ, γέγονε καὶ ταύτης ἐντός· ὁ γὰρ τῶν Γότθων ἄρχων Θευδᾶτος ἐν Ῥαβέννῃ διάγων ἐτύγχανε. καὶ Μεδιόλανα δὲ ἡ πόλις κατεσχέθη παρὰ Ῥωμαίων. τῶν δὲ Γότθων [*](B) αὖθις πολιορκούντων αὐτὴν ὁ βασιλεὺς τὸν Ναρσῆν μετὰ δυνάμεως ἐπαρῆξαι τῷ Βελισαρίῳ ἀπέστειλεν. ἦν δὲ ὁ Ναρσῆς ἐκτομίας, ἄλλως μέντοι γενναῖός τε καὶ στρατηγικώτατος καὶ τοῖς κρατοῦσιν ᾠκειωμένος. ἀλλήλοιν οὖν μὴ συμφωνοῦντε τούτω τὼ διττὼ στρατηγώ, ὁ μὲν γὰρ Βελισάριος ἑαυτῷ τῶν κατορθωμάτων ἤθελε τὸ πᾶν ἐπιγράφεσθαι, ὁ δέ γε Ναρσῆς οὐκ ἠνείχετο ὑπ᾿ ἐκεῖνον τετάχθαι δοκεῖν, διῃρέθη-
282
σαν, καὶ ὁ μὲν ἄλλῃ, ὁ δ’ ἄλλῃ διετίθουν τὸν πόλεμον, διὸ καὶ ἐσφάλησαν ἴν τισι. τῶν γὰρ Μεδιολάνων οἱ ταῦτα φρουροῦντες βασιλικοὶ τῶν ἀναγκαίων ἔνδειαν προβαλλόμενοι τοῖς Γότθοις ἐξέστησαν, καὶ [*](C) τάχα καὶ εἰς μεῖζόν τι κακὸν ἐτελεύτησεν ἂν ἡ ἔρις ἀμφοῖν, εἰ μὴ ὁ βασιλεὺς τὸν Ναρσῆν διὰ γραμμάτων πρὸς ἑαυτὸν μετεστείλατο.

Ἐντεῦθεν μόνος αὖθις ὁ Βελισάριος στρατηγῶν πᾶσαν τὴν Ἰταλίαν καὶ τὰς αὐτῆς πόλεις ὑφ’ ἑαυτὸν ἐποιήσατο καὶ τοσοῦτον τοῖς βαρβάροις καὶ φοβερὸς καὶ ἐράσμιος γέγονεν ὡς τῆς σφῶν ἀρχῆς αὐτὸν ἀξιοῦν καὶ βασιλέα ἱκετεύειν αὐτὸν γενέσθαι σφῶν καὶ ἑαυτοὺς καὶ τὰ σφέτερα πάντα ἀνατιθεμένων αὐτῶ. ὁ δὲ “οὐκ ἄν ποτε ζῶντος Ἰουστινιανοῦ” ἔφη “βασιλεὺς αὐτὸς κληθῆναι ἀνέξομαι”, ὡς περὶ τούτων ὁ Καισαρεὺς Προκόπιος, αὐτῷ τότε συστρατευόμενος, ἔγραψεν. ἐντεῦθεν τοίνυν ἐπίφθονος [*](D) γεγονὼς διαβάλλεται πρὸς τὸν βασιλέα ὡς βασιλείας ἐρῶν, καὶ ὃς αὐτὸν ἐκεῖθεν μετεκαλέσατο ὡς εἰς τὴν ἑῴαν στρατεύσοντα καὶ τὸν Μηδικὸν ἐμπιστευθησόμενον μένον πόλεμον. τελευτᾷ μέντοι καὶ ἡ Αὐγοῦστα Θεοδώρα, ἐπιβιοῦσα τῇ βασιλείᾳ ἔτη εἴκοσι πρὸς ἑνὶ καὶ μησὶ τρισί. τῆς δὲ μεγάλης ἐκκλησίας ἀπαρτισθείσης ἤδη καὶ καθιερωθείσης, συνέβη πεσεῖν ἐκ σεισμοῦ τὴν πρὸς ἀνατολὴν μεγάλην σφαῖραν τοῦ τοιούτου ναοῦ, ἣ πεσοῦσα τό τε κιβώριον τῆς ἁγίας τραπέζης καὶ αὐτὴν ἐκείνην τὴν παναγῆ τράπεζαν καὶ τὸν ἄμβωνα συνέτριψεν, ὅθεν λέγεται καὶ τὸν τροῦλον προστάξει τοῦ βασιλέως καθαιρεθῆναι, καὶ [*](A) αὖθις ἀνεγερθῆναι ἐπὶ πόδας εἴκοσι καὶ πέντε με- [*](16 Προκόπιος] Gotth. 2, 30, p. 464, B.)

283
τεωρότερον καὶ καθιερωθῆναι παρὰ Εὐτυχίου πατριάρχου τὸ δεύτερον. ἐπὶ τούτου τοῦ βασιλέως καὶ τὸ κῆτος ἑάλω, ὃ εἰς πεντήκοντα καὶ ἐπέκεινα Βυζαντίοις ἠνώχλει ἐνιαυτούς, ὃ πορφύριον ἐκάλουν, οὐκ ἀεὶ μὲν φαινόμενον, ἀλλ᾿ ἐκ διαλειμμάτων. δ’ ἐφαίνετο, πολλὰς μὲν τῶν νηῶν ὑποβρυχίους ἐτίθει, πολλοῖς δὲ φθορᾶς αἴτιον ἀνθρώποις ἐγίνετο, καθ’ οὗ πολλαῖς μὲν ἐχρήσαντο μηχαναῖς, πᾶσαι δ’ ἔμενον ἄπρακτοι, ἑάλω μέντοι δελφῖνας διῶκον. οἱ μὲν γὰρ ἐκεῖνο φεύγοντες τῇ γῇ προσεπέλαζον, τὸ δὲ τὴν κατ’ ἐκείνων ὁρμὴν οὐκ ἀνέκοπτεν, ἕως ἄγχιστά πῃ τῆς γῆς γεγονὸς ἰλύι βαθείᾳ καὶ τελματώδει ἐμπέπτωκεν. ἔνθα δὴ τῷ πηλῷ προσεπέπλαστο καὶ τοῦ τέλματος οὔπως ἔτι ἀναδῦναι δεδύνητο. ὃ [*](B) τοῖς περιοίκοις γνωσθὲν ὥπλισεν αὐτοὺς κατὰ τοῦ θαλαττίου τούτου θηρός, καὶ ἀξίναις αὐτὸ συγκόψαντες καὶ πελέκεσιν ἀπέκτειναν. εἶτα σχοίνους τῶν ἁδροτέρων τούτου ἐξάψαντες ζεύγεσι βοῶν αὐτὸ τῆς θαλάσσης ἐξείλκυσαν. ἦν δὲ τὸ μῆκος μὲν αὐτοῦ τριάκοντα πήχεων, ἐς δέκα δ’ ηὐρύνετο, ὡς ὁ Καισαρεὺς Προκόπιος καὶ περὶ τούτου ἱστόρησεν. ἐν τοῖς χρόνοις τούτου τοῦ βασιλέως κατὰ τὸν αὐτὸν συγγραφέα καὶ τὰ τῶν Σηρῶν νήματα, ἡ μέταξα δηλαδή, παρὰ Ῥωμαίοις γίνεσθαι ἤρξατο. ἤγετο μὲν γὰρ ἐκ Περσῶν ὠνούμενον δι’ ἐμπόρων παρὰ Ῥωμαίους τὸ τῆς μετάξης χρῆμα, οὐκ ᾔδεισαν μέντοι οὔθ’ ὅπως γίνοιτο οὔθ’ ὅτι νήματα σκωλήκων ἐστί. μοναχοὶ δὲ δύο τινὲς πρὸς τὸ Βυζάντιον ἐξ Ἰνδίας [*](C) ἀφικόμενοι τὴν ταύτης γένεσιν ἀφηγήσαντο, καὶ ὑπισχνοῦντο κομίσαι τῶν σκωλήκων ἐκείνων γόνον [*](21, 23 Προκόπιος] Gotth. 3, 29, p. 533, D; 4, 17, p. 613, B.)
284
ᾠά, ὄντα τὸν ὄγκον βραχύτατα, καὶ δεῖξαι Ῥωμαίοις ὅπως ἐκεῖνα ζωογονοῦνται θαλπόμενα καὶ εἰς σκώληκας μεταμείβονται, καὶ ὅπως δημιουργοῦσι τὴν μέταξαν, τὴν φύσιν σχόντα διδάσκαλον. τούτους τοίνυν τοὺς μοναχοὺς ὁ βασιλεὺς Ἰουστινιανὸς δωρεαῖς τε πρὸς τὸ παρὸν καὶ πρὸς τὸ μέλλον λαμπραῖς ὑποσχέσεσι πρὸς τὸ ἔργον ἐπέρρωσεν. οἱ δὲ τά τε τῶν Σηρῶν ᾠὰ μετεκόμισαν ἐς Βυζάντιον καὶ εἰς σκώληκας ταῦτα μετήμειψαν κόπρῳ ἐνθέμενοι καὶ ταύτῃ θερμήναντες καὶ συκαμίνων ἔθρεψαν φύλλοις καὶ μέταξαν εἰργάσαντο δι’ αὐτῶν, κἀντεῦθεν τοῦ λοιποῦ τοῖς Ῥωμαίοις ἐγνώσθη ὅπως ἐργά- [*](D) ζοιτο μέταξα. ἐπιβουλῆς δὲ παρὰ πολλῶν μελετωμένης μηνυθείσης τῷ βασιλεῖ, καὶ ὁ πατρίκιος Βελισάριος κατηγορήθη μετέχειν αὐτῆς, καὶ ἀφείλετο μὲν ὁ βασιλεὺς τοὺς δορυφόρους αὐτοῦ ξύμπαντας, ἐκεῖνον δ’ ἐν τῷ οἴκῳ αὐτοῦ ἀφῆκε τηρούμενον· τελευτήσαντος δὲ ἡ τούτου περιουσία τοῖς βασιλικοῖς ἀπονενέμητο θησαυροῖς. Ἰουστινιανὸς δὲ περὶ τὰ τελευταῖα αἱρέσει ἁλώσιμος γεγονὼς τῇ τῶν Ἀφθαρτοδοκητῶν, οἳ οὐ φθαρτὴν τὴν σάρκα προσλαβεῖν τὸν κύριον, ἀλλ’ ἄφθαρτον ἅμα τῇ προσλήψει εἶναι αὐτὴν δογματίζουσιν, οὕτω πιστεύειν ἅπαντας ἔσπευδεν, ἀντιλέγοντα δ’ αὐτῷ καὶ ἀντιδιατιθέμενον τὸν [*](A) πατριάρχην Εὐτύχιον ὑπερόριον ἔθετο εἰς Ἀμάσειαν, Α καὶ προεχειρίσθη πατριάρχης ὁ ἀπὸ σχολαστικῶν Ἰωάννης, Ἀντιοχείας ὢν ἀποκρισιάριος, ἐτελεύτησε δ’ οὕτω φρονῶν Ἰουστινιανός, βασιλεύσας ἴτη τριάκοντα καὶ ὀκτώ, μῆνας ἑπτά, ἡμέρας τρισκαίδεκα, τῷ ἀνεψιῷ αὐτοῦ Ἰουστίνῳ τὴν βασιλείαν καταλιπών, ὃς κουροπαλάτης τετίμητο.

Ἦν δὲ οὗτος τὸ γένος Ἰλλυριός, τὴν φύσιν εἰς

285
ἅπαντα περιδέξιος, τὴν γνώμην δὲ μεγαλόψυχος· ὃς εὐσεβὴς ὢν τοὺς παρὰ τοῦ Ἰουστινιανοῦ δομηθέντας ἐπεκόσμει ναοὺς καὶ τὰς ἀψῖδας ἄμφω τῷ ναῷ τῷ ἐν Βλαχέρναις προσέθετο ἐκ καινῆς, ὡς εἶναι σταυροειδῆ· καὶ τὸν ἐν τῷ Ὀρφανοτροφείῳ ναὸν [*](B) τῶν κορυφαίων Ἀποστόλων πολυτελῶς ἐδομήσατο, καὶ τὸν τῶν θείων Ἀναργύρων ναὸν ἐν τοῖς Βασιλίσκου, καὶ τὸν τῆς ἁγίας καὶ πρωτομάρτυρος Θέκλης, καὶ τὸν τοῦ Παλατίου Χρυσοτρίκλινον, καὶ τὸν μέγαν ἀγωγὸν τοῦ Οὐάλεντος ἀνεκαίνισε, καὶ πλείονα δ’ ἕτερα. ἦν δὲ τούτου γαμετὴ Σοφία, ἣν καὶ Αὐγούσταν ἔστεψεν, ἧς ὀνόματι καὶ τὸν λιμένα τῶν Σοφιῶν ᾠκοδόμησε καὶ βασίλεια πρὸ τῆς πόλεως, Σοφιανὰς δι’ ἐκείνην καὶ ταῦτα καὶ τὸν τόπον κατονομάσας, ἐν οἷς καὶ ἐπίγραμμα παρὰ Ἀγαθίου ἐγένετο τόδε·
  • ὁππόθι τεμνομένης χθονὸς ἄνδιχα πόντον ἀνοίγει
  • [*](C)
  • πλαγκτὸς ἁλικλύστων πορθμὸς ἐπ’ ἠιόνων,
  • χρύσεα συλλέκτρῳ τάδ’ ἀνάκτορα θῆκεν ἀνάσσῃ
  • τῇ πολυκυδίστῃ θεῖος ἄναξ Σοφίῃ.
  • ἄξιον, ὦ Ῥώμη μεγαλοκρατὲς, ἀντία σεῖο
  • κάλλος ἀπ’ Εὐρώπης δέρκεται εἰς Ἀσίην.
  • αὕτη ἡ βασιλὶς Σοφία ἀκριβωσαμένη πάντας τοὺς δανειστὰς καὶ ὅσα τινὲς αὐτοῖς ὤφειλον εἴτε δι᾿ ἐγγράφων ἢ καὶ δι’ ἐνεχύρων, κατέβαλε μὲν αὐτοῖς τὰ δάνεια οἴκοθεν, ἔλαβε δὲ τὰ ἐνέχυρα καὶ τὰ ἔγγραφα, [*](D) καὶ τὰ μὲν ἐνέχυρα τοῖς δεσπόταις ἀπέδωκε, τὰ δ’ ἔγγραφα ἐξηφάνισε. νοσεροῦ δὲ τυχὼν σώματος ὁ βασιλεὺς οὗτος, καὶ διὰ τοῦτο μὴ συνεχῶς προιών, τοὺς ἀδικεῖν βουλομένους, ὡς μηδενὸς ὄντος τοῦ [*](15 Ἀγαθίου] Μαριανοῦ Anth. Pal. 9, 657.)
    286
    ἐκδικοῦντος, ἀδεεστέρους ἐποίησε. καί ποτε προελθὼν ἠνωχλήθη παρὰ πολλῶν ὡς ἀδικουμένων. γέγονεν οὖν ἡ τῶν ἀδικουμένων ἐκδίκησις διὰ φροντίδος αὐτῷ. φροντίζοντι δὲ περὶ τούτου πρόσεισί τις ἐπαγγελλόμενος, εἰ ἔπαρχος γένοιτο καὶ κατὰ πάντων αὐτῷ ἐξουσία δοθείη δι’ ὡρισμένου καιροῦ, μήτινα εὑρεθῆναι τὸν ἀδικούμενον. ἡσθεὶς οὖν τῇ [*](A) ὑποσχέσει ταύτῃ ὁ βασιλεὺς τὸν ἄνδρα ἐκεῖνον προεχειρίσατο ἔπαρχον. ὁ δὲ προκαθίσας, προσελθόντος αὐτῷ τινος καὶ αἰτιωμένου τῶν ἐπισημοτέρων συγκλητικῶν ἕνα, μετεκαλέσατο τὸν αἰτιώμενον· ἀλλ’ οὐκ ἀπήντησεν ἐκεῖνος. εἶτα καὶ δεύτερον ἔθετο μήνυμα πρὸς αὐτόν· ὁ δὲ καὶ τούτου καταφρονήσας εἰς τὸ βασιλικὸν ἀπῄει συμπόσιον· ἔτυχε γὰρ κεκλημένος πρὸς τοῦτο. ὡς δὲ τοῦτο ἔγνω ὁ ἔπαρχος, ἀπῆλθε κἀκεῖνος εἰς τὰ ἀνάκτορα, καὶ εὗρεν ἤδη συνιστάμενον τὸ συσσίτιον, καί φησι πρὸς τὸν βασιλέα “ὑπεσχόμην σοι, βασιλεῦ, διὰ τόσου καιροῦ μηδένα καταλιπεῖν ἀδικούμενον· τοῦτο δὲ πάντως μοι ἀνυσθήσεται, εἰ καὶ τὴν ἐκ τοῦ κράτους σου ἐπικου- [*](B) ρίαν ἔχω καὶ τὴν ῥοπήν· εἰ δὲ μᾶλλον αὐτὸς τῶν ἀδικούντων ἀντιποιῇ καὶ φιλίως αὐτοῖς διακείμενος συνεστιωμένους ἔχεις, οὐδέν μοι ἔσται ἀνύσιμον· ἢ γοῦν μὴ μεταδίδου παρρησίας αὐτοῖς ἢ παῦσόν με τῆς ἀρχῆς. καὶ ὁ βασιλεύς, “εἰ αὐτὸς ἐγώ εἰμι” φησίν “ἀδικῶν, ἐξανάστησόν με ἐντεῦθεν.” αὐτίκα τοίνυν ὁ ἔπαρχος τὸν αἰτιώμενον ἐκεῖνον ἐκ τῆς πανδαισίας ἐξαναστήσας καὶ εἰς τὸ δικαστήριον καταστήσας καὶ τῷ κατ’ αὐτοῦ λέγοντι συνδικάσας αὐτόν, καὶ γνοὺς ἀδικοῦντα, ἐκεῖνον μὲν ἐκόλασε ταῖς εἰς σῶμα πληγαῖς, τῷ δὲ ἀδικουμένῳ ἐκ τῆς ἐκείνου ὑπάρξεως πολλαπλάσιον ἀποκατέστησε τὸ
    287
    ἀδίκημα. ὅθεν δείσαντες οἷς ἦν προαίρεσις πλεονεκτική, τοῦ ἀδικεῖν ἀνεστάλησαν, καὶ τοῖς ἠδικημένοις εἰς συμβάσεις ἐχώρησαν. αἶ δὲ πρὸς Πέρσας [*](C) σπονδαὶ ἐπὶ τούτου τοῦ βασιλέως ἐλύθησαν· δασμὸν γὰρ ἐνιαύσιον λίτρας πεντακοσίας τῶν Ῥωμαίων διδόντων αὐτοῖς, ἵνα τὰ σφίσιν ἀγχίθυρα τῆς Ῥωμαϊκῆς ἡγεμονίας ἀβλαβῆ φυλάσσωνται φρούρια, ὁ Ἰουστῖνος οὗτος ἐπονείδιστον εἶναι τὸ φορολογεῖσθαι παρὰ Περσῶν Ῥωμαίους λέγων, ἐπέσχε τὸ χρυσίον. διαπρεσβευσάμενος δὲ πρὸς Ἀρέθαν τὸν Αἰθιόπων βασιλέα ἔπεισεν αὐτὸν τὰ πλησιάζοντα τοῖς Αἰθίοψι τῆς τῶν Περσῶν ἐπικρατείας καταδραμεῖν καὶ ληίσασθαι· διὸ καὶ αὖθις μέσον Περσῶν καὶ Ῥωμαίων ἀνερρίπιστο πόλεμος. στρατηγὸν οὖν τῆς ἀνατολῆς ὁ βασιλεὺς τὸν πατρίκιον Μαρτῖνον προχειρισάμενος ἔπεμψε κατ’ αὐτῶν, καὶ τῷ τετάρτῳ ἔτει τῆς βασιλείας [*](D) λείας αὐτοῦ συνέστη πόλεμος, καὶ πολλοὶ μὲν ἀμφοτέρωθεν ἔπεσον, νικῶσι δ’ ὅμως Ῥωμαῖοι. ὁ δὲ τῶν Περσῶν κρατῶν Ὁρμίσδας Ἀρδαμάνην ἔπεμψε μετὰ βαρείας δυνάμεως τὰ ὑπὸ Ῥωμαίους ληίσασθαι· ὃς πολλὴν ἐπελθὼν χώραν Ῥωμαϊκὴν καὶ λείαν πλείστην ἐξ αὐτῆς ἡρπακώς, ἐπανῆλθε, τοῦ πατρικίου Μαρτίνου μὴ τολμήσαντος αὐτῷ ἀντεπεξελθεῖν. ἃ μαθὼν ὁ βασιλεὺς ἐν συμφορᾷ ἐποιήσατο, καὶ τὸν μὲν Μαρτῖνον τὴν στρατηγίαν ἀφείλετο, Ἀρχελάῳ δὲ αὐτὴν ἐνεπίστευσε, καὶ πρὸς Ὁρμίσδαν σπονδὰς ἔθετο αὖθις. ἐκ δὲ τῆς διὰ ταῦτα λύπης νόσῳ φρενίτιδι περιπέπτωκεν, ἤλγει δὲ καὶ [*](A) τοὺς πόδας. ἀμοιρῶν μέντοι γονῆς οἰκείας, ἔφθη τὸν κόμητα τῶν ἐξκουβίτων Τιβέριον υἱοποιησάμενος καὶ Καίσαρα ἀνειπών. ἀνεθεὶς δὲ τῆς νόσου, προσεκαλέσατο τὸν πατριάρχην Εὐτύχιον, θανόντος
    288
    γὰρ τοῦ ἀπὸ σχολαστικῶν Ἰωάννου, πάλιν οὗτος ἐπανήχθη καὶ εἰς τὸν θρόνον ἀποκατέστη τὸν ἀρχιερατικόν, συναθροίσας δὲ καὶ τὴν σύγκλητον καὶ τὸν κλῆρον τῆς ἐκκλησίας, βασιλέα τὸν Τιβέριον ἀνηγόρευσεν, ἐπ᾿ ἀκροάσει πάντων αὐτῷ ἐντειλάμενος τὰ πρὸς θεὸν εὐσεβεῖν, τοὺς ὑπηκόους εὐεργετεῖν, τοὺς ἀδικουμένους ἐκδικεῖν, τοῖς στρατιώταις μὴ ἐνδιδόναι πλεονεκτεῖν, μὴ μέγα ἐπὶ τῇ ἁλουργίδι φρονεῖν, [*](B) τοῖς εὐποροῦσιν ἀπολαύειν τῶν οἰκείων ἀνεπιφθόνως παραχωρεῖν, τοῖς μὴ ἔχουσιν ὡς δύναμις ἐπαρκεῖν, τὴν βασιλίδα καὶ πρῴην κυρίαν αὐτοῦ προσηκόντως τιμᾶν. ταῦτα παραινέσας καὶ συμβουλεύσας ὁ Ἰουστῖνος τῷ Τιβερίῳ ὁ μὲν ἐξέλιπε, βασιλεύσας ἔτη τρισκαίδεκα.

    Τῷ δ᾿ ἡ βασιλεία περιελέλειπτο, στεφθέντι ὑπὸ Εὐτυχίου τοῦ πατριάρχου. ἔχων δὲ γαμετὴν ὁ Τιβέριος Ἀναστασίαν Αὐγοῦσταν αὐτὴν ἀνηγόρευσεν, ἣ δύο αὐτῷ θυγατέρας ἐγείνατο, Χαριτὼ καὶ Κωνσταντῖναν. Σοφία δὲ ἡ πρῴην βασίλισσα τῶν ἀνακτόρων ὑπαπελθοῦσα εἰς τὰ ὁμώνυμα ἑαυτῇ κατῳκίσθη βασίλεια, [*](C) βασιλικὴν αὐτῇ τοῦ Τιβερίου δόντος ὑπηρείαν, ὡς οἰκείᾳ μητρί. οὗτος ὁ αὐτοκράτωρ καὶ πρὸς Ὁρμίσδαν πρεσβείαν ἐποιήσατο, ἀνανεῶν τὰς σπονδάς. ὁ δὲ τὴν ἀνανέωσιν οὐ προσήκατο· διὸ καὶ ὁ Τιβέριος πρὸς τὸν κατὰ Περσῶν πόλεμον πολλὴν ἡτοίμαζε στρατιὰν καὶ Ἰουστινιανὸν τῶν ἐπισήμων τινὰ τῆς ἀνατολῆς προυβάλετο στρατηγόν, ὃς ἐπὶ Πέρσας χωρήσας, ἐπεὶ πλησίον αὐτῶν ἐστρατοπεδεύσατο, εἰς λόγους ἧκε πρὸ παρατάξεως, καὶ ἔπεισεν αὐτοὺς σπείσασθαι Ῥωμαίοις ἐπὶ τριετίᾳ. ἤδη δὲ τοῦ τρίτου παραρρυϊσκομένου ἐνιαυτοῦ Ὁρμίσδας ὁ τῶν Περσῶν ἀρχηγὸς σὺν ταῖς αὐτοῦ δυ-

    289
    νάμεσιν ἐπὶ τὴν Ἀρμενίαν χωρεῖ. τοῦτο εἰς δειλίαν [*](D) ἐνέβαλε τὰ ἐκεῖ Ῥωμαίων στρατεύματα. διαλεχθεὶς δὲ τούτοις ὁ σφέτερος στρατηγὸς θάρσος ἅπασιν ἐνεποίησε, καὶ τὴν πρὸς Ὁρμίσδαν μάχην ὑπέστησαν, καὶ μέχρι μέν τινος ταῖς ἐκ τόξων κεχρημένοι βολαῖς ἐδόκουν ὑπερτερεῖν τῶν Ῥωμαίων ταῖς ἀσπίσι καταφραγνύντων ἑαυτοὺς καὶ μὴ ἀντεπεξιόντων. ἐπεὶ δ’ ἔγνωσαν οἶ Ῥωμαῖοι ἤδη κεκενῶσθαι τὰς φαρέτρας τοῖς ἐναντίοις, συνησπικότες ἀλλήλοις καὶ ἀλαλάξαντες ἐνυάλιον ἐπῆλθον τοῖς Πέρσαις κατὰ συστάδην, ἀγχεμάχοις ὅπλοις αὐτοὺς ἀμυνόμενοι. οἱ οὐδὲ πρὸς βραχὺ τὴν ὁρμὴν αὐτῶν ὑπομείναντες τρέπονται, καὶ ἀναιροῦνται μὲν οἱ πλείους· τὸ δὲ στρατόπεδον αὐτῶν διαρπάζεται· καὶ ἡ μὲν βασιλικὴ τοῦ Ὁρμίσδου σκηνὴ καὶ ἡ ἀποσκευὴ ἐκείνου πᾶσα [*](A) καὶ οἱ ἐλέφαντες τῷ βασιλεῖ ὑπεξῄρηντο, τὰ δ’ ἄλλα τοῖς στρατιώταις εἰάθησαν. οἶ δὲ Ῥωμαῖοι πρὸς τὰ ἐνδότερα τῆς Πέρσιδος ἐχώρησαν, καὶ χώραν πολλὴν αὐτῆς ἐληίσαντο. τότε καὶ τὸ τῶν Βλαχερνῶν λοετρὸν οἰκοδομεῖν ὁ Τιβέριος ἤρξατο καὶ πολλοὺς ναοὺς καὶ δημοσίους οἴκους, ξενῶνάς φημι καὶ γηροκομεῖα, ἀνενεώσατο, καὶ τὸν Χρυσοτρίκλινον παρὰ Ἰουστίνου δομηθέντα προσεπεκόσμησεν. Εὐτυχίου δὲ τοῦ πατριάρχου ἐπὶ τέσσαρας ἐνιαυτοὺς τὸ δεύτερον τὸν θρόνον τῆς Βυζαντίδος κοσμήσαντος καὶ ἐκλελοιπότος, χειροτονεῖται πατριάρχης διάκονος τῆς μεγάλης ἐκκλησίας Ἰωάννης ὁ νηστευτής, ἀνὴρ ἱερώτατος. τοὺς δ’ εἰς τὴν βασιλίδα τῶν πόλεων εἰσαχθέντας δοριαλώτους Πέρσας ἅπαντας μεταμφιάσας ὁ βασιλεὺς μεγαλοπρεπῶς εἰς τὰ οἰκεῖα ἀφῆκεν ἐπανελθεῖν· [*](B) οὓς ἀνελπίστως οἱ προσήκοντες θεασάμενοι ὑπερεθαύμασαν καὶ δι’ ἐπαίνων τὸν βασιλέα πε-
    290
    ποίηντο. ἐπὶ τούτου τοῦ βασιλέως ὁ Χαγάνος ὁ τῶν Ἀβάρων ἀρχηγὸς ᾐτήσατο σταλῆναι αὐτῷ οἰκοδόμους, ἵνα αὐτῷ δομήσωνται λοετρόν. σταλέντων δὲ γέφυραν παρὰ τὸν Δάνουβιν ᾠκοδόμησε, βιασάμενος πρὸς τοῦτο αὐτούς, ἔνα δι’ αὐτῆς ἀπόνως περαιούμενος τὴν ὑπὸ Ῥωμαίους ληίζηται. ἐξ ἐθνικῶν δὲ πλῆθος ἐς χιλιάδας δώδεκα συνιστάμενον ἀθροίσας νέων καὶ σφριγώντων ἀνδρῶν, ἐπὶ τῷ ἑαυτοῦ ὀνόματι τούτους συνεκρότησε στράτευμα, καὶ στρατηγὸν αὐτοῖς ἐπιστήσας Μαυρίκιον τὸν κόμητα τῶν φοιδε- [*](C) ράτων καὶ ὑποστράτηγον Ναρσῆν τὸν κουβικουλάριον ἐκπέπομφε κατὰ τῶν Περσῶν. πολέμου δὲ συρραγέντος, τὸ Ῥωμαϊκὸν ὑπερτέρησε στράτευμα καὶ πόλεις τῶν βαρβάρων καὶ πολλὴν χώραν ἀφείλετο. ὑποστρέψαντα δὲ τὸν Μαυρίκιον μετὰ τιμῆς ὁ βασιλεὺς ὑπεδέξατο, καὶ κηδεστὴν ἐπὶ τῇ θυγατρὶ Κωνσταντίνᾳ αὐτὸν ἐποιήσατο. τὴν δ’ ἑτέραν τὴν Χαριτὼ τῷ στρατηγῷ συνέζευξε Γερμανῷ, καὶ ἄμφω δὲ τετίμηκε Καίσαρε. νόσῳ δὲ φθινάδι περιπεσών, ἐν τῷ τριβουναλίῳ φοράδην ἐκκομισθεὶς ἐκεῖ τὸν οἰκεῖον γαμβρὸν Μαυρίκιον ἀναρρηθῆναι βασιλέα πεποίηκε παρουσίᾳ τοῦ πατριάρχου Ἰωάννου καὶ τῆς συγκλήτου βουλῆς. οὕτω δ’ ὑπὸ τῆς νόσου κατείρ- [*](D) γαστο ὡς μηδὲ δύνασθαι τοῖς συνειλεγμένοις ὁμιλῆσαι· διὸ καὶ διὰ γραφῆς τούτοις τὸ ἑαυτοῦ παρέστησε ἔστησε βούλημα. ὑποστρέψας δ’ ἐκεῖθεν εἰς τὰ βασίλεια τὴν ζωὴν ἐξεμέτρησε, βασιλεύσας ἔτη τρία, μῆνας δέκα καὶ ἡμέρας ὀκτώ.

    Ὁ δέ· γε Μαυρίκιος τῆς τῶν κοινῶν διοικήσεως εἴχετο, στεφθεὶς ὑπὸ τοῦ πατριάρχου Ἰωάννου τοῦ νηστευτοῦ. ἦν δέ, ὅτε τῆς αὐταρχίας ἐπέβη, ἐτῶν τεσσαράκοντα πρὸς τρισίν. ἐγράφετο δ’ ἐν τοῖς

    291
    συμβολαίοις Μαυρίκιος ὁ καὶ Τιβέριος. Χαγάνος δὲ ὁ τῶν Ἀβάρων ἀρχηγὸς τὸ Σίρμιον χειρωσάμενος ἐζήτησε προστεθῆναι ταῖς ὀγδοήκοντα χιλιάσι ταῖς ἐτησίως αὐτῷ παρεχομέναις καὶ ἑτέρας εἴκοσι· καὶ ὁ βασιλεὺς εἰρηνεύειν ἐθέλων τὴν προσθήκην ταύτην [*](A) ἐποίησεν. ὁ δὲ καὶ ἐλέφαντα ᾔτησε, μήπω τὸ ζῷον ἰδόν. τὸν μείζονα τοίνυν ὧν εἶχεν ὁ βασιλεὺς αὐτῷ πέπομφεν. ὁ δὲ Χαγάνος ἀπληστευόμενος ἢ προφάσεις τοῦ μὴ εἰρηνεύειν ζητῶν, ἑτέρας εἴκοσι χιλιάδας ταῖς ἑκατὸν προστεθῆναι ἀπῄτησε. μὴ καταδεξαμένου δὲ καὶ ταύτην τὴν προσθήκην τοῦ βασιλέως ἐστράτευσε κατὰ Ῥωμαίων ἐκεῖνος, καὶ πόλεις πολλὰς τοῦ Ἰλλυρικοῦ ἐχειρώσατο· ἠπείλει δὲ καὶ τὸ Μάκρον καταστρέψαι τεῖχος. στείλας οὖν πρέσβεις πρὸς τὸν βάρβαρον ὁ Μαυρίκιος σπονδὰς ἔθετο. ὁ μέντοι Χαγάνος ἄπληστος καὶ ἄπιστος ὤν, δόλῳ κατὰ Ῥωμαίων ἐγίνετο, αὐτὸς μὲν ἡσυχάζων, ἔθνη δέ τινα τῶν Σκλαβηνῶν παρασκευάσας τὴν [*](B) ὑπὸ Ῥωμαίους ληίζεσθαι, οἱ καὶ μέχρι τοῦ Μακροῦ τείχους πεφθάκασιν. ὁ βασιλεὺς δὲ Κομεντίολον στρατηγὸν προβαλόμενος, καὶ δι’ αὐτοῦ τοῖς βαρβάροις ἀθρόως ἐπεξελθὼν τῶν Ῥωμαϊκῶν αὐτοὺς ὁρίων ἀπήλασεν, ἀναιρεθέντων πολλῶν, καὶ τὴν λείαν ὅσην ἔλαβον καὶ τοὺς αἰχμαλώτους ἐπανεσώσατο. Φιλιππικῷ δὲ τὴν ἰδίαν συζεύξας ἀδελφὴν κατὰ Περσῶν αὐτὸν σὺν βαρεῖ στρατεύματι ἐξαπέστειλεν. ὁ δὲ ἄγχιστα τῇ Νισίβει γενόμενος κἀκεῖθεν ἐμβαλὼν τῇ Πέρσιδι, ἤλασεν ἐκεῖθεν λείαν πολλήν, καὶ ἐπανελθὼν τῇ τῶν Μηδῶν χώρᾳ προσέβαλε, καὶ ταύτης οὐ μείω τινὰ ληισάμενος ἐπανῆκεν εἰς τὰ Ῥωμαίων. καὶ αὖθις δὲ τοῖς Περσικοῖς ἐπελθὼν ὁρίοις ὁμοίως [*](C) εὐτύχησε. νοσήσας μέντοι εἰς Μαρτυρόπολιν παρα-
    292
    γίνεται, κἀκεῖθεν ἐπανῆκεν εἰς τὸ Βυζάντιον. ἐτέχθη δὲ τῷ Μαυρικίῳ υἱός, ὃν ὠνόμασε Θεοδόσιον. Φιλιππικὸς δὲ καὶ πάλιν κατὰ Περσῶν ἐξεστράτευσε, καὶ τὸ περὶ αὐτὸν στρατιωτικὸν ἠρώτησεν εἰ πρόθυμοι τοῖς Πέρσαις εἶεν μαχέσασθαι. οἶ δὲ καὶ ὅρκοις τὸ πρόθυμον αὐτῶν ἐβεβαίουν. ὡς οὖν συνέβαλον τοῖς ἐναντίοις, μέχρι μέν τινος ἀντεῖχον οἱ βάρβαροι ἐπεὶ δὲ τοὺς ἵππους πλήττειν αὐτῶν ὁ στρατηγὸς τοῖς οἰκείοις παρεκελεύσατο, καὶ πολλοὶ τῶν ἵππων [*](D) πληττόμενοι ἔπιπτον, ἐτράπη τὸ Περσικόν, καὶ τὸ μὲν ἥττητο κραταιῶς καὶ πολὺ τούτου μέρος διέφθαρτο· οἶ Ῥωμαῖοι δὲ λαμπρῶς νενικήκασι καὶ ζῶντας τῶν πολεμίων περὶ δισχιλίους συνέλαβον. Ὁρμίσδας δὲ ὁ τῶν Περσῶν ἀρχηγὸς Βαρὰμ προχειρισάμενος στρατηγὸν συμβαλεῖν Ῥωμαίοις ἐκέλευσεν. ὁ δὲ συμβαλὼν ἡττᾶται· ὃ γνοὺς Ὁρμίσδας γυναικείαν ἐσθῆτα στέλλει αὐτῷ καὶ τὴν στρατηγίαν ἀφείλετο καὶ τῷ ὑποστρατήγῳ αὐτοῦ διὰ γραφῆς ἐνετείλατο τὸν Βαρὰμ ἀνελεῖν. ὁ δὲ οἷ κακοῦ γέγονεν ἐννοήσας, γράμματα ὡς ἐξ Ὁρμίσδου αὐτῷ σταλέντα ἐπλάσατο, ὀργὴν ἐμφαίνοντα κατὰ παντὸς τοῦ στρατεύματος, καὶ συναθροίσας αὐτὸ τά τε γράμ- [*](A) ματα εἰς ἐπήκοον ἀναγνωσθῆναι πεποίηκε καὶ αὐτὸς [*](2 Ad haec C. B. Hasius ascripsit: „In cod. graeco Vaticano 152 de istius filii nativitate haec Anonymi narrantur fol. 141 recto, nescio an et aliunde nota: Κωνσταντίνα ἡ γαμετὴ Μαυρικίου ἐγέννησεν υἱόν, ὃν ὁ Μαυρίκιος ἐπωνόμασε Θεοδόσιον, ὡς πρωτότοκον αὐτοῦ υἱόν. τῶν οὖν βενέτων κραζόντων Ἰουστινιανὸν καλεῖσθαι οἱ πράσινοι ἔκραζον Θεοδόσιον αὐτὸν καλεῖσθαι διὰ τὸ Θεοδόσιον τὸν βασιλέα ὀρθόδοξον γενέσθαι, καὶ πολλὰ ἔτη ζῆσαι· ἤρξαντο [in apogr. Haasii ἤξαντο] οὖν οἱ βένετοι λέγειν οὕτως· ΤΑ ΔΩΡΗΘΕΝΤΑ ΕΤΗ ΤΩι ἸΟΥΧΤΙΝΙΑΝΩΙ ὁ θεὸς ΠΑΡΑΣΧΗι ΣΟΙ ΕΝ ὅτι εἰσιν ABBREV ἔτη καὶ πλείω. Eadem leguntur cod. Vat. 977 fol. 184 verso.“)
    293
    αὐτοὺς ἀνεμίμνησκε τῆς ἀπηνείας Ὁρμίσδου καὶ τῆς ὠμότητος, καὶ διὰ τούτων ἀντᾶραι χεῖρας ἠρέθισε κατὰ τοῦ σφῶν ἀρχηγοῦ. ἐπελθόντες οὖν ἀθρόον αὐτῷ κατέσχον καὶ ἐνέβαλον εἰς εἱρκτήν. ὁ δὲ ὑποθέσθαι αὐτοῖς περὶ τῆς τῶν Περσῶν ἀρχῆς ἠξίου ἅττα τῷ ἔθνει γινώσκει συμφέροντα, καὶ συνεβούλευε μὴ τὸν Χοσρόην υἱὸν αὐτοῦ ὄντα προκριθῆναι εἰς τὴν ἀρχήν, ἄπληστον ὄντα καὶ ἄδικον, ὑβριστήν τε καὶ ἀλαζονικώτατον, ἀλλ’ ἕτερον υἱὸν αὐτοῦ προχειρισθῆναι τοῦ ἔθνους ἄρχειν. ἀντιπεσόντων δὲ τοῖς λόγοις τούτου ἐνίων τῶν ἐν ὑπεροχαῖς καὶ κατ’ αὐτοῦ τοὺς Πέρσας ἐκμηνάντων, ὁ μὲν υἱὸς αὐτοῦ, ὅν εἰς τὴν ἀρχὴν ἐκεῖνος προέκρινε, καὶ ἡ μήτηρ ἐκείνου ἐνώπιον αὐτοῦ ἀνῃρέθη παρὰ τοῦ πλήθους, καὶ αὐτὸς δὲ ἐξεκόπη τὰ ὄμματα, καὶ οὕτω καθείρχθη. [*](B) ὁ δέ γε Χοσρόης εἰς τὴν ἀρχὴν ᾑρέθη παρὰ τοῦ ἔθνους παντός. καὶ μέχρι μέν τινος φιλοφρόνως πρὸς τὸν πατέρα διέκειτο, τῆς μὲν φρουρᾶς οὐ λύσας αὐτόν, πᾶσαν δὲ θεραπείαν αὐτοῦ ἐκεῖσε ποιούμενος. ὁ δὲ οὐδὲν τῶν παρὰ τοῦ υἱοῦ αὐτῶ στελλομένων προσίετο, ἀλλὰ καὶ ὕβρεσι μᾶλλον τὰς φιλοφροσύνας ἠμείβετο. θυμῷ οὖν διὰ ταῦτα ληφθεὶς ὁ Χοσρόης, ῥοπάλοις ἐκέλευσε κατὰ τῶν λαγόνων τυπτόμενον τὸν πατέρα θανεῖν. τοῦτο μῖσος ἐγγενέσθαι τοῖς Πέρσαις κατὰ Χοσρόου ἐποίησε. ὁ δὲ κατὰ Βαρὰμ ἐξεστράτευσε, καὶ ὑποπτεύσας τινὰς τῶν παρ’ αὐτῷ μεγιστάνων τῷ Βαρὰμ προσκεῖσθαι, ἀνεῖλεν αὐτούς. τοῦ δὲ στρατεύματος κατ’ αὐτοῦ [*](C) στασιάσαντος, δείσας ἐκεῖνος μετά τινων ὀλίγων ἀποδιδράσκει, καὶ πρὸς Ῥωμαίους ἀφίκετο. ὃ μαθὼν ὁ Μαυρίκιος κελεύει τό στρατηγοῦντι τῆς χώρας ὑποδέξασθαι τὸν Χοσρόην βασιλικαῖς θεραπείαις καὶ
    294
    δεξιώσεσι. στέλλει δὲ Ναρσῆν μετὰ στρατευμάτων συμμαχῆσαι Χοσρόη καὶ ἀποκαταστῆσαι αὐτὸν εἰς τὴν οἰκείαν ἀρχήν. συμβαλὼν τοίνυν ὁ Ναρσῆς τῷ Βαρὰμ νίκην ἤρατο περιφανῆ, πολλοὺς μὲν τῶν Περσῶν ἀνελών, ζωγρήσας δὲ περὶ ἑξακισχιλίους, οὓς τῷ Χοσρόῃ προσήγαγεν· ὁ δὲ κατηκόντισεν ἅπαντας. ὅσοι δ’ ἐν τοῖς ζωγρηθεῖσιν ἦσαν τοῦ Τούρκων ἔθνους τῷ Βαρὰμ συμμαχοῦντες, τούτους [*](D) ἀνέπεμψεν εἰς Μαυρίκιον, ὧν πολλοὶ ἐπὶ τῶν μετώπων σταυροὺς ἔφερον, καταστιχθέντων αὐτοῖς τῶν ἐπισκυνίων εἰς τύπον σταυροῦ, καὶ μέλανος ἐγχεθέντος τοῖς στίγμασιν. οἱ περὶ τούτου ἐρωτώμενοι ἔλεγον πρὸ καιροῦ ἱκανοῦ λοιμῷ τὸ γένος αὐτῶν διαφθείρεσθαι, τινὰς δὲ τῶν παρ’ αὐτοῖς χριστιανῶν ὑποθέσθαι τοῦτο αὐτοῖς, καὶ μηδένα τῶν τοῦτο πεποιηκότων κινδυνεῦσαι ἐκ τοῦ λοιμοῦ. ὁ μὲν οὖν Βαρὰμ ἡττηθεὶς φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσα- το. ὁ δὲ Χοσρόης εἰς τὴν ἰδίαν ἀρχὴν καὶ χώραν ἐπανελήλυθε. λέγεται δὲ πρὸ τῆς νίκης, τοῦ στρατηγοῦ τῶν Ῥωμαίων ἄλλως διατιθέναι σκεπτομένου τὸν πόλεμον, τὸν Χοσρόην ἐνίστασθαι μὴ κατὰ τὸ δοκοῦν ἐκείνῳ συγκροτῆσαι τὴν μάχην, ἀλλ’ ἄλλον [*](A) ὑποτιθέναι τρόπον· τὸν δὲ στρατηγὸν ἀσύμφορον εἶναι λέγειν τὸ οὕτω μαχέσασθαι, καὶ τὸν Χοσρόην τοῦ σκοποῦ μὴ μεθίεσθαι, ὥστε παροξυνθέντα τὸν στρατηγὸν ἀποσκῶψαι πρὸς τὸν Χοσρόην, ἀστρατήγητον αὐτὸν εἰπόντα καὶ ἀδαῆ πολεμικῶν παρατάξεων. τὸν δὲ δηχθέντα ἐπὶ τοῖς σκώμμασιν, ὄντα δὲ καὶ ἐν γνώσει τῆς κατὰ τοὺς ἀστέρας κινήσεως, κἀντεῦθεν αὐχοῦντα γινώσκειν τὰ μέλλοντα, φάναι “εἰ μὴ ὑπὸ τῶν πραγμάτων ἐτυραννούμεθα, οὐκ ἂν ἐθάρσησας, στρατηγέ, τὸν μέγαν βασιλέα βάλλειν
    295
    τοῖς σκώμμασιν. ὅτι δὲ τοῖς παροῦσι μέγα φρονεῖς, ἄκουσον τί δῆτα τοῖς θεοῖς ἐς ὕστερον μεμελέτηται. ἀντικαταρρεύσει, εὖ ἴσθι, εἰς τοὺς Ῥωμαίους ὑμᾶς δεινά. ἕξεται δὲ τὸ Βαβυλώνιον φῦλον τῆς Ῥωμαϊκῆς χώρας τριττὴν κυκλοφορικὴν ἑβδομάδα ἐτῶν. [*](B) μετὰ δὲ τοῦτο πεμπταίαν ἑβδομάδα ἐτῶν Ῥωμαῖοι Πέρσας δουλαγωγήσετε.·’ τούτων δὲ διηνυσμένων τὴν ἀνέσπερον ἡμέραν ἐνδημῆσαι ἀνθρώποις. ἀλλὰ ταῦτα μὲν ταύτῃ. ὁ δὲ αὐτοκράτωρ Μαυρίκιος τὸν υἱὸν Θεοδόσιον ἀνηγόρευσε βασιλέα, κατὰ τὸ πάσχα στεφθέντα ὑπὸ τοῦ πατριάρχου Ἰωάννου. καὶ τὸν ναὸν τῶν ἁγίων τεσσαράκοντα μαρτύρων πρῴην ἀρχθέντα κτίζεσθαι παρὰ Τιβερίου, ἀτελῆ δὲ καταλειφθέντα, αὐτὸς ἀνεπλήρωσεν. εἰρήνης δὲ γεγονυίας πρὸς Πέρσας, τὰς δυνάμεις ἐξ ἑῴας ἐπὶ τὴν Θρᾴκην μετήνεγκε, καὶ αὐτὸς ἐξῆλθε τῆς Βυζαντίδος τὰ ὑπὸ τῶν βαρβάρων κατεστραμμένα θεάσασθαι. ὅτε καὶ ὁ ἥλιος ἐσκιάσθη, καὶ γυνή τις ἐν τῇ [*](C) Θράκῃ παιδίον ἔτεκεν οὔτε ὀφθαλμοὺς οὔτε βλέφαρα ἔχον οὔτε χεῖρας οὔτε βραχίονας, ἰχθύος δὲ οὐραῖον πρὸς τῷ ἰσχίῳ προβεβλημένον. τοῦ μέντοι Χαγάνου τῇ Θρᾴκῃ ἐπελθόντος μετὰ πλήθους ἀπείρου ὁ τῶν Ῥωμαίων στρατηγὸς Πρίσκος δείσας εἰς τὸ φρούριον Τζουρουλοῦ συνέκλεισεν ἑαυτόν. ὁ δὲ βάρβαρος πολιορκεῖν αὐτὸ ἡτοιμάζετο. τότε κατεστρατήγησεν ἐκείνου Μαυρίκιος τρόπω τοιούτῳ· γράμμα πρὸς Πρίσκον συντίθησιν ἀντέχειν αὐτὸν παραινοῦν· μικρὸν γὰρ ὅσον τοὺς βαρβάρους μετ’ αἰσχύνης ἀναχωρῆσαι. στέλλεσθαι γὰρ πλοῖα εἰς τὴν χώραν αὐτῶν σὺν στρατεύματι ληίσασθαι τὰς [*](D) οἰκίας αὐτῶν καὶ τὰς γυναῖκας καὶ τοὺς παῖδας αὐτῶν δοριαλώτους ἑλεῖν. τοῦτο τὸ γράμμα δίδωσί
    296
    τινι, ἐπισκήψας αὐτῷ περιπεσεῖν τοῖς βαρβάροις ἐν τῷ πρὸς Πρίσκον δῆθεν πορεύεσθαι. οὗ γενομένου, τὴν ἐπιστολὴν ὁ βάρβαρος ἀναγνούς, καὶ δείσας περὶ τοῖς οἰκείοις, σπένδεται πρὸς Πρίσκον ἐπὶ δώροις ὀλίγοις, καὶ ἄπεισιν. ἔκτισε δὲ Φιλιππικὸς ἐν Χρυσοπόλει μονὴν ἐπ᾿ ὀνόματι τῆς Θεοτόκου, καὶ οἶκον ἐν ταύτῃ λαμπρότατον, ἵν᾿ ἐν αὐτῷ τὸν Μαυρέκιον ὑποδέχοιτο.

    Ὁ δέ γε Κωνσταντινουπόλεως πατριάρχης Ἰωἀννης ὁ νηστευτὴς τὸν βίον λιπὼν πρὸς τὰς ἀιδίους μετέστη μονάς, κοσμήσας τὸν ἀρχιερατικὸν θρόνον [*](A) ἐπὶ ἔτη τρισκαίδεκα καὶ ἐπέκεινα. προεχειρίσθη οὖν πατριάρχης Κυριακός, ἱερεὺς καὶ οἰκονόμος τῆς ἐκκλησίας τῆς μεγάλης. ὑφ᾿ οὗ ὁ τῆς ὑπεραγίας θεοναός, ὃς τῆς διακονίσσης λέγεται, ᾠκοδόμηται. καὶ Πέτρος ὁ τοῦ Μαυρικίου ὁμαίμων τὸν ναόν, ὃς τοῦ Ἀρεοβίνδου καλεῖται, τῇ θεοτόκῳ ἀνήγειρε. Σοφία δὲ ἡ βασιλὶς καὶ ἡ Αὐγοῦστα Κωνσταντῖνα στέμμα προσήνεγκαν τῷ βασιλεῖ λίθοις ὑετίοις καὶ μαργάροις ὑπερφυέσι κεκοσμημένον. ὁ δὲ τοῦτο λαβὼν ἀνέθετο τῷ θεῷ, τῇ ἐκκλησίᾳ προσαγαγών. ὁ Χαγάνος μέντοι καὶ αὖθις πρὸς τὰ Ῥωμαίων ἐχώρησε. καὶ τούτῳ τῶν Ῥωμαϊκῶν στρατευμάτων ἀντιταττομένων, ποτὲ μὲν ἐκράτει, ἐνίοτε δ᾿ ἥττητο. ἐν μιᾷ δὲ ἡμέρᾳ υἱοὶ αὐτοῦ ἑπτὰ ἐκ νόσου λοιμικῆς [*](B) καὶ πυρετοῦ ἐτελεύτησαν. Κομεντίολον δὲ στείλας ὁ βασιλεὺς κατὰ Χαγάνου μετὰ πολυπληθοῦς στρατιᾶς λέγεται ἐντείλασθαι αὐτῷ προδοῦναι τοῖς ἐναντίοις τὸ στρατιωτικὸν διά τινας στάσεις καὶ ἀταξίας τούτοις μνησικακῶν. καὶ συμβαλὼν τοῖς βαρβάροις ἀσυντάκτως ὁ Κομεντίολος, αὐτὸς μὲν μετὰ τῶν περὶ αὐτὸν εἰς φυγὴν ἐτράπη, πρὸς τοῦτο προπαρα-

    297
    σκευασάμενος. τῶν δὲ λοιπῶν οἱ μὲν ἔπεσον, οἱ δ᾿ ἐζωγρήθησαν. εἶναι δὲ τοὺς ζωγρηθέντας φασὶ περὶ δώδεκα χιλιάδας. καὶ ὁ Χαγάνος τῇ νίκῃ ταύτῃ ἐξογκωθείς, ἄχρι τοῦ Μακροῦ τείχους ἀφίκετο. συλλέξας δὲ ὁ βασιλεὺς λαὸν εἰς φυλακὴν τοῦ τείχους τούτους ἐκπέπομφεν. ἐκ δὲ τῆς λοιμικῆς νόσου οὐ [*](C) μόνον οἱ τοῦ Χαγάνου υἱοί, ὡς εἴρηται, ἔθανον, ἀλλὰ καὶ πλῆθος τῶν Ἀβαρῶν πολύ· ὅθεν ἀθυμήσας ὁ βάρβαρος ἔσπευδεν εἰς τὰ οἰκεῖα ἐπαναζεῦξαι. δηλοῖ οὖν τῷ Μαυρικίῳ ἐξωνήσασθαι τοὺς αἰχμααἰχμαλώτους, ἓν ἐφ᾿ ἑκάστῳ διδόντι νόμισμα. ὁ δὲ βασιλεὺς οὐ κατένευσε. καὶ ὁ Χαγάνος ᾔτησε λαβεῖν εἰς ἕκαστον τῶν αἰχμαλώτων ἀνὰ ἥμισυ τοῦ νομίσματος. ὁ δὲ οὐδὲ οὕτως τοὺς ἁλόντας ἠθέλησε πρίασθαι, τὸ μέν τι ἐκ φειδωλίας, ἥττητο γὰρ χρημάτων, τὸ δέ τι τοῖς στρατιώταις μνησικακῶν. ἐκμανεὶς οὖν ὁ βάρβαρος πάντας ξίφεσιν ἐξεθέρισε, καὶ ἀνέζευξεν. ἐντεῦθεν πᾶσι μῖσος κατὰ τοῦ βασιλέως ἐφύετο καὶ πρὸς πάντων ἐλοιδορεῖτο. ὁ δὲ [*](D) στρατὸς κατὰ Κομεντιόλου ἀναφορὰν ἐποιήσατο, ὡς προδόντος ἐν τῷ πολέμῳ τὸ στρατιωτικόν. τοῖς δὲ τὴν ἀναφορὰν ταύτην ποιουμένοις συνῆν καὶ ὁ στρατιώτης Φωκᾶς, καὶ ἀναιδῶς τῷ βασιλεῖ διελέγετο, ὡς τυπτηθῆναι παρά τινων. ὁ δὲ βασιλεὺς μὴ προσχὼν τοῖς κατὰ τοῦ Κομεντιόλου αἰτιάμασιν ἀπράκτους τοὺς αὐτὸν αἰτιωμένους ἀπέπεμψε. λιτανεύοντος οὖν τοῦ βασιλέως στάσις ἠγέρθη παρὰ τοῦ δήμου, καὶ λίθοι κατ᾿ αὐτοῦ παρά τινων ἠκοντίσθησαν· ὧν ζήτησιν ὁ βασιλεὺς ποιησάμενος, καί τινας εὑρηκώς, ἐκόλασε. τῷ γε μὴν υἱῷ αὐτοῦ Θεοδοσίῳ κατηγγύησε τὴν θυγατέρα Γερμανοῦ πατρικίου, τοῦ πατριάρχου Κυριακοῦ τὴν ἐπὶ τῷ γάμῳ πληρώσαν-
    298
    τος τελετήν. μοναχὸς δέ τις ξίφος κατέχων γυμνὸν ἀπὸ τοῦ Φόρου μέχρι τῆς Χαλκῆς προελήλυθεν, ἐν φόνῳ μαχαίρας λέγων τεθνήξεσθαι τὸν Μαυρίκιον. ὁ δὲ βασιλεὺς τὸ ἐπὶ τοῖς αἰχμαλώτοις ἀνόμημα ἀναλογισάμενος, ἱκέτευε τὸν θεὸν ἐν τῆ̣ παρούσῃ ζωῇ τὴν ὑπὲρ τούτου δίκην ἐκτῖσαι, καὶ πανταχοῦ διεπέμψατο, ἀξιῶν πάντας τοῦτο αἰτεῖν τὸν. θεόν. φήμης δὲ κρατούσης ὅτι τοῦ μέλλοντος αὐτὸν διαδέξασθαι ἐκ τοῦ φῖ στοιχείου τὸ ὄνομα ἄρχεται, τὸν γαμβρὸν αὐτοῦ Φιλιππικὸν τοῦτον ᾤετο εἶναι. καὶ ἦν αὐτῷ δι’ ἐποψίας ὁ ἄνθρωπος, καὶ διομνύμενος μήποτέ τι κατὰ νοῦν τοιοῦτον βαλέσθαι, οὐκ ἔπειθεν, ὄναρ δέ ποτε τῷ βασιλεῖ θεαθὲν τὴν κατὰ τοῦ [*](B) Φιλιππικοῦ ἔλυσεν ὑποψίαν. τὸ δ’ ὄναρ, ἐδόκει πλῆθος παρεστάναι πολὺ τῷ ἄνωθεν τῆς Χαλκῆς πύλης τοῦ σωτῆρος Χριστοῦ ἐκτυπώματι καὶ καταβοᾶν τοῦ βασιλέως, φωνὴν δ’ ἐκ τῆς εἰκόνος γενέσθαι, παραστῆναι καὶ τὸν Μαυρίκιον, καὶ τὸν αὐτίκα ἀχθῆναι, καὶ ἐρωτᾶσθαι ὅποι βούλεται τὴν ἔκτισιν ἀποδοῦναι τοῦ ἀνομήματος οὗ καὶ εἰς τοὺς αἰχμαλώτους εἰργάσατο, ἐν τῷ νῦν αἰῶνι ἢ ἐν τῷ μέλλοντι. τὸν δὲ “ἐνταῦθα” φάναι, “φιλάνθρωπε δέσποτα”. καὶ ἀκοῦσαι φωνῆς λεγούσης “παράδοτε γοῦν αὐτὸν παγγενῆ Φωκᾷ τῷ στρατιώτῃ”. διυπνισθεὶς τοίνυν ἐκ τῆς ἀγωνίας ὁ βασιλεύς, καὶ τὸν Φιλιππικὸν μετακαλεσάμενος, πρῶτα μὲν συγγνώμην [*](C) ᾔτει, ὡς μάτην ὑπονοῶν κατ’ αὐτοῦ, εἶτα ἤρετο εἰ ἐν τοῖς Ῥωμαϊκοῖς τάγμασιν οἶδε στρατιώτην φωκᾶν. ὁ δὲ εἰδέναι ἀνταπεκρίνατο, καὶ τοῦτον εἶναι τὸν πρὸ μικροῦ σταλέντα παρὰ τῆς στρατιᾶς, “ ὅς σοι καὶ ἰταμώτερον διελέγετο”. καὶ ὁ βασιλεὺς οἶός ἐστιν ὁ ἀνὴρ τὴν ἡλικίαν καὶ τὸ ἦθος προσήρετο· καὶ ὁ
    299
    Φιλιππικὸς νέον εἶναι τὸν Φωκᾶν εἶπε, τὸν δὲ τρόπον θρασὺν καὶ δειλόν. πρὸς τοῦτο δὲ ὁ βασιλεὺς ἀντεφθέγξατο “εἰ δειλὸς καὶ φονεύς”, καὶ διηγήσατο τὸ ὄναρ αὐτῷ. ἐφάνη δὲ τότε καὶ κομήτης ἀστὴρ ὁ λεγόμενος ξιφίας. τῷ γοῦν ἀδελφῷ αὐτοῦ Πέτρῳ στρατηγοῦντι τότε ἐπιστέλλει ὁ βασιλεύς διαβάντι τὸν Ἴστρον μετὰ τῆς στρατιᾶς ἐκεῖθεν αὐτῇ τὰ πρὸς [*](D) τὴν χρείαν πορίζεσθαι. ἦν δὲ τοῦτο διὰ φιλαργυρίαν οἰκονομούμενον, ἵνα ληιζόμενον τὸ ἀποτρέφοιτο καὶ αὐτὸς κερδήσοι τὸ στρατιωτικὸν σιτηρέσιον. τοῦτο στάσιν τῇ στρατιᾷ ἐνεποίησε, καὶ αὐτίκα βασιλεὺς παρ’ αὐτῶν ὁ Φωκᾶς ἀνηγόρευτο· ἐτύγχανε δ’ ὢν ἑκατόνταρχος. ὁ δὲ στρατηγὸς Πέτρος τοῦτο μαθών, ἔφυγε, καὶ τῷ βασιλεῖ αὐτάγγελος τοῦ γεγονότος ἐγένετο. ὁ δὲ καὶ τῶν ἐν τῇ πόλει στασιαζόντων ὑπεξῆλθε τῶν ἀνακτόρων, καὶ δρόμωνι ἐμβεβηκὼς μετὰ τῆς γυναικὸς καὶ τῶν τέκνων ἀπέδρα· τὸν δὲ υἱὸν αὐτοῦ Θεοδόσιον πρὸς Χοσρόην ἀπέστειλεν, ἔνα ἀπομνημονεύσας ἃς ἐκεῖνος τῶν παρὰ Μαυρικίου γενομένων αὐτῷ κἀκεῖνος εἰς αὐτὸν τὰ ἴσα ἐνδείξηται. ὡς δ’ ἐγνώσθη τῷ πλήθει [*](A) ἡ τοῦ βασιλεύοντος ὑποχώρησις, καὶ τὴν στάσιν ἐπὶ μεῖζον ἦρε καὶ τὸν Μαυρίκιον δυσφημεῖσθαι διὰ τῆς ἀγορᾶς παρεσκεύασεν.

    Ἤδη δὲ τοῦ Φώκα μὴ πόρρω τῆς Βυζαντίδος τυγχάνοντος, οἱ τοῦ δήμου τῶν Πρασίνων ἐξῄεσαν εὐφημοῦντες αὐτόν. ὃς σὺν αὐτοῖς ἐν τῷ Ἑβδόμῳ παραγενόμενος ἐκεῖ παρὰ τοῦ πατριάρχου ταινιοῦται τὴν κεφαλήν · καὶ εἰσελθὼν εἰς τὰ βασίλεια καὶ τὴν γυναῖκα Λεοντίαν Αὐγούσταν εὐθὺς ἀνηγόρευσε τῶν δήμων παρόντων · ὅτε διὰ τόπους, ἐν οἷς ἵσταντο, ἀμφιβολίας γενομένης τοῖς Πρασίνοις καὶ

    300
    τοῖς Βενέτοις, στασιάζειν ἤρξαντο κατ’ ἀλλήλων. [*](B) πέμψας δέ τινας ὁ Φωκᾶς κατευνάζειν αὐτοῖς τὴν στάσιν ἐπεχείρει. ἑνὸς οὖν τῶν σταλέντων τὸν τῶν βενέτων ὑβρίσαντος δήμαρχον καὶ τοῦτον ὠθήσαυτος, μὴ ἐνεγκόντες οἶ τοῦ δήμου τοῦτο ἔκραζον “ἄπιθι, μάθε κατάστασιν, ὁ Μαυρίκιος ζῆ.” ἐντεῦθεν ὁ τύραννος εἰς τὸν τοῦ Μαυρικίου φόνον ἠρέθιστο, καὶ ἀχθέντος εἰς τὸν ἐν Χαλκηδόνι τοῦ Εὐτροπίου λιμένα, προανῃρέθησαν ἐπ’ ὄψεσιν αὐτοῦ οἱ παῖδες αὐτοῦ. ὁ δὲ “δίκαιος εἶ, κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου”, ἐφ’ ἑκάστῳ ἐφθέγγετο, γενναίως φέρων τὴν συμφοράν. ἔδειξε δὲ μᾶλλον τὴν τοῦ ἀνδρὸς γενναιότητα καὶ τὸ φέρειν εὐγνωμόνως τὸν πειρασμὸν [*](C) ὕστατον αὐτοῦ παιδίον καὶ ὑπομάζιον · τῆς γὰρ αὐτὸ τιθηνούσης, ἔνα μὴ πάντῃ τὸ γένος τοῦ Μαυρικίου ἐξόληται, ὑποκλεψάσης τὸ τιθηνούμενον, ἀντιδούσης δὲ τὸ οἰκεῖον πρὸς τὴν σφαγήν, ὁ Μαυρίκιος τὸ ἑαυτοῦ ἐνεχθῆναι ἐζήτησεν. εἶτα καὶ αὐτὸς μεγαλοψύχως ἐδέξατο τὴν σφαγήν. λέγεται δὲ καὶ τὸν ὒ ἰὸν αὐτοῦ Θεοδόσιον ἀπ’ ἰόντα πρὸς Χοσρόην κατασχεθῆναι, καὶ ἀχθέντα πρὸς Φωκᾶν ἀναι- ρεθῆναι καὶ τὴν βασίλισσαν Κωνσταντῖναν καὶ τὰς τρεῖς θυγατέρας αὐτῆς καὶ ταφῆναι ἐν τῷ ναῷ τοῦ ἁγίου Μάμαντος, τῷ πλησίον τοῦ τείχους, ὅν ἔκτισε Φαρασμάνης ἐκτομίας, ἐπὶ τοῦ κοιτῶνος γεγονὼς [*](D) Ἰουστινιανοῦ. ἐπεγράφησαν δὲ τῷ τάφῳ αὐτῆς τὰ ἡρωελεγεῖα ταῦτα·
  • ἅδ’ ἐγὼ ἡ τριτάλαινα καὶ ἀμφοτέρων βασιλήων
  • Τιβερίου θυγάτηρ, Μαυρικίου δὲ δάμαρ,
  • ἡ πολύπαις βασίλεια καὶ ἡ δόξαν λελαχοῦσα
  • ὡς ἀγαθὸν τελέθει καὶ πολυκοιρανίη,
  • κεῖμαι σὺν τεκέεσσι καὶ ἡμετέρῳ παρακοίτῃ
  • 301
  • δήμου ἀτασθαλίῃ καὶ μανίῃ στρατιῆς.
  • τῆς Ἑκάβης ἔτλην πολὺ χείρονα τῆς τ’ Ἰοκάστης,
  • αἰαῖ τῆς Νιόβης ἔμπνοος εἰμι νέκυς,
  • ναὶ ναὶ τὸν γενέτην, τί μάτην τὰ νεογνὰ ἔκτειναν
  • ἀνθρώπων κακίης μηδὲν ἐπιστάμενα.
  • ἁμετέροις πετάλοισι κατάσκιος οὐ νέα Ῥώμη·
  • ῥίζα γὰρ ἐκλάσθη Θρηικίοις ἀνέμοις.
  • ἔθανε δὲ Μαυρίκιος ἐτῶν ἐξήκοντα καὶ τριῶν, εἴκοσι [*](A) βασιλεύσας ἐνιαυτούς. Φώκα δὲ κρατήσαντος, ὁ Ναρσῆς ἀπεστάτησε καὶ κατέσχε τὴν Ἔδεσσαν. προστάξει δὲ Φωκᾶ Γερμανὸς τῷ Ναρσῇ συμμαχουμένῳ παρὰ Χοσρόου ἡττήθη· καὶ πληγεὶς μεθ’ ἡμέρας τέθνηκε. μετὰ δὲ ταῦτα καταφυὼν εἰς τὴν Ἱερὰν πόλιν Ναρσῆς, καὶ παρὰ τοῦ ἀδελφοῦ τοῦ Φώκα τοῦ μαγίστρου Δομεντζιόλου πίστεις ἐνόρκους λαβών, πρὸς Φωκᾶν ἀπεστάλη. ὁ δὲ μηδὲν τοὺς ὅρκους ὑποσταλεὶς πυρὶ αὐτὸν παραδέδωκεν. οὗτος ὁ Ναρσῆς τὸν τοῦ ἁγίου Παντελεήμονος ναὸν ἐδομήσατο καὶ τὸν τῶν ἁγίων μαρτύρων Πρόβου, Ταράχου, καὶ Ἀνδρονίκου, καὶ τὸν ἐκεῖ ξενῶνα. οὐ τοῦτον δὲ μόνον, ἀλλὰ καὶ τὸν [*](B) ἀδελφὸν Μαυρικίου Πέτρον ἀνεῖλε, καὶ Γερμανὸν τὸν πενθερὸν Θεοδοσίου τοῦ υἱοῦ Μαυρικίου καὶ τὴν θυγατέρα τοῦ Γερμανοῦ καὶ πάσαν τὴν Μαυρικίου συγγένειαν. Φιλιππικὸς δὲ κείρεται κληρικός, καὶ εἰς τὴν αὐτοῦ μονὴν ἐν Χρυσοπόλει διέτριβε. καὶ ἄλλους δὲ πολλοὺς ἔκτεινεν ὁ Φωκᾶς καὶ ποιναῖς ἀπηνέσιν ἐκόλαζε. Κυριακοῦ δὲ τοῦ πατριάρχου ἐκλιπόντος μετὰ ἐνιαυτοὺς ἕνδεκα ἐξότου προεχειρίσθη, πατριάρχης ἐγένετο Θωμᾶς σακελλάριος καὶ τῆς μεγάλης ἐκκλησίας διάκονος. πολυειδῆ μέντοι τότε κακὰ τοὺς Ῥωμαίους κατέλαβεν. ἐν μὲν γὰρ
    302
    τῇ ἑῴᾳ Πέρσαι τὴν Συρίαν καὶ Παλαιστίνην καὶ [*](C) Φοινίκην ὑφ’ ἑαυτοὺς ἐποιήσαντο. τὴν Ἀρμενίαν δὲ καὶ Καππαδοκίαν καὶ τὴν Παφλαγονίαν καὶ Γαλατίαν κατέδραμον, καὶ μέχρι Χαλκηδόνος προήλθοσαν, ἅπαντα ληιζόμενοι. ἐν δὲ τῇ Εὐρώπῃ Ἄβαροι τὴν Θρᾴκην ἐδῄωσαν καὶ τὰ Ῥωμαϊκὰ στρατόπεδα, ἃ ἐν ἀμφοτέροις ἦσαν τοῖς τμήμασι, διεφθάρησαν, καὶ ἄλλως δὲ πολλὴ τῶν ἀνθρώπων θνῆσις ἐγένετο καὶ ἀφορία καρπῶν καὶ ζῴων φθορὰ ἐκ βαρυτάτων χειμώνων. ἐπὶ πᾶσι δὲ ὁ ἀλάστωρ Φωκᾶς ἐν ἵππων ἁμίλλῃ τῶν δήμων πρὸς αὐτόν τι ἀποσκωψάντων ἐκμανείς, πολλοὺς μὲν ἀνεῖλε, πολλοὺς δὲ ἠκρωτηρίασεν, ἐνίους μέντοι καὶ κατεπόντωςσε, [*](D) πλείστους δὲ καὶ τῷ ἐπάρχῳ παρέδωκεν, κολάσῃ αὐτούς, οἱ ἐν τῷ πραιτωρίῳ καθείρχθησαν. οἶ δὲ ὄχλοι ὁμοῦ γενόμενοι ἐνέπρησαν τὸ πραιτώριον, καὶ οἱ καθειργμένοι διέφυγον. Ἑβραῖοι δὲ στασιάσαντες ἐν Ἀντιοχείᾳ κατὰ χριστιανῶν ἀνεῖλον τῶν Ἀντιοχέων πολλούς, καὶ αὐτὸν δὲ τὸν πατριάρχην τῆς πόλεως Ἀναστάσιον, καὶ τὸν νεκρὸν αὐτοῦ κατέκαυσαν ἐν τῇ ἀγορᾷ. στείλας δὲ ὁ Φωκᾶς οὓς μὲν ἀνεῖλεν, οὓς δὲ ἠκρωτηρίασε καὶ τῆς πόλεως ἐξεδίωξεν. ὁ μέντοι πατριάρχης ἐπὶ τρία ἔτη καὶ μῆνας δύο τῆς ἐκκλησίας προστὰς ἐτελεύτησε, καὶ ἀντεισήχθη Σέργιος, τῆς μεγάλης ἐκκλησίας διάκονος. τὴν θυγατέρα δὲ ὁ Φωκᾶς Δομνεντίαν Πρίσκῳ [*](A) τῷ στρατηλάτῃ συνέζευξε, καὶ μετὰ τοὺς γάμους ἱππικὸν ἀγῶνα ἄγων ἐθεάσατο σὺν ταῖς αὐτοῦ εἰκόσι καὶ τοῦ Πρίσκου καὶ τῆς αὐτοῦ γυναικὸς Δομνεντίας ἱσταμένας εἰκόνας, καὶ ἐκμανὴς γεγονὼς ἁ ἐκτμηθῆναι τοὺς δημάρχους ἐκέλευσε. δεηθέντων δὲ τῶν δήμων, μόλις ἀφῆκεν αὐτούς. ἐκ ταύτης οὖν
    303
    τῆς αἰτίας ὁ Πρίσκος δεδοικὼς περὶ τῇ ζωῇ, ἅμα δὲ καὶ τὴν κατὰ πάντων τοῦ Φώκα τυραννίδα μισῶν, ἐζήτει καταλῦσαι τὸν τύραννον. ὢν δὲ ὁ Φωκᾶς γυναικομανής τε καὶ μέθυσος καὶ ὠμὸς καὶ αἱμοχαρής, ἐμισήθη παρὰ πάντων. καὶ στρατηγοῦντος ἐν Ἀφρικῇ καὶ Λιβύῃ Ἡρακλείου τοῦ πατρὸς τοῦ βασιλεύσαντος μετέπειτα Ἡρακλείου οἶ τῆς συγκλήτου καὶ αὐτὸς ὁ Πρίσκος ὁ στρατηλάτης διεπέμποντο πρὸς αὐτόν, δεόμενοι ἀπαλλαγῆναι τῆς τυραννίδος Φώκα. ἦν δὲ τῷ εἰρημένῳ στρατηγῷ Ἡρακλείῳ [*](B) ὑποστράτηγος Γρηγορᾶς τις τῶν ἐπισήμων. οὗτοι γοῦν ἄμφω συμπνεύσαντες, στέλλουσι κατὰ τοῦ τυράννου τοὺς ἰδίους υἱούς, ὁ μὲν Ἡράκλειος τὸν Ἡράκλειον πολλαῖς ναυσὶ καὶ πλῆθος στρατιωτῶν πλοϊςόμενον, ὁ δὲ πατρίκιος Γρηγορᾶς τὸν πεζοποροῦντα σὺν ἱππόταις πολλοῖς καὶ πεζῇ στρατιᾷ, ἐπὶ συνθήκαις τοῦ τὸν προκαταλαβόντα τὴν ὑπερκειμένην τῶν πόλεων καὶ καθελόντα τὸν τύραννον τῆς βασιλείας ἀξιωθήσεσθαι. ταῦτα μαθὼν ὁ Φωκᾶς τὴν τοῦ Ἡρακλείου μητέρα καὶ τὴν μνηστὴν Εὐδοκίαν, ἣν ἐξ Ἀφρικῆς ἐμνηστεύσατο, θυγατέρα ’σαν τοῦ τῆς χώρας ἐκείνης πρωτεύοντος, κατασχὼν κατέκλεισεν ἐν μονῇ. προκατέλαβε τοίνυν [*](C) Ἡράκλειος καὶ προσώρμισε τῷ λιμένι τῶν Σοφιῶν, καὶ μάχης συγκροτηθείσης ἴσης ὑπερέσχε τῶν τοῦ Φώκα. συνήργητο γὰρ καὶ ὑπὸ τοῦ Κρίσπου τὴν τοῦ ἐπάρχου μετιόντος ἀρχήν. Φώτιος δὲ τῶν ἐπιφανῶν ὑπάρχων, οὗ τὴν γυναῖκα ὁ τύραννος βίᾳ ἐμοίχευσε, σὺν πλήθει στρατιωτῶν καταλαβὼν τὰ βασίλεια, κατ’ ἔσπασε τοῦ θρόνου τὸν τύραννον· οἱ γὰρ περὶ αὐτὸν ἀπογνόντες τῶν βασιλείων ὑπανεχώρησαν, καὶ ἀποδύσας τὴν πορφυρίδα φαιὰν ἐσθῆτα ἐνέδυσε
    304
    καὶ δέσμιον τῷ Ἡρακλείῳ παρέστησεν. ὁ δὲ ἰδὼν αὐτὸν ἔφη “οὕτως, ἄθλιε, τὰ τῆς πόλεως διῴκησας [*](D) πράγματα”; καὶ ὁ Φωκᾶς ἀπονοίᾳ κάτοχος ὢν ἀπεκρίνατο “σὺ δὲ κρειττόνως μᾶλλον διοικήσεις αὐτά;” ὀργισθεὶς δὲ ὁ Ἡράκλειος λὰξ ἐκείνῳ ἐνέθορε καὶ ἐκτμηθῆναι προσέταξεν. οἱ μὲν οὖν αὐτίκα αὐτὸν ἀναιρεθῆναι ἱστόρησαν, οἱ δὲ πρότερον αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας ἐκκοπῆναί φασιν, εἶτα καὶ τὰ αἰδοῖα διὰ τὴν ἐκείνου ἀσέλγειαν καὶ ὅτι πολλῶν ᾔσχυνε γαμετάς, καὶ οὕτως αὐτοῦ τὴν κεφαλὴν ἐκκοπῆναι, τὸ δὲ δύστηνον σῶμα καυθῆναι κατὰ τὸν Βοῦν, ἔνθα κάμινος ἦν, ὡς λέγεται, ἐκ χαλκοῦ καεσκευασμένη, σχῆμα βοὸς ἔχουσα, ἥπερ ἐκ Περγάμου κεκόμιστο, ἐξ ἧς καὶ ὁ τόπος ὠνόμαστο. καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἄλλοι τῶν ᾠκειωμένων αὐτῷ ἀνῃρέθησαν. τῷ μὲν οὖν κακίστῳ Φωκᾷ τοιοῦτον [*](A) τέλος τῆς τυραννίδος ἐγένετο, ἔτη κατορχησαμένῳ τῆς βασιλείας ὀκτώ.

    Ἡράκλειος δὲ ὑπὸ Σεργίου τοῦ πατριάρχου στεφθεὶς αὐτίκα καὶ τὴν Εὐδοκίαν τὴν μνηστὴν ταινιοῖ, καὶ ἅμα τά τε βασίλεια στέφη καὶ τοὺς γαμηλίους στεφάνους ἐδέξαντο, ὥστε κατὰ τὴν αὐτὴν ἡμέραν καὶ βασιλεῖς ἄμφω χρηματίσαι αὐτοὺς καὶ νυμφίους. οἱ δέ γε Πέρσαι τὴν ἑῴαν κατέτρεχον, καὶ τὰς μὲν τῶν χωρῶν ὑφ᾿ ἑαυτοὺς ἐποιοῦντο, τὰς δὲ ἐληίζοντο, καὶ ἡ Ῥωμαϊκὴ στρατιὰ προσβάλλουσα τούτοις ἥττητο καὶ διώλλυτο βραχέων τινῶν περισωθέντων φυγῇ. καὶ τὴν Εὐρώπην οἱ Ἄβαροι καὶ οἱ Σκύθαι ἠρήμωσαν. διὸ καὶ ἠπόρει ὁ βασιλεὺς Ἡράκλειος ὅ,τι καὶ δράσει. ἐπισκεψάμενος γὰρ τοὺς στρατιωτικοὺς καταλόγους πάνυ τούτους εὗρε βραχεῖς, [*](B) ἁπάντων σχεδὸν ἐν τοῖς πολέμοις ἀναλωθέν-

    305
    τῶν. ἐκ γὰρ τῶν ἐπὶ Μαυρικίου τὸν Φωκᾶν ἀναγορευσάντων εἰς πολλὰς χιλιάδας ἀριθμουμένων δύο μόνοι στρατιῶται περιλειφθέντες εὑρέθησαν. στρατολογήσας οὖν Κρίσπον στρατηγὸν Καππαδοκίας προβάλλεται, καὶ στέλλει τοῦτον ἐκεῖ. γίνεται δὲ αὐτῷ ἐκ τῆς Αὐγούστης Εὐδοκίας, ἣν καὶ Φαβίαν ὠνόμασε, θυγάτηρ Ἐπιφανία. εἶτα καὶ υἱὸς ἐτέχθη ὁ μικρὸς Ἡράκλειος καὶ νέος Κωνσταντῖνος κληθείς, καὶ ἄμφω δὲ τὼ παῖδε βασιλικῷ διαδήματι τεταινίωκε. καὶ μετ’ ὀλίγον ἡ γαμετὴ αὐτοῦ ἡ Αὐγούστα Εὐδοκία τὸν βίον ἀπέλιπεν. ἐκφερομένου δὲ τοῦ ταύτης νεκροῦ βασιλικῶς διὰ τῆς ἀγορᾶς κόρη τις προκύπτουσα βάρβαρος τυχαίως ἀπέπτυσε, καὶ τὸ [*](C) πτύσμα εἰς τὴν κλίνην, δι’ ἧς ἐξεφέρετο ἡ Αὐγούστα, κατήνεκτο, καὶ συλληφθεῖσα ἡ κόρη ἐκαύθη, προσενεχθεῖσα τῇ θανούσῃ λίαν οἰκτρὸν ἐπιτάφιον. ὁ δέ γ’ ἑ Ἡράκλειος ἔγημε Μαρτῖναν τὴν ἀδελφόπαιδα καὶ Αὐγούσταν αὐτὴν ἀνηγόρευσε. τοῦ μέντοι Χοσρόου καὶ τῶν Περσῶν ἀκρατῶς φερομένων καὶ πάντα λεηλατούντων, πρέσβεις ὁ βασιλεὺς πρὸς αὐτὸν ἔστειλε, κόρον λαβεῖν ποτε τῆς τῶν ἀνθρώπων φθορᾶς ἀξιῶν καὶ σπείσασθαι ἐπὶ συνθήκαις ἐτησίων δασμῶν. ὁ δὲ τὴν πρεσβείαν οὐ προσήκατο. πάλιν οὖν ἑτέρα πρεσβεία πρὸς αὐτὸν εἰρήνην ἐξαιτουμένη. ὁ δὲ Πέρσης ὑπερηφάνους καὶ βλασφήμους [*](D) τὰς ἀποκρίσεις πεποίηκε, λέγων μὴ ἄν ποτε φείσασθαι τῶν χριστιανῶν, εἰ μὴ τὸν ἐσταυρωμένον ἀρνήσαιντο καὶ σεβασθῶσι τὸν ἥλιον. ἀπογνοὺς οὖν τὴν εἰρήνην ὁ βασιλεὺς ἐπιστρατεῦσαι διενοεῖτο κατὰ Περσῶν · διὸ καὶ ἔσπευδε θέσθαι πρὸς τὸν Χαγάνον σπονδάς, μὴ ἀφιστάμενον τοῦ τὴν Θρᾴκην ληίζεσθαι. στείλας τοίνυν πρὸς αὐτὸν εἰρήνην ᾔτει· καὶ ὁ βάρ-
    306
    βάρος οὐκ ἀνένευσεν. ἡσθεὶς οὖν ὁ βασιλεὺς ἐξῆλθε τῆς πόλεως, καὶ ἔξω τοῦ Μακροῦ τείχους ηὐλίσατο μετὰ τῆς βασιλικῆς πολυτελείας καὶ δορυφορίας καὶ χρημάτων πολλῶν, ἃ τῷ Χαγάνῳ δῶρα ἐκόμιζεν. ὁδὲ βάρβαρος ἀλογήσας τῶν ὅρκων τ᾿ ἑ καὶ τῶν συνθηκῶν [*](A) θηκῶν ὥρμησε τὸν βασιλέα συσχεῖν. ἀλλὰ τούτου μὲν οὐκ ἐπέτυχεν, ἔφθη γὰρ διαδράς, τὴν μέντοι βασιλικὴν ἀποσκευὴν καὶ τὴν δορυφορίαν, ἀλλὰ μὴν καὶ τὰ χρήματα καὶ δοριαλώτων χιλιάδας πολλὰς κατὰ πᾶσαν ἄδειαν εἰληφώς, ὑπέστρεψεν. αὗθις οὖν ὁ Ἡράκλειος πρεσβείαν ἔθετο πρὸς αὐτόν, ἐπεγκαλῶν αὐτῷ ἀπιστίαν καὶ πρὸς εἰρήνην αὐτὸν ἐφελκόμενος· ὁ δὲ σπένδεται. καὶ ὁ βασιλεὺς τῆς βασιλευούσης ἀπάρας τῶν πόλεων ἀφίκετο εἰς Καισάρειαν, ἔνθα καὶ ὁ Κρίσπος ἦν στρατηγῶν· οὗ νοσοῦντος ἢ τοῦτο προσποιουμένου πρὸς αὐτὸν ἀπῄει ὁ βασιλεύς, ἐπισκεψόμενος καὶ βουλευσόμενος περὶ τῶν πρακτέων. ὁ δὲ αὐτὸν ὀλιγώρως ἐδέχετο, μήτε προσυπαντῶν μήτε μὴν τῆς κλίνης ἐξανιστάμενος [*](B) κἀν ταῖς ὁμιλίαις ἀλαζονικώτερόν πως διατιθέμενος. μένος. Ἡράκλειος δὲ συνίει μὲν τὸ γινόμενον, καὶ καταφρονού μένος ἤχθετο, ὑπεκρίνετο δὲ μήτ᾿ ἄχθεσθαι μήτε συνιέναι τῆς ὀλιγωρίας τοῦ Κρίσπου τῆς κατ᾿ αὐτοῦ. ἐν τούτῳ ἀγγέλλεται αὐτῷ ἡ Αὐγοῦστα τεκοῦσα ὒ ἰόν. καὶ τὰ μὲν στρατεύματα τῷ Κρίσπῳ καταλελοίπει, αὐτὸς δ᾿ ἐπανῆλθεν εἰς τὸ Βυζάντιον. τοῦ Νικητὰ μέντοι τοῦ υἱοῦ τοῦ πατρικίου Γρηγορᾶ εἰσεληλυθότος εἰς τὴν τῶν πόλεων βασιλεύουσαν, ὁ βασιλεὺς αὐτὸν ἐν τιμῇ μεγάλῃ πεποίητο, ἀδελφὸν αὐτὸν ὀνομάζων. ἐπανέζευξε δὲ καὶ ὁ Κρίσπος ἐκ τῆς στρατείας. συλλόγου τοίνυν τῆς συγκλήτου γενομένου, καὶ τοῦ πατριάρχου παρόντος, ὡς μέλλον-
    307
    τος βαπτίσαι τὸν τοῦ βασιλέως υἱόν, φησὶ πρὸς τοὺς παρόντας ὁ βασιλεὺς “ὁ ὑβρίζων τὸν βασιλέα τίνος [*](C) ἐστὶν ἄξιος”; οἱ δὲ ἀπεκρίνατο “οὐ ζῆν ἐστιν ἄξιος· πάσης γὰρ φιλανθρωπίας ἑαυτὸν ἀνάξιον ἔθετο”. καὶ ὁ βασιλεὺς τὰ περὶ τοῦ Κρίσπου κἀκείνου παρόντος κατέλεγεν· εἶτα πρὸς ἐκεῖνον ἐπιστραφεὶς ἔφη ‘ὃς γαμβρὸν οὐκ ἐποίησας, οὐδὲ φίλον ἂν ποιήσεις ποτέ” . ἐκέλευσεν οὖν αὐτὸν κληρικὸν γενέσθαι, ἐκ δὲ Μαρτίνης τῆς ἀνεψιᾶς αὐτοῦ ἔσχε δύο υἱούς, Φάβιον, ὃν καὶ Ἡρακλωνᾶν ὠνόμασε, καὶ Δαβὶδ τὸν λοιπόν. τοῦ δὲ Χοσρόου πάντα ληιζομένου καὶ ἀφανίζοντος, ὑφ’ ἑαυτὸν δὲ καὶ τὴν Παλαιστίνην πεποιηκότος καὶ τὴν Ἱερουσαλὴμ πολιορκίᾳ λέγεται ἄπειρόν τι πλῆθος ἀναιρεθῆναι χριστιανῶν. ἐξωνούμενοι γὰρ αὐτοὺς εὐώνως οἱ Ἰουδαῖοι ἐφόσθαι [*](D) ὧν περὶ μυριάδας ἐννέα φασὶ συγκορυφοῦσθαι τὸν ἀριθμόν. τὸν δέ γε πατριάρχην τῆς ἁγίας πόλεως Ἱερουσαλὴμ καὶ τὰ τίμια τοῦ σταυροῦ οἱ Πέρσαι λαβόντες εἰς Πέρσιδα ἤγαγον. ἀπορῶν οὖν ὁ βασιλεὺς ἀναλόγου τοῖς ἐναντίοις στρατεύματος, πρὸς δὲ καὶ χρημάτων, ἄργυρον μὲν καὶ χρυσὸν ἐδανείσατο ἔκ τε τῆς μεγάλης ἐκκλησίας καὶ τῶν λοιπῶν εὐαγῶν οἴκων, καὶ διὰ τούτων ἔκοψε νόμισμα. λαὸν δ’ ἐκ τόν θεμάτων συνέλεγε, καὶ τούτους πρὸς πολεμικὴν ἐμπειρίαν ἐγύμναζε, καὶ συμμάχους προσεκαλέσατο. ἐξελθὼν οὖν μετὰ τὴν ἑορτὴν τοῦ πάσχα τῆς πόλεως, καὶ προσβαλὼν Σαρβάρῳ [*](A) τῷ τοῦ Χοσρόου ἀρχισατράπῃ μετὰ βαρείας δυνάμεως κατὰ Ῥωμαίων σταλέντι, τρέπεται τοῦτον καὶ τὰ στρατεύματα αὐτοῦ συγκόπτει καὶ μαχαίρας ἔργον ποιεῖ.

    Ἐν τούτοις παρασπονδήσας ὁ Χαγάνος ἐπῆλθε

    308
    τῇ Βυζαντίδι, καὶ πρὸς τοῦ τείχους αἱ δυνάμεις αὐτοῦ ἐστρατοπεδεύσαντο, δῃοῦσαι σύμπαντα τὰ ἐκτός. ὅθεν οἴ τε τῆς πόλεως καὶ ὁ πατριάρχης καὶ ὁ πατρίκιος Βῶνος, τούτους γὰρ ἄμφω κηδεμόνας τοῦ υἱοῦ αὐτοῦ Κωνσταντίνου καταλελοίπει καὶ τῶν κοινῶν πραγμάτων διοικητὰς ἀποδημῶν ὁ Ἡράκλειος, ἑτοιμασάμενοι πλῆθος ἀνδρῶν γενναίων κατὰ τῶν βαρβάρων ἀφροντιστούντων, ὡς μὴ παρόντος στρατεύματος, ἀπροσδοκήτως ἐξέπεμψαν, καὶ πολλὰς αὐτῶν [*](B) χιλιάδας διέφθειραν. οἶ δέ γε περιλειφθέντες αἰσχρῶς φεύγοντες εἰς ἤθη τὰ ἑαυτῶν ὑπενόστησαν. Ἡράκλειος δὲ πάλιν ἑτέρῳ σατράπῃ μετὰ τριάκοντα χιλιάδων κατ’ αὐτοῦ πεμφθέντι παρὰ Χοσρόου συμμίξας, καὶ τοῦτον ἐτρέψατο, καὶ τοὺς μετ’ αὐτοῦ σχεδόν τι πάντας Ἀΐδι προίαψεν. οἱ δέ γε περιλειφθέντες ὑποστρέψαντες καὶ τὰ συμβεβηκότα τοῖς ὁμο- γενέσιν ἀπηγγελκότες, καὶ πρῴην διὰ μίσους ἄγοντας τὸν Χοσρόην μᾶλλον αὐτοὺς μισεῖν αὐτὸν ἐξηρέθισαν. Ἡράκλειος δὲ καὶ εἰς τὴν ἐνδοτέρω Πέρσιδα εἰσέβαλε, καὶ τάς τε πόλεις καθῄρει καὶ τὰ τεμένη τοῦ πυρὸς αὐτῷ ἐκείνῳ τῷ τιμωμένῳ παρ’ αὐτοῖς συνδιέφθειρε. μαθὼν δὲ ἀνῃρημένους οὓς ἔστειλε πρεσβευτάς, [*](C) ὠργίσθη, καὶ οὐκ ἐφείδετο ἀναιρῶν τε καὶ πυρπολῶν καὶ καταστρέφων τὰ ἐν ποσίν. ὁ μέντοι Χοσρόης, τοῦ βασιλέως τὴν Πέρσιδα ληιζομένου καὶ κατ’ ἆτ’ ῥ’ ἔχοντος, εἰς Κτησιφῶντα κατέφυγε. διαβληθέντος δὲ πρὸς αὐτὸν τοῦ ἀρχισατράπου Σαρβάρου ὡς τὰ τῶν Ῥωμαίων φρονοῦντος, αὐτῷ δὲ λοιδορουμένου, ἐπιστέλλει τῷ ὑποστρατήγῳ αὐτοῦ τὸν Σάρβαρον ἀνελεῖν. τοῦ δὲ τὴν ἐπιστολὴν ταύτην κομίζοντος ἐν τῷ ἀπιέναι συλληφθέντος παρὰ Ῥωμαίων καὶ ἀπαχθέντος εἰς τὸ Βυζάντιον, γνόντες τὰ ἐν
    309
    αὐτῇ γεγραμμένα οἶ τῶν κοινῶν πραγμάτων διοικηταὶ στέλλουσι ταύτην καὶ τὸν αὐτῆς κομιστὴν πρὸς τὸν Σάρβαρον· καὶ ὃς τὰ γεγραμμένα ἀναγνούς, καὶ τοῦ γραμματοφόρου πυθόμενος καὶ μαθὼν τὴν γνώμην [*](D) Χοσρόου, ἑτέραν πλάττει ἐπιστολήν, κελεύουσαν σὐτόν τε καὶ πολλοὺς σατράπας ἀναιρεθῆναι καὶ τοὺς τοῦ στρατεύματος προύχοντας. πείθει δὲ καὶ τὸν τὴν ἐπιστολὴν τοῦ Χοσρόου κομίσαντα λέγειν ὅτι παρὰ Χοσρόου ταύτην ἔλαβε τὴν ἐπιστολήν. συναγαγὼν οὖν τοὺς τῶν ταγμάτων ἡγεμονεύοντας ἐν ἐπηκόῳ πάντων τὴν ἐπιστολὴν ἀναγνωσθῆναι πεποίηκε. θυμοῦ τοίνυν πλησθέντες οἱ τῶν ταγμάτων ἐξάρχοντες κοινῇ συνέθεντο τῷ βασιλεῖ προσελθεῖν. ἐπὶ τούτοις καὶ ἕτερόν τι συμβέβηκεν, ὁ τὸν Χοσρόην διώλεσε· παῖδας γὰρ ἔχων πολλούς, τὸν ἁπάντων πρεσβύτερον Σιρόην παραγκωνιζόμενος ἠβουλήθη διάδοχον τῆς ἀρχῆς ἕτερον ποιήσασθαι, καλοῦ μένον Μερδασάν. ὃ γνοὺς ὁ Σιρόης, καί τινας τῶν σατραπῶν ὑποποιησάμενος, ἐπιτίθεται τῷ πατρί, δεσμεῖ τε τοῦτον καὶ χρυσὸν αὐτῷ πολὺν παρατίθησι καὶ λίθων τῶν πολυτίμων σωρούς, “διὰ [*](A) ταῦτα” λέγων “Ῥωμαίοις τοὺς Πέρσας ἐξεπολέμωσας A καὶ ἀλλήλοις μάχεσθαι καὶ διαφθείρεσθαι κατηνάγκαζες· ἀπόλαυε τοίνυν τόν ἐφετῶν σοι.” εἶτα τὸν υἱὸν αὐτοῦ Μερδασάν, ᾧ τὴν τῶν Περσῶν ἀνετίθει ἀρχήν, ἀνεῖλε πρὸ ὀφθαλμῶν αὐτοῦ, ἀλλὰ μὴν καὶ τοὺς ἄλλους παῖδας αὐτοῦ καὶ ἐπὶ πᾶσι κἀκεῖνον. ἐγκρατὴς οὖν τῆς τῶν Περσῶν ἀρχῆς γεγονώς, διαπέμπεται πρὸς Ἡράκλειον, τὸν τοῦ Χοσρόου ὄλεθρον αὐτῷ εὐαγγελιζόμενος, καὶ σπεισάμενος αὐτῷ πάντας τοὺς ἐν Πέρσιδι αἰχμαλώτους Ῥωμαίους ἐλευθέρους ἀφῆκε καὶ τὰ τίμια ξύλα τοῦ σωτηρίου σταυροῦ
    310
    αὐτῷ ἀποδέδωκε καὶ τὸν πατριάρχην τῆς Ἱερουσαλὴμ [*](B) Ζαχαρίαν. καὶ ὁ βασιλεὺς αὖθις πάντας τοὺς παρὰ Ῥωμαίων κατεχομένους Πέρσας ἀπελθεῖν ἀφῆκε πρὸ ’ς τοὺς οἰκείους. ταῦτα ἐν ἕξ ἔτεσιν ἀνύσας Ἡράκλειος, καὶ ἀποκαταστήσας τῇ Ἱερουσαλὴμ τὰ τίμια ξύλα καὶ τὸν πατριάρχην αὐτόν, τι) ἑβδόμῳ ἐπανῆλθεν εἰς τὰ βασίλεια, μετ’ εὐφημίας καὶ κρότων δεχθεὶς καὶ λαμπρότητος παρά τε τῆς γερουσίας καὶ τοῦ πλήθους τῆς πόλεως.

    Γενομένῳ δὲ τῷ βασιλεῖ Ἡρακλείῳ κατὰ τὴν Ἱερουσαλὴμ ὁ τῶν Ἰακωβιτῶν καθολικὸς ὃν ἐκεῖνοι πατριάρχην ὠνόμαζον. τούτῳ τοίνυν ὁ βασιλεὺς αἰτίαν προσῆπτεν, ὅτι τὴν ἐν Χαλκηδόνι [*](C) μὴ δέχοιτο σύνοδον μηδὲ δύο φύσεις ἐν Χριστῷ ἡνωμένας ὁμολογεῖ, λέγων ὡς εἴ γε τὴν σύνοδον δέξοιτο καὶ δύο φύσεις ἀσυγχύτους ἐπὶ τοῦ σωτῆρος Χριστοῦ ὁμολογήσει, ὁμόδοξον αὐτὸν ἡγήσοιτο καὶ τῆς Ἀντιοχέων ἐκκλησίας πατριάρχην προβάλοιτο. ὁ δὲ δεινὸς ὢν καὶ πονηρίας μεστός, ἔνα μὴ ἀτευκτήσῃ τῆς βασιλικῆς ὑποσχέσεως, τήν τε σύνοδον ὑποκεκριμένως ἐδέξατο καὶ δύο φύσεις ἐπὶ Χριστοῦ λέγειν ἡνωμένας κατέθετο. περὶ δέ γε τῶν θελημάτων καὶ τῶν ἐνεργειῶν ἐπυνθάνετο, εἶ διττὰ ταῦτα λέγειν [*](D) χρεὼν ἢ ἑνιαία τε καὶ μοναδικά; ὁ δ’ αὐτοκράτωρ γράφει περὶ τούτου δὴ τοῦ ζητήματος πρὸς τὸν Κωνσταντινουπόλεως Σέργιον. κἀκεῖνος πάλαι τὰ τῆς Μονοθελητῶν πρεσβεύων αἱρέσεως, μίαν φυσικὴν θέλησιν καὶ μίαν ἐνέργειαν δεῖν δογματίζειν ἐπὶ Χριστοῦ τῷ βασιλεῖ ἀνταπέστειλεν. ἀλλὰ καὶ Κῦρον ἐρωτήσας τὸν Φάσιδος τῷ Σεργίῳ εὕρηκεν ὁμογνώμονα. τούτοις καὶ αὐτὸς ὑπαχθεὶς ὁ Ἡράκλειος τῆς δόξης γίνεται ταύτης, καὶ ἀνατροπὴν

    311
    ποτίζεται θολερὰν παρὰ τῶν μισθωτῶν, ἀλλ’ οὐ ποιμένων ἐκείνων. τοῦ Σωφρονίου μέντοι τοῦ ἱεροῦ τοῦ ἐν Ἱεροσολύμοις ἀρχιερατεύοντος τοὺς ὑφ’ ἑαυτὸν ἀρχιερεῖς συναθροίσαντος καὶ συνοδικῶς ἀποδείξαντος τοὺς μίαν λέγοντας θέλησιν καὶ ἐνέργειαν ἐπὶ τῶν δύο φύσεων τοῦ Χριστοῦ μίαν ἄντικρυς καὶ [*](A) φύσιν κηρύττειν, σύμψηφον δὲ σχόντος ἐπὶ τούτῳ καὶ τὸν τὸν θρόνον τῆς πρεσβυτέρας Ῥώμης διέποντα Ἰωάννην, ὁ βασιλεὺς προέθετο πρόγραμμα ἑνιαίαν ἐνέργειαν μήτε διττὴν ἐν χριστῷ δογματίζεσθαι· ὃ καταγέλαστον οὐ τοῖς ὀρθόφροσιν ἐδόκει μόνον, ἀλλὰ καὶ τοῖς Σεβήρου ὁμόφροσι. Σεργίου δὲ τοῦ τὸν θρόνον ἔχοντος Κωνσταντινουπόλεως τὴν ζωὴν καταστρέψαντος, Πυρρὸς αὐτὸν διεδέξατο, τὰ αὐτὰ ἐκείνῳ δοξάζων καὶ τὰ Σεβήρου καὶ Κύρου σέβων τ’ ἑ καὶ κυρῶν. ὑποστρέφοντι δὲ τῷ βασιλεῖ τούτῳ ἐκ τῆς Πέρσιδος τροπαιοφόρῳ πρόσεισι Μωάμεθ ὁ τῶν Σαρακηνῶν φύλαρχος, οὐκ ἐκ γένους φυλαρχεῖν κληρωσάμενος, τῶν γὰρ ἀσήμων ἐτύγχανεν ὤν, ἀλλὰ πονηρίᾳ τοῦτο κτησάμενος. πένης γὰρ [*](B) ὢν παρά τινι γυναικὶ πλουσίᾳ χήρᾳ ἐθήτευεν, ἣν ἔγημε, γοητείαις ὑπαγαγὼν εἰς ἔρωτα ἑαυτοῦ. ἐπιληψίας δὲ νοσήματι συνεχόμενος, καὶ κατὰ καιροὺς αὐτῷ τοῦ πάθους προσβαλόντος πίπτων καὶ τῶν φρενῶν ἐξιστάμενος, ἀθυμίας αἴτιος τῇ ἑαυτοῦ κυρίᾳ καὶ γαμετῇ καὶ αἰσχύνης ἐγίνετο. ὁ δὲ αὐτός τε πονηρὸς ὢν καί τινι δὲ μοναχῷ πονηροτέρῳ ἑαυτοῦ ἐντετυχηκὼς διὰ κακοπιδτίαν φυγαδευθέντι τῆς Βυζανίδος, καὶ παρ’ αὐτοῦ διδαχθείς, ἔλεγε τῇ γυναικὶ τὸν Γαβριὴλ τὸν ἀρχάγγελον οὐρανόθεν αὐτῷ φοιτῶντα θεῖά τινα μυεῖν καὶ ἀπόρρητα, μὴ φέρειν δὲ τὴν τούτου θέαν καὶ διὰ τοῦτο ἰλιγγιᾶν καὶ φόβῳ [*](c)
    312
    συνέχεσθαι καὶ πρὸς γῆν κατακλίνεσθαι. ταῦτα δ’ εἶχεν αὐτῷ συμμαρτυροῦντα καὶ τὸν μοναχὸν ἐκεῖνον τὸν δόλιον καὶ τῇ γυναικὶ λέγοντα ὅτι ὡς ἀληθῶς πᾶσι τοῖς προφήταις οὗτος ὁ Γαβριὴλ ἐπιπέμπεται. ἐντεῦθεν ἡ γυνὴ ἀποσκευαζομένη τὸ ὄνειδος, ἐγκαυχωμένη δὲ μᾶλλον ὡς συνοικοῦσα προφήτῃ, τὸν λόγον τοῦτον εἰς τὰς λοιπὰς γυναῖκας προήνεγκε, καὶ οὕτως ὄνομα προφήτου παρὰ τοῖς ὁμοφύλοις ὁ μυσαρὸς ἐκεῖνος ἐκτήσατο. θανούσης δὲ τῆς γυναικὸς ἐκείνης, τῶν ἐκείνης κληρονόμος γενόμενος καὶ φύλαρχος καὶ διδάσκαλος καὶ νομοθέτης τοῦ [*](D) ἔθνους τῶν Ἰσμαηλιτῶν ἐχρημάτισε, τοὺς μὲν ἀπατῶν, τοῖς δὲ μὴ εὐχερῶς αὐτῷ πειθομένοις τὸ ξίφος ἀνατεινόμενος καὶ ὑποκλίνεσθαι οἱ ἐκβιαζόμενος. ἤδη γὰρ καὶ χεῖρα περὶ ἑαυτὸν συνήγαγεν ἱκανήν. οὗτος οὖν ἐκ τῆς Αἰθρίβου προιὼν προσῇλθε τῷ βασιλεῖ, χώραν αἰτῶν εἰς κατοίκησιν, καὶ ἔλαβεν. ὃν δ’ εἴρηται τρόπον τὸ ἔθνος ἅπαν κατασοφισάμενος καὶ ὑφ’ ἑαυτὸν ποιησάμενος, τὴν Συρίαν κατέδραμε καὶ ἐληίσατο καὶ τῶν Ῥωμαϊκῶν χωρῶν πολλὰς ἐξεπόρθησε, καὶ ἔκτοτε οὐκ ἐπαύσατο τὸ τῶν Ἰσμαηλιτῶν γένος τὴν Ῥωμαίων ἅπασαν γῆν κατατρέχον καὶ ληιζόμενον. Ἡράκλειος δέ, ὡς εἴρηται, εἰς τὴν τῶν Μονοθελητῶν ἐκκυλισθεὶς αἵρεσιν, [*](A) νόσῳ περιπίπτει ὑδερικῇ. λέγεται δὲ καὶ τὸ αἰδοῖον A αὐτοῦ στρεφόμενον ἄνω τὸ οὖρον πέμπειν, καὶ εἰ μὴ σανὶς ἐν τῷ ἤτρῳ αὐτοῦ ἐτίθετο, κατὰ τοῦ προσώπου αὐτοῦ τὸ ἐκκρινόμενον ἀνεδίδοτο· ὃ συμβαίνειν ἐδόκει διὰ τὴν ἔκθεσμον μίξιν τῆς ἀδελφόπαισος. θνήσκει οὖν ὁ βασιλεὺς οὗτος κατὰ τὸν τριακοστὸν πρῶτον χρόνον τῆς βασιλείας αὐτοῦ.

    Καὶ μεταβαίνει ἡ αὐταρχία πρὸς τὸν υἱὸν αὐτοῦ

    313
    Κωνσταντῖνον, ἧς βραχύ τι ἀπώνατο. ἔν ἁ γὰρ μοναρχήσας ἐνιαυτὸν φαρμάκῳ διώλετο παρὰ Μαρτίνης αὐτῷ κερασθέντι τῆς μητρυιᾶς τε ὁμοῦ καὶ ἐξαδέλφης αὐτοῦ· ᾧ γυνὴ συνῴκιστο Γρηγορία, θυγάτηρ τοῦ πατρικίου Νικητὰ, ἐξ ἧς υἱὸς αὐτῷ Κώνστας ἐγένετο. ἦν δὲ ὁ Κωνσταντῖνος περὶ τὴν πίστιν ὀρθός, τὴν βασιλείαν πατρόθεν διαδεξάμενος, οὐ [*](B) μέντοι καὶ τὸ κακόδοξον. διὸ λέγεται τῆς κατ’ ἐκείνου ἐπιβουλῆς καὶ τὸν Πυρρὸν συμμετέχειν τὸν τῆς Κωνσταντινουπόλεως πρόεδρον. τούτου δὲ οὕτω τὸν βίον καταλύσαντος Μαρτῖνα σὺν τῷ Ἡρακλωνᾷ τῷ παιδὶ τῆς βασιλείας ἀντέσχοντο, ἀλλὰ καὶ οὗτοι ταχέως τῆς ἀρχῆς ἐκπεπτώκασι. μισηθεῖσα γὰρ ἡ Μαρτῖνα παρὰ τῆς γερουσίας διὰ τὸν φόνον τοῦ Κωνσταντίνου, κατασπᾶται μὲν τῶν βασιλείων, ἐπαναστάσης αὐτῇ τῆς συγκλήτου, ἐκτέμνεται δὲ τὴν γλῶτταν αὐτή, τὴν ῥῖνα δὲ ὁ Ἡρακλωνᾶς ἔτι δεκέτης ὤν, καὶ ἀμφοῖν ὑπερορία καταψηφίζεται. καὶ ὁ Πυρρὸς τῆς ἐκκλησίας ἐκβάλλεται καὶ φυγὴν κατακρίνεται.

    [*](C)

    Καὶ εἰς μὲν τὸν βασίλειον θρόνον Κώνστας ὁ ἔγγονος Ἡρακλείου, υἱὸς δὲ Κωνσταντίνου καθίζεται παρὰ τῆς συγκλήτου, εἰς δὲ τὸν ἀρχιερατικὸν Παῦλος ἀντικαθίσταται. καὶ οὗτος δὲ ὡμογνωμόνει τοῖς πρὸ αὐτοῦ, Σεργίῳ καὶ Πυρρῷ δηλαδή. ὁ γοῦν αὐτοκράτωρ Κώνστας, τἄλλα μὲν οὐκ ἀχρεῖος γέγονε βασιλεύς, περὶ δὲ τὸ σέβας τῷ πάππῳ ὡμοίωτο. καὶ οὗτος γὰρ τὴν τῶν Μονοθελητῶν ἐδόξασεν αἵρεσιν. διὸ τόν τε σοφώτατον ἄνδρα τὸν θειότατον Μάξιμον καὶ τοὺς αὐτοῦ φοιτητὰς καὶ ἄμφω ἐκόλασεν ἀπηνέστατα καὶ Μαρτῖνον τὸν ἁγιώτατον πάπαν τῆς Ῥώμης ὑπερορίᾳ κατέκρινεν, ἐν ᾗ καὶ ἀπέθανεν. ὃς [*](D)

    314
    σὺ ’ν τῷ ἀοιδίμῳ πατρὶ Μαξίμῳ παραγενομένῳ ἐν Ῥώμῃ σύνοδον ἀθροίσας ἀρχιερέων ἀναθέματι τὰ Μονοθελητῶν φρονοῦντας ὑπέβαλε, καὶ ἄλλους δὲ πολλοὺς τῶν ὀρθοδόξων ὁ Κώνστας ἐτιμωρήσατο μὴ θελήσαντας ὑποκύψαι τῷ αὐτοῦ μονοθελήτῳ θελήματι. ἤδη δὲ τῶν Σαρακηνῶν μέγα δεδυνημένων καὶ πολλὰς τῶν Ῥωμαίοις ὑποφόρων χώρας καὶ νήσους σφετερισαμένων, ὁ τούτων ἀρχηγὸς Μαυίας πολεμιστηρίους νῆας πλείστας πηξάμενος, ἐπιθέσθαι διεμελέτα τῇ Ῥωμαίων ἡγεμονίᾳ. ὅπερ ὁ Κώνστας μαθών, καὶ αὐτὸς στόλον ἑτοιμάσας [*](A) εἰς τὸ τῆς Λυκίας κατῆρε νεώριον, ὀνομαζόμενον Φοίνικα· οὗ γενομένων καὶ τῶν Ἀγαρηνῶν ναυμαχία τῇ ἐξῆς γενήσεσθαι ἔμελλεν. ὁρᾷ οὖν ὁ βασιλεὺς κατὰ τὴν νύκτα ἐκείνην ἐνύπνιον ὅτι ἐν Θεσσαλονίκῃ ἦν. ὃ τῶν λογίων τινὶ κοινωσάμενος ἤκουσεν ἥττης εἶναι τὸ ὄναρ δηλωτικόν, “ἄλλῳ θὲς τὴν νίκην” δηλοῦν· ὃ καὶ γέγονε. ναυμαχίας γὰρ γενομένης ὑπερέσχον οἶ ἀντιπόλεμοι, καὶ τοσοῦτος γέγονε φόνος Ῥωμαίων ὡς ἐκ τοῦ αἵματος πορφυρωθῆναι τὴν θάλασσαν. ὁ δὲ βασιλεὺς ἐσθῆτα φαύλην ἐνδὺς καὶ εἰς πλοῖον ἐμβεβηκὼς τὸ παρατυχὸν μετά τινων ὀλίγων διέδρα, καὶ εἰς τὸ Βυζάντιον διασέσωστο. οἱ Ἀγαρηνοὶ δὲ μηδενὸς ἔτι αὐτοῖς ἐναντιουμένου ὁμόσε κατὰ πάντων ἐχώρουν. τότε καὶ [*](B) τὴν νῆσον ῥόδον ὑφ’ ἑαυτοὺς ποιησάμενοι τὸν ἐν αὐτῇ περίπυστον κολοσσὸν καθῃρήκασιν, οὗ τὸν χαλκὸν Ἰουδαῖος πριάμενος ἔμπορος ἐνακοσίαις καμήλοις λέγεται τοῦτον μετενεγκεῖν. ἀλλ’ ἐπί τινα καιρὸν ἡ τῶν Ἀγαρηνῶν κατὰ Ῥωμαίων ἀνεστάλη ποσῶς· γεγόνασι γὰρ κατ’ ἀλλήλων διαφερόμενοι περὶ ἀρχηγοῦ. οἱ μὲν γὰρ τὸν Μαυίαν
    315
    ᾑροῦντο, οἱ δὲ τὸν Ἀλήμ, γαμβρὸν τοῦ Μουχούμετ γενόμενον. εἶτα καὶ σπονδὰς ἔθεντο ἐπὶ δύο ἐνιαυτοὺς πρὸς Ῥωμαίους, καταδεξαμένους φόρους τελεῖν. γέγονε δὲ αὐταρχοῦντος τοῦ Κώνστα κλόνος τῆς γῆς καὶ πολλαὶ χῶραι τῆς Ῥωμαίων ἡγεμονίας κακὰς ἔπαθον καὶ πνεῦμα βίαιον ἔπνευσεν ἄλλοτε καὶ πολλὰ τῶν οἰκοδομημάτων κατέβαλε. τοῦ πατριάρχου δὲ Παύλου δώδεκα ἐνιαυτοὺς ἀνοσίως προστάντος [*](C) τῆς ἐκκλησίας, εἶτα θανόντος, εἰσάγεται πάλιν ὁ Πυρρὸς εἰς τὴν ποιμαντικὴν τοῦ λαοῦ Κωνσταντινουπόλεως, τῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας τοῦ Κώνσταντος. οὗτος γὰρ ὁ Πυρρὸς ἐξωσθείς, ὡς εἴρηται, παρὰ τῆς ἐκκλησίας εἰς Ῥώμην ἀφίκετο, καὶ ἐλεγχθεὶς παρὰ τοῦ ἁγίου Μαξίμου κακῶς δοξάζων, ὑπεκρίθη μετατεθῆναι τῆς δόξης τῶν Μονοθελητῶν. καὶ ἀπαιτηθεὶς παρὰ τοῦ τότε πάπα λίβελλον περὶ πίστεως δέδωκε καὶ ἐδέχθη. εἶτα τῆς Ῥώμης ὑποχωρήσας καὶ εἰς Ῥάβενναν ἀπελθών, ἐγνώσθη τῆς αἱρέσεως μὴ ἐκστάς. ὅθεν ὁ πάπας τοῦτο μαθών. καὶ τοὺς ὑπ᾿ αὐτὸν ἐπισκόπους ἀθροίσας, καθαίρεσιν αὐτοῦ τελείαν κατεψηφίσατο. οὗτος οὖν τὸ δεύτερον μῆνας τέσσαρας τὸν θρόνον τῆς Κωνσταντίνου [*](D) κατεσχηκὼς τέθνηκε, καὶ προεχειρίσθη πατριάρχης Πέτρος, ὁμόδοξος καὶ οὗτος τοῖς πρὸ αὐτοῦ, καὶ ἐπὶ δώδεκα τῆς ἐκκλησίας ἄρξας ἐνιαυτοὺς θνήσκει. μεθ᾿ ὃν προέστη τῶν ὀρθοδόξων Θωμᾶς, τῆς ὀρθῆς ἐχόμενος δόξης, ὃς μετὰ δύο ἔτη καὶ μῆνας ἑπτὰ τὸν βίον μετηλλαχὼς Ἰωάννην ἔσχε διάδοχον. οὗτος ὁβασιλεὺς Κόνστας τὸν ἴδιον ἀνεῖλεν ὁμαίμονα Θεοδόσιον, καὶ ἐμισήθη ὑπὸ τῶν τῆς πόλεως διά τε τοῦτο καὶ διὰ τὰ εἰς τὸν πάπαν Μαρτῖνον καὶ τὸν μέγαν γενόμενα Μάξιμον. ἀπῆρεν οὖν τοῦ Βυζαν-
    316
    τίου καὶ εἰς Σικελίαν κατῆρε, διάγων περὶ Συράκουσαν, βουλόμενος καὶ τὴν βασιλείαν εἰς τὴν πρεσβυτέραν [*](A) Ῥώμην μετενεγκεῖν. ἔλεγε γὰρ δεῖν μᾶλλον τὰς μητέρας ἢ τὰς θυγατέρας τιμᾶν. διὸ καὶ τὴν βασίλισσαν καὶ τοὺς υἱοὺς αὐτοῦ, τρεῖς δ’ ἦσαν, Κωνσταντῖνος, Ἡράκλειος, καὶ Τιβέριος, μετεκαλεῖτο πρὸς ἑαυτόν. ἀλλὰ τοῦτο μέν τινες τῶν ᾠκειωμένων αὐτῷ διεκώλυσαν. ἄλλοι δέ φασι τὸ πλῆθος τῆς πόλεως μὴ παραχωρῆσαι αὐτοῖς τῆς πρὸς ἐκεῖνον ἀφίξεως. ὁ δέ γε Κώνστας ἕξ ἐν Σικελίᾳ διαγαγὼν ἔτη, ἐκεῖθεν οὐκ ἐπανῆλθεν· ἐπιβουλευθεὶς γὰρ παρὰ τῶν περὶ αὐτὸν λουόμενος ἐπλήγη καιρίως τὴν κεφαλὴν μετὰ τοῦ ἀντλήματος, ᾧ αὐτοῦ κατεχεῖτο τὸ ζέον ὕδωρ, καὶ ἀπέθανεν, ἄρξας Ῥωμαίων ἐνιαυτοὺς ἑπτά τε καὶ εἴκοσι.

    Τούτου δὲ θανόντος τὸ μετ’ αὐτοῦ στρατιωτικὸν [*](B) εὐθὺς Ἀρμένιόν τινα, Μιζίζιον ὄνομα, ἀγαλματίαν ὄντα καὶ ὡραιότατον, βασιλέα προεχειρίσαντο. ὅπερ ἀκούσας ὁ τῶν Κώνσταντος υἱέων πρεσβύτερος ὁ Πωγωνάτος κληθείς, ὃς καὶ τῶ τῆς βασιλείας κακόσμητο διαδήματι, στεφθεὶς παρὰ τοῦ πατρός, μετὰ στόλου μεγάλου τὴν Σικελίαν κατέλαβε, καὶ τόν τε Μιζίζιον χειρωσάμενος ἀνεῖλε καὶ τοὺς τὸν φόνον κατεργασαμένους αὐτῷ τοῦ πατρὸς καὶ πρὸς τοῖς ἄλλοις καὶ τὸν πατρίκιον Ἰουστινιανὸν τὸν πατέρα Γερμανοῦ τοῦ πατριάρχου, αὐτὸν δὲ τὸν Γερμαὸν ἐκτομίαν ἐποίησεν, ἤδη παρηβηκότα καὶ ὑπερβεβηκότα τὴν ἡλικίαν, καθ’ ἣν εὐνουχίζεσθαι δεδοκίμα- σται. λειοπώγων δ᾿ ὢν ὅτ’ ἀπεδήμησεν οὗτος ὁ [*](C) βασιλεύς , ἐκδικήσων τὸν φόνον τὸν τοῦ πατρός, καθειμένον ἔχων ἐπανῆκε τὸν πώγωνα· διὸ ἐξ ἐκείνου πωγωνάτος παρὰ τῶν πολιτῶν ἐπεκέκλητο. οἶ

    317
    δὲ τοῦ θέματος τῶν Ἀνατολικῶν εἰς Χρυσόπολιν ἀφικόμενοι ἐβόων δεῖν καὶ τοὺς λοιποὺς δύο συγγόνους τοῦ Κωνσταντίνου στεφθῆναι, λέγοντες ὅτι “ὥσπερ εἰς Τριάδα πιστεύομεν, οὕτω καὶ παρὰ τῶν ὒ τριῶν ἡμᾶς χρεὼν βασιλεύεσθαι.” ὁ γοῦν Κωνσταντῖνος στείλας πρὸς αὐτοὺς πληροῦν τὴν αἴτησιν αὐτῶν ἐπηγγέλλετο καὶ τοὺς τοῦ λαοῦ προεξάρχοντας μετεκαλεῖτο, ἔν’ αὐτῶν ἐνώπιον ἡ τῶν αὐτοῦ ἀδελφῶν ἀνάρρησις γένηται. ἐλθόντας δ’ εἰς τὸ Βυζάντιον ἀνεῖλεν ὡς στασιώδεις αὐτούς· ὃ γνόντες οἱ ἄλλοι μεστοὶ δέους ὑπενόστησαν εἰς τὰ ἑαυτῶν. καὶ [*](D) ἀμφοῖν δὲ τῶν ἀδελφῶν αὐτοῦ τὰς ῥῖνας ἀπέτεμεν. οἶ δὲ τῆς Ἄγαρ ἀπόγονοι οὐ διέλιπον τὴν ὑπὸ ἅπασαν καὶ πεζῇ καὶ πλοιζόμενοι δῃοῦντες καὶ ληιζόμενοι. εἶτα στόλῳ βαρεῖ καὶ κατ’ αὐτῆς ἐπῆλθον τῆς βασιλίδος τῶν πόλεων, καὶ ναύσταθμον τοῦ σφετέρου στόλου πεποίηντο ἀπὸ τοῦ πρὸς δύσιν ἀκρωτηρίου τοῦ κατὰ τὸ Ἔβδομον μέχρι τοῦ Κυκλοβίου. στόλῳ δὲ ὁ βασιλεὺς Κωνσταντῖνος ἀνθοπλισάμενος καθ’ ἑκάστην αὐτοῖς ἀντετάσσετο, καὶ ναυμαχίαι μαχίαι ἐγίνοντο ἐξ ὥρας ἐαρινῆς μέχρι δὴ φθινοπωρινῆς. ὡς δ’ οὐδὲν οἶ βάρβαροι ἤνυον, ἀπάραντες τὴν Κύζικον κατειλήφασι, καὶ ταύτην ἑλόντες ἐν [*](A) αὐτῇ τὸν χειμῶνα διήγαγον. ἅμα δ’ ἔαρι αὖθις τὴν Κωνσταντίνου κατέλαβον, καὶ αὖθις ναυμαχίαι συχναί. τριβομένου δὲ τοῦ καιροῦ, ἐπεὶ κατέλαβε τὸ μετόπωρον, τῇ Κυζίκῳ καὶ πάλιν τὸν οἰκεῖον στόλον οἶ τῆς Ἄγαρ ἐνώρμισαν · καὶ τοῦτο οὕτως εἰς ἐποίουν ἐνιαυτόν. ἀπογνόντες οὖν, μᾶλλον μέντοι καὶ πλῆθος ἀποβαλόντες πολύ, καὶ τῶν νηῶν ζημιωθέντες τὰς πλείονας, τότε γὰρ καὶ τὸ ὑγρὸν ἐπινενόητο πῦρ, Καλλινίκου τινὸς ἀρχιτέκτονος ἀπὸ
    318
    Συρίας ἐλθόντος καὶ τοῦτο κατασκευάσαντος, μετ᾿ αἰσχύνης καὶ λύπης πολλῆς ἀνθυπέστρεφον. ἤδη δὲ τοῦ περιλειφθέντος βαρβαρικοῦ στόλου γενομένου κατὰ τὸ Σύλαιον, καταιγὶς πνευμάτων σκληρὰ τούτῳ προσπεσοῦσα τὸν μὲν κατέδυσε, τὸν δὲ συνέτριψεν, [*](B) ἀκταῖς προσαράξασα. ἐπιθεμένου δὲ αὐτῷ καὶ τοῦ τῶν Κιβυρραιωτῶν στρατηγοῦ, ἅπας διώλετο. κατὰ γῆν δ᾿ αὖθις ἑτέρα στρίτιὰ τῶν Ἀράβων Ῥωμαϊκῷ προσβαλοῦσα στρατεύματι ἥττητο, ὥστε πεσεῖν, ὡς λέγεται, τριάκοντα χιλιάδων οὐ μείονας. ἐντεῦθεν οἱ Σαρακηνοὶ γνόντες ὡς οὐδὲν σφίσι τῶν ἐν ἐλπίσιν ἀνύσιμον, μᾶλλον μέντοι καὶ δείσαντες μὴ αὐτοῖς οἱ Ῥωμαῖοι ἐπέλθωσι, σπείσασθαι ἐβουλήθησαν, καὶ στέλλει πρέσβεις ὁ Μαυίας πρὸς βασιλέα, εἰρήνην αἰτούμενος. καὶ ὁ βασιλεὺς πρὸς ταύτην κατένευσεν, καὶ τὸν πατρίκιον Ἰωάννην τὸν Πιτζιγαύδην καλούμενον ἔπεμψεν, ὡς συνετὸν ἄνδρα καὶ γλῶτταν περὶ τὸ λέγειν ἔχοντα εὔστροφον, τὰς [*](C) τῶν σπονδῶν συνθήκας πληρώσοντα. ὅς ἀπελθὼν πρὸς τοὺς Ἄραβας, δεχθείς τε φιλοτιμότατα, τὰ τῆς εἰρήνης ἔθετο σύμφωνα, καὶ δι᾿ ἐγγράφων αὐτὴν ἐπὶ τριάκοντα ἐνιαυτοὺς ἐβεβαίωσε, τῶν Ἀράβων καταθεμένων διδόναι τῇ βασιλείᾳ Ῥωμαίων δασμὸν ἐνιαύσιον χρυσίου χιλιάδας τρεῖς, καὶ δούλους ὀκτώ, καὶ ἵππους τῶν παρ᾿ αὐτοῖς δοκίμων τοσούτους. οἱ μὲν οὖν τῆς Ἅγαρ οὕτω τῆς εἰρήνης ἔτυχον. οἱ δὲ κατὰ τὴν ἐσπέραν τῶν Ῥωμαίων πολέμιοι ταῦτα μαθόντες, κἀκεῖνοι καταλῦσαι τοὺς πολέμους σπουδὴν ἔθεντο, καὶ πρέσβεις πρὸς τὸν βασιλέα μετὰ δώρων ἐστάλκασι, καὶ πρὸς αὐτοὺς ἡ εἰρήνη κεκύρωτο.

    Καὶ ἠρεμία πολέμων ἐγένετο καὶ κατὰ τὴν ἑῴαν λῆξιν καὶ κατὰ τὴν ἑσπέριον. θανόντος δὲ τοῦ πατριάρ-

    319
    χοῦ Ἰωάννου προκεχείριστο Κωνσταντῖνος, καὶ μετὰ δύο ἔτη ἐξέλιπε, καὶ ἀνάγεται εἰς τὸν ἀρχιερατικὸν [*](D) τοῦτον θρόνον Θεόδωρος. ὅς μετὰ δύο ἐνιαυτοὺς ἐκβληθεὶς διάδοχον ἔσχε Γεώργιον. ὀρθόδοξος δὲ ὄν ὁ Κωνσταντῖνος ἐσπούδασεν ἑνῶσαι τὰς ἐκκλησίας διεσχισμένας διὰ τὴν τῶν Μονοθελητῶν αἵρεσιν ἀπὸ τῶν χρόνων τῆς βασιλείας Ἡρακλείου τοῦ προπάππου αὐτοῦ. διὸ καὶ σύνοδον οἰκουμενικὴ ’ν ἀθροισθῆναι κελεύει ἐν Κωνσταντινουπόλει, ἧς ἡγοῦντο τοῦ μὲν πάπα Ῥώμης Ἀγάθωνος τοποτηρηταί, Γεώργιος δὲ Κωνσταντινουπόλεως καὶ Θεοφάνης Ἀντιοχείας. Ἀλεξανδρείας γὰρ οὐκ ἦν πατριάρχης οὐδ’ Ἱεροσολύμων, ὅτι ὑπὸ τοὺς Σαρακηνοὺς αἱ πόλεις αὗται ἐτύγχανον. ἕκτη δὲ οὖ σὰ ἡ σύνοδος αὕτη ἐκύρωσε δύο θελήσεις καὶ δύο ἐνεργείας ἐπὶ τοῦ [*](A) σωτῆρος Χριστοῦ καὶ λέγεσθαι καὶ πιστεύεσθαι, παρουσιάζοντος καὶ τοῦ αὐτοκράτορος, ἀναθεματισθέντων τῶν τὴν μίαν φρονούντων θέλησιν καὶ ἐνέργειαν Θεοδώρου τοῦ τῆς Φαρᾶν ἐπισκόπου, Κύρου Ἀλεξανδρείας, Σεργίου, Πυρροῦ, Παύλου καὶ Πέτρου Κωνσταντινουπόλεως, Μακαρίου Ἀντιοχείας καὶ Στεφάνου τοῦ φοιτητοῦ αὐτοῦ καὶ τοῦ χρονίου τὴν κακίαν καὶ νηπιόφρονος γέροντος. τὸ δὲ τῶν Βουλγάρων ἔθνος εἰς τὰς Ῥωμαϊκὰς χώρας τὰς πέραν τοῦ Ἴστρου γενόμενον ταύταις ἀκρατῶς ἐλυμαίνετο. ἐκστρατεύει τοίνυν κατ’ αὐτῶν ὁ βασιλεὺς Κωνσταντῖνος κατὰ γῆν τε καὶ κατὰ θάλασσαν, στόλον πολὺν ἐκ τῆς θαλάσσης εἰσαγαγὼν εἰς τὸν Δάνουβιν. οἱ δὲ βάρβαροι τὴν τῶν Ῥωμαίων ἴδόντες [*](B) παρασκευὴν ἐδειλίασαν, καὶ εἰς ὀχύρωμά τι ποταμοῖς στεφανούμενον καὶ τενάγεσι κατακλείσαντες ἑαυτοὺς ἠρέμουν · ἀλλ’ οὐδ’ ἡ Ῥωμαϊκὴ στρατιὰ
    320
    τούτοις προσέβαλεν. ἐφ’ ἡμέραις οὖν τισιν οὕτω διατιθεμένων τῶν ἐναντίων ἀμφοῖν, μαλακίαν οἱ βάρβαροι τῶν Ῥωμαίων κατέγνων. ἐπισυμβέβηκε δὲ καί τι ὃ θάρσος ἐκείνοις ἐνῆκε τῆς προτέρας δειλίας ἀντίθετον. ὁ γὰρ βασιλεὺς ἐκ ποδαλγίας νοσήσας καὶ δριμυτέραις ἀλγηδόσι βαλλόμενος, λουτροῖς χρησόμενος σὺν πέντε δρόμωσι μετὰ τῆς θεραπείας εἰς Μεσημβρίαν, χώρα δ’ ὑπὸ Ῥωμαίους τελοῦσα αὕτη ἐστί, τὸν ἔκπλουν πεποίητο, τὴν στρατιὰν καὶ τοὺς στρατάρχας ἐκεῖσε καταλιπὼν καὶ ἐπισκήψας πρὸς [*](C) τοὺς βαρβάρους ἀκροβολίζεσθαι, ἔν’ οὕτως αὐτοὺς εἰς πόλεμον ἐπισπάσωνται. φήμης δὲ γενομένης εἰς τὸ στρατόπεδον φόβῳ τῶν πολεμίων διαδιδράσκειν τὸν αὐτοκράτορα, αἰσχρῶς ἅπαντες μηδενὸς διώκοντος ἔφευγον. τοῦτο τοῖς Βουλγάροις ἀπροσδοκήτως γενόμενον μένος ἐνέπνευσε καὶ παρέθηξεν εἰς ἀλκήν, καὶ ὀπίσω διώκοντες πολλοὺς μὲν ἀνῄρουν, οὐ μείους δ’ ἐζώγρησαν, καὶ Ἴστρον περαιωθέντες ἐν τῇ Ῥωμαίων ἐπήξαντο τὰς σκηνάς, καὶ οὐ διέλιπον ἐξ ἐκείνου τὴν ὑπὸ Ῥωμαίους ἅπασαν ληιζόμενοι. ὅθεν βιασθεὶς ὁ κρατῶν σπονδὰς ἔθετο πρὸς αὐτοὺς ἐπὶ συνθήκαις τοῦ δασμὸν αὐτοῖς καταβάλλειν ἐτήσιον, εἰς αἰσχύνην τῆς τῶν Ῥωμαίων ἀρχῆς. καὶ ἦν οὕτω πάντοθεν εἰρηνεύοντα τοῖς Ῥωμαίοις [*](D) τὰ πράγματα, ἕως τῆς τελευτῆς τοῦδε τοῦ αὐτοκράτορος. ἐτελεύτησε δ’ ἐπὶ διαδόχῳ τῷ υἱῷ Ἰουστινιανῷ, βασιλεύσας ἐνιαυτοὺς ἑπτακαίδεκα.

    Ἦν δὲ Ἰουστινιανός, ὅτε τῆς ἀρχῆς ἐπέβη, μειρακίσκος ἓξ ἐπὶ δέκα ἐνιαυτοῖς. αὐτοβούλως οὖν τῇ διοικήσει κεχρημένος τῆς βασιλείας πολλοῖς τὴν Ῥωμαίων ἡγεμονίαν κακοῖς περιέβαλεν. οἱ γὰρ Μαρδαῖται τὰς τοῦ Λιβάνου καταλαβόντες περιωπὰς τοῦ

    321
    Πωγωνάτου κρατοῦντος φοβεροὶ τοῖς Ἄραψιν διὸ καὶ σπονδὰς ἐκεῖνοι πρὸς Ῥωμαίους ᾐτήσαντο, καὶ τούτων, ὡς εἴρηται, τετυχήκασι. τούτου δὲ τοῦ αὐτοκράτορος ἄρτι τῶν σκήπτρων ἐπειλημμένου ὁ [*](A) τότε τῶν Ἀράβων ἡγεμονεύων Ἀβιμέλεχ, ὁ γὰρ Μαυίας ἔφθη θανών, πέμψας προσκυρωθῆναι τὴν εἰρήνην ἐζήτησεν, ἀξιῶν τοὺς Μαρδαΐτας μεταστῆναι ἐκ τοῦ Λιβάνου, καὶ ὑπισχνούμενος τούτου γενομένου διδόναι Ῥωμαίοις ἡμερήσιον φόρον χρυσοῦ νομίσματα χίλια καὶ δοῦλον καὶ ἵππον τῶν παρ’ αὐτοῖς ἐκκρίτων. ἐπὶ τούτοις οὖν ἀνανεωθεισῶν τῶν σπονδῶν, καὶ τῶν Μαρδαϊτῶν εἰς δώδεκα χιλιάδας ἀνδρῶν μαχίμων ἀριθμουμένων μεταστάντων ἐκ τοῦ Λιβάνου, τὸ τῶν Ἀράβων ἔθνος τοῦ ἐξ ἐκείνων δέους ἀπαλλαγὲν πολλῶν τὴν Ῥωμαίων ἡγεμονίαν ἐνέπλησε συμφορῶν. στείλας δὲ τὸν στρατηγὸν Λεόντιον ὁ Ἰουστινιανὸς ὑπέταξε δι’ αὐτοῦ τὴν Ἰβηρίαν καὶ τὴν Ἀλβανίαν καὶ χώρας ἑτέρας. οὗτος [*](B) ὁ βασιλεὺς ἔλυσε καὶ τὰς πρὸς τοὺς Βουλγάρους σπονδάς, μὴ ἀνεχόμενος δασμοὺς παρέχειν αὐτοῖς. ἐκστρατεύσας δὲ κατὰ τὰ ἑσπέρια πολλὰ τῶν Σθλαβικῶν ἐθνῶν ὑπηγάγετο, τὰ μὲν ἑκόντα, ἔνια δὲ πολέμου νόμῳ · ἐξ ὧν καὶ νέον συνεστήσατο σύνταγμα. κατ’ ἐκλογὴν γὰρ εἰληφὼς ἐκ τούτων ἄνδρας γενναίους τε καὶ νεάζοντας εἰς χιλιάδας τριάκοντα, λαὸν αὐτοὺς ἐκάλεσε περιούσιον. οἶς γεγηθώς τε καὶ πεπονθὼς καὶ τὰς πρὸς τοὺς Ἄραβας συνθήκας παρέλυσεν, αἰτίαν ἐσχηκὼς ὅτι σταλὲν τὸ τοῦ ἐτησίου φόρου χάραγμα οὐ Ῥωμαϊκὸν εἶχε σφράγισμα, ἀλλὰ νέον Ἀράβιον. οὐδὲ γὰρ ἐξῆν ἐν χρυσῷ νομίσματι [*](C) χαρακτῆρα χαρακτῆρα ἕτερον ἐντυποῦσθαι ἢ τὸν τοῦ βασιλέως Ῥωμαίων. ἐστράτευσεν οὗν κατ’ αὐτῶν οὐ
    322
    τοσοῦτον ταῖς Ῥωμαϊκαῖς συντάξεσι τεθαρρηκὼς ὅσον τῷ νέῳ τούτῳ καὶ περιουσίῳ λαῷ. τῶν δὲ Ἀράβων τὰς σπονδὰς αἰτουμένων μὴ ἀθετῆσαι μηδὲ τὰς ἐγγράφους παραβῆναι συνθήκας καὶ τὸν θεὸν ἐπιμαρτυρομένων, ὅς μέσος παραληφθεὶς αὐτὰς ἐμπεπἐδωκε, καὶ ἐκδικητὴν καλούντων αὐτὸν κατὰ τῶν τῆς μάχης αἰτίων, ὁ βασιλεὺς τὰ ὦτα πρὸς ταῦτα βύσας πρὸς μάχην ἡτοίμαστο. οἱ γοῦν Ἄραβες δόρατι τὸ τῶν σπονδῶν προσδήσαντες ἔγγραφον, καὶ ὥσπερ σημαίαν ἄραντες τοῦτο τοῦ σφῶν στρατεύματος [*](D) προερχόμενον, συρρήγνυνται τοῖς Ῥωμαίοις· καὶ αὐτίκα ἐκ τοῦ περιουσίου λαοῦ αἱ εἴκοσι χιλιάδες πρὸς τοὺς Ἄραβας ηὐτομόλησαν, ὃ τοῖς Ῥωμαίοις δειλίας γέγονεν αἴτιον, τοῖς δ᾿ ἐναντίοις ἐνῆκε θάρσος, καὶ ἥττηντο μὲν οἱ Ῥωμαῖοι, ἡ νίκη δ᾿ ἐπεμειδία δία τοῖς Ἄραψιν· οἳ τοῖς φεύγουσιν ἐφεπόμενοι ἀνῄρουν οὓς κατελάμβανον, ὡς καὶ ἀριθμοῦ κρείττους σχεδὸν ἐκ τῶν Ῥωμαϊκῶν στρατευμάτων πεσεῖν. αἰσχρῶς δὲ διαφυγὼν ὁ βασιλεὺς μετ᾿ ὀλίγων τὸν ὄλεθρον, ἐπεὶ κατὰ τὸν Λευκάτην ἐγένετο, τοὺς περιλειφθέντας ἐκ τοῦ περιουσίου λαοῦ τῶν Σθλαβικῶν ἀναιρεθῆναι πάντας προσέταξε. καὶ ὁ μὲν εἰς τὸ Βυζάντιον παραγεγονὼς οἰκοδομαῖς προσησχόλητο. [*](A) οὗτος γὰρ τὸν μέγιστον τῶν πρὸς ἀνίσχοντα ἥλιον βασιλείων ᾠκοδόμησε Τρίκλινον, ὃς καὶ τῇ αὐτοῦ καλεῖται κλήσει μέχρι τοῦ νῦν λεγόμενος Ἰουστινιάνειος. οἱ δὲ τῆς Ἅγαρ ἀδεῶς ἐξ ἐκείνου ταῖς τῶν Ῥωμαίων χώραις ἐπέβαινον, καὶ ὁ τῆς Ἀρμενίας ἐπιστατῶν Σαββάτιος ὁ πατρίκιος τὴν ἧτταν τοῦ βασιλέως μαθών, τοῖς Ἄραψι προσεχώρησε καὶ τὴν Ἀρμενίαν αὐτοῖς παραδ ἔδωκε. καὶ οὐκ ἐπαύοντο ἅπασαν τὴν ἑῴαν δῃοῦντες καὶ τοὺς χριστωνύμους
    323
    αἰχμαλωτίζοντες. ἦν δὲ τῷ βασιλεῖ τούτῳ ἐκτομίας Στέφανος, τὸ μὲν γένος ἐκ βαρβάρων ἕλκων, ἀπηνὴς δὲ καὶ ὑπὲρ βαρβάρους καὶ λίαν ὠμότατος. οὗτος παρ’ αὐτῷ πλεῖστα δεδυνημένος καὶ σακελλάριος προεβλήθη, καὶ βαρὺς ἦν ἅπασιν οὐκ έν εἰσπράξεσι [*](B) μόνον, ἀλλὰ μέντοι καὶ ἐν κολάσεσι, καὶ οὐ τοὺς τυχόνντας μόνον ἐκόλαζεν, ἀλλὰ καὶ τῶν ὑπερλίαν ἥπτετο, ὡς καὶ αὐτὴν τυπτῆσαι ποτε τὴν μητέρα τοῦ βασιλεύοντος. καί τινα δὲ μοναχὸν Θεοδόσιον, ἔγκλειστον πρὶν ὄντα, γενικὸν ὁ βασιλεὺς προεβάλετο, καὶ ἦν οὐδ’ οὗτος ἥττων εἰς κακίαν τοῦ ἐκτομίου Στεφάνου. πολλῶν οὖν παρ’ αὐτῶν δεινῶν ἐπενενηγμένων τῷ πολιτεύματι, μισητὸς ἅπασιν ὁ Ἰουστινιανὸς ἔδοξε. τὸν γοῦν στρατηγὸν Λεόντιον ἐξ ὑπονοίας τοῦ τῆς βασιλείας ἐφίεσθαι καθείρξας ἐπὶ δύο ἐνιαυτούς, ὕστερον ἐκβαλὼν στρατηγὸν Ἑλλάδος ἐποίησεν. ὁ δὲ Παύλῳ τινὶ μοναχῷ ἀστρολογίαν μετιόντι καὶ τὴν βασιλείαν χρησμοδοτοῦντι αὐτῷ φησιν ὡς “ἐγὼ ἤδη ἄπειμι πρὸς Ἑλλάδα· οἶδα δὲ ὅτι [*](C) ,0 ὁ βασιλεὺς στελεῖ τοὺς ἀναιρήσοντάς με ὀπίσω μου. ἃ δὲ σύ μοι προύλεγες, οἴχονται.” ὁ δὲ “μὴ δειλανδρήσῃς” ἔφη, “ἀλλ’ ἐπιχείρησον τῇ πράξει, καὶ οὐκ ἀστοχήσεις τοῦ ἐφετοῦ”. παραλαβὼν οὖν ὁ Λεόντιος τοὺς οἶς ἐθάρρει καὶ τὰς δημοσίας διαρρήξας εἱρκτὰς ,.5 τοὺς καθειργμένους ἐξήγαγεν, εἰς πλῆθος περιισταμένους πολύ, οἷ καὶ εἰς τὸ μέγα παρελθόντες τέμενος τοῦ θεοῦ, πολλῶν καὶ ἄλλων συνεισρυέντων, ὕβριζον μὲν τὸν Ἰουστινιανόν, εὐφήμουν δὲ τὸν Λεόντιον, συνεργοῦντος καὶ Καλλινίκου τοῦ πατριάρχου. ἐκεῖθεν δ’ εἰς τὸ ἱππήλατον μεταχωρήσαντες θέατρον τὰ ὅμοια διεπράττοντο, καὶ τὸν Ἰουστινιανὸν [*](D) τῶν ἀνακτόρων ἐξαγαγόντες κατὰ τὴν Σφενδό-
    324
    νῆν ἐρρινοτόμησαν, καὶ εἰς Χερσῶνα ἔθεντο ὑπερόριον, ἐνιαυτοὺς ἐνιαυτοὺς ἑκκαίδεκα τῆς βασιλείας κρατήσαυτα. τὸν δ’ ἐκτομίαν Στέφανον, τὸν σακελλάριου δηλαδή, καὶ τὸν μοναχὸν Θεοδόσιον τὸν γενικὸν συλλαβόμενοι, καὶ σχοίνους ἐξάψαντες τῶν ποδῶν αὐτῶν, σύροντες διὰ τῆς Ἀγορᾶς εἰς τὸν Βοῦν ἀπήγαγον καὶ κατέκαυσαν.

    Τούτων δὲ γενομένων ὁ Λεόντιος τῆς βασιλείας ἐκράτησεν, ἐφ’ οὗ οἱ Ἄραβες τὰς Ῥωμαϊκὰς κατατρέχοντες [*](A) πολλοὺς αἰχμαλώτους ἐλάμβανον, εἶτα καὶ τὴν Ἀφρικὴν ὑφ’ ἑαυτοὺς ἐποιήσαντο. στέλλει τοίνυν τοῦτο μαθὼν ὁ βασιλεὺς Λεόντιος ἴνα τῶν πατρικίων Ἰωάννην, ἄνδρα δραστήριον, μετὰ τοῦ στόλου παντὸς τῇ ‘Ρωμαίων ἡγεμονίᾳ τὴν Ἀφρικὴν ἀνασώσασθαι· ὃς καὶ πολέμῳ τοὺς ἐκεῖ τρεψάμενος Ἀραβας τὴν Ἀφρικὴν αὐτῶν ἠλευθέρωσε, παρεχείμασε, γράψας τὰ πεπραγμένα τῷ βασιλεῖ καὶ τὸ ποιητέον ἀναμένων ἐπιταγῆναι αὐτῷ. ὁ δὲ τῶν Ἀγαρηνῶν πρωτοσύμβουλος, οὕτω γὰρ ἐκάλουν τοὺς σφῶν προεξάρχοντας, τὰ κατὰ τὴν Ἀφρικὴν συμβεβηκότα μαθών, καὶ ἐν δεινῷ τὴν ἐκ ταύτης ποιούμενος ἔκπτωσιν, στόλον ἑτοιμάζει βαρύτατον, καὶ στέλλει αὖθις τὴν Ἀφρικὴν ἀνακαλεσόμενος. πρὸς [*](B) ὅν ὁ ῥηθεὶς πατρίκιος Ἰωάννης ναυμαχῆσαι μὴ ἐξαρκῶν, τοῦ λιμένος ἐξέστη, καὶ ἐπανήρχετο πρὸς τὸν βασιλέα, αἰτήσων πλείονα δύναμιν. γενομένου δὲ κατὰ τὴν Κρήτην τοῦ Ῥωμαϊκοῦ στόλου, οἱ τοῦ λαοῦ προἱστάμενοι, πῇ μὲν δι’ αἰσχύνης ποιούμενοι τὸ ὑποχωρῆσαι τῆς Ἀφρικῆς τοῖς πολεμίοις ταύτης παραχωρήσαντες, πῇ δὲ καὶ δεδοικότες τὴν τοῦ βασιλέως ὀργήν, πείθουσι τὸ ναυτικὸν εἰς ἀποστασίαν ἐκκλίναι, καὶ δυσφημῆσαι τὸν Λεόντιον, εὐφημῆσαι

    325
    δὲ βασιλικῶς τὸν Ἀψίμαρον τῶν Κιβυρραιωτῶν ὄντα δρουγγάριον, ὃν αὐτίκα καὶ Τιβέριον μετωνόμασαν. οὗτος οὖν ἅμα τῷ στόλῳ καταλαβὼν τὸ Βυζάντιον ἐν Συκαῖς τὰ σκάφη προσώρμισεν. ὁ δέ γε Λεόντιος τὴν τῆς πόλεως φυλακὴν διὰ φροντίδος πεποίητο. [*](C) ἀλλά τινες τῶν ἐπαρχεωτῶν ἀρχόντων τὸ κατὰ Βλαχέρνας τεῖχος φυλάσσειν λαχόντες, ἐκεῖθεν εἰσήγαγον τὸν Ἀψίμαρον, καὶ ταῦτα μεθ᾿ ὅρκων φρικτῶν τὰς κλεῖς ἐμπιστευθέντες τῶν τοῦ τείχους ἐκείνου πυλῶν. εἰσελθόντες οὖν οὕτως οἱ τοῦ στόλου τὰς οἰκίας τῶν πολιτῶν ἐληίσαντο. ὁ δὲ Ἀψίμαρος τὸν μὲν Λεόντιον ἀφείλετο τῆς ῥινὸς καὶ ὑπὸ φυλακὴν ἐποιήσατο, βασιλεύσαντα ἔτη τρία, τοὺς δὲ αὐτῷ συναιρομένους ἐκ τῶν ἀρχόντων τυπτήσας καὶ τῶν ὑπαρχόντων στερήσας ὑπερορίους ἐποίησεν.

    Καὶ ὁ μὲν Ἀψίμαρος ἢ Τιβέριος οὕτω τῆς βασιλείας [*](D) λείας ἐκράτησεν, αὐτίκα δὲ τὸν ἴδιον ἀδελφὸν Ἡράκλειον πάντων τῶν ἱππικῶν καὶ πεζῶν στρατευμάτων στρατηγὸν μονώτατον προβαλόμενος στέλλει πρὸς ἕω τοῖς Ἀγαρηνοῖς ἀντιτάττεσθαι. κατέδραμον οὖν τὴν Συρίαν Ῥωμαῖοι, καὶ μέχρι Σαμοσάτων ἀφίκοντο, τὰ πέριξ ἅπαντα προνομεύσαντες καὶ πολλοὺς σφόδρα τῶν Ἀγαρηνῶν διεχρήσαντο, καὶ δοριαλώτους ἑλόντες πλείστους καὶ λείαν ἄλλην ἀμύθητον φόβον μέγαν τοῖς Ἄραψιν ἐνεποίησαν. Βαάνης δέ, ᾧ ἑπταδαίμων ἐπίκλησις, τὴν τετάρτην Ἀρμενίαν τοῖς Ἄραψι προύδωκεν. εἶτα οἱ ἄρχοντες Ἀρμενίας κατὰ τῶν Ἀγαρηνῶν στασιάσαντες ἐκείνους μὲν ἔκτειναν, πρὸς δὲ τὸν Ἀψίμαρον διεπέμψαντο καὶ Ῥωμαίους αὖθις εἰς τὴν χώραν ἐδέξαντο. ἀλλ᾿ ὁ Μοάμεδ [*](A) κατ᾿ αὐτῶν ἐπελθὼν ὑπὸ τοὺς Ἀγαρηνοὺς καὶ πάλιν τὴν Ἀρμενίαν πεποίηκε καὶ τοὺς τῶν Ἀρμε-

    326
    νίων προέχοντας ζῶντας κατέκαυσε. τότε καὶ κατὰ τῆς Κιλικίας Ἀγαρηνοὶ ἐπεστράτευσαν. οἷς συμβαλὼν ὁ τοῦ βασιλέως ὁμαίμων Ἡράκλειος τοὺς μὲν πλείονας μαχαίρας ἔργον εἰργάσατο, τοὺς δὲ λοιποὺς ζωγρήσας δεσμίους τῷ κρατοῦντι ἐξέπεμψε. Φιλιππικὸν δὲ τὸν υἱὸν τοῦ πατρικίου Νικηφόρου βασιλειῶντα, ὅτι κατ᾿ ὄναρ ἔδοξε τὴν αὐτοῦ κεφαλὴν σκιάζεσθαι ὑπὸ ἀετοῦ, εἰς Κεφαλληνίαν ἐξώρισεν. Ἰουστινιανὸς δὲ ἐν Χερσῶνι, ὡς εἴρηται, περιορισθεές [*](B) ἠδυνήθη διαδρᾶναί ἐκεῖθεν καὶ τῷ Χαζάρων ἀρχηγῷ Χαγάνῳ προσελθεῖν καὶ δεχθεὶς παρ᾿ ἐκείνου φιλοτιμότατα τὴν ἀδελφὴν αὐτοῦ ἔγημε Θεοδώραν, καὶ μετ᾿ ὀλίγον ἐκεῖθεν ἀπελθὼν εἰς ἄλλην χώραν μετὰ τῆς αὐτοῦ διέτριβε γυναικός, καὶ ὁ Ἀψίμαρος διεπέμψατο πρὸς τὸν Χαγάνον, χρήματα δώσειν αὐτῷ πολλὰ ὑπισχνούμενος, εἰ στείλειεν αὐτῷ τὴν τοῦ Ἰουστινιανοῦ κεφαλήν. καὶ ὃς συνέθετο, καὶ δύο τινὰς τῶν ᾠκειωμένων αὐτῷ στείλας ἐν ἀπορρήτοις ἐνετείλατο τὸν Ἰουστινιανὸν ἀνελεῖν· ὃ διὰ δούλου μαθοῦσα ἡ Θεοδώρα τῷ ἀνδρὶ καταγγέλλει. ὁ δὲ τοὺς ἐνταλιθἐντας αὐτὸν ἀνελεῖν ἰδίᾳ προσκαλεσάμενος [*](C) ἕκαστον ἀγχόνῃ στερίσκει τοῦ ζῆν, καὶ τὴν μὲν Θεοδώραν εἰς Χαζαρίαν ἐξέπεμψεν, αὐτὸς δὲ εἰς ἁλιάδα ἐμβεβηκὼς ἀπέπλευσε, πρὸς Τέρβελιν ἀπιὼν τὸν τῶν Βουλγάρων ἐξάρχοντα. κλύδωνος δὲ μεγάλου κατειληφότος αὐτὸν ἐν τῷ πλέειν, καταδῦναι τὸ πλοιάριον ἐκινδύνευσε. τῶν δὲ συμπλεόντων ἐπαγγείλασθαι τῷ θεῷ συμβουλευόντων αὐτῷ, εἰ περισωθείη καὶ τὴν ἀρχὴν ἀπολήψοιτο, μή τι κακὸν τοῖς κατ᾿ αὐτοῦ γενομένοις ἐπενεγκεῖν, ἐκεῖνος, “εὶ φείσομαι τούτων” ἔφη “τινός, αὐτίκα καταποντισθείην ὡδί.” περισωθεὶς οὖν καὶ τῷ τῶν Βουλγά-
    327
    ρων ἄρχοντι προσελθὼν καὶ πλεῖστα παρασχών, ἄλλα μέντοι καὶ παρέχειν ἐπαγγειλάμενος, εἰ παρ’ αὐτοῦ [*](D) καταχθείη πρὸς τὴν προγονικὴν βασιλείαν, καὶ τὴν θυγατέρα αὐτῷ συζεῦξαι καθυποσχόμενος, σὺν ἐκείνῳ μετὰ βαρβαρικῆς βαρείας δυνάμεως τὴν ὑπερκειμένην κατειλήφει τόν πόλεων καὶ πρὸ τῶν τειχῶν στρατοπεδευσάμενος ἀπεπειρᾶτο τῶν πολιτῶν, αὐτοῖς ἐκ τοῦ τείχους προκύπτουσιν ὁμιλῶν. οἶ δὲ οὐ μόνον αὐτὸν οὐ προσίεντο, ἀλλὰ καὶ ὕβρεις αὐτοῦ κατέχεον πλημμελεῖς. νυκτὸς οὖν διὰ τοῦ ἀγωγοῦ εἰσδὺς ἐντὸς ἀνέδυ τῆς πόλεως καὶ ταύτης ἐγένετο ἐγκρατής. ὁ δὲ Ἀψίμαρος εἰς Ἀπολλωνιάδα φυγὼν κατελήφθη.

    Τῷ μὲν οὖν τῶν Βουλγάρων ἄρχοντι δῶρα πολλὰ [*](A) παρασχὼν καὶ συνθήκας εἰρήνης μετ’ αὐτοῦ ποιησάμενος ἀπελθεῖν αὐτὸν παρεσκεύασεν. τοῦ δὲ Ἀψιμάρου καὶ Ἡρακλείου τοῦ ἀδελφοῦ αὐτοῦ πρὸς αὐτὸν ἀχθέντων, ἀλλὰ μὴν καὶ τοῦ Λεοντίου, τὸν Ἡράκλειον σὺν ἄλλοις πλείοσιν ἐν ξύλοις παρὰ τοῖς τείχεσιν ἀπῃώρησε, τὸν Ἀψίμαρον δέ γε καὶ τὸν Λεόντιον δεσμίους διὰ τῆς Ἀγορᾶς περιαγαγὼν καὶ θεατρίσας ἱππικοῦ ἀγομένου, ῥιφέντας ὑπὸ τοὺς πόδας αὐτοῦ κατὰ τῶν τραχήλων πεπάτηκε, καὶ οὕτως ἐκτμηθῆναι τὰς αὐτῶν κεφαλὰς ἐν τῷ κυνηγίῳ προσέταξεν, ἑπτὰ τοῦ Ἀψιμάρου ἐνιαυτοὺς βασιλεύσαυτος. τὸν δὲ πατριάρχην Καλλίνικον πρότερον αὐτοῦ πηρώσας τὰ ὄμματα εἰς Ῥώμην ἔθετο ὑπερόριον. Κῦρον δέ τινα μοναχὸν ἔγκλειστον πατριάρχην προυβάλετο, ὃς αὐτῷ τὴν εἰς τὴν βασιλείαν ἀποκατάστασιν [*](B) προεφοίβασε. πολὺ δὲ πλῆθος ἔκ τε τοῦ δημοτικοῦ καὶ τοῦ στρατιωτικοῦ τότε διέφθειρεν οὗτος ὁ βασιλεύς, τοὺς μὲν φανερῶς, ἐνίους μέντοι καὶ

    328
    ἀφανῶς. στείλας δ’ εἰς Χαζαρίαν ἤγαγε τὴν γυναῖκα αὐτοῦ ἔ, ἤδη αὐτῷ τεκοῦσαν υἱόν, ὃν Τιβέριον κατωνόμασε, κἀκείνην δὲ καὶ τὸ παιδίον τοῦ τῆς βασιλείας ἀξιώσας ὀνόματος καὶ ἄμφω ἔστεψε. λύσας δὲ τὰς πρὸς τοὺς Βουλγάρους σπονδὰς κατ’ αὐτῶν ἐξεστράτευσε σὺν ἱππικαῖς τε καὶ πεζικαῖς δυνάμεσι καὶ σὺν στόλῳ πολλῷ, καὶ ἀπῆλθε πρὸς τὴν Ἀγχίαλον. τὸ μὲν οὖν πρῶτον δείσαντες οἱ Βούλγαροι εἰς τὰ ὅρη ἀνέδραμον, ἐκεῖθεν δὲ ἀσυντάκτως [*](c) ὁρῶντες τὴν τῶν Ῥωμαίων στρατιὰν σκηνουμένην καὶ ἀπροσέκτως εἰς χορτασμάτων συλλογὴν σκιδναμένην, ἀνεθάρσησαν, καὶ ἐπελθόντες αὐτοῖς πολλοὺς μὲν ἀνεῖλον, οὐ μείους δὲ ᾐχμαλώτευσαν καὶ ἵππον συνέσχον πολλήν. ὁ μέντοι βασιλεὺς σὺν τοῖς περιλειφθεῖσιν εἰς τὸ ἐκεῖ συνεκλείσθησαν φρούριον. εἶτα τοὺς ἵππους πάντας νευροκοπήσαντες, ἔνα μὴ τούτους λάβοιεν οἱ πολέμιοι, τοῖς τοῦ στόλου σκάφεσιν ἐμβεβηκότες ἐπανῆλθον εἰς τὸ Βυζάντιον σὺν αἰσχύνῃ πολλῇ. μηνιῶν δὲ τοῖς ἐν Χερσῶνι, ὅτι ἐκεῖ περιωρισμένον αὐτὸν γνόντες νεωτερίζοντα ἠβουλήθησαν ἀνελεῖν, στέλλει τριήρεις καὶ δρόμωνας καὶ νῆας ἑτέρας τῶν φορτηγῶν σὺν στρατεύματι [*](D) πλείστῳ καὶ δυσὶ στρατηγοῖς, ἐντειλάμενος αὐτοῖς μὴ φείσασθαί τινος τῶν ἐκεῖ, ἀλλὰ πάντας συγκόψαι τοῖς ξίφεσιν. οἱ σὺν οὐδενὶ πόνῳ, οὐ γὰρ ἀντέστησαν οἱ τῶν ἐν Χερσῶνι πόλεων κάτοικοι, παραλαβόντες αὐτοὺς ἅπαντας σχεδὸν ἀνῃρήκασι, μόνης τῆς νεαζούσης ἡλικίας μέχρι μειρακίων φεισάμενοι. ὁ μαθὼν Ἰουστινιανός, ὅτι μὴ καὶ τούτους ἀνεῖλον, ἐξώργιστο, καὶ πρὸς αὐτὸν ἀποσταλῆναι παρεκελεύσατο. ἀποσταλέντας δὲ καταποντισθῆναι ἐν τῇ θαλάσσῃ συνέβη τοὺς πλείονας, καὶ ἔδοξε
    329
    τοῦτο τῷ βασιλεῖ καταθύμιον. καὶ οὐδ᾿ οὕτω τῆς κατ᾿ ἐκείνων μανίας ἐμπέπληστο, ἀλλ᾿ ἠπείλει καὶ αὖθις στελεῖν καὶ οὕτω τὴν χώραν ἐξερημῶσαι ὡς καὶ τὰς πόλεις καθελεῖν καὶ ἀροτριᾶσαι. διὰ ταῦτα [*](A) οἱ ἔτι περιλειφθέντες ἐν Χερσῶνι καὶ οἱ τούτων περίοικοι ἀποστατήσαντες Φιλιππικὸν τὸν τοῦ Βαρδάνη, ὃν ὁ λόγος ἱστόρησε παρὰ τοῦ Ἀψιμάρου εἰς Κεφαλληνίαν περιορισθῆναι, ἄρτι ἀνακληθέντα ἐκ τῆς ὑπερορίας καὶ ἐπανιόντα πρὸς τὴν Κωνσταντινούπολιν, κἀκεῖ γενόμενον βασιλέα ἀναγορεύουσι, καὶ τοῦ σφῶν ἄρχοντος Ἡλία συμπράττοντος. ἃ μαθὼν Ἰουστινιανὸς τοὺς μὲν τοῦ Ἡλία παῖδας ἐν τῷ κόλπῳ κατέσφαξε τῆς μητρός, ἐκείνην δὲ δούλῳ αὐτῆς Ἱνδῷ μαγείρῳ συνέζευξεν. εἶτα στόλον ἐτοιμασάμενος στέλλει κατὰ Χερσῶνος, ἐντειλάμενος τῷ τοῦ στόλου κατάρχοντι ἡβηδὸν ξύμπαντας ἀνελεῖν. ἤδη δὲ καταλαβόντος τὴν Χερσῶνα τοῦ ναυτικοῦ καὶ [*](B) πολιορκοῦντος αὐτὴν ἧκον Χάζαροι τοῖς Χερσωνίταις ἐπικουρήσοντες. ἐντεῦθεν ἡ μὲν πολιορκία ἐλέλυτο, οἱ δὲ τοῦ στόλου μὴ τολμῶντες πρὸς τὸν βασιλέα ἐπανελθεῖν, τοῦ μὲν βλασφημίας κατέχεον, τὸν δὲ Βαρδάνην ὡς βασιλέα εὐφήμησαν. καιροῦ δὲ πα αρρυἐντος συχνοῦ, ὅτι μηδὲν αὐτῷ ἐκ τοῦ στόλου μεμήνυτο, ὁ βασιλεὺς ὑποτοπήσας συμβῆναί τι φερόμενον κατ᾿ αὐτοῦ, ἐξώρμησε τῆς Βυζαντίδος, καὶ ἕως Σινώπης ἐλθὼν ὁρᾷ τὸν στόλον εὐθὺ τῆς πόλεως πλοῖζόμενον· αὐτίκα τοίνυν γέγονε καὶ αὐτὸς ὀπισθόρμητος. τοῦ δὲ Φιλιππικοῦ εὐπλοήσαντος, καὶ προκαταλαβόντος τὴν μεγαλόπολιν, ἐκεῖνος ἐν [*](C) τῷ Δαματρύϊ ἐσκήνωσε. πρὸς ὃν ὁ εἰρημένος Ἡλίας σταλεὶς ἠδυνήθη πεῖσαι τὸ μετὰ Ἰουστινιανοῦ στρατιωτικὸν ἀποστῆναι αὐτοῦ καὶ προσρυῆναι Φιλιππι-
    330
    κῶ. κατ’ ἀλειφθεὶς τοίνυν παρὰ τῶν στρατιωτῶν Ἰουστινιανὸς χειροῦται καὶ χερσὶν οἰκείαις εὐθὺς ὁ Ἡλίας ἀφεῖλε τὴν αὐτοῦ κεφαλήν. ὁ δ’ ἑ τούτου παῖς ὁ Τιβέριος μετὰ τῆς πρὸς μητρὸς μάμμης Ἀναστασίας, ἡ γὰρ μήτηρ αὐτοῦ Θεοδώρα ἔφθη θανεῖν, τῷ ἐν Βλαχέρναις ναῷ προσφυγὼν εἰσέδυ τὸ θεῖον θυσιαστήριον, καὶ ὑπὸ τὴν παναγῆ γενόμενος τράπεζαν, ἑνὸς τῶν ταύτην ἀνεχόντων στυλίσκων δεδραγμένος [*](D) ἱκέτευε μὴ θανεῖν. ἀλλ’ οἱ σταλέντες εἰς ζήτησιν αὐτοῦ ἐξελκύσαντες τοῦ θυσιαστηρίου τὸν παῖδα μαχαίρᾳ τούτου τὸν λαιμὸν ὡς βοσκήματος ἀπέτεμον ἀπηνῶς.

    Ἥδη δὲ τῆς βασιλείας τυχὼν ὁ Φιλιππικὸς κατὰ τῆς ἕκτης οἰκουμενικῆς συνόδου ὡπλίσατο, καὶ σύνοδον ἀθροίσας ὁ μάταιος ἠκύρωσεν ὅσον τὸ κατ’ αὐτὸν δι’ αὐτῆς τὴν ἁγίαν ἐκείνην σύνοδον. λέγεται γὰρ ἄρτι τοῦ Λεοντίου τῶν σκήπτρων ἐπειλημμένου χρησμοδοτῆσαι τούτῳ δὴ τῷ Φιλιππικῷ τὴν εἰς τὸν βασίλειον θρόνον ἀναγωγὴν μοναχόν τινα ἔγκλειστον ὄντα ἐν τῇ τοῦ Καλλιστράτου μονῇ, καὶ τῆς προρρήσεως αἰτῆσαι μισθὸν τὴν τῆς ἕκτης συνόδου ἀθέτησιν, ἦν γὰρ τῆς τῶν μονοθελητῶν ὁ μοναχὸς ἐκεῖνος [*](A) αἱρέσεως, καὶ τὸν ὑποσχέσθαι. τὴν μὲν οὖν οἰκουμενικὴν ἕκτην ἕκτην σύνοδον ἠκύρωσεν, ὡς ἐδόκει. αὐτὸς δὲ σωροὺς χρημάτων ἐκ παλαιοτέρων θησαυρισθέντας αὐτοκρατόρων ἐν τοῖς βασιλείοις εὑρὼν εἰς οὐδὲν δέον τούτοις χρησάμενος τὰ πλείω διεσκόρπισε διὰ βραχέος καιροῦ· καὶ τάχα καὶ ἅπαντα κατηνάλωσεν ἄν, εἰ ἐπὶ πλέον τῇ βασιλείᾳ προσέμεινεν. ἐν μὲν γὰρ τῷ λέγειν ἐδόκει ῥητορικώτατος μὴ ἀμοιρῶν τε συνέσεως, ἐν δὲ τῷ πράττειν ἦν ξυμπάντων ἀσυνετώτερος καὶ πάμπαν ἀδέξιος. Κῦρον δὲ τὸν

    331
    πατριάρχην ἐξωθήσας τῆς ἐκκλησίας, ἐπὶ ἓξ ἔτη ἐν ταύτῃ διαγαγόντα, Ἰωάννην ὁμόδοξον αὐτῷ προεβάλετο. οἱ μέντοι Βούλγαροι τὴν Θρᾴκην ἅπασαν ληισάμενοι μέχρι τῆς πόλεως κατέδραμον ἅπαντα καὶ λείαν πολλὴν καὶ αἰχμαλώτους λαβόντες σχεδὸν ὑπὲρ [*](B) ἀριθμὸν ὑπενόστησαν. ἀλλὰ μὴν καὶ τὰ πρὸς ἀνίσχοντα ἥλιον ὁμοίως οἱ τῆς Ἄγαρ διέθεντο. δύο δὲ παρελθόντων ἐνιαυτῶν καὶ μηνῶν τινων, ἐξότου τῆς βασιλείας ἐκράτησεν, ἱππήλατον ἐπιτελέσας ἀγῶνα, καὶ ἐν τῷ τοῦ Ζευξίππου μετὰ τὸν ἀγῶνα λουσάμενος λοετρῷ, συσσίτους τινὰς τῶν τῆς συγκλήτου πεποίητο, ὡς δ᾿ ἔνιοι λέγουσι, τοὺς ἐν τῇ τῶν ἵππων ἁμίλλῃ νικήσαντας. κατακείμενος οὖν ἐν τῷ συμποσίῳ παρά τινων τῶν τῆς γερουσίας κατασχεσθεὶς τυφλοῦται. ταῦτα δ᾿ ἐπράχθη κατὰ τὸ σάββατον τῆς πεντηκοστῆς. τῇ δ᾿ ἐξῆς κατ᾿ αὐτὴν δηλαδὴ τὴν πεντηκοστὴν ἀθροισθέντες οἵ τε τῆς συγκλήτου βουλῆς καὶ ὁ δημώδης ὄχλος Ἀρτέμιον τὸν πρωτοασηκρὴτις [*](C) προχειρίζονται αὐτοκράτορα, μετονομάσαντες Ἀναστάσιον.

    Ἦν δὲ οὗτος ὁ βασιλεὺς καὶ λόγοις παντοίοις ὡμιληκὼς καὶ πραγμάτων διοικήσεσιν ἐντριβέστατος. οὗτος τὸν πατριάρχην Ἰωάννην τοῦ ἀρχιερατικοῦ κατασπάσας θρόνου, ὡς μὴ ὀρθόδοξον, ἔτη τρία τῆς ἐκκλησίας κρατήσαντα, μετατίθησιν ἐκ Κυζίκου ἐπὶ τὴν ἱερὰν καθέδραν τῆς βασιλίδος τῶν πόλεων Γερμανόν, ὃν ἄνωθέ που ὁ λόγος ἱστόρησε παρὰ Κωνσταντίνου τοῦ Πωγωνάτου τῶν παιδογόνων ἀφαιρεθῆναι μορίων. μαθὼν δὲ ὅτι ἐξ Ἀλεξανδρείας ἐπὶ Φοινίκην πλοῖα προσώρμισαν, ἵνα ξύλα ἐκεῖθεν κομίσωνται [*](D) ναυπηγήσιμα, στόλον ἑτοιμάσας ἀπέστειλε κατ᾿ αὐτῶν, κελεύσας καὶ τοὺς τῶν θεμάτων στό-

    332
    λους εἰς τὴν νῆσον κατᾶραι Ῥόδον, κἀκεῖ ἑνωθῆναι, καὶ οὕτως ἐκπλεῦσαι κατὰ τῶν ἐναντίων, προβαλόμενος ἄρχοντα τοῦ στόλου παντὸς Ἰωάννην τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας διάκονον καὶ γενικὸν λογοθέτην. πάντων οὖν εἰς τὴν Ῥόδον συναθροισθέντων ὁ διάκονος Ἰωάννης πρὸς ἔκπλουν ἡτοίμαστο, οἶ δὲ τοῦ στόλου, καὶ μᾶλλον οἱ τοῦ θέματος τοῦ Ὀψικίου, οὐκ ἦσαν πειθήνιοι, οὐ γὰρ καλῶς πρὸς τὸν κρατοῦντα διέκειντο, ἐπεὶ μηδ’ ἐκεῖνος τῇ πλευστικῇ στρατιᾷ κεχρημένος ’ν δεξιῶς. ὡς δὲ πρὸς τὴν ἐκείνων ἀπείθειαν ὁ διάκονος ἀρχικώτερον διετέθη καὶ δριμύτερον αὐτοῖς προσεφέρετο, εἰς στάσιν τούτους [*](A) ἠρέθισε καὶ τὸν βασιλέα δυσφημήσαντες αὐτὸν ἀνεῖλον εὐθύς. καὶ τοῦ πρόσω χωρεῖν ἀφέμενοι οἱ μὲν ἀπῄεσαν οἴκαδε, οἶ δὲ πρὸς τὸ Βυζάντιον ὥρμησαν · καὶ ἐν τῷ Ἀτραμυτίῳ γενόμενοι Θεοδόσιόν τινα πράκτορα τῶν δημοσίων τελῶν, ἰδιώτην ἄνδρα, ἄκοντα ἄκοντα λαβόντες, ἀνηγόρευσαν αὐτοκράτορα. ταῦτα μαθὼν ὁ Ἀρτέμιος στόλον ἡτοίμασε καὶ τῇ πόλει ἐπέστησε φυλακήν, αὐτὸς δ’ ἐν Νικαίᾳ διῆγε τῇ μητροπόλει τῶν Βιθυνῶν. οἱ δὲ στασιασταὶ διά τε γῆς καὶ θαλάσσης ἀφίκοντο εἰς Χρυσόπολιν, καὶ μέχρι μέν τινος ναυμαχίαι ἐγίνοντο, εἶτα περαιωθεὶς εἰς Θρᾴκην ὁ Θεοδόσιος διὰ τοῦ τείχους τῶν βλαχερνῶν ἐκ προδοσίας εἰς τὴν μεγαλόπολιν εἰσελήλυθε, [*](B) καὶ τοῦ σὺν αὐτῷ ναυτικοῦ τε καὶ στρατοωτοῦ εἰσρυέντος ἐν ταύτῃ πολλὰ τῶν ἐν ταῖς οἰκίαις χρημάτων ἡρπάγησαν. τοὺς δὲ ὑπὲρ Ἀρτεμίου ἀντεχομένους τῶν ἀρχόντων συλλαβόμενοι καὶ τὸν πατριάρχην Γερμανὸν παραλαβόντες, ἀπῆλθον εἰς Νικαίαν, δεικνύντες τῷ Ἀρτεμίῳ ὅτι ἡ πόλις ἤδη παρελήφθη καὶ τὰ βασίλεια. καὶ ὃς τὸ μοναδικὸν
    333
    μεταμφιασάμενος σχῆμα, καὶ πίστεις λαβὼν μή τι περαιτέρω παθεῖν, παρέδωκεν αὐτοῖς ἑαυτόν, καὶ ἐν Θεσσαλονίκῃ περιωρίσθη, βασιλεύσας ἕνα ἐνιαυτὸν ἐπὶ μησὶ τρισίν.

    Ἦν δὲ Θεοδόσιος ἤθους μὲν χρηστοῦ καὶ βίου [*](28) [*](C) σεμνοῦ, ἀπράγμων δ’ ἀνὴρ καὶ πρὸς πραγμάτων διοίκησιν καὶ ταῦτα βασιλείας σφόδρα ἀποπεφυκώς. Δέων δὲ ὁ καὶ Κόνων, παρὰ τοῦ Ἀρτεμίου στρατηγὸς τῶν Ἀνατολικῶν προβληθείς, ὑπὲρ τοῦ Ἀρτεμίου δῆθεν φρονῶν, οὐχ ὑπεῖξε Θεοδοσίῳ, σύμπνουν ἔχων καὶ τὸν τῶν Ἀρμενιακῶν στρατηγὸν Ἀρτάβασδον τὸν Ἀρμένιον. ἄρας οὖν ἐκεῖθεν, μετὰ τῶν ὑπ’ αὐτὸν ταγμάτων εἰς Νικομήδειαν ἔρχεται, ἔνθα τὸν τοῦ βασιλέως Θεοδοσίου υἱὸν εὑρηκώς, καὶ αὐτὸν μετὰ τῆς βασιλικῆς ἀποσκευῆς χειρωσάμενος, ἀφίκετο εἰς [*](D) Χρυσόπολιν. ὁ Θεοδόσιος δὲ ἀπραγμόνως τῆς βασιλείας ἐξέστη αὐτῷ εἰς κληρικὸν καρεὶς μετὰ τοῦ υἱοῦ, καὶ πληροφορίαν λαβὼν μή τι ἕτερον ὑποστῆναι ὁ μὲν ἡσύχως ἐβίω τὸ λοιπὸν τῆς ζωῆς, βασιλεύσας δύο ἐνιαυτούς.