Epitome Historiarum
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.
Ὁ μὲν οὖν Αὔγουστος ἀπεβίω ὡς εἴρηται, τὴν δὲ μοναρχίαν ὁ Τιβέριος διεδέξατο. ὃς εὐπατρίδης μὲν ἦν καὶ πεπαίδευτο, τὴν δὲ γνώμην ἦν ποικιλώτατος, ἐναντίους τῇ προαιρέσει τοὺς λόγους ποιούμενος. ὧν γὰρ ἐβούλετο τἀναντία ἔλεγεν, ἄλλα μὲν κεύθων ἐνὶ φρεσίν, ἄλλα δὲ λέγων· καὶ ὀργίζεσθαι προσποιοῦ μένος ἐν οἶς οὐκ ὠργίζετο, καὶ ἐν οἶς ἐθυμοῦτο σχηματιζόμενος ἐπιείκειαν· καὶ ὡς οἰκειότατον ἐώρα τὸν ἔχθιστον, καὶ ὡς ἀλλοτριωτάτῳ προσεφέρετο τῷ φιλτάτῳ. καὶ οὐκ ἠξίου τοῖς ἄλλοις ἄλλοις δῆλον εἶναί οἱ τὸ φρόνημα, τοῦτο προ·σήκειν τῷ αὐταρχοῦντι φρονῶν. καὶ εἴτε τις ἠναντιοῦτο οἶς ἔλεγεν εἴτε μὴν [*](D) καὶ συνῄνει, μεμίσητο.
Τέως δ’ οὖν εἰς τὰ στρατόπεδα καὶ εἰς τὰ ἔθνη πάντα ὡς αὐτοκράτωρ αὐτίκα ἐπέστειλε, μὴ λέγων αὐτοκράτωρ εἶναι· ψηφισθὲν γὰρ αὐτῷ καὶ τοῦτο μετὰ τῶν ἄλλων ὀνομάτων οὐκ ἐδέξατο. καὶ τὰ τῆς ἀρχῆς διοικῶν ἅπαντα, μηδὲν αὐτῆς δεῖσθαι ἔλεγε, καὶ ταύτης ἐξίστασθαι ἐκομψεύετο καὶ διὰ τὴν ἡλικίαν, ἕξ γὰρ καὶ πεντήκοντα ἐτῶν ἦν, καὶ δι’ ἀμβλυωπίαν· βλυωπίαν· πλεῖστον γὰρ ἐν σκότει βλέπων ἐλάχιστα τὴν ἡμέραν ἑώρα. εἶτα κοινωνοὺς ᾔτει τῆς ἀρχῆς καὶ συνάρχοντας, οὐδὲν τούτων ποιῆσαι μέλλων, ἀλλ’ [*](Cap. 1. Dionis Historiae Romanae 1. 57, c. 1–13.)
Ἐθορύβησε δὲ καὶ τὸ ἐν τῆ Παννονίᾳ στράτευμα, ὡς καὶ κατὰ τοῦ ἄρχοντος αὐτῶν ὁρμῆσαι. εἶτα τῶν θρασυτέρων καὶ πρωταιτίων κολασθέντων κατέστησαν ’σαν οἱ λοιποί. οἱ δὲ ἐν τῇ Γερμανίᾳ τόν τε Τιβέριον ἐκακηγόρησαν καὶ τὸν Γερμανικὸν ἐπεκάλεσαν αὐτοκράτορα. δὲ τὸ ξίφος σπασαμένου ὡς ἑαυτὸν ἀναιρήσοντος, εἶς τις τῶν στρατιωτῶν τὸ ἑαυτοῦ ξίφος ἀνατείνας “τοῦτο” ἔφη “λάβε· ὀξύτερον γάρ ἐστιν.” ὁ οὖν Γερμανικὸς τοῦ κτεῖναι μὲν ἑαυτὸν ἀπέσχετο ἕνα μὴ μᾶλλον στασιάσωσι, γράμματα δὲ ὡς ἐκ τοῦ Τιβερίου πεμφθέντα πλασάμενος δωρεὰς αὐτοῖς διδόντα καὶ ἄλλα τινὰ ὑπισχνούμενα τὴν [*](C) στάσιν τότε κατέπαυσεν. ὕστερον δὲ πρεσβευτῶν παρὰ τοῦ Τιβερίου πεμφθέντων γνόντες τὸ τοῦ Γερμανικοῦ στρατήγημα καὶ ὑποπτεύσαντες τοὺς πρέσβεις ἀνατρέψοντας ἥκειν τὰ ὑπ’ ἐκείνου ἐπηγγελμένα, ἐθορύβησαν αὖθις καὶ κατὰ τῶν πρέσβεων ὥρμησαν. καὶ τὴν τοῦ Γερμανικοῦ γυναῖκα τὴν Ἀγριππῖναν, τῆς τοῦ Καίσαρος θυγατρὸς τῆς Ἰουλίας καὶ τοῦ Ἀγρίππου παῖδα γεγονυῖαν, συνέλαβον, καὶ τὸν υἱὸν
Ὡς δ’ οὐδὲν ἔτι νεώτερον ἠγγέλλετο, τὴν ἀρχὴν οὐκέτι εἰρωνευόμενος ὑπεδέξατο. καὶ μέχρις ὁ Γερμανικὸς περιῆν, οὐδὲν καθ’ ἑαυτὸν ἔπραττεν, ἀλλὰ πάντα εἰς τὴν γερουσίαν εἰσέφερε, καὶ οὐδὲ αὐτοκράτωρ καλεῖσθαι παρά του ἢ μόνων τῶν στρατιωτῶν ἠξίου, Καῖσαρ δὲ καὶ Γερμανικὸς καὶ πρόκριτος τῆς γερουσίας ὠνομάζετο, ηὔχετό τε τοσοῦτον καὶ ζῆσαι καὶ ἄρξαι χρόνον ὅσον ἂν τῷ δημοσίῳ συμφέρῃ, καὶ διὰ πάντων δημοτικὸς δοκεῖν ἔσπευδε, καὶ ἐλάχιστα εἰς ἑαυτὸν δαπανῶν πλεῖστα ἐς τὸ κοινὸν ἀνήλισκε. τὰ πεπονηκότα τε ἀνορθῶν καὶ ἐπικοσμῶν, τὰς τῶν ἀρχῆθεν οἰκοδομησάντων αὐτὰ κλήσεις σφίσιν σ’ ἱν ἐπέγραφε, καὶ πόλεσι καὶ ἰδιώταις ἐπήρκει, καὶ τόν βουλευτῶν συχνοὺς πενομένους ἐπλούτισε, καὶ τὰ δωρούμενα εὐθὺς ὁρῶντος αὐτοῦ ἠριθμεῖτο, ἵνα μὴ οἶ δοτῆρες νοσφίζωνταί τι αὐτῶν, εἰδὼς τοῦτο ἐπὶ τοῦ Αὐγούστου γινόμενον. καὶ οὔτε ἀπέκτεινέ τινα διὰ χρήματα οὔτ’ οὐσίαν τότε ἐδήμευσεν οὐδενός, νὐδ’ ἔξω τι τῶν νενομισμένων ἠργυρολόγησεν. [*](B) Αἰμιλίῳ γοῦν χρήματα πλείω παρὰ τὸ διατεταγμένον πέμψαντι ἀντεπέστειλεν ὅτι “κείρεσθαί μου τὰ πρόβατα, ἀλλ’ οὐκ ἀποξυρᾶσθαι βούλομαι.” καὶ εὐπρόσοδος καὶ εὐπροσήγορος ἦν, τούς τε ἄρχοντας ὡς ἐν δημοκρατίᾳ ἐτίμα καὶ τοῖς ὑπάτοις ὑπανίστατο, καὶ τοῖς ἑταίροις ὡς ἐν ἰδιωτείᾳ συνῆν, νοσοῦντάς τε
Οὕτω ταῦτα καὶ τἄλλα μέχρις ὁ Γερμανικὸς ἔζη ἐποίει· μετὰ δὲ τοῦτο συχνὰ τούτων μετήλλαξε. μήπω γὰρ τῶν παρὰ τοῦ Αὐγούστου τῷ δήμῳ καταλελειμμένων δοθέντων, ἐπεὶ νεκρὸς διὰ τῆς ἀγορὰς ἐξεφέρετο, καὶ προσελθών τις εἰς τὸ οὖς αὐτῷ ἐψιθύρισε, καὶ ἐρωτηθεὶς ὅ,τι εἴρηκεν, ἐντετάλθαι ἔφη τῷ Αὐγούστῳ εἰπεῖν ὅτι οὐδέπω οὐδὲν ἐκομίσαντο, τὸν μὲν αὐτίκα ἀπέκτεινε, καὶ εἶπεν ὡς ἐπισκώπτων, ἵν αὐτάγγελος αὐτῷ γένηται, τοῖς δ’ ἄλλοις τὰ καταλελειμμένα διένειμε. τοὐ δ’ ἐγγόνου αὐτοῦ, ὃν ἐκ τοῦ Δρούσου εἶχε, θανόντος, οὐδεμιᾶς τῶν συνήθων [*](Cap. 2. Dionis Historiae Romanae l. 57, c. 13 — l. 58, c. 15. Nonnulla Zonaras habet quae in Dionis codicibus desiderantur.)
Κλήμης δέ τις τοὐ Ἀγρίππου γεγονὼς δοῦλος καὶ προσεοικὼς αὐτῷ ἐπλάσατο αὐτὸς ὁ Ἀγρίππας εἶναι· καὶ εἰς τὴν Γαλατίαν ἐλθὼν πολλοὺς μὲν ἐκεῖ, πολλοὺς δὲ ἐν τῇ Ἰταλίᾳ προσεποιήσατο, καὶ τέλος ἐπὶ τὴν Ῥώμην ὥρμησεν ὧς τὴν παππῴαν μοναρχίαν ἀποληψόμενος. χειρωσάμενος δ’ ὅμως αὐτὸν ὁ Τιβέριος [*](B) διά τινων τὰ ἐκείνου προσποιησαμένων φρονεῖν, καὶ βασανίσας, ἔνα περὶ συνιστόρων τι μάθῃ, ἐπεὶ μηδὲν ἐξελάλησεν, ἤρετο αὐτόν “πῶς Ἀγρίππας ἐγένου;” καὶ ὃς ἀπεκρίνατο ὅτι “οὕτως ὡς καὶ σὺ Καῖσαρ.”
Τὴν δὲ γυναῖκα Ἰουλίαν οὔτε ἐπανήγαγεν ἐκ τῆς ὑπερορίας ἣν παρὰ τοῦ πατρὸς αὐτῆς τοῦ Αὐγούστου κατεδικάσθη δι’ ἀσέλγειαν, ἀλλὰ καὶ κατέκλεισεν αὐτήν, ὥσθ’ ὑπὸ κακουχίας καὶ λιμοῦ φθαρῆναι. πολλῶν τε αὐτὸν ἀξιούντων τὸν Νοέμβριον μῆνα, οὗ τῇ ἕκτῃ ἐπὶ δεκάτῃ γεγέννητο, Τιβέριον ἐξ αὐτοῦ καλεῖσθαι, “καὶ τῖ’ ἴφη “ποιήσετε ἂν δεκατρεῖς Καίσαρες γένωνται;”
Ἐν τούτοις ὁ Γερμανικὸς ἐτελεύτησεν ἐν ’Αντιοχείᾳ [*](C) καταγοητευθείς τε καὶ φαρμαχθεὶς ὑπὸ Πείσωνος. ὀστᾶ τε γὰρ εὑρέθη ἀνθρώπεια κατορωρυγμένα ἐν τῇ οἰκίᾳ ἐν ᾗ κατῴκει. καὶ μολίβδινοι ἐλασμοὶ ἀράς τινας μετὰ τοῦ ὀνόματος αὐτοῦ ἔχοντες. ὅτι δὲ καὶ φαρμάκῳ ἐφθάρη τὸ σῶμα αὐτοῦ ἐξέφηνεν εἰς τὴν ἀγορὰν κομισθὲν καὶ τοῖς παροῦσι δειχθέν. θανόντος δὲ ὁ μὲν Τιβέριος καὶ ἡ Λιβία ἥσθησαν, οἱ δ’ ἄλλοι σφοδρότατα ἤλγησαν. κάλλιστος μὲν γὰρ τὸ σῶμα, ἄριστος δὲ τὴν ψυχὴν ἔφυ, παιδείᾳ τε ἅμα καὶ ἀνδρείᾳ ἐν πολέμοις εὐδοκιμῶν ἡμερώτατα τοῖς
Ἡ δὲ Λιβία ὑπέργηρως γεγονυῖα μετήλλαξεν , ἓξ ζήσασα ἔτη καὶ ὀγδοήκοντα. καὶ οὔτε νοσοῦσαν αὐτὴν [*](B) ὁ Τιβέριος ἐπεσκέψατο οὔτ’ ἀποθανοῦσαν ἐτίμησε, πλὴν μόνης ἐκφορὰς καὶ εἰκόνων τινῶν. ἀλλὰ πρὸς διαβολὴν τοῦ Τιβερίου πένθος ταῖς γυναιξὶν ἡ βουλὴ παρ’ ὅλον ἐνιαυτὸν ἐπ’ αὐτῇ ἐψηφίσατο· καὶ ὅτι πολλοὺς αὐτῶν ἐσεσώκει καὶ παῖδας πολλῶν ἐτετρόφει κόρας τε πλείοσιν ἐξεδεδώκει, καὶ ἄλλας τιμὰς ἐκείνῃ ἀπένειμαν. οὐδὲν δὲ τῶν τισι καταλειφθέντων ὑπ’ ἐκείνης δέδωκεν ὁ Τιβέριος. ἀπομνημονευτἐον δὲ καὶ τῶν παρ’ ἐκείνης εἰρημένων ἐνίων. λέγεται ὅτι γυμνούς ποτε ἄνδρας αὐτῇ ἀπαντήσαντας, καὶ μέλλοντας διὰ τοῦτο θανατωθῆναι, ἔσωσεν εἰποῦσα ὅτι “οὐδὲν ἀνδριάντων ταῖς σωφρονούσαις [*](C) οἱ τοιοῦτοι διαφέρουσιν.” ἐρομένου δέ τινος αὐτήν “πῶς καὶ τί δρῶσα τοῦ Αὐγούστου κατεκράτησας;” ἀπεκρίνατο ὅτι “αὐτή τε ἀκριβῶς σωφρονοῦσα καὶ πάντα τὰ δοκοῦντα αὐτῷ ἡδέως ποιοῦσα, καὶ μηδὲν τῶν ἐκείνου πολυπραγμονοῦσα, καὶ τὰ ἀφροδίσια αὐτοῦ ἀθύρματα μήτ’ ἀκούειν μήτ’ αἰσθάνεσθαι προσποιουμένη.”
Τὸν δὲ Σηιανὸν ὁ Τιβέριος ἐπὶ μέγα δόξης ἐπάῥᾶς, καὶ κηδεστὴν ἐπὶ Ἰουλίᾳ τῇ τοῦ Δρούσου θυ-
Τιβέριος δὲ πρὸς τοῖς ἄλλοις καὶ διὰ τοὺ ἔρωτας, οἶς ἀσελγῶς τε καὶ ἀναιδῶς ἐχρῆτο, τῶν εὐγενεστάτων καὶ ἀρρένων καὶ θηλειῶν, διεβάλλετο, καὶ διὰ τὸν τῆς Ἀγριππίνης τοῦ τε Δρούσου θάνατον ἐς ὠμότητα ἐλοιδορεῖτο. δοκοῦντες γὰρ οἷ ἄνθρωποι ὑπὸ τοῦ Σηιανοῦ πάντα τὰ κατ’ ἐκείνων πρότερον γίνεσθαι, ὡς κἀκείνους κτανθῆναι ἔμαθον μετὰ τὴν ἐκείνου φθοράν, ὑπερήλγησαν. τὸν δὲ δὴ Γάιον τὸν νεώτερον τῶν τοῦ Γερμανικοῦ παίδων ταμίαν ἀπέδειξε. τὸν γὰρ ἔγγονον τὸν Τιβέριον, ὅτι τε παιδίον ἦν καὶ ὅτι μὴ εἶναι τοῦ Δρούσου παῖς ὑπωπτεύετο, παρεώρα, τῷ Γαΐῳ δὲ ὡς καὶ μοναρχήσοντι προσεῖχεν. ἠγνόει γὰρ οὐδὲν τῶν κατὰ τὸν Γάιον, ἀλλὰ καὶ ἴφη ποτὲ αὐτῷ διαφερομένῳ πρὸς τὸν Τιβέριον ὅτι “σύ τε τοῦτον ἀποκτενεῖς καὶ σὲ ἄλλοι.” οὔτε δὲ ἕτερόν τινα ὁμοίως προσήκοντα ἑαυτῷ ἔχων, καὶ ἐκεῖνον εἰδὼς ἐσόμενον κάκιστον, ἀσμένως τὴν ἀρχήν, ὥς φασι, δέδωκεν αὐτῷ, ὅπως τῇ τοῦ Μου τῆς κακίας ὑπερβολῇ τὰ ἑαυτοῦ κρυφθείη καὶ τὸ πλεῖστον καὶ εὐγενέστατον τῆς βουλῆς φθαρῇ παρελθόντος αὐτοῦ. B λέγεται δὲ καὶ πολλάκις ἀναφθέγξασθαι τοῦτο δὴ τὸ ἀρχαῖον [*](Cap. 3. Diouis Historiae Romanae l. 58, c. 22–28. Eusebii Historiae ecclesiasticae l. l, c. 10 et 1. 2, c. 2.)
Ὁ Τίβερις δὲ τότε πολλὰ τῆς ‘Ρὠμης ἐπέκλυσεν ὥστε πλευσθῆναι, καὶ πυρὶ μυρία ἐφθάρη. εἰ δέ τι καὶ τὰ Αἰγυπτία πρὸς τοὺς Ῥωμαίους προσήκει, ὁ [*](D) φοῖνιξ ἐκείνῳ τῷ ἔτει ὤφθη. καὶ ἔδοξε ταῦτα τὸν θάνατον τῷ Τιβερίῳ προσημαίνειν. ὃς ἐνόσησε μὲν πρὸ πλείονος χρόνου, οὔτε δὲ τὴν δίαιταν παρήλλαξεν οὔτε τοῖς ἰατροῖς ἐκέχρητο, διὰ τὸν τοῦ Θρασύλλου λόγον, ὅς πάνυ μὲν ἀκριβῶς ᾔδει καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν καθ’ ἣν τεθνήξεσθαι ἔμελλεν ὁ Τιβέριος, δὲ δέκα ἐνιαυτοὺς ἔτι βιώσεσθαι ἔλεγεν, ἔν ὡς ἐπὶ μακρότερον ζήσων μὴ ἐπειχθῇ πολλοὺς ἀποκτεῖναι. οἷα δ’ ἐν γήρᾳ καὶ νόσῳ μὴ ὀξείᾳ τοτὲ
Τούτου τῷ πεντεκαιδεκάτῳ ἔτει ἐβαπτίσθη ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἐν δὲ τῷ ὀκτωκαιδεκάτῳ παρεδόθη καὶ ἐσταυρώθη καὶ ἀνέστη. ἱστορεῖ δὲ ὁ Εὐσέβιος τὸν Πιλάτον τῆς Ἰουδαίας τηνικαῦτα [*](B) ἐπιτροπεύοντα γράψαι τὰ περὶ τοῦ κυρίου τῷ Τιβερίῳ, ἔθους ὄντος τοῖς τῶν ἐθνῶν ἄρχουσι τὰ παρὰ σφίσι καινοτομούμενα δηλοῦν τῷ τὴν μοναρχίαν ἰθύνοντι, ἵν’ αὐτῷ μηδὲν ἀγνοῆται τῶν παρ’ ἑκάστοις τῶν ἐθνῶν γινομένων. ἤδη γάρ φησι τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ σωτῆρος ἡμῶν εἰς ἅπαντας ἐν πάσῃ τῇ Παλαιστίνῃ διαβεβοημένης, τὰ περὶ αὐτῆς ὁ Πιλάτος ἐκοινώσατο Τιβερίῳ τῷ αὐτοκράτορι, ὃς τάς τε ἄλλας αὐτοῦ πυθόμενος τερατείας καὶ ὡς μετὰ θάνατον ἐκ νεκρῶν ἀναστὰς θεὸς εἶναι παρὰ πλείστοις ἤδη πεπίστευται, ἀνήνεγκε μὲν τῇ συγκλήτῳ ταῦτα· ἐκείνη δὲ τὸν λόγον ἀπώσατο, ὅτι μὴ πρότερον αὐτὴ τοῦτο δοκιμάσασα ἦν, παλαιοῦ νόμου κεκρατηκότος [*](C) μὴ ἄλλως τινὰ παρὰ Ῥωμαίοις θεοποιεῖσθαι μὴ οὐχὶ [*](12 Τούτου τῷ — 14 καὶ ἀνέστη] Eusebii Hist. eccl. 1, 10. 14 ἱστορεῖ δὲ ὁ Εὐσέβιος] Hist. eccl. 2, 2.)
Καὶ ὁ μὲν Τιβέριος οὕτως ἀπεβίω, διεδέξατο δὲ αὐτὸν ὁ Γάιος ὁ τοῦ Γερμανικοῦ καὶ τῆς Ἀγριππίνης παῖς, ὃν καὶ Γερμανικὸν καὶ Καλλιγόλαν ἐπωνόμαζον. εἰ γὰρ καὶ ὁ Τιβέριος καὶ τῷ ἰδίῳ ἐγγόνῳ τῷ Τιβερίῳ τὴν αὐταρχίαν κατέλιπεν, ἀλλ’ ὁ Γάιος τὰς διαθήκας αὐτοῦ εἰς τὸ συνέδριον πέμψας ἀκύρους παρεσκεύασε γενέσθαι, ὡς παραφρονήσαντος, οἶα [*](7 συγγραφῇ τινι] Tertulliani Apolog. 5. Cap. 4. Dionis Historiae Romanae l. 59, c. 1–6.)
Τῷ δ’ αὐτῷ τούτῳ τρόπῳ καὶ ἐς τὰ ἄλλα ἐκέχρητο. μοιχικώτατός τε γὰρ ἀνδρῶν γεγενημένος, καὶ γυναῖκα μίαν μὲν ἁρπάσας ἐκδιδομένην ἀνδρί, ἄλλας δὲ ἤ δὴ ἐκδεδομένας καὶ συνοικούσας τισὶν ἀποσπάσας, πλὴν μιᾶς τὰς ἄλλας ἐμίσησε· πάντως [*](C) δ’ ἂν κἀκείνην ἐμίσησεν, εἰ ἐπὶ πλέον ἐβεβιώκει. καὶ ἐς τὴν μητέρα καὶ τὰς ἀδελφὰς τήν τε τήθην τὴν Ἀντωνίαν πολλὰ εὐσεβῶς ἐνδειξάμενος, μετὰ ταῦτα τὴν μὲν τήθην ἐπιτιμήσασάν τι αὐτῷ εἰς ἀνάγκην ἑκουσίου θανάτου κατέστησε, τὰς ἀδελφὰς δὲ διαφθείρας ἁπάσας εἰς νῆσον τὰς δύο κατέκλεισεν· ἡ γὰρ τρίτη προετεθνήκει. καὶ ἄλλα πολλὰ τοιαῦτα ἐποίησε. καὶ τὸν Τιβέριον ὡς ἀσελγῆ καὶ μιαιφόνον διέβαλλεν, ὥστε καὶ ἄλλους ἐκ τούτου χαριεῖσθαί οἷ νομίσαντας προπετεστέρᾳ παρρησίᾳ χρήσασθαι· εἶτα ἐπῄνει τε καὶ ἐσέμνυνεν, ὥστε καὶ κολάσαι τινὰς ἐφ’ [*](D) οἶς κατ’ ἐκείνου εἰρήκεσαν· καὶ τοὺς βλασφημοῦντας
Ἐν μὲν οὖν τῷ ἔτει, ἐν ᾧ ὁ Τιβέριος ἐτελεύτησε, [*](C) τούς τε βουλευτὰς καὶ τοὺς ἱππέας καὶ τὸν δῆμον ἐκολάκευε, πέμπτον καὶ εἰκοστὸν ἀνύων ἐνιαυτόν, καὶ τοὺς ἐν δεσμωτηρίοις ἀπέλυσε τά τε ἐγκλήματα τῆς ἀσεβείας κατέλυσε καὶ τὰ περὶ αὐτῶν τοῦ ιβερίου γράμματα, ὡς ἔλεγεν, ἔκαυσεν, ἐπῃνεῖτό τε ἐπὶ
τούτοις· εἶτα καὶ ὑπάτευσε, τὸν θεῖον τὸν Κλαύδιον προσλαβών. οὗτος γὰρ ἱππεὺς ὢν τότε πρῶτον καὶ ὑπάτευσε καὶ ἐβούλευσεν, ἓξ καὶ τεσσαράκοντα ἐτῶν γεγονώς. ὁ δὲ δὴ πενθερὸς αὐτοῦ Μάρκος Σιλανός, ἐπειδὴ βαρὺς αὐτῷ ὑπό τε τῆς ἀρετῆς καὶ ὑπὸ τῆς συγγενείας ἦν, προπηλακιζόμενός τε καὶ περιυβριζόμενος, [*](D) διεχειρίσατο ἑαυτόν, καίτοι παρὰ τοῦ Τιβερίου σφόδρα τιμώμενος. ὁ δὲ καὶ τὴν θυγατέρα αὐτοῦ ἐκβαλὼν ἔγημε Κορνηλίαν Ὀρεστίναν, ἣν καὶ ἐν αὐτοῖς τοῖς γάμοις ἀφήρπασεν οὓς συνεώρταζε τῷ ἐγγεγυημένῳ αὐτὴν Γαΐῳ Καλπουρνίῳ Πείσωνι. καίτοι δὲ τοιοῦτος ὢν ἔπραξέ τινα καὶ ἐπαίνου ἄξια. ἐμπρησμὸν γὰρ μετὰ τῶν στρατιωτῶν κατασβέσας ἐπήρκεσε τοῖς ζημιωθεῖσι, τοῦ τε τῶν ἱππέων τέλους ὀλιγανδροῦντος ἐξ ἁπάσης ἀρχῆς τοὺς πρώτους μεταπεμψάμενος κατελέξατο, καὶ τὰς ἀρχαιρεσίας τῷ δήμῳ ἀπέδωκε, καὶ ἄλλα τινὰ τοιαῦτα ἐποίησεν. ὑπαίτια δὲ εἰργάσατο πολλαπλάσια. καὶ πολλοὺς ἀπέκτεινεν· ἦν δὲ οὐ τὸ πλῆθος τῶν ἀπολλυμένων οὕτω δεινόν, καίτοι δεινὸν ὄν, ἀλλ’ ὅτι τοῖς τε φόνοις αὐτῶν ὑπερέχαιρε καὶ ἀπλήστως εἶχε τῆς θέας τοῦ αἵματος. ὑπὸ γοῦν ὠμότητος ἐπιλιπόντων ποτὲ [*](Cap. 5. Ηistoriae Romanae 1. 59, c. 6–19.)
Ἐν στενωπῷ δέ ποτε πηλὸν πολὺν θεασάμενος, ἐκέλευσεν αὐτὸν εἰς τὰ τοῦ ἀγορανομοῦντος τότε καὶ τῆς τῶν ὁδῶν καθάρσεως ἐπιμελουμένου ἱμάτια ἐμβληθῆναι. βληθῆναι. Οὐεσπασιανὸς δὲ τότε ἦν ἀγορανομῶν· [*](C) ὥστε ὕστερον ἐκείνου τὰ πράγματα τεταραγμένα καὶ πεφυρμένα παραλαβόντος καὶ καταστήσαντος ἔδοξεν οὐκ ἀθεεὶ τὸ τότε συμβὰν γεγονέναι, ἀλλ’ ἄντικρυς αὐτῷ τὴν πόλιν πρὸς ἐπανόρθωσιν παρὰ Γαίου ἐγχειρισθῆναι.
Διηνεκῶς δὲ πολλοὺς ὁ Γάιος ἐφόνευε, καὶ ἦν ἔξω τῶν φόνων οὐδέν. καὶ οὐδὲ τῷ πλήθει τι ἐχαρίξετο, κἀκεῖνοι πάνυ αὐτῷ ἀπηχθάνοντο· πολλὰ μὲν γὰρ καὶ ἄλλα αὐτῷ μὴ ἀρέσκοντα ἔλεγόν τε καὶ ἔπραττον, πρὸς δὲ τοῖς ἠγανάκτει δεινῶς ὅτι μεγαλύνοντες αὐτόν “νεανίσκε Αὔγουστε ἐπεβόων. οὐ [*](D) γὰρ μακαρίζεσθαι ἡγεῖτο ὅτι νέος ὢν ἐμονάρχει, ἀλλ’ ἐγκαλεῖσθαι ὅτι ἐν ἡλικίᾳ τοιαύτῃ τηλικαύτην εἶχεν ἀρχήν. ἐχρημάτιζε δὲ ἐκ τρόπου παντός, ἀργυρισμοῦ
Ἐλάσαι δὲ διὰ τῆς θαλάσσης τρόπον τινὰ καὶ διιππεῦσαι ἐπεθύμησε, καὶ ἐγεφύρωσε τὸ μεταξὺ τῶν Ποτιόλων καὶ τῶν Βαύλων. τὸ δὲ χωρίον τοῦτο κατ’ ἀντιπέραν τῆς πόλεως ἐστι, διέχον αὐτῆς σταδίους ἕξ καὶ εἴκοσι. πλοῖα δὲ εἰς τὴν γέφυραν τὰ μὲν κα. τεσκευάσθη, τὰ δὲ ἠθροίσθη. ἀφ’ οὑπερ καὶ λιμὸς ἔν τε τῇ Ἰταλίᾳ καὶ ἐν τῇ Ρώμῃ μάλιστα ἰσχυρὸς ἐγένετο. ὁ δὲ τὸν τοῦ Ἀλεξάνδρου, ὧς ἔλεγε, θώρακα ἐνδυσάμενος καὶ ἐπ’ αὐτῷ χλαμύδα σηρικὴν ἁλουργῆ πολὺ μὲν χρυσίον, πολλοὺς δὲ λίθους Ἰνδικαὺς ἔχουσαν, καὶ ξίφος περιζωσάμενος καὶ ἀσπίδα λαβὼν δρυί τε στεφανωσάμενος, σπουδῇ καθάπερ ἐπὶ πολεμίαν εἰς τὴν πόλιν εἰσήλασε, παμπληθεῖς ἱππεῖς τε καὶ πεζοὺς ὡπλισμένους ἐπαγόμενος· καὶ ἄλλα δέ τινα τοιαῦτα ποιήσας καὶ ἑαυτὸν ὰποσεμνύνας [*](B) ἐν δημηγορίᾳ διὰ ταῦτα ἐς τὸν Δαρεῖον καὶ τὸν Ξέρξην ἀπέσκωπτεν, ὡς πολλαπλάσιον ἢ ἐκεῖνοι τῆς θαλάσσης μέτρον ζεύξας αὐτός.
Αἰτία δὲ θανάτου πολλοῖς καὶ αὕτη ἡ γέφυρα γέγονε. χρήματα γὰρ εἰς αὐτὴν ἀναλώσας ἀμύθητα πολλῶ πλείοσι διὰ τὰς οὐσίας ἐπεβούλευσεν. ὥστε Ἰούνιός τις Πρίσκος στρατηγὸς ᾐτιάθη μὲν ἐπ’ ἄλλοις τισίν, ἀπέθανε δὲ ὡς πλούσιος· μαθὼν δὲ ὁ Γάιος ὅτι οὐδὲν ἄξιον τοῦ θανάτου ἐκέκτητο, εἷπεν ὅτι “ἠπάτησέ με καὶ μάτην ἀπώλετο· ζῆν γὰρ ἡδύνατο.” Ἆφρος δὲ Δομίτιος παρὰ μικρὸν κινδυνεύσας παρα- [*](C)
[*](D)Εἶτα εἰς τὴν Γαλατίαν ἀφώρμησεν ὡς τάχα τῶν Κελτῶν τι παρακινούντων, καὶ τοὺς μὲν πολεμίους οὐδέν τι ἔβλαψε, τοὺς δ’ ὑπηκόους καὶ τοὺς συμμά- χους καὶ τοὺς πολίτας πλεῖστα ἐκάκωσε. κυβεύων δέ ποτε, καὶ γνοὺς ὡς οὐκ ἔχει ἀργύριον, ᾔτησε τὰς τῶν Γαλατῶν ἀπογραφάς. καὶ κελεύσας θανατωθῆναι τοὺς πλουσιωτάτους αὐτῶν, ἐπανῆλθε πρὸς τοὺς συγκυβευτὰς καὶ εἶπεν ὡς “ περὶ ὀλίγων δραχμῶν ὑμεῖς ἀγωνίζεσθε, ἐγὼ δὲ μυρίας καὶ πεντακισχιλίας ἤθροισα μυριάδας.” οὕτως ἀκρίτως πάντα ἐγίνετο. καὶ τὸν Λέπιδον δ’ ἐκεῖνον τὸν ἐραστήν, τὸν ἐρώμε- νον, τὸν τῆς Δρουσίλλης ἄνδρα, ὃν ὑπερετίμησε καὶ διάδοχον ἕξειν τῆς ἀρχῆς ἐπηγγέλλετο, ἔκτεινε· καὶ τὰς ἀδελφὰς τὰς οἰκείας ὡς ἐκείνῳ συμφθαρείσας εἰς τἀς Ποντίους νήσους ἀπήγαγε· καὶ ἄλλα πολλὰ τοιαῦτα πεποίηκεν. εἶτα τὴν Παυλῖναν ἐκβαλών, προφάσει μὲν ὡς μὴ τίκτουσαν, τὸ δ’ ἀληθὲς ὅτι διακορὴς ἐκείνης ἐγένετο, Μιλωνίαν Καισωνίαν ἕγημεν, ἣν πρότερον μὲν ἐμοίχευσε, τότε δὲ καὶ γαμετὴν [*](Cap. 6. Dionis Historiae Romanae 1. 59, c. 21 — 26, sed integrioris quam apud Xiphilinum.)
Οἶ’ δ’ ἐν τῇ Ῥώμῃ ἐταράττοντο μὲν ἐκ ἐταράττοντο δὲ καὶ ὅτι δίκαι σφίσι πλεῖσται ἐπήγοντο ἐπὶ τῆ πρὸς τὰς ἀδελφὰς αὐτοῦ καὶ ἐπὶ τῇ πρὸς τοὺς πεφονευμένους φιλίᾳ, προσεδόκων δὲ καὶ ἐπὶ πλεῖον τήν τε ὠμότητα τοῦ Γαίου καὶ τὴν ἀσέλγειαν [*](B) αὐξήσειν, αὐξήσειν, εἰ ὁ τῆς ἀρχῆς αὐτοῦ χρόνος πλείων γένηται. καὶ οἶ μὲν οὕτω διέκειντο πρὸς αὐτόν, ὁ δὲ καὶ τὸν Πτολεμαῖον τὸν τοῦ Ἰόβα παῖδα μεταστειλάμενος ὡς πλουτοῦντα κἀκεῖνον ἀπέκτεινε.
Τοῦτον δὲ τὸν τρόπον βιοὺς πάντως ἐπιβουλευθήσεσθαι ἔμελλε. καὶ ἐφώρασε τὴν ἐπίθεσιν, καὶ συλλαβὼν Ἀνίκιον Κερεάλιον καὶ τὸν υἱὸν αὐτοῦ Σέξτον Παπίνιον ἐβασάνισε· καὶ ἐπεὶ μηδὲν ἐξελά- λησεν, ἀνέπεισε τὸν Παπίνιον, σωτηρίαν αὐτῷ καὶ ἄδειαν ὑποσχόμενος, κατ’ εἰπεῖν τινων ἢ ἀληθῶς ἢ ψευδῶς, καὶ ἐκεῖνον αὐτίκα καὶ τοὺς ἄλλους ἐν ὀφθαλμοῖς αὐτοῦ ἀπέκτεινεν. ἑνὸς δὲ τῶν κατεεινομένων [*](C) καὶ τὸν πατέρα παρεῖναι κατηνάγκασε τοῦ υἱοῦ φονευομένου· πυθόμενόν τε εἰ μύσαι αὐτῷ ἐ[οτρεπει, καὶ ἐκεῖνον σφαγῆναι προσέταξεν. ὁ δὲ κινδυνεύων προσεποιήσατο ἐκ τῶν ἐπιβεβουλευκότων εἶναι, καὶ τοὺς λοιποὺς πάντας ἐκφῆναι ὑπέσχετο, καὶ ὠνόμασε τούς τε ἑταίρους τοὺς τοῦ Γαΐου καὶ τοὺς συνεργοὺς τῆς ἀσελγείας καὶ τῆς ὠμότητος. καὶ πολλοὺς ἂν ἀπώλεσεν, εἰ μὴ καὶ τοὺς ὑπάρχους καὶ τὸν Κάλλιστον καὶ τὴν Καισωνίαν προσδιαβαλὼν ἠπιστήθη. Καὶ ὁ μὲν ἀπέθανεν, τῷ δὲ Γαί·ῳ τὸν ὄλεθρον [*](12 Τοῦτον δὲ — p. 20, 13 περιφόβων ὄντων] Ηοrum plurima omittunt Dionis codices: nonulla habent Exc. Vatic.)
Τῶν δὲ βουλευτῶν, ὅτι μὴ κατεψηφίσαντό τινων, περιφόβων ὄντων, Πρωτογενὴς τις πρὸς τὰ χαλεπώτατα τῷ Γαίῳ ὑπηρετῶν, ὥστε καὶ βιβλία δύο περιφέρειν ὧν τὸ μὲν ξίφος, τὸ δ’ ὠνόμαζεν ἐγχειρίδιον, εἰσῆλθεν εἰς τὸ συνέδριον, καὶ πάντων δεξιουμένων αὐτόν, οἶα εἰκός, δριμύ τι προσέβλεψεν ἑνὶ Σκριβωνίῳ Πρόκλῳ, εἰπών “καὶ σύ με ἀσπάζῃ, μισῶν οὕτω τὸν αὐτοκράτορα;” ἀκούσαντες δὲ τοῦτο οἷ παρόντες περιέσχον τὸν συμβουλευτὴν καὶ διέσπασαν· ἐφ’ ᾧπερ ἥσθη ὁ Γάιος καὶ ἔφη κατηλλάχθαι αὐτοῖς.
Θωπευόντων δ’ αὐτὸν καὶ τῶν μὲν ἥρωα, τῶν δὲ θεὸν ἀποκαλούντων, δεινῶς ἐξεφρόνησεν. ἠξίου μὲν γὰρ καὶ πρότερον ὑπὲρ ἄνθρωπον νομίζεσθαι, καὶ τῆ Σελήνη συγγίνεσθαι καὶ Ζεὺς εἷναι ἐπλάττετο, καὶ διὰ τοῦτο μάλιστα ταῖς ἀδελφαῖς προεφασί- ζετο μίγνυσθαι, καὶ πάντας θεοὺς ὑπεκρίνετο, καὶ [*](B) τὰς θηλείας αὐτάς, καὶ Ἥρα καὶ Ἄρτεμις καὶ Αφροδίτη ἐγίνετο, καὶ πρὸς τὴν τῶν ὀνομάτων μετάθεσιν [*](Cap. 7. Dionis Historiae Romanae 1. 59, c. 26 — 30. integrioris quam apud Xiphilinum. Euseebii Historiae eccles. l. 2, c. 6 et 7.)
Οὕτω δ’ ἐξεμάνη ὁ Γάιος ὡς καὶ τοῖς ἐν τῇ Ἀσίᾳ τέμενος ἑαυτῷ ἀνεγεῖραι κελεῦσαι κατὰ τὴν Μίλητον. καὶ ἐν τῇ Ρώμῃ δύο ναοὶ αὐτῷ ἱδρύθησαν· τὸν μὲν γὰρ αὐτὸς ἑαυτῷ ἐν τῷ παλατίῳ ἐτε- κτήνατο, ὁ δ’ ὑπὸ τῆς βουλῆς αὐτῷ ἐψηφίσθη καὶ ἐδομήθη. ἐπενεκάλει δὲ καὶ τῷ Διὶ ὅτι τὸ Καπιτώλιον προκατέλαβε. καὶ ἀγάλματα δ’ ἑαυτοῦ πανταχοῦ [*](24 Οὕτω — 29 ἐδομήθη οmittunt Dionis codices, habent Exc. Peiresc.)
Ὡς οὖν πάντα τρόπον ἐξεμαίνετο, ἀπαριθμεῖν γὰρ τὸ καθ’ ἕκαστον πολλῆς ἂν εἴη λέσχης καὶ ἀηδίας, ἐπεβούλευσαν αὐτῷ Κάσσιός τε Χαιρέας καὶ Κορνήλιος Σαβῖνος. συνώμοσαν μὲν γὰρ πλείονες καὶ συνῄδεισαν τὸ πραττόμενον καὶ οἶ περὶ αὐτὸν ὄντες· καὶ ὅσοι δὲ οὐ συνώμοσον, γνόντες οὔτ’ ἐξέφηναν καὶ ἄσμενοι εἶδον αὐτὸν ἐπιβουλευόμενον. ἐπεβουλεύθη δὲ θέαν ἐπιτελῶν. ὁ γὰρ Χαιρέας καὶ ὁ Σαρῖνος ἐπὶ τοῖς γινομένοις αἰσχροῖς ἀλγοῦντες, ὅμως ἐκαρτέρουν ἐπὶ πέντε ἡμέρας. ὡς δὲ καὶ αὐτὸς ὁ Γάιος καὶ ὀρχήσασθαι καὶ τραγῳδίαν ἠθέλησεν ὑποκρίνασθαι, [*](B) καὶ διὰ τοῦτο ἑτέρας τρεῖς ἡμέρας προήγτὸν [*](2 δ’ — 4 Γαΐου] Εuseb. Hist. eccl. 2, 6, ex Philonis Legat. ad Gaium vol. 2, p. 596 ed. Mangey. 12 Εὐσέβιος Hist. eccles. 2, 7. 24 ὁ γὰρ Χαιρέας — 28 προήγγειλε pleniora sunt quam in Dionis codicibus.)
Γάιος μὲν δὴ ταῦτα ἔν τ’ ἑ τρισὶν ἔτεσι καὶ μησὶν ἐννέα καὶ ἡμέραις ὀκτὼ καὶ εἴκοσι πράξας ἔργοις αὐτοῖς ὡς οὐκ ἦν θεὸς ἔγνωκεν. ὡς δὲ ὁ θάνατος αὐτοῦ διηγγέλθη, πλὴν ὀλίγων τῶν συνησελγηκότων αὐτῷ πάντες ἔχαιρον, μεμνημένοι καὶ τοῦ λεχθέντος ποτὲ ὑπ’ αὐτοῦ, ὅτε ὀργισθεὶς τῷ δήμῳ ἔφη εἴθε ἴνα αὐχένα εἴχετε”, καὶ ἐπιλέγοντες ὅτι “σὺ μὲν ἕνα [*](D) ἔχεις αὐχένα, ἡμεῖς δὲ χεῖρας πολλάς.” διαθεόντων δέ τινων ὀλίγων καὶ θορυβούντων βοώντων τε ‘τίς Γάιον ὰπέσφαξεν;” Οὀαλἐριος Ἀσιατικός, ἀνὴρ ὑπατευκώς, ἀνῆλθεν εἰς ἄποπτόν τι χωρίον, καὶ ἐκβοήσας ἔφη “εἴθε ἐγὼ αὐτὸν ἤμην ἀπεκτονώς.” καὶ οὕτω καταπλαγέντες οἶ θορυβοῦντες ἡσύχασαν.
Γάιος μὲν οὕτως ἐφθάρη· τῆς δὲ βουλῆς ἐν τῷ Καπιτωλίῳ συναθροισθείσης τοῖς μὲν δημοκρατεῖ- σθαι ἐδόκει, οἶ δὲ μοναρχεῖσθαι καὶ αὖθις ἔκρινον· καὶ τούτων οἱ μὲν τόνδε, οἶ δὲ τόνδε ᾑροῦντο. κἀν τούτῳ στρατιῶταί τινες εἰς τὸ παλάτιον, ἵνα τι διαρπάσωσιν, εἰσπηδήσαντες εὗρον ἐν σκοτεινῇ γωνίᾳ κατακρυπτόμενόν που τὸν Κλαύδιον, συνῆν γὰρ τῷ Γαΐῳ τοῦ θεάτρου ἐξερχομένῳ, καὶ τὴν ταραχὴν φοβηθεὶς κατεκρύβη, καὶ ἐξεῖλκον αὐτὸν μὴ εἰδότες ὅστις ἦν· γνόντες δὲ αὐτοκράτορά τε προσηγόρευσαν [*](8 ὡς δὲ — 10 ἔχαιρον οmittunt Dionis codices. 26 τοῦ θεάτρου ἐξερχομένῳ οmittuut Dionis codices. Cap. 8. Dionis Historiae Romanae 1. 60, c. 1–12, sed integrioris quam apud Xiphilinum.)
Καὶ οὕτω Τιβέριος Κλαύδιος Νέρων Γερμανικὸς ὁ τοῦ Δρούσου τοῦ τῆς λῖ βίας υἱοῦ παῖς τῆς αὐτοκρατοῦς ἀρχῆς ἔτυχεν, ἄγων ἔτος πεντηκοστόν. ἐγένετο δὲ τὴν μὲν ψυχὴν οὐ φαῦλος, ἀλλὰ καὶ ἐν παιδείᾳ ἤσκητο ἴ’. ὥστε καὶ συγγράψαι τινά· τὸ δὲ σῶμα νοσώδης. πάνυ δὲ ἐγυναικοκρατήθη ἅμα καὶ ἐδουλοκρατήθη, ἅτε καὶ ἐκ παίδων ἴν τ’ ἑ νοσηλείᾳ [*](C) καὶ ἐν φόβῳ πολλῷ τραφείς, κἀντεῦθεν καὶ ἐπὶ πλεῖον τῆς ἀληθείας προσποιησάμενος εὐήθειαν καὶ ἤθους χαυνότητα, ὅπερ καὶ αὐτὸς ἐν τῇ βουλῇ ὡμολόγησε, καὶ πολὺν μὲν χρόνον τῇ τήθῃ Λιβίᾳ, πολὺν δὲ τῇ μητρὶ Ἀντωνίᾳ τοῖς τ’ ἀπελευθέροις συνδιαι- τηθείς, οὐδὲν ἐλευθεροπρεπὲς ἐπεδείκνυτο. ἐπετί- θεντο δ’ αὐτῷ αἱ γυναῖκές τε καὶ οἶ ἀπελεύθεροι ἐν τοῖς πότοις καὶ ἐν ταῖς μίξεσι· πάνυ γὰρ ἀπλήστως ἀμφοτέροις προσέκειτο. πρὸς δὲ καὶ δειλίαν εἶχε. τοιοῦτος δὲ πεφυκώς, ὡς συνελόντι εἰπεῖν, ὅμως οὐκ ὀλίγα καὶ δεόντως ἔπραττεν ὁσάκις τῶν εἰρημένων [*](D) παθῶν ἔξω ἐγίνετο καὶ ἑαυτοῦ ἐκράτει. οὐκ εὐθὺς μέντοι εἰς τὴν βουλὴν εἰσῆλθεν, ἀλλὰ μετὰ τριακοεἰ [*](3 γὰρ καὶ — 8 ὑπέκυψε omittunt Dionis codices.)
Τὸν μὲν οὖν Χαιρέαν καί τινας ἄλλους ἀπέκτεινεν, οὐ διὰ τὸν Γάιον, ἀλλ’ ἑαυτῷ ἀσφάλειαν προμηθούμενος· μηθούμενος· καὶ ὁ Σαβῖνος δὲ ἑκὼν ἀπέθανε, μὴ ἀξιώσας κολασθέντος τοῦ Χαιρέου αὐτὸς περιεῖναι· τὰς δὲ τοῦ Γαί·ου ἀδελφὰς τήν τ’ ἑ Ἀγριππῖναν καὶ τὴν Ἰουλίαν καταγαγὼν ἐκ τῆς ὑπερορίας, καὶ τὰς οὐσίας αὐταῖς ἀπέδωκε, καὶ τοὺς ἄλλους τοὺς ἐκπε- σόντας ὁμοίως κατήγαγε. καὶ τοὺς ἐν εἱρκταῖς δεδε- μένους ἀκριβῶς ἐξετάσας, τοὺς μὲν συκοφαντουμένους ἀφῆκε, τοὺς δὲ κάκουργήσαντάς τι ἐκόλασε. καὶ τὰ φάρμακα, ἃ πολλὰ ἐν τοῖς τοῦ Γαΐου εὑρέθη, καὶ τὰ βιβλία τοῦ Πρωτογενοῦς, ὃν καὶ ἀπέκτεινεν, ἔκαυσε. τά τε γράμματα ἃ ἔλεγε μὲν κατακαῦσαι ὁ Γάιος, εὑρέθησαν δὲ ὄντα, τοῖς βουλευταῖς τε έπέδεειξε, καὶ ἔδωκεν ἀναγνῶναι τοῖς τε γράψασιν αὐτὰ καὶ τοῖς καθ’ ὧν ἐγέγραπτο, καὶ μετὰ τοῦτο κατέφλεξε. τῆς τε γερουσίας ἀτιμῶσαι βουληθείσης τὸν [*](B) Γάιον, ψηφισθῆναι μὲν τοῦτο αὐτὸς ἐκώλυσε, νυκτὸς δὲ τὰς εἰκόνας αὐτοῦ πάσας ἠφάνισε, καὶ τὰ ὑπὸ τοῦ Γαΐου καὶ ὑφ’ ἑτέρων δι’ ἐκεῖνον οὐκ ὀρθῶς γεγονότα ἀνέτρεψεν. ἀνδριάντων δὲ αὐτῷ ψηφισθέντων παρῃτήσατο· καὶ θύειν ἢ προσκυνεῖν ἐν ἀγάλμασιν αὐτῷ ἀπηγόρευσε. καὶ ἄλλα δὲ τοιαῦτα πολλὰ ἐποίει, μετριοφρονῶν καὶ κρίσει ταῦτα πράττων, ἀλλ’
Περὶ τὰ χρήματα δὲ θαυμαστὸς ἐγένετο. ἀπηγόρευσε γὰρ ἀργύριον αὐτῷ προσφέρεσθαι, ὃ καὶ ἐπὶ τοῦ Αὐγούστου ἐγίνετο. ἀπεῖπε δὲ μηδὲ κληροπαρά τινος συγγενεῖς ἔχοντας καταλιμπάνεσθαι. καὶ τῶν προδημευθέντων ἐπί τε τοῦ Τιβερίου καὶ τοῦ Γαΐου τὰ μὲν αὐτοῖς ἔτι περιοῦσι, τὰ δὲ τοῖς τέκνοις αὐτῶν ἀπέδωκε· καὶ πολλοῖς παρὰ τοῦ Γαΐου τὰς σφετέρας ἀρχὰς καὶ χώρας ἀφαιρεθεῖσιν αὐτὸς [*](D) αὖθις ἐπανεσώσατο. καὶ ἄλλα τοιαῦτα ἔργα εἰργάσατο, δι’ ἃ ἐπῃνεῖτο. ὑπὸ δὲ τῶν ἐξελευθέρων αὐτοῦ 20 καὶ τῆς γυναικὸς Βαλερίας Μεσσαλίνης ἕτερα ἐπράχθη οὐχ ὁμοιότροπα. λιμοῦ μέντοι ἰσχυροῦ γενομένου οὐ μόνον τῆς τότε ἀφθονίας ἐφρόντισεν, ἀλλὰ καὶ τῆς εἰσέπειτα. ἐπεισάκτου γὰρ παντὸς σχεδὸν τοῦ σίτου τοῖς Ῥωμαίοις ὄντος, ἡ χώρα ἡ πρὸς ταῖς ἐκβολαῖς τοῦ Τιβέριδος οὔτε κατάρσεις ἀσφαλεῖς οὔτε λιμένας ἐπιτηδείους ἔχουσα ἀνωφελὲς σφίσι τὸ κράτος τῆς θαλάσσης ἐποίει· οὐδὲν γὰρ κατὰ τὴν χειμερινὴν ὥραν ἠδύνατο εἰσφοιτᾶν. τοῦτο οὖν συνιδὼν λιμένας τε κατεσκεύασε καὶ ἀπετέλεσε πρᾶγμα καὶ τοῦ φρονήματος καὶ τοῦ μεγέθους τῆς Ῥώμης ἄξιον. ἐν πᾶσι δὲ μετριάζων, οὔτε γεννηθέν-
Συνεχῶς δὲ μονομαχίας ἀγῶνας ἐτίθει, πάνυ χαίρων αὐτοῖς, κἀντεῦθεν πολλοὶ ἀπώλλυντο ἄνθρωποι, ἐπ’ αἰτίαις τισὶ καταψηφισθέντες. ἐθισθεὶς οὖν οὕτως αἵματος καὶ φόνων ἀναπίμπλασθαι, προπεετέστερον καὶ ταῖς ἄλλαις σφαγαῖς ἐχρήσατο. αἴτιοι δὲ τούτου οἵ τε Καισάρειοι καὶ ἡ Μεσσαλῖνα ἐγίνοντο. εἰ γὰρ ἀποκτεῖναί τινα ἐθελήσειαν, ἐξεφόβουν αὐτόν, [*](B) καὶ πάνθ’ ὅσα ἐβούλοντο ποιεῖν ἐπετρέποντο. καὶ πολλάκις ἐξαπιναίως ἐκπλαγεὶς καὶ κελεύσας τινὰ ἐκ τοὐ παραχρῆμα περιδεοῦς ἀπολέσθαι, ἔπειτα ἀνεενεγκὼν καὶ ἀναφρονήσας, μαθὼν τὸ γεγονὸς ἐλυπεῖτο καὶ μετεγίνωσκε.
Τοιαῦτα δὲ ποιοῦντος αὐτοῦ οὐκέτι χρηστὴν ἐλπίδα ἐπὶ Κλαυδίῳ οἶ Ῥωμαῖοι ἐσχήκασι. διὸ καὶ ἐπεβουλεύθη ὑφ’ ἑτέρων τε καὶ ὑπ’ Ἀννίου Βινικιανοῦ, ὃς πρὸς Φούριον Κάμιλλον Σκριβωνιανὸν τῆς Δαλματίας ἄρχοντα ἔπεμψε καὶ ἀνέπεισεν αὐτὸν ἐπαναστῆναι. τῶν δὲ στρατιωτῶν μὴ πεισθέντων αὐτῷ, αὐτὸς μὲν ἀπέκτεινεν ἑαυτόν, Κλαύδιος δὲ καίτοι πάνυ καταδείσας ὡς ἑτοίμως ἔχειν ἐκστῆναι αὐτῷ τοῦ κράτους ἐθελοντής, ὅμως τὸν θάνατον αὐτοῦ [*](C) μαθὼν ἀνεθάρσησε, καὶ τοὺς μὲν στρατιώτας ἄλλοις τέ τισι καὶ χρήμασιν ἀντημείψατο, τοὺς δὲ συνεπιβουλεύσαντας ἀνεζήτησε καὶ πλείστους ἐκό- λασε. συχνοὶ δὲ ἄλλοι τε καὶ ὁ Βινικιανὸς διεχειρί- [*](Cap. 9. Dionis Historiae Romanae 1. 60, c. 13 — 29, sed integrioris quam apud Xiphilinum.)
ἄνδρ’ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ. ἡ δὲ Μεσσαλῖνα καὶ οἶ ἀπελεύθεροι αὐτοῦ οὕτως τὴν πολιτείαν καὶ τὰς στρατείας καὶ τὰς ἐπιτροπὰς τάς τε ἡγεμονίας καὶ τὰ ἄλλα πάντα ἐπώλουν καὶ ἐκαπή- λευον ὥστε σπανίσαι πάντα τὰ ὤνια, κἀντεῦθεν βιασθῆναι τὸν Κλαύδιον ἀπὸ βήματος τὰς τιμὰς αὐτῶν διατάξαι. Αὔλου δὲ Πλαυτίου ἐς τὴν Βρεττανίαν στρατεύσαντος, καὶ τὰ μὲν παθόντος, τὰ δὲ δράσαντος, εἶτα τῷ Κλαυδίῳ τὰ συμβάντα γνωρίσαντος, ἐκεῖνος τὰ οἴκοι Οὐιτελλίῳ Λουκίῳ τῷ συνυὑπάτου [*](12 etiam Dionis codices: scr. Παίτου. 20 ἄν ἀπαμύνασθαι. I1. Ω 369. Οd. Π 72. Φ 133.)
Ἡ δὲ Ηεσσαλῖνα ὀρχηστοῦ ἐρασθεῖσά τινος Μνηστῆρος ὠνομασμένου, ἐπεὶ μήθ’ ὑποσχέσεσιν αὐτὸν μήτ’ ἐκφοβήσεσιν ἀν’ ἔπειθε συγγενέσθαι αὐτῇ, τὸν Κλαύδιον παρεσκεύασεν ἐπιτάξαι αὐτῷ πειθαρχεῖν αὐτῇ, ὡς ἐπ’ ἄλλο τι δεομένη αὐτοῦ· καὶ εἰπόντος αὐτῷ τοῦ Κλαυδίου ὅσα προστάττεται παρὰ τῆς [*](C) Μεσσαλίνης ποιεῖν, συνῆν αὐτῇ, ὡς καὶ τοῦτο ὑπ’ ἐκείνου κεκελευσμένος. τοῦτο δὲ καὶ πρὸς συχνοὺς ἑτέρους ἐποίει. ὡς γὰρ εἰδότος τοῦ ἀνδρὸς αὐτῆς τὰ γινόμενα καὶ συγχωροῦντος ἀκολασταίνειν αὐτῇ ἐμοιχεύετο. Βινίκιος δὲ ὅτι μὴ ἠθέλησεν αὐτῇ συμφθαρῆναι, φαρμάκῳ ὑπ’ αὐτῆς διεφθάρη. ἤσχαλλον δὲ οἶ Ῥωμαῖοι δουλεύοντα αὐτὸν τῇ γυναικὶ καὶ τοῖς ἀπελευθέροις ὁρῶντες.
Τῷ δ’ ἑξῆς ἐνιαυτῷ ὀκτακοσιοστῷ ἔτει τῇ Ῥώμῃ ὄντι τὸ τέταρτον ὑπάτευσε Κλαύδιος. ὅτε Γάλλον τινά, βουλεῦσαι δυνάμενον, εἰς δὲ τὴν Καρχηδόνα ἐξοικήσαντα, σπουδῇ μετεπέμψατο, εἰπὼν ὅτι ‘χρυ- σαῖς σε πέδαις δήσω.” καὶ οὕτω τῷ ἀξιώματι πεδηθεὶς [*](D) κατὰ χώραν ἔμεινεν. ἐπιβουλῆς δέ τινος τῷ Κλαυδίῳ μηνυθείσης κατεφρόνησε τοῦ μηνυθέντος καὶ ἐν οὐδενὶ λόγῳ αὐτὸν ἐποιήσατο, εἰπὼν ὅτι ‘οὐχ
Ἡ δὲ Μεσσαλῖνα μὴ ἀρκουμένη ὅτι ἐμοιχεύετο, [*](B) ἐπεθύμησε καὶ ἄνδρας πολλοὺς ἔχειν· καὶ συνῴκησεν ἂν πᾶσι τοῖς αὐτῇ χρωμένοις μετὰ συμβολαίων, εἰ μὴ ἐν τῷ πρώτῳ φωραθεῖσα ἀπώλετο. ἴως μὲν γὰρ οἷ Καισάρειοι πάντες ὡμονόουν αὐτῇ, οὐδὲν ἦν ὃ οὐκ ἀπὸ κοινῆς γνώμης ἐποίουν· ἐπεὶ δὲ τὸν Πολύβιον, καίτοι κἀκείνῳ πλησιάζουσα, διέβαλε καὶ [*](1 ἄλλους — 6 ἄλλοις τισίν partim οmittunt Dionis codices. 10 γεννηθέντος — 19 ἐμπεπίστευτο οmittunt Dionis codices. 21 καὶ συνῴκησεν — p. 31, 2 ἐφθάρη οmittunt Dionis codices, haheM Exc. Peiresc.) [*](Cap. 10. Dionis Historiae Romanae 1. 60, c. 31 — 33. Multa Zonaras habet quae apud Xiphilinum desiderantur.)
Ἐκείνης δ’ οὕτω διαφθαρείσης τὴν Ἀγριππῖναν τὴν ἀδελφιδῆν ἔγημε σπουδῇ τῶν ἀπελευθέρων, ὅτι τὸν Δομίτιον ἐς προσήβους ἤδη τελοῦντα εἶχεν ὒ ἰόν, ὅπως ἔφεδρον αὐτὸν ἐπὶ τῇ ἀρχῇ τρέφοντες μηδὲν ὑπὸ τοῦ Βρεττανικοῦ δεινὸν πάθωσιν, ὡς τὴν αὐτοῦ μητέρα τὴν Μεσσαλῖναν ἀναιρεθῆναι ποιήσαντες. δεδογμένου δὲ ἤδη τοῦ γάμου, δείσαντες τὸν Σιλανὸν [*](D) ὑπὸ τοῦ Κλαυδίου τιμώμενον ὡς ἄνδρα ἀγαθόν, ἅμα δὲ καὶ τὴν Ὀκταουίαν τὴν θυγατέρα αὐτοῦ τῷ τῆς Ἀγριππίνης υἱῷ τῷ Δομιτίῳ προμνώμενοι, ἐγγεγυμένην τῷ Σιλανῷ, πείθουσι τὸν Κλαύδιον ὡς ἐπιβουλεύοντά οἱ τὸν Σιλανὸν ἀποκτεῖναι. γενομένου δὲ τούτου λόγους ἐν τῇ βουλῇ ὁ Οὐιτέλλιος ἐποιήσατο ὅτι συμφέρει τῷ κοινῷ γήμαι τὸν Κλαύδιον. καὶ τὴν Ἀγριππἶναν ἐπιτηδείαν εἰς τοῦτο ἀπέφαινε, καὶ βιάσασθαι σφίσιν αὐτὸν ἐπὶ τὸν γάμον συνεβλού- [*](15 Ἐκείνης — p. 32, 4 ἐκεκώλυτο] Ηοrum plurima desiderantur apud Dionem.)
Ὡς δ’ ὁ γάμος ἐτελέσθη, τόν τε Κλαύδιον ἐσφετερίσατο, δεινοτάτη οὖσα οὖσα χρῆσθαι, καὶ πρὸς οὓς εὐνοικῶς ἐκεῖνος εἶχε, τοὺς μὲν φόβῳ, τοὺς δὲ εὐεργεσίαις ᾠκειώσατο. καὶ τέλος τὸν μὲν Βρετ- τανικὸν τὸν παῖδα αὐτοῦ ὡς τῶν τυχόντων τινὰ τρέ- φεσθαι ἐποίει, ὁ γὰρ ἕτερος ἔθανε, τὸν δὲ Δομίτιον τότε μὲν γαμβρὸν τῷ Κλαυδίῳ ἀπέδειξεν, ὕστερον δὲ καὶ εἰσεποίησε, καὶ εἰσποιήσασα τῷ Κλαυδίῳ αὐτὸν καὶ πρὸς τὸ κράτος ἐξήσκει καὶ παρὰ τῷ Σενέκᾳ ἐξεπαίδευεν. ἀμύθητόν τε πλοῦτον συνέλεγεν, οὐδὲ τὴν τυχοῦσαν λαβὴν ἐπ’ ἀργυρισμῷ παραλείπουσα, [*](B) πολλοὺς δὲ καὶ φονεύουσα διὰ χρήματα. ἤδη δέ τινας καὶ γυναῖκας ζηλοτυπήσασα ἔκτεινε. τὴν γοῦν Παυλῖναν τὴν Λολλίαν ἀποκτείνασα καὶ τὴν κεφαλὴν αὐτῆς κομισθεῖσαν μὴ γνωρίσασα, τό τε στόμα αὐτῆς αὐτὴ ταῖς χερσὶν ἀνέῳξε καὶ τοὺς ὀδόντας ἐπεσκέψατο ἰδίως πως ἔχοντας.
Μετὰ ταῦτα δὲ καὶ Αὐγύσταν τὴν Ἀγριππῖναν ὁ Κλαύδιος ἐπεκάλεσε, καὶ τὸν υἱὸν αὐτῆς σἰσποιησάμενος μετωνόμασε Τιβέριον Κλαύδιον Νέρωνα Δροῦσον Γερμανικὸν Καίσαρα, μηδὲν φροντίσας ὅτι καίεσθαι ὁ οὐρανὸς τὴν ἡμέραν ἐκείνην ἔδοξε. καὶ μετὰ τοῦτο τὴν θυγατέρα τὴν Ὀκταουίαν εἰς ἕτερόν [*](C) τι γένος εἰσαγαγών, ἵνα μὴ ἀδελφοὺς συνοικίζειν δοκῇ, ἐνεγύησεν αὐτῷ. Ἀγριππῖνα δὲ καὶ Καλπουρκαὶ [*](8 καὶ τέλος — 12 τῷ Κλαυδίῳ, partim οmissa in οnis codicihus, habent Exc. Peiresc. 22 Μετὰ ταῦτα — p. 33, 7 ἐνέβαλε desiderantur apud Dionem.)
Οἱ ἀστρολόγοι δὲ ἐξ ἁπάσης τῆς Ἰταλίας ἠλάθησαν, καὶ οἶ αὐτοῖς συγγινόμενοι ἐκολάσθησαν. Καράτακος δέ τις βαρβάρων ἀρχηγὸς ἁλοὺς καὶ εἰς τὴν 'Ρώμην ἀχθείς, καὶ συγγνώμης παρὰ τοῦ Κλαυδίου τυχών, εἶτα περινοστήσας τὴν πόλιν μετὰ τὴν ἄφε- σιν , καὶ ἰδὼν αὐτῆς τὴν λαμπρότητα καὶ τὸ μέγεθος “εἷτα” ἔφη “ταῦτα καὶ τὰ τοιαῦτα κεκτημένοι τῶν σκηνιδίων ἡμῶν ἐπιθμεῖτε;” Ἰουλίῳ δέ τινι Γαλ- λικῷ δίκην λέγοντι ἀχθεσθεὶς ὁ Κλαύδιος ἐκέλευσεν αὐτὸν εἰς τὸν Τίβεριν ἐμβληθῆναι. ἐφ’ ᾧ δὴ Δομίτιος Ἆφρος, πλεῖστον τῶν κατ’ αὐτὸν ἐν τῷ συνηγορεῖν ἰσχύσας, κάλλιστα ἀπέσκωψε· δεηθέντος γάρ [*](7 Νέρων — 14 δημοσιεύειν εἴα, οmissa in Dionis codicibus, habent Exc. Peiresc. 14 ἠδύνατο — 25 ἐπιθυμεῖτε οmittunt Dionis coddices. ΖΟΝARAS III.)
Νοσήσαντος δὲ μετὰ ταῦτα τοῦ Κλαυδίου εἰσῆλθεν ὁ Νέρων εἰς τὸ συνέδριον , καὶ εἰ ἀναρρωσθείη [*](B) ὁ Κλαύδιος, ἱπποδρομίαν ὑπέσχετο. πάντα γὰρ τρόπον ἡ Ἀγριππῖνα ἐκίνει ἔνα τῷ τε πλήθει χαρίζοιτο καὶ μόνος ἔσεσθαι νομίζοιτο τῆς αὐταρχίας διάδοχος. διὸ τόν τε ἱππικὸν ἀγῶνα, ᾧ προσέκειντο μάλιστα, ἐποίησε τὸν Νέρωνα ὑποσχέσθαι ἐπὶ τῇ τοῦ Κλαυδίου ὑγείᾳ, ἣν καὶ πάνυ ἀπηύχετο· καὶ πρὸς τὴν πρᾶσιν τῶν ἄρτων θόρυβόν τινα γενέσθαι παρασκευάσασα, ἀνέπεισε τὸν Κλαύδιον τῷ τε δήμῳ ἐκ προγραφῆς δηλῶσαι καὶ τῇ γερουσίᾳ ἐπιστεῖλαι ὅτι, κἂν αὐτὸς ἀποθάνοι , ὁ Νέρων τὰ κοινὰ ἱκανὸς ἤδη ἐστὶ διοικεῖν. καὶ ὁ μὲν πολύς τε ἐκ τούτου ἦν καὶ διὰ στόματος ἤγετο ἅπασι, τὸν δὲ Βρεττανικὸν συχνοὶ [*](C) μὲν οὐδ’ εἰ ἔζη ἐγίνωσκον , οἶ λοιποὶ δὲ παραπλῆγα καὶ ἐπίληπτον, ταῦτα κηρυττούσης τῆς Ἀγριππίνης, ᾤοντο. ῥαίσαντος δὲ τοῦ Κλαυδίου τὴν ἱπποδρομίαν ὁ Νέρων μεγαλοπρεπῶς ἐπετέλεσε, καὶ τὴν Ὀκταουίαν δὲ τότε ἔγημεν , ὥστε καὶ ἐκ τούτου ἀνὴρ ἤδη δοκεῖν. οὐδὲν δὲ ἀρκοῦν τῇ Ἀγριππίνῃ ἐδόκει· καίτοι ὅσα τε ἡ Λιβία ἔσχε κἀκείνῃ ἐδέδοτο, καὶ ἄλλ’ ἄττα πλείω ἐψήφιστο. ἡ δὲ καὶ ἰσοκρατὴς τῷ Κλαυδίῳ ἄντικρυς ὀνομάζεσθαι ἤθελε. καί ποτε πολλοῦ τὴν πόλιν ἐπινεμομένου πυρός, πρὸς τὴν ἐπικουρίαν ἐκείνῳ συμπαρεγένετο.
[*](4 νοσήσαντος — p. 35, 6 παρεσκευάζετο οm. Diones codices. Cap. 11. Dionis Historiae Romanae l. 60, c. 34 et 35, ex Zonara supplendi. Eusebii Historiae ecclesiasticae l. 2 c. 11 et 13 — 15, unde petita sunt Iosephi, Lucae et Iustini Martyris testimonia.)Ὁ γοῦν Κλαύδιος ἀχθόμενος τοῖς δρωμένοις τοῖςτέως εἰς γνῶσιν ἰοῦσιν αὐτῷ, καῖ τῷ Βρεττανικῷ [*](D) ὁπότε ἐντύχοι φιλοφρόνως συγγινόμενος, οὐκ ἤνεγκε τὰ γινόμενα, ἀλλ' ἐκείνην τε κταλῦσαι καὶ τὸν υἱὸν ἐς τοὺς ἐφήβους εἰσαγαγεῖν καὶ διάδοχον ἀποδεῖξαι παρεσκευάζετο. γνοῦσα δὲ ταῦτα ἡ Ἀγριππῖνα προκαταλαβεῖν αὐτὸν φαρμάκῳ πρίν τι τοιοῦτον πραχθῆναι ἐσπούδασεν. ὡς δ' ἐκεῖνο οὐδὲν ὑπό τε τοῦ οἴνου, ὃν πολὺν ἀεὶ ὁ Κλαύδιος ἔπινεν, ἐξειργάσατο, καὶ ὑπὸ τῆς ἄλλης διαίτης, ᾖ πάντες ἐπίπαν οἱ τὸ κράτος ἔχοντες χρῶνται πρὸς φυλακὴν ἑαυτῶν, Λουκούσταν φαρμακίδα τινὰ περιβόητον ἐπ' αὐτῷ τούτῳ νέον ἑαλωκυῶαν μετεπέμψατο· καί τι φάρμακον ἕτερον ἄφυκτον σκευάσασα δι' αὐτῆς, εἰς ἔνια τῶν καλουμένων μυκήτων ἐνέβαλε, καὶ αὐτὴ μὲν ἐκ τῶν ἄλλων ἤσθιεν, ἐκεῖνον δὲ ἐκ τοῦ τὸ φάρμακον ἔχοντος, ἄντος μεγίστου τε καὶ καλλίστου, φαγεῖν παρεσκεύασε. καὶ ὁ μὲν οὕτως ἐπιβουλευθείς, ὡς ὑπερκορὴς σφόδρα τῇ μέθῃ γενόμενος, ὅπερ καὶ ἄλλοτε πολλάκις ἐγένετο, ἐκ τοῦ συμποσίου ἐξεκομίσθη· κατεργασθεὶς δὲ τῷ φαρμάκῳ μετήλλαξε διὰ τῆς νυκτὸς μήτ' εἰπεῖν μήτ' ἀκοῦσαί τι συνηθείς, ζήσας ἔτη ἐπὶ τρισὶν ἑξήκοντα καὶ μῆνας δύο καὶ ἡμέρας τρισκαίδεκα, αὐταρχήσας δ' ἐνιαυτοὺς δεκατρεῖς μῆνάς τε ὀκτὼ καὶ ἡμέρας εἴκοσι.
Ταῦτα δὲ ἡ Ἀγριππῖνα πεποίηκε τὸν Νάρκισσον εἰς Καμπανίαν προπέμψασα, ὡς τοῖς ὕδασιν ἐκεῖ πρὸς τὴν ποδάγραν χρησόμενον· οὐ γάρ ποτε παρόντος ἐκείνου τοιοῦτόν τι δεδρακέναι ἴσχυσεν ἄν· τοιοῦτος τοῦ δεσπότου φύλαξ ἐτύγχανε. θανόντος δὲ τοῦ Κλαυδίου καὶ αὐτὸς εὐθὺς διεφθάρη, μέγιστον δυνηθείς. πρὸ δὲ τοῦ σφαγῆναι ἔργον λαμπρὸν
Τούτου γοῦν βασιλεύοντος καὶ Θευδᾶς ἐγένετο, οὗ καὶ ὁ θεῖος Λουκᾶς ἐν ταῖς Πράξεσι μέμνηται, καὶ ὁ Ἰώσηπος ἐν τῷ ἐννεακαιδεκάτῳ λόγῳ τῆς ᾿Αρχαιολογίας ἱστορεῖ γόητα αὐτὸν ὄντα πολλοὺς ἀπα- τῆσαι, ἴως Φάδος ὁ τῆς Ἰουδαίας ἐπίτροπος ἴλην ἱππέων πέμψας πολλοὺς τῶν περὶ αὐτὸν ἀνεῖλε, πολλοὺς δ’ ἐζώγρησε, καὶ αὐτοῦ δὲ τοῦ Θευδᾶ ζωγρηθέντος τὴν κάραν ἀπέτεμε.
Καὶ Σίμων δ’ ὁ μάγος ἐπὶ τούτου τοῦ βασιλέως τῇ ῾Ρώμῃ ἐπιδημήσας πολλοὺς τῶν τὴν ῾Ρώμην οἰκούντων γοητείαις ἠπάτησε καὶ ἐσφετερίσατο. δηλοῖ δὲ τοῦτο Ἰουστῖνος ὁ φιλόσοφός τε καὶ μάρτυς ἐν τῇ [*](D) πρὸς Ἀντωνῖνον ὑπὲρ τοῦ καθ’ ἡμᾶς δόγματος ἀπολογίᾳ γράφων ταῦτα “καὶ μετὰ τὴν ἀνάληψιν τοῦ κυρίου εἰς οὐρανὸν προεβάλλοντο οἱ δαίμονες ἀνθρώπους τινὰς λέγοντας ἑ εἶναι θεούς, οἳ οὐ [*](11 Τούτου γοῦν — 18 κάραν ἀπέτεμε] EuSebii Hist. eccl. 2, 11. 12 Πράξεσι] 5, 36. 13 ἐννεακαιδεκάτῳ] immo Autiquit. l. 20, c. 5, § 1. Erravit Zonaras in exscribendo Eusebio, qui undevigesimum Iosephi librum paulo ante citaverat. Ceterum de Theuda Zonaras eadem habet p. 285, C. 19 Καὶ Σίμων — p. 37, 20 εὐαγγελίου συγγραφῆς] Eusebii Hist. eccl. 2, 13 — 15. 22 IuStini Martyris Apolog. I (c. 26, t. 1, p. 190 ed. Otton.) apud Eusebium.)
Καὶ ὁ Πέτρος δὲ ἐπὶ Κλαυδίου πρῶτον ἐπεδή- μησε τῇ Ῥώμῃ, τὸ σωτήριον κήρυγμα ἐγκατασπείρων αὐτῇ καὶ τῷ φωτὶ τῆς ἀληθείας καταυγάζων τὰς διανοίας τῶν ἐν αὐτῇ, ὡς καὶ πολλοὺς πιστεῦσαι τῶν ῾Ρωμαίων καὶ οὕτως ἁλῶναι τῇ διδασκαλίᾳ τοῦ κορυφαίου τῶν ἀποστόλων ὡς μηδὲ τοῖς λόγοις αὐτοῦ ἀρκεσθῆναι μόνοις, παρακλήσεσι δὲ καὶ πρὸς Μάρκον χρήσασθαι τὸν ἀπόστολον ὀπαδὸν ὄντα Πέτρου, ἔγγραφον αὐτοῖς τῆς τοῦ κορυφαίου διδασκαλίας ἐκθέσθαι ὑπόμνηνα, καὶ αὐτοὺς αἰτίους γενέσθαι τῆς τοῦ κατὰ Μάρκον εὐαγγελίου συγγραφῆς. οὕτω ταῦτα ἱστορεῖ ὁ Εὐσέβιος.
Καὶ Κλαύδιος μὲν ὃν εἴρηται τρόπον ἐξ ἀνθρώπων ἐγένετο, τὴν δ’ ἡγεμονίαν ὁ Νέρων ἐσφετερίσατο [*](B) τῆς Ἀγριππίνης σπουδῇ, υἱὸς αὐτῆς ὢν καὶ εἰσποιητὸς παῖς τῷ Κλαυδίῳ γενόμενος , τῶν τε διαθηκῶν τοῦ Κλαυδίου ἀφανισθεισῶν καὶ τοῦ Βρεττανικοῦ παρηγκωνισμένου , ὃς γνήσιος ἦν τοῦ τεθνεῶτος υἱός, ἐν παιδικῇ ἔτι τυγχάνων τῇ ἡλικίᾳ. τοῦ Νέρωνος δὲ αὐτοκράτορος καὶ Αὐγούστου ὑπό [*](Cap. 12. Dionis Historiae Romanae l. 61 , c. 1 — l. 63 c. 16. Nonnulla Zonaras habet a Xiphilino praetermissa : sunt quae in eclogis Constantinianis reperiantur.)
Τῆς δ’ Ἀγριππίνης, ὅτι μὴ ἀργυρολογεῖν ἡδύνατο φιλαργυρωτάτη οὖσα, περιθύμως ὀργισθείσης, καὶ ἀπειλησαμένης τὸν Βρεττανικὸν αὐτοκράτορα καταστήσειν, φοβηθεὶς ὁ Νέρων ἀπέκτεινε φαρμάκῳ αὐτόν. καὶ ὁ μὲν παραχρῆμα ἀπέψυξε καὶ φοράδην ὡς ἐπίληπτος ἐκκεκόμιστο· ἐν δέ γε τῇ ἐκφορᾷ, ἐπεὶ πελιδνὸς ὑπὸ τοῦ φαρμάκου γέγονε, γύψῳ χρισθεὶς διὰ τῆς ἀγορᾶς ἤγετο· ὑετὸς δὲ πολὺς ὑγρᾶς ἔτι τῆς γύψου οὔσης ἐπιπεσὼν ἅπασαν αὐτὴν ἀπέκλυσεν, τὸ δεινὸν μόνον ἀκούεσθαι, ἀλλὰ καὶ ὁρᾶσθαι.
Ὕστερον δὲ καὶ τὴν μητέρα τὴν Ἀγριππῖναν, τὸν ἀπελεύθερον Ἀνίκητον πέμψας, διεχειρίσατο. ἣ τὸν πεμφθέντα ἰδοῦσα, καὶ γνοῦσα ἐφ’ ὅτῳ ἥκει, τὴν ἐσθῆτα περιερρήξατο, καὶ τὴν γαστέρα ἀπογυμνώσασα μνώσασα “παῖε ταύτην” Ἀνίκητε, παῖε, Νέρωνα ἔτεκε.” καὶ ἡ μὲν ἐσφάγη, ὁ δὲ Νέρων καὶ αὐτόπτης τοῦ τολμήματος γέγονε καὶ πᾶσαν εἶδε γυμνώσας καὶ τὰ τραύματα ἐξηρίθμησε. ταῖς δὲ νυξὶν ἐξεταράττετο ὥστε καὶ ἐκ τῆς εὐνῆς ἀναπηδᾶν καὶ ἐκδειματοῦσθαι. ἐν δὲ τῇ Ῥώμᾐ πολλαχόθι ἐγράφετο παρά τινων ἀφανῶς
Νέρων, Ὀρέστης, Ἀλκμαίων μητροκτόνοι.
Καὶ τὴν Αὐγούσταν Ὀκταουίαν τὴν τοῦ Κλαυδίου θυγατέρα, τὴν τὴν γυναῖκα, ἀπεπέμψατο. [*](B) τῆς γὰρ Σαβίνης ἐρῶν, ἤθελεν αὐτῇ συνεῖναι ὡς γαμετῇ. δείσασα δὲ ἡ Σαβίνα μήποτε ἡ Ὀκταουία μετακληθῇ, κατηγόρους ἐπ’ αὐτῆ̣ καὶ μοιχείας καὶ γοητείας ψευδοῦς παρεσκευάσατο. καὶ τὸ μὲν πρῶτον φυγαδευθῆναι αὐτήν, ἔπειτα καὶ σφαγῆναι ἐποίησεν. εἶτα καὶ αὐτὴ ἡ Σαβίνα ἐκτάνθη ὑπὸ τοῦ Νέρωνος· κυούσῃ γὰρ αὐτῇ λὰξ ἐνέθορεν. ἐπὶ πολὺ δὲ θανοῦσαν ἐπένθησεν. οὕτως δ’ αὐτὴν ἐπόθησεν ὥστε τὰ μὲν πρῶτα γυναῖκά τινα προσφερῆ ἐκείνῃ μετεπέμψατο καὶ ἔσχεν, ἔπειτα παῖδα ἀπελεύθερον, [*](C) ὃν πόρον ὠνόμαζεν, ἐκτεμὼν ἔγημεν, ἐπειδὴ καὶ αὐτὸς τῇ Σαβίνῃ ἐῴκει, καίπερ Πυθαγόρᾳ τινὶ ἐξ- ελευθέρῳ γεγαμημένος. καὶ συνεγίνοντο ἅμα τῷ Νέρωνι Πυθαγόρας μὲν ὡς ἀνήρ, Σπόρος δὲ ὡς γυνή. καὶ ἐκιθαρῴδησε δὲ δημοσίᾳ, καίτοι βραχὺ [*](23 τὰ μὲν πρῶτα — 24 ἔσχεν, a Χiphilino omissa, habent Exc. peiresc.)
Ἀλλὰ τί ἄν τις καθ’ ἕκαστον λέγοι τῶν παρ’ ἐκείνου πραττομένων; πάντα γὰρ ἀπλῶς ὅσα οἱ τυχόντες ὑποκρίνονται, κἀκεῖνος ἔλεγέ τε καὶ ἔπραττε καὶ ἔπασχε, πλὴν καθ’ ὅσον χρυσαῖς ἐδεῖτο ἀλύσεσιν · οὐ γὰρ ἔπρεπε Ῥωμαίων αὐτοκράτορα σιδηραῖς δεῖσθαι. στρατιώτης δέ τις ἰδὼν αὐτὸν δεδεμένον ἠγανάκτησε καὶ προσδραμὼν ἔλυσεν. ἕτερος δέ, ἐρομένου τινὸς τί ποιεῖ ὁ αὐτοκράτωρ, ἀπεκρίνατο ὅτι “τίκτει”· τοιοῦτον γάρ τι ὑπεκρίνετο τότε. δὲ καὶ τὸν Ἰσθμὸν τῆς Πελοποννήσου διορύξαι, καίπερ τῶν ἀνθρώπων ὀκνούντων. λαβὼν οὖν αὐτὸς δίκελλαν, καί τι καὶ ἀνασκάψας, ἔπεισε καὶ τοὺς ἄλλους ἀνάγκῃ αὐτὸν μιμήσασθαι. αἷμα δὲ τοῖς πρώτοις ἁψαμένοις τῆς γῆς λέγεται ἀναβλύσαι καὶ οἰμωγὰς καὶ μυκηθμοὺς ἐξακούεσθαι καὶ εἰδώλων γενέσθαι φαντασίαν πολλῶν.
Οὗτος πρῶτος καὶ τοῦ κατὰ Χριστιανῶν ἤρξατο διωγμοῦ, καὶ Πέτρον καὶ Παῦλον τοὺς κορυφαίους τῶν ἀποστόλων ἀπέκτεινε κατὰ τὸν αὐτὸν καιρόν, ὡς Εὐσέβιος ἱστορεῖ, ἐκ παλαιοτέρων συγγραφέων μαρ- [*](Cap. 13. Εusebii Historiae ecclesiasticae 1. 2, c. 24 25, et lib. 3 c. 2. Dionis Historiae Romanae l. 63, c. 22 — c. 29, unde multa Ζonaras eIcerpsit quae apud xiphilinum et in collectaneis Constantinianis desiderantur.) [*](27Εὐσέριος] Hist. eccl. 1. 2, c. 25. ἐκ παλαιοτέρων συγγραφέων] Ex epistolis Dionysii Corintbiorum episcopi.)
Ἔτι δ’ ἐν τῆ Ἑλλάδι ὄντος τοῦ Νέρωνος Ἰουδαῖοι [*](B) εἰς προῦπτον ἀπέστησαν· καὶ ἐπ’ αὐτοὺς τὸν Οὐεσπασιανὸν ἔπεμψε. καὶ οἶ ἐν τῇ Βρεττανίᾳ δὲ καὶ οἱ Γαλάται βαρυνόμενοι ταῖς εἰσφοραῖς ἤσχαλλον ἐκ πλείονος καὶ ἐφλέγμαινον Γάιος δὲ Ἰούλιος Οὐίνδιξ, ἀνὴρ κατὰ τὸν πατέρα βουλευτὴς τῶν 'Ρωμαίων, ὁρῶν τοὺς ὁμοφύλους Γαλάτας ὀργῶντας πρὸς ἀποστασίαν, δι’ ὦν ἐδημηγόρησεν ἠρέθισεν αὐτούς, καὶ ὥρκωσε πάντα ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου τῶν 'Ρωμαίων ποιήσειν, καὶ ἑαυτόν, ἄν τι παρὰ ταῦτα πράξῃ, φονεύσειν. αὐτοκράτορα δὲ Γάλβαν τὸν Σερούιον τὸν Σουλπίκιον προεχειρίσατο, γενόμενον ἐξ εὐπατριδῶν, [*](C) καὶ τότε τῆς Ἰβηρίας ἄρχοντα. καὶ ὃς τὴν ἡγεμονίαν ἐδέξατο, οὐκ ἠθέλησε δὲ τὰς τῆς αὐταρχίας ἐπικλήσεις πρπσλαβεῖν τότε. τῆς δ’ ἀποστασίας παρατεινομένης ὁ Οὐίνδιξ ἑαυτὸν ἀπέσφαξε, τῶν μετ’ αὐτοῦ στρατιωτῶν κινδυνευσάντων ὑπεραλγήσας, καὶ πρὸς τὸ δαιμόνιον ἀγανακτήσας ὅτι τοιούτου πράγματος ὀριγνηθείς, τοῦ τὸν Νέρωνα καταλῦσαι καὶ τοὺς Ῥωμαίους ἐλευθερῶσαι, οὐκ ἐξετέλεσεν αὐτό. τοσαύτῃ γὰρ προθυμίᾳ πρὸς τοῦτο ἐχρήσατο ὥστε τοῦ Νέρωνος διακοσίας καὶ πεντήκοντα μυριάδας ἐπικηρύ- ξαντος τῷ τὴν κεφαλὴν τοῦ Οὐίνδικος κομίσοντι [*](D) αὐτῷ, ἐκεῖνος ἔφη ὅτι “ὁ Νέρωνα ἀποκτείνας καὶ τὴν ἐκείνου κομίσας μοι κεφαλήν, τὴν ἐμὴν ἀντιλήψεται.”
[*](1 ἕτεροι] Ex. gr. Prudentius et Αugustinus. Haec unde Zonaras hauserit incertum. 20 τῶν μετ’ αὐτοῦ — 25 ἐχρήσατο οmittunt Dionis Exc.)Ὁ δὲ Νέρων μαθὼν καὶ τὸν Πετρώνιον, ὃν κατὰ τῶν ἐπαναστάντων μετὰ τοῦ πλείονος προεπεπόμφει στρατεύματος, τὰ τοῦ Γάλβου φρονήσαντα, οὐκέτ’ οὐδεμίαν ἐλπίδα τῶν ὅπλων ἔσχεν, ἀλλ’ ἐβουλεύσατο τούς τε βουλευτὰς ἀποκτεῖναι καὶ τὴν πόλιν καταπρῆσαι καὶ πλεῦσαι εἰς Ἀλεξάνδρειαν , ὑπειπὼν ὅτι “ἂν καὶ τῆς ἀρχῆς ἐκπέσωμεν, ἀλλὰ τό γ’ ἑ τεχνίον ἡμᾶς διαθρέψει ἐκεῖ.” μέλλοντος δὲ ταῦτα δράσειν ἡ βουλὴ τὴν περὶ τὸν Νέρωνα φρουρὰν ἀποκαλέσασα εἰσῆλθεν εἰς τὸ στρατόπεδον , καὶ τὸν μὲν πολέμιον ἀπέφηνε, τὸν δὲ Γάλβαν ἀνθείλετο αὐτοκράτορα. Νέρων δὲ ὡς ᾔσθετο ὅτι ὑπὸ τῶν φυλάκων ἐγκαταλέλειπται, ἐσθῆτά τε φαύλην ἐνέδυ καὶ ἐπὶ ἵππον οὐδὲν βελτίονα ἀνέβη, καὶ κατακεκαλυμμένος, ὅπως διαλάθῃ, μετὰ Ἐπαφροδίτου καὶ τοῦ Σπόρου νυκτὸς ἔφυγε. γνωρισθεὶς δὲ ὡς καὶ παρά του τῶν ἀπαντησάντων αὐτοκράτωρ προσαγορευθῆναι, τῆς ὁδοῦ ἀπετράπετο καὶ εἰς καλαμώδη τόπον τινὰ κατεκρύφθη.
Ὁ δὲ δῆμος ἐν τῇ Ῥώμῃ, ἐπεὶ ἡμέρα ἐγένετο, ὑπερέχαιρον καὶ τὴν πόλιν στεφανωμάτων ἐπλήρωσαν, καί τινες καὶ πιλία ὡς ἠλευθερωμένοι ἔφερον, ἡ βουλὴ τῷ Γάλβᾳ τὰ τῇ ἀρχῇ προσήκοντα ἐψηφίσατο. ὁ δὲ ὅμιλος εἴς τε τὸν Νέρωνα ἀπέσκωπτον καὶ B συχνοὺς τῶν παρ’ αὐτῷ δυνηθέντων φονεύοντες εἷλκον. ἐκείνου δὲ ζήτησιν οἱ στρατιῶται καὶ ἄλλοι πεποίηντο, καὶ γνόντες ὅπῃ ποτὲ ἦν, ἔπεμψαν ἐπ’ αὐτὸν ἱππέας. ὁ δὲ προσιόντας αὐτοὺς αἰσθόμενος προσέταξε τοῖς παροῦσι καὶ ἑαυτὸν καὶ σφᾶς ἀποκτεῖναι. ὡς δ’ οὐχ ὑπήκουον, μέγα ἐστέναξεν. εἶτα τὸν Σπόρον ἀνελεῖν θελήσας καὶ μὴ δυνηθείς, ἐγὼ μόνος” ἔφη “οὔτε φίλον οὔτε ἐχθρὸν ἔχω.” καὶ ἤδη πελασάντων τῶν ἱππέων αὐτὸς ἑαυτὸν ἐπάταξεν,
Ο μὲν οὖν οὕτω κατὰ τὸν Ἰούλιον ἐτελεύτησε μῆνα, βιοὺς ἔτη τριάκοντα πρὸς μησὶν πέντε καὶ ἡμέραις εἴκοσιν, ἀφ’ ὧν ἦρξεν ἔτη τρισκαίδεκα καὶ [*](C) μῆνας ὀκτὼ δυοῖν ἡμερῶν δέοντας. ἐν δὲ τῷ ὀγδόῳ τῆς τούτου βασιλείας ἔτει πρῶτος ἐπίσκοπος Ἀλεξανδρείας μετὰ τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν Μάρκον Ἀνιανὸς γέγονεν.
Γάλβας δ’, ἐπεὶὅτε Νέρων διέφθαρτο καὶ ἡ βουλὴ τὴν ἀρχήν οἱ ἐψηφίσατο κὼ ὁ Ῥοῦφος αὐτῷ προσεχώρησεν, εχώρησεν, ἀνεθάρσησεν, οὐ μέντοι καὶ τὸ Καίσαρος ἀνέλαβεν ὄνομα πρὶν τοὺς τῆς βουλῆς πρεσβευτὰς πρὸς αὐτὸν ἐλθεῖν· ἀλλ’ οὐδὲ τὸ τοῦ αὐτοκράτορος πρότερον εἰς οὐδὲν γράμμα ἐνεγεγράφει. τοὺς δὲ συκοφαντήσαντάς τ’ ἴνας ἐπὶ τοῦ Νέρωνος ἢ ψευδομαρτυαρτυρήσαντας ἐκόλασε. καὶ οἷ δοῦλοι οἱ κατὰ τῶν [*](D) δεσποτῶν πράξαντές τι ἢ εἰπόντες αὐτοῖς ἐκείνοις ἐπὶ τιμωρίᾳ παρεδόθησαν. καὶ τὰ χρήματα δὲ καὶ τά κτήματα ὅσα τινὲς παρὰ τοῦ Νέρωνος εἰλήφεσαν ἀπῃτεῖτο. τούς γ’ ἑ μὴν ὑπ’ ἐκείνου φυγαδευθέντας ὡς ἠσεβηκότας τι εἰς αὐτὸν κατήγαγε, καὶ τὰ ὀστᾶ τῶν ἐκ τοῦ βασιλικοῦ γένους σφαγέντων εἰς τὸ τοῦ Αὐγούστου μνημεῖον μετεκόμισε, καὶ τὰς εἰκόνας αὐτῶν ἀποκατέστησεν.
Οἱ δὲ ἐν ταῖς Γερμανίαις στρατιῶται προστησάμενοι Αὖλον Οὐιτέλλιον ἐνανέστησαν. ὁ οὖν Γάλβας τὴν ἐπανάστασιν πυθόμενος, Λούκιον Πείσωνα, νεανίσκον εὐγενῆ, ἐπιεικῆ, φρόνιμον, υἱοθετήσατο [*](Cap. 14. Dionis Historiae Romanae l. 64, c. 4 — c. 6. Non pauca pleniora sunt quam apud Xiphilinum et in Constantini Porphyrogeniti collectaneis, quorum conf. p. 216 ed. Mai.)
Ὁ Γάλβας δὲ μαθὼν τὰ πρασσόμενα ἔπεμψεν εἰς τὸ στρατόπεδόν τινας ὡς μεταπεῖσαι τοὺς ἐν αὐτῷ δυνησόμενος. κἀν τούτῳ στρατιώτης τις γυμνὸν τὸ ξίφος καὶ ᾑμαγμένον ἀνατείνων προσῆλθεν αὐτῷ, φάσκων “θάρσει, αὐτοκράτορ · Ὄθωνα γὰρ ἀπἐκτεινα.” πιστεύσας οὖν ὁ Γάλβας εἰς τὸ Καπιτώλιον ὡς θύσων ὥρμησε. καὶ ἐν μέσῃ τῇ ἀγορᾷ ἀπαντήσαντες αὐτῷ ἱππεῖς καὶ πεζοὶ ἐκεῖ τὸν γέροντα, τὸν ὕπατον, τὸν ἀρχιερέα, τὸν Καίσαρα, τὸν αὐτοκράτορα πολλῶν ὁρώντων κατέκοψαν· καὶ τὴν κεφαλὴν ἀποκόψαντες κοντῷ ἐνέπειραν. καὶ ὁ μὲν οὕτως ἐφονεύθη, τοῦτο [*](C) μόνον εἰπών “καὶ τί κακὸν ἐποίησα;” ἀπέθανε δὲ καὶ ὁ Πείσων καὶ ἄλλοι συχνοί. πράξαντες δὲ ταῦτα οἶ στρατιῶται, καὶ τὰς κεφαλὰς ἐκείνων ἀποτεμόντες, πρός τε τὸν Ὄθωνα αὐτὰς ἐν τῷ στρατοπέδῳ καὶ εἰς τὸ συνέδριον ἐκόμισαν, ὥστε τοὺς βουλευτὰς καταπλαγέντας χαίρειν τε προσποιεῖσθαι καὶ τῷ Ὄθωνι πάντα τὰ πρὸς τὴν ἀρχὴν φέροντα ψηφίσασθαι. οὐκ ἐλάνθανε δὲ ὅτι αὐτὸς τὴν βουλὴν ἐβιάζετο
Γάλβᾳ μὲν οὖν ζήσαντι ἔτη δύο καὶ ἑβδομήκοντα
καὶ ἡμέρας τρεῖς καὶ εἴκοσιν, ἄρξαντι δὲ μῆνας ἐννέα καὶ ἡμέρας τρισκαίδεκα, τοῦτο τέλος ἐγένετο· ὁ δὲ Ὄθων μετέγνω μὲν ἐπὶ τοῖς πεπραγμένοις, τῶν D ἰερ(??)ν αὐτῷ θύοντι πονηρῶν ὀφθέντων καὶ ἄλλων σημείων αὐτῷ γενομένων, ἀλλ’ οὐκ εἶχεν εἰς τὴν ἀρχὴν εἰσελθὼν ἀναδῦναι. καὶ ἐνέμεινεν αὐτῇ καὶ δίκην δέδωκεν.
Ἐν τούτοις δέ τις πλασάμενος Νέρων εἶναι ἐκ τῆς πρὸς τὸν Νέρωνα οὔσης ἐμφερείας αὐτῷ τὴν Ἑλλάδα ὀλίγου πᾶσαν ἐτάραξε, καὶ χεῖρα κακούργων ἀνδρῶν ἀθροίσας πρὸς τὰ ἐν τῇ Συρίᾳ στρατόπεδα ὥρμησεν. ἐν Κύδνῳ δὲ περαιούμενον αὐτὸν ὁ Καλπούρνιος συνέλαβε καὶ ἀπέκτεινεν.
Ὁ δὲ Ὄθων λάθρᾳ πολλοὺς πρὸς τὸν Οὐιτέλλιον ἐπὶ καταλλαγῇ ἔπεμψεν. ὡς δ’ οὐκ ἐπείθετο, πρεσβευτὰς ἀπέστειλε φανερῶς. οὔτε δὲ ἀπεκρίνατό τι αὐτοῖς Οὐιτέλλιος οὔτε ἀντέπεμψεν αὐτούς. εἶτα ἔπεμψεν Ὄθων ἰσχὺν κατὰ γῆν τ’ ἑ καὶ θάλασσαν, ἡττήθη δὲ διὰ πολυαρχίαν, οὐ δι’ ἀσθένειαν. κἀκ τῆς Ῥώμης δὲ ἐξωρμήθη καὶ τοὺς πρώτους ἐξήγαγε. μέρος δέ τι τῆς δυνάμεως τῷ Πρόκλῳ δούς, αὐτὸς ἀνεχώρησε, λέγων μὴ φέρειν μάχην ἀνδρῶν ὁμοφύλων ἰδεῖν. ὅθεν μαλακίαν αὐτοῦ καταγνόντες οἶ στρατιῶται καὶ οἱ στρατάρχαι οὐδὲν τῶν δεόντων ἔπραξαν, ἀλλ’ ἡττήθησαν καὶ τοῖς τοῦ Οὐιτελλίου ἐπεκηρυκεύσαντο καὶ [*](Cap. 15. Dionis Historiae Romanae l. 64, c. 7 — c. 15. Nonnulla Zonaras habet quae apud Χiphilinum et in Constantini Porphyrogeniti collectaneis desiderantur.)
Τοῦτο τὸ τέλος τῷ Ὄθωνι γέγονε, ζήσαντι μὲν ἑπτὰ καὶ τριάκοντα ἔτη, ἄρξαντι δὲ ἡμέρας ἐνενήκοντα· ὅθεν καὶ τὴν ἀσέβειαν καὶ τὴν πονηρίαν τοῦ βίου συνεσκίασε· κάκιστα γὰρ ἀνθρώπων ζήσας κάλλιστα ἀπέθανεν. οἶ δὲ στρατιῶται εὐθὺς μὲν ἐταράχθησαν, καὶ ὑπ’ ἀλλήλων πολλοὶ ἀνῃρέθησαν· ἔπειτα ὡμονόησαν καὶ προσκεχωρήκεσαν τοῖς κεκρατηκόσιν.
Οἶ’ δ’ ἐν τῇ Ῥώμῃ τὸ πάθος μ’ μαθόντες τοῦ Ὄθωνος, ἀπεδήμει γὰρ τοῦ ἄστεος, ὡς προείρηται, αὐτοκράτορα τὸν Οὐιτέλλιον ἀνηγόρευον. ὄντι δ’ ἐν τῆ Γαλατίᾳ ὁ θάνατος ἠγγέλθη τοῦ Ὄθωνος. ἦλθε δὲ πρὸς αὐτὸν καὶ ἡ γυνὴ καὶ τὸ παιδίον, ὃ καὶ ἐπὶ βήματος Γερμανικόν τε καὶ αὐτοκράτορα ἐπωνόμασεν, ἑξάετες ὄν. φιλόμαντις δὲ ὑπάρχων καὶ μηδὲ τὸ βραχὺ πράσσων ἄνευ αὐτῶν, τότε μὲν τοὺς ἀστρονόμους, ὕστερον δὲ καὶ τοὺς γόητας ἐξήλασε, προειπὼν σφίσιν ἐντὸς τῆσδε τῆς ἡμέρας ἐξ ἁπάσης ἐκχωρῆσαι τῆς Ἰταλίας. κἀκεῖνοι νυκτὸς ἀντιπροθέντες προγράμματα, ἀντιπαρήγγειλαν αὐτῷ ἀντιπροθέντες τοῦ βίου ἐντὸς τῆς ἡμέρας ἐν ᾗ ἐτελεύτησεν.
Ἦν δὲ τρυφῇ τε καὶ ἀσελγείᾳ προσκείμενος. καὶ ἀπ’ ἀρχῆς τοιοῦτος ὢν οἷος περὶ τὰ καπηλεῖα καὶ τὰ κυβευτήρια καὶ τοὺς ὀρχηστὰς καὶ τοὺς ἁρματηλάτας ἐσπουδακέναι, καὶ ἀμύθητα ἐς τὰ τοιαῦτα ἀνήλισκε καὶ διὰ τοῦτο καὶ δανειστὰς πολλοὺς εἶχε· τότε δὲ καὶ μᾶλλον ὕβριζε, καὶ τῆς τε ἡμέρας τὸ πλεῖστον τῆς τε νυκτὸς ἐδαπάνα ἀπλήστως ἐμφορούμενος καὶ συνεχῶς ἐξεμῶν, ὡς μόνῃ τῆ παρόδῳ τῶν σιτίων τρέφεσθαι. ἀφ’ οὗπερ καὶ ἀνταρκεῖν ἠδύνατο. οἶ δὲ συνδειπνοῦντες αὐτῶ πάνυ κακῶς ἀπηλλάσσοντο. ὅθεν εἷς τις αὐτῶν νοσήσας καὶ διὰ τοῦτο ἡμέρας [*](B) τινὰς τοῦ συσσιτίου ἀπολειφθεὶς εἶπεν ὅτι εἰ μὴ ἐνόσησα, πάντως ἂν ἀπολώλειν.” καὶ ἐγένετο ὁ χρόνος ὁ τῆς αὐταρχίας αὐτοῦ σύμπας οὐδὲν ἄλλο ἢ [*](Cap. 16. Dionis Historiae Romanae l. 65, c. 1 — 22, ex quibus multa Ζοnaras excerpsit quae apud Χiphilinum et in eclogis Constantinianis deSiderantur. Iosephi de bello Iudaico 1. 4, c. 10 11. Eusebii Historiae ecclesiasticae 1. 3 c. 8: cuius verbis et alia addita sunt et Appiani testimonium Hist. Rom. l. 22.)
Οὕτω δὲ βιοὺς οὐκ ἄμοιρος ἦν παντάπασι καὶ καλῶν ἔργων. τό τε γὰρ ἐπὶ Νέρωνος καὶ τὸ ἐπὶ Γάλβου τοῦ τε Ὄθωνος κοπὲν νόμισμα ἐτήρησεν, οὐκ ἀγανακτῶν ταῖς εἰκόσιν αὐτῶν, καὶ ὅσα τισὶν ἐδεδώρηντο ἐφύλαξε, μηδένα μηδὲν ἀφελόμενος· καὶ οὔτε τὰ ἐκ τῶν συντελειῶν ἐποφληθέντα ἀπῄτησεν οὔτε οὐσίαν τινὸς ἐδήμευσεν, ὀλίγους μὲν πάνυ τῶν τὰ Ὄθωνος πραξάντων ἀποκτείνας, μηδὲ τὰς ἐκείνων μέντοι οὐσίας τοὺς προσήκοντας σφῶν ἀποστερήσας. [*](D) καὶ τοῖς οἰκείοις δὲ τῶν πρότερόν ποτε θανατωθέντων ἐδωρήσατο πάντα ὅσα ἔτι ἐν τῷ δημοσίῳ εὕρηντο. ἀλλ’ οὐδὲ τὰς διαθήκας τῶν ἀντιπολεμησάντων αὐτῷ καὶ ἐν ταῖς μάχαις πεσόντων ᾐτιάσατο. ἀπηγόρευσε δὲ καὶ τοῖς βουλευταῖς καὶ τοῖς ἱππεῦσι μονομαχεῖν ἢ ἐν ὀρχήστρᾳ θέαν τινὰ παρέχειν. καὶ διὰ ταῦτα ἐπῃνεῖτο.
Ἐπὶ τούτοις ἠγγέλθη αὐτῷ ἡ ἐν Ἰουδαίᾳ κατ’ αὐτοῦ ἐπανάστασις. καὶ δεινῶς κατέδεισε δι’ αὐτήν, ἄλλων τε συμβάντων σημείων καὶ τῆς σελήνης παρὰ τὸ καθεστηκὸς δὶς ἐκλελοιπέναι δοξάσης· καὶ γὰρ τεταρταία καὶ ἑβδομαία ἐσκιάσθη. ἡλίους τε δύο ἅμα τότε εἶδον ἔκ τ’ ἑ τῶν ἀνατολῶν καὶ ἐκ τῶν δυσμῶν, τὸν μὲν ἀσθενῆ καὶ ὠχρόν, τὸν δ’ ἐξ ἀνατολῶν ἰσχυρόν.
Ἐπράχθη δὲ τὰ τῆς ἐπαναστάσεως ὧδε. Οὐεσπασιανὸς ἐν Ἰουδαίᾳ διατρίβων, ὡς γὰρ ἤδη ἱστόρηται, παρὰ Νέρωνος ἦν ἐκεῖσε σταλεὶς διὰ τὴν τῶν Ἰουδαίων ἀποστασίαν, τῷ μὲν Γάλβᾳ αὐταρχήσαντι τὸν υἱὸν ἔπεμψε Τίτον προσεροῦντα αὐτόν· ἐπανελθόντος δὲ τοῦ Τίτου, ἐπεὶ καθ’ ὁδὸν ἐμεμαθήκει τὴν τοῦ Οὐιτελλίου καὶ τοῦ Ὄθωνος ἐπανάστασιν, πρὸς μοναρχίαν καὶ αὐτὸς ὡρμήθη, κατὰ τὸν Δίωνα. ὡς δ’ ὁ Ἰώσηπος ἐν τῇ τῆς ἁλώσεως ἱστορία φησίν, οἱ μετ’ αὐτοῦ στρατιῶται μαθόντες τοὺς μὲν ἐν τῇ Εὐρώπῃ Γαλάτας στασιάσαντας Γάλβαν προχειρίσασθαι αὐτοκράτορα, τοὺς δ’ ἐν Γερμανίᾳ στρατευομένους ἀνθελέσθαι τὸν Οὐιτέλλιον, τοὺς δ’ ἐν τῇ [*](B) Ῥώμῃ προχειρίσασθαι Ὄθωνα, καὶ αὐτοὶ τὴν μοναρχίαν τῷ σφετέρῳ ἐψηφίσαντο στρατηγῷ, καὶ παρακραοτήσαντες ἀλλήλους ἀνηγόρευσαν τὸν Οὐεσπασιανὸν αὐτοκράτορα καὶ σώζειν τὴν τόν Ῥωμαίων ἡγεμονίαν κινδυνεύουσαν παρεκάλουν. ἀρνουμένου δ’ ἐκείνου οἶ μὲν ἡγεμόνες προσέκειντο, οἱ δὲ στρατιῶται περιχυθέντες ξιφήρεις ἀνελεῖν ἠπείλουν αὐτόν. πείθεται οὖν, καὶ πρῶτον τῷ τὴν ἀρχὴν τῆς Αἰγύπτου ἰθύνοντι ἐπιστέλλει περὶ τῶν κατ’ αὐτόν· καὶ ὅς εὐθὺς ἀνηγόρευσεν αὐτὸν αὐτοκράτορα. Οὐεσπασιανὸς δὲ τοῦτο μαθὼν τὸν μὲν τῆς Συρίας ἡγούμενον Μουκιανὸν εἰς τὴν Ἰταλίαν ἐπὶ τὸν Οὐιτέλλιον ἔπεμψαν. ὅτε καὶ τὸν Ἑβραῖον Ἰώσηπον, ὃς αὐτὸν [*](C) ἔτι ζῶντος τοῦ Νέρωνος αὐτοκράτορα προσειπεῖν ἐθάρρησε, δεσμώτην ἔτι ὄντα παρ’ αὑτῷ καὶ αἰχμάΔίωνα] [*](8 Historiae Romanae l. 65, c. 8 9 ὡς δ’ ὁ Ἰώσηπος — 23 αὐτὸν αὐτοκράτορα] Iosephi de bello Iudaico l. 4, c. 10. 26 ὅτε καὶ — p. 50, 8 τὴν ἄλυσιν] Iosephi de bello Iudaico l. 4, c. 10 7.)
Ὁ γὰρ Ἰώσηπος, ὡς αὐτὸς ἐκεῖνος ἱστόρησε, χρησμόν τινα ἐν γράμμασιν ἱεροῖς εὑρηκὼς δηλοῦντα ὡς ἄρξει τις ἀπὸ τῆς χώρας αὐτῶν τῆς οἰκουμένης, διὰ τὰς ἐν τῇ Ῥώμῃ στάσεις καὶ τῶν ἐκεῖ βασιλέων τὰς συνεχεῖς ἀλλαγὰς εἰς τὸν Οὐεσπασιανόν τείνειν [*](D) ὑπείληφε τὸν χρησμόν, καί οἶ τὸ κράτος προεμαντεύσατο. τούτου δὲ τοῦ χρησμοῦ μέμνηται καὶ Ἀππιανὸς ἐν τῷ εἰκοστῷ δευτέρῳ λόγῳ τῆς Ῥωμαïκῆς ἱστορίας αὐτοῦ. δικαιότερον δ’ ἂν ἢ ἀληθὲς μάλιστα νομισθείη τὸ ἐπὶ τὸν σωτῆρα τοῦ τῶν ἀνθρώπων γένους τὸν κύριον Ἰησοῦν Χριστὸν τὸν χρησμὸν ἐκληφθῆναι· οὐ γὰρ τῆς οἰκουμένης πάσης Οὐεσπασιανὸς ἐβασίλευσε, κατὰ τὸν χρησμόν, ἀλλὰ τῆς ὑπὸ Ῥωμαίους μόνης· πολὺ δὲ τῆς οἰκουμένης ἦν ὃ τῆς Ῥωμαïκῆς ἀρχῆς ἦν ἐκτός· ὁ δὲ κύριος συμπάσης τῆς οἰκουμένης ἐβασίλευσέ τε καὶ βασιλεύει, ᾧ παρὰ τοῦ πατρὸς ἐρρήθη “αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.”
[*](9 Ὁ γὰρ Ἰώσηπος — 27 πέρατα τῆς γῆς] Horum plurima ex Eusebii Hist. eccl. l. 3, c. 8. 16 εἰκοστῷ δευτέρῳ] Is enim liher ἑκατονταετία inscriptus res sub imperatoribus gestas usque ad Τraiani fere tempora continebat.)Οὐεσπασιανὸς δὲ πρὸς Ἀλεξάνδρειαν ὥρμησεν, ἔνθα καὶ ἀπὸ τῆς Ῥώμης εὐαγγέλια ἧκεν αὐτῷ, ὡς Οὐιτέλλιος μὲν ἀπεσφάγη, αὐτὸς δὲ αὐτοκράτωρ τῷ τε δήμῳ καὶ τῇ συγκλήτῳ ἀνηγορεύθη, καὶ ὁ υἱὸς αὐτοῦ Δομετιανὸς εἰς ἡγεμονίαν προήχθη μέχρι τῆς αὐτοῦ πρὸς τὴν Ῥώμην ἀφίξεως.
Ὁ δὲ τοῦ Οὐιτελλίου θάνατος τοῦτον τὸν τρόπον ἐγένετο. ἤδη οἶ Οὐεσπασιάνειοι στρατιῶται πεπλησιακότες ἦσαν τῇ Ῥώμῃ, καὶ ἐς αὐτὴν ἐσβαλόντες οὐδὲν ὅ, τ’ ἴ’ τῶν δεινῶν οὐκ ἐποίησαν. τῆς δὲ πόλεως πορθουμένης ὁ Οὐιτέλλιος φοβηθείς, χιτωνίσκον τε ῥακώδη περιβαλόμενος, ἐς οἴκημα σκοτεινόν, ἐν ᾧ κύνες ἐτρέφοντο, κατεκρύφθη, διανοούμενος νυκτὸς ἐς τὴν Ταρακῖναν πρὸς τὸν ἀδελφὸν ἀποδρᾶναι. [*](B) ἀναζητήσαντες δὲ οἱ στρατιῶται αὐτὸν συνέλαβον φορυτοῦ πεπλησμένον καὶ αἵματος, ὑπὸ γὰρ τῶν κυνῶν ἐλελύμαντο, καὶ τὴν ἐσθῆτα περιρρήξαντες αὐτοῦ καὶ εἰς τοὐπίσω τὼ χεῖρε δεσμήσαντες, σχοῖνόν τε αὐτῷ περιθέντες περιαυχένιον, οἱ μὲν ἐρράπιζον, οἶ δὲ τοῦ γενείου ἔτιλλον, πάντες δὲ ἔσκωπτον τά τε ἄλλα καὶ τὴν ἀσωτίαν αὐτοῦ. αἰσχυνομένου δὲ ἐπὶ τούτοις καὶ κάτω βλέποντος, οἶ στρατιῶται ξιφιδίοις αὐτὸν ὑπὸ τὸ γένειον ὑπεκέντουν, ἵνα καὶ ἄκων ἄνω βλέπῃ. Κελτὸς δέ τις ἐλεήσας αὐτόν “ἐγώ σοι ἔφη “βοηθήσω ὡς μόνος δύναμαι.” καὶ ὁ μὲν ἐκεῖνον ἔτρωσε καὶ ἑαυτὸν ἀπέσφαξεν· οὐ μέντοι καὶ ὁ Οὐιτέλλιος ἀπέθανεν ἐκ τοῦ τραύματος, ἀλλ’ [*](C) ἐσύρετο εἰς τὸ δεσμωτήριον. περιαλγήσας δὲ οἷς τε ἔπασχε καὶ οἷς ἤκουεν “ἀλλ’ ἔγωγε” ἔφη “αὐτοκρά- [*](1 Οὐεσπασιανὸς — 6 ἀφίξεως] Iosephi de bello Iudnico 1. 4, c 11 4. § 5.)
Πεπραγμένων δὲ τούτων ὁ Μουκιανὸς ἐπῆλθε καὶ τῷ Δομετιανῷ συνδιῴκει· αὐτοκράτωρ τε ὁ Οὐεσπασιανὸς καὶ πρὸς τῆς βουλῆς εὐφημήθη, καὶ [*](D) Καίσαρες ὅ τε Τίτος καὶ ὁ Δομετιανὸς ἐπεκλήθησαν. ὁ δὲ Μουκιανὸς ἀδελφὸς παρὰ τοῦ Οὐεσπασιανοῦ ὠνομάζετο, καὶ ἐξουσίαν εἴληφε πάνθ’ ὅσα ἐβούλετο πράττειν καὶ γράφειν, τὸ ὄνομα τοῦ αὐτοκράτορος μόνον ἐπιγραφόμενος· καὶ διὰ τοῦτο καὶ δακτύλιον πεμφθέντα οἱ ἐφόρει, ἵνα τὸ αὐτοκρατορικὸν σφράγισμα λαμβάνῃ τὰ σημαινόμενα πολλοῖς γοῦν ἀρχάς τε καὶ ἐπιτροπείας αὐτὸς καὶ ὁ Δομετιανὸς ἔδοσαν, καὶ ἐπάρχους ἄλλους ἐπ’ ἄλλοις καὶ ὑπάτους ἀπέδειξαν, ὡς αὐτοὶ αὐταρχοῦντες. ὥστε τὸν Οὐεσπασιανὸν ἐπιστεῖλαι τῷ Δομετιανῷ ὅτι “χάριν ἔχω σοι, τέκνον, ὅτι με ἐᾷς ἄρχειν καὶ οὐδέπω με καταλέλυκας.”
Ἐς δὲ τὴν Ἀλεξάνδρειαν ὁ Οὐεσπασιανὸς ἀφικόμενος χρήματα πολλὰ ἐκεῖθεν ἠργυρολόγησε, χρηματιζόμενος καὶ τέλη πολλὰ τὰ μὲν ἐκλελειμμένα ἀνενεώσατο, τὰ δὲ καὶ νομιζόμενα προσεπηύξησε, καινά τε προσέθετο ἴτε. τὸ δ’ αὐτὸ τοῦτο καὶ ἐν τῇ ἄλλῃ ὑπηκόῳ τῇ τε Ἰταλίᾳ καὶ αὐτῇ τῇ Ῥώμῃ μετὰ ταῦτα ἐποίησε. τὴν μὲν οὖν Αἴγυπτον δι’ ὀλίγου κατεστήσατο, καὶ σῖτον πολὺν εἰς τὴν Ῥώμην [*](Cap. 17. Dionis Historiae Romanae 11. 65, c. 22 et l. 66, c. 1 — c. 17. Μulta Ζοnaras hnbet quae apud Xiphilinum et in eclogis Constantinianis desiderantur.)
Ἐλθὼν δ’ ἐς τὴν Ῥώμην καὶ τοῖς στρατιώταις [*](B) καὶ τῷ δήμῳ παρέσχηκε δωρεάς, καὶ τὰ τεμένη καὶ τὰ δημόσια ἔργα τὰ πεπονηκότα ἀνελάμβανε, καὶ τὰ ἤδη ἐφθαρμένα ἐπανεσκεύαζε, καὶ συντελουμένοις αὐτοῖς οὐ τὸ ἑαυτοῦ ἐπέγραφεν ὄνομα, ἀλλὰ τὸ τῶν πρώτως δομησαμένων. τὰς δὲ οὐσίας τῶν ἐναντιωθέντων αὐτῶ καὶ ἐν ταῖς μάχαις πεσόντων τοῖς παισὶν ἐκείνων ἢ τοῖς ἄλλως οἰκείοις ἀφῆκε, καὶ τὰ συμβόλαια τὰ παλαιὰ τὰ τῷ δημοσίῳ προσήκοντα προσδιέφθειρε. μεγαλοπρεπῶς δὲ εἰς τὸ κοινὸν ἀναλίσκων, εὐτελέστατα διῃτᾶτο, καὶ οὐδὲν ἔξω τῶν ἀναγκαίων ἐδαπάνα. ἦν δὲ οὔτε ἐξ εὐγενῶν οὔτε πλούσιος. πάντας δὲ τοὺς προσιόντας αὐτῷ προσεδέχετο. τοῖς δὲ φίλοις καὶ πρὸ τῆς ἔω καὶ ἐπὶ τῆς εὐνῆς κατακείμενος συνεγίνετο· καὶ αἶ θύραι τῶν βασιλείων ἠνεῳγμέναι διὰ πάσης τῆς ἡμέρας ἦσαν, [*](C) καὶ φρουρὸς οὐκ ἦν ἐν αὐταῖς. τό τε σύμπαν, τῇ μὲν προνοίᾳ τῶν κοινῶν αὐτοκράτωρ νενόμιστο, εἰς τἄλλα δὲ πάντα κοινὸς καὶ ἰσοδίαιτος ἦν τοῖς λοιποῖς.
Τῶν δ’ Ἱεροσολύμων ἁλόντων ὁ Τίτος εἰς τὴν Ἰταλίαν ἐπανελθὼν τὰ ἐπινίκια αὐτός τε καὶ ὁ πατὴρ ἐφ’ ἅρματος ἔπεμψαν· συνέπεμπε δὲ σφίσιν αὐτὰ καὶ ὁ Δομετιανὸς ὑπατεύων ἐπὶ κέλητος μετὰ
Οὐεσπασιανὸς δὲ νοσήσας πυρετοῖς μετήλλαξεν· ὡς δέ τινες ἔφασαν, τοῦ Τίτου καταψευδόμενοι, φάρμακον ἐν συμποσίῳ τινὶ πεπωκώς. ἐπιτιμώντων δὲ αὐτῷ νοσοῦντι τῶν ἰατρῶν ὅτι νοσῶν πάντα τὰ τῇ ἀρχῇ προσήκοντα ἔπραττε, “τὸν αὐτοκράτορα” ἔφη “ἑστῶτα δεῖ ἀποθνήσκειν.” ἀπεβίω δὲ ζήσας ἔτη ἐννέα καὶ ἐξήκοντα καὶ μῆνας ὀκτὼ καὶ ἡμέρας ὀκτώ, μοναρχήσας δὲ ἔτη δέκα, ἕξ δέοντα ἡμερῶν.
Τούτου δὲ τελευτήσαντος ὁ Τίτος τὴν ἀρχὴν διεδέξατο. ὃς μοναρχήσας οὔτε φονικόν τι οὔτε [*](Cap. 18. Dionis Historiae Romanae l. 66, c. 18 — c. 26, unde nonnulla Ζοnaras hausit quae apud Xiphilinum et in eclogis Constantinianis desiderantur. EuSebii Historiae ecclesiasticae l. 3, c. 13.)
Ἐπὶ τούτου καὶ ὁ Ψευδονέρων ἐφάνη, ὃς Ἀσιανὸς [*](C) ἦν, ἐκαλεῖτο δὲ Τερέντιος Μάξιμος, προσεοικὼς δὲ τῷ Νέρωνι καὶ τὸ εἶδος καὶ τὴν φωνήν· καὶ γὰρ ἐκιθαρῴδει. ἔκ τε τῆς Ἀσίας τινὰς προσεποιήσατο, καὶ ἐπὶ τὸν Εὐφράτην προχωρῶν πολλῷ πλείους ἀνηρτήσατο, καὶ τέλος πρὸς Ἀρτάβανον τὸν τῶν Πάρθῶν κατέφυγεν ἀρχηγόν· ὃς καὶ δι’ ὀργῆς τὸν Τίτον ποιούμενος ἐδέξατο τοῦτον καὶ καταγαγεῖν εἰς Ρώμην παρεσκευάζετο.
Ἐν δὲ τῷ πρώτῳ τῆς ἡγεμονίας αὐτοῦ ἔτει πῦρ ἐν Καμπανίᾳ πολὺ κατὰ τὸ φθινόπωρον ἀθρόον ἐξήνθησε. τὸ γὰρ ὄρος τὸ Βέσβιον, κατὰ Νέαν ὂν [*](D) πόλιν, ἔχει πυρὸς ἀφθόνους πηγάς· μέσον δέ γε μόνον πεπύρωται, τὰ δ’ ἔξωθεν εἰσὶν ἄπυρα. τῶν
Ὁ δ’ οὖν Τίτος τοῖς Καμπανοῖς καὶ οἰκιστὰς ἔπεμψε καὶ χρήματα ἐδωρήσατο ἄλλα τε καὶ τὰ τῶν ἀκληρονομήτων. αὐτὸς δὲ οὐδὲν παρ’ οὐδενός, καίτοι πολλῶν διδόντων, ἐδέξατο· πολλὰ δὲ τῶν δημοσίων ἔργων ἀνέστησεν οἴκοθεν. καὶ ἀγῶνας ἐποίησε θαυμαστούς, μαστούς, ἐν οἶς σφαιρία ξύλινα μικρὰ ἄνωθεν ἐρρίπτει, σύμβολον ἔχοντα τὸ μὲν ἐδωδίμου τινός, τὸ δὲ ἐσθῆτος, ἄλλο χρυσοῦ, ἵππων, ὑποζυγίων, βοσκημάτων, ἀνδραπόδων· ἃ οἶ ἁρπάζοντες πρὸς τοὺς
Τούτου ἐστὶ καὶ ἡ ἀοίδιμος ἐκείνη φωνὴ εἰπόντος [*](c) “σήμερον οὐκ ἐβασίλευσα, ἐπεὶ οὐδένα εὐηργέτησα.”
Τούτου τῷ δευτέρῳ ἔτει Λίνος ὁ πρῶτος ἐπίσκοπος τῆς Ῥωμαίων ἐκκλησίας τελευτῶν Ἀνεγκλήτῳ τὴν ἀρχιερωσύνην παρέδωκε.
Τῷ δ’ ἐπιγενομένῳ ἔτει μετήλλαξεν ὁ Τίτος, ὡς μὲν φήμη κρατεῖ, πρὸς τοῦ ἀδελφοῦ ἐπιβουλευθείς, ὡς δ’ ἔν ἴοι γράφουσι, νοσήσας. ἔμπνουν μέντοι αὐτὸν ἔτι ὄντα καὶ τάχα περιγενέσθαι δυνάμενον ἐς λάρνακα πλήρη χιόνος ὁ Δομετιανὸς ἐνέβαλεν, ὡς δεομένης τῆς νόσου τάχα τινὸς περιψύξεως. ἀποψύχων δὲ εἰπεῖν λέγεται ὅτι “ἓν μόνον ἐπλημμέλησα”· τί δὲ τοῦτο ἦν οὐ διεσάφησε. τινὲς μὲν οὖν λέγουσιν ὅτι τὴν Δομιτίαν ἔσχε τὴν γυναῖκα τοῦ [*](D) ἀδελφοῦ, ἕτεροι δὲ ὅτι τὸν Δομετιανὸν οὐκ ἀπέκτεινεν ἐπιβουλεύοντά οἶ σαφῶς, ἀλλ’ αὐτός τε ὑπ’ ὢ ἐκείνου ἐφθάρη καὶ τὴν τῶν Ῥωμαίων ἀρχὴν ἀνδρὶ τοιούτω ἐξέδωκεν.
Ἔτι γοῦν τοῦ Τίτου ἐμπνέοντος ὁ Δομετιανὸς εἴς τε τὴν Ῥώμην ἀφίππευσε καὶ εἰς τὸ στρατόπεδον εἰσελήλυθε καὶ τὴν ἐπίκλησιν καὶ τὴν ἐξουσίαν τοῦ αὐτοκράτορος ἔλαβεν. ἦν ’δε θρασὺς καὶ ὀργίλος καὶ [*](3 Τούτου — 5 εὐηργέτησα omittunt Dionis Exc., similia tamen bahet Maximus Planudius apud Maium Script. vet. novae collect. vol. 2, p. 555.) [*](Cap. 19. Dionis Historiae Romanae 1. 66, c. 26 — l. 67 c. 18, ex quibus multa Ζonaras excerpsit quae apud Xiphiliuum et in eclogis constantinianis desiderantur: a Dione etiam Philostratum auctorem citatum fuisse credibile est. Eusehii Historiae ecclesiasticae l. 3, c. 14 — c. 21.)
Καὶ μετὰ ταῦτα εἰς Γαλατίαν ἐξορμήσας, καὶ λεηλατήσας τινὰ τῶν πέραν Ῥήνου τὸν ἐνσπόνδων, ὠγκοῦτο ὥς τι μέγα κατωρθωκὼς καὶ τοῖς στρατιώ- ταις ἐπηύξησε τὴν μισθοφοράν, τάχα διὰ τὴν νίκην. πέντε γὰρ καὶ ἑβδομήκοντα δραχμὰς ἑκάστου λαμβάνοντος, ἑκατὸν ἐκέλευσε δίδοσθαι. μεταμεληθεὶς δὲ τὴν μὲν ποσότητα οὐκ ἐμείωσε, τὸ δὲ πλῆθος τῶν στρατευομένων συνέστειλε. καὶ ἑκατέρωθεν μεγάλα τὸ δημόσιον ἔβλαψε, μήθ’ ἱκανοὺς τοὺς ἀμύνοντας αὐτῷ καὶ τούτους μεγαλομίσθους ποιήσας. καὶ C τοῖς θεραπεύουσι δὲ καὶ τοῖς μή, ἀμφοτέροις ὁμοίως ἤχθετο, τοῖς μὲν ὡς θωπεύουσι, τοῖς δὲ ὡς καταφρονοῦσι. νίκας δὲ ψευδεῖς προσποιούμενος, ὕπατος μὲν ἐπ’ ἔτη δέκα, τιμητὴς δὲ διὰ βίου κεχει- ροτόνητο.
Πολλοὶ δὲ τῶν ὑποτελῶν Ῥωμαίοις ἀφίσταντο, χρήματα βιαίως πρασσόμενοι, ὡς καὶ οἱ Νασαμῶνες.
Τοιαῦτα δὲ πράττων ἐπεβουλεύθη παρά τε Παρθενίου καὶ Σιγηροῦ τῶν προκοίτων αὐτοῦ καὶ Ἐντέλλου τοῦ τὰ τῆς ἀρχῆς βιβλία διέποντος καὶ
Καὶ πολλὰ δὲ σημεῖα ἐγένοντό οἶ οὐκ αἴσια. Λαργῖνος δέ τις Πρόκλος, ἐν Γερμανίᾳ προειπὼν ὅτι κατὰ τήνδε τὴν ἡμέραν τελευτήσει ὁ Δομετιανός, ἐπέμφθη διὰ τοῦτο συσχεθεὶς εἰς τὴν Ῥώμην· καὶ ἐρωτηθεὶς παρ’ αὐτοῦ ἔφη καὶ τότε οὕτω γενήσεσθαι. καταδικασθεὶς δὲ θανεῖν ἀνεβλήθη, ὅπως μετὰ τὴν ἡμέραν ἐν ᾗ ἔφη ἀποθανεῖσθαι μέλλειν τὸν Δομετιανὸν φονευθῇ· σφαγέντος δὲ τοῦ Δομετιανοῦ [*](D) κατ’ ἐκείνην, ἐσώθη. ἕτερος δέ τις εἰπὼν αὐτῷ ὁπότε καὶ ὅπως φθαρήσεται, ἠρωτήθη ὁποίῳ καὶ αὐτὸς τρόπῳ θανεῖται· καὶ φήσας ὡς ὑπὸ κυνῶν ἀναλωθήσεται, ζῶν κατεκρίθη καυθῆναι καὶ τῷ πυρὶ προσερρίφη. ὑετοῦ δὲ καταρραγέντος πολλοῦ ἡ μὲν πυρὰ ἐσβέσθη, ἐκεῖνον δὲ ὀπίσω τὼ χεῖρε δεδεμένον καὶ ἐπικείμενον αὐτῇ κύνες εὑρόντες διε- διεσπάραξαν.
Τῷ δὲ Δομετιανῷ τὸ μεσημβρινὸν ἀναπαυομένῳ τὸν Στέφανον ὡς τῶν ἄλλων ἐρρωμενέστερον εἰσέπεμψεν ὁ Παρθένιος. καὶ ἐπλήγη μὲν ὁ Δομετιανός, οὐ μὴν καιρίαν, ἀλλὰ καταβληθεὶς ὑπ’ αὐτοῦ ἔκειτο·
Ἔζησε δὲ Δομετιανὸς ἔτη πρὸς τέσσαρσι τεσσαράκοντα καὶ μῆνας δέκα καὶ ἡμέρας ἕξ καὶ εἴκοσιν, ἐμονάρχησε δὲ πεντεκαίδεκα καὶ ἡμέρας πέντε.
[*](B)Τῷ δὲ τετάρτῳ ἔτει τῆς αὐτοῦ βασιλείας ὁ τῆς Ἀλεξανδρέων ἐκκλησίας πρῶτος μετὰ Μάρκον τὸν ἀπόστολον ἀρχιερεὺς γεγονὼς ἐτελεύτησε, καὶ Ἀβίλιος αὐτὸν διεδέξατο, δεύτερος ἐπίσκοπος Ἀλεξανδρείας γενόμενος. τῷ δωδεκάτῳ δ’ ἔτει τῆς ἡγεμονίας αὐτοῦ τελευτήσαντος Ἀνεγκλήτου Κλήμης τὴν ἀρχιερωσύνην τῆς Ῥώμης παρέλαβε, τρίτος ταύτης χρηματίσας ἐπίσκοπος, κατὰ τὸν Εὐσέβιον.
Οὗτος ὁ ἔχθιστος αὐτοκράτωρ μετὰ Νέρωνα αὖθις τὸν κατὰ τῶν Χριστιανῶν διωγμὸν ἀνεκίνησε, τῆς ἐκείνου θεομαχίας διάδοχος γεγονός· ὃς καὶ τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν Ἰωάννην ἐν Πάτμῳ τῇ [*](C) νήσῳ διὰ τὸ κήρυγμα περιώρισε, καὶ τοὺς ἀπογόνους [*](Φιλόστρατος] De vita Apollonii Tyanei l. 8, c. 1. 24 Εὐσέβιον] Hist. eccl. l. 3, c. 15 et 21.)
Ὁ μὲν οὖν κάκιστος γεγονὼς βιαίως ἀπέρρηξε τὴν ζωήν, ὡς εἴθε καὶ πρὸ τῆς μοναρχίας, ἡ δ’ ἡγεμονία εἰς Νερούαν μετήνεκτο, ἄνδρα καὶ εὐγενέστατον καὶ ἐπιεικέστατον. οἱ γὰρ τῷ Δομετιανῷ ἐπιβουλεύοντες οὐ πρότερον ἔργου ἥψαντο πρὶν τὸν διαδεξόμενον τὴν αὐταρχίαν ἐβεβαιώσαντο. ἦλθον οὖν ἐπὶ τὸν Νερούαν· ὃς ἀστρολόγων ὅτι μοναρχή- [*](1 Εὐσέβιος] Hist. eccl. l. 3, c. 19. 20. Cap. 20. Dionis Historiae Romanae l. 67, c. 15 et l. 68, c. 1 — c. 4, quorum nonnulla Χiphilinus praetermisit. Iudidem fortasse petita sunt quae ex Philostrati Vitis sophistarum (II. 1, p. 547 548 ed. Οlear.) Ζοnaras attulit. Eusebii Historiae ecclesiasticae l. 3, c. 21 — c. 23.)
Τότε τοίνυν καὶ τὸν μέγαν ἀπόστολον Ἰωάννην ἀπὸ τῆς ἐν τῇ Πάτμῳ ὑπερορίας λόγος ἔχει ἐπανελθεῖν πρὸς τὴν Ἔφεσον.
Ἦν δὲ ὁ Νερούας φιλοδίκαιος καὶ χρημάτων οὐχ ὁ ἥττητο. ἐκείνου γὰρ μοναρχοῦντος Ἀττικὸς ὁ τοῦ σοφιστοῦ Ἡρώδου πατήρ, ὡς ὁ Φιλόστρατος ἐν τοῖς βίοις τῶν σοφιστῶν ἀνεγράψατο, θησαυροῦ τι εὗρεν ἐπὶ τῆς οἰκίας χρῆμα ἀμύθητον. καὶ φοβηθεὶς C ἔγραψε τῷ Νερούᾳ ὡς “θησαυρὸς ἐπὶ τῆς οἰκίας εὑρέθη μοι· τί οὖν κελεύεις περὶ αὐτοῦ;” καὶ ὃς ἀντέγραψεν “χρῶ τῷ εὑρήματι.” ὁ δ’ ἔτι εὐλαβηθεὶς ἔγραψεν αὖθις “ἀλλ’ ὑπὲρ ἐμὲ τυγχάνει τὸ εὑρεθέν.” καὶ ὁ αὐτοκράτωρ πρὸς τοῦτο “καὶ καταχρῶ” ἀντεπέστειλε.
[*](21 Φιλόστρατος] Vit. Soph. [II, 1, p. 547, 548 ed. Olear.)Τούτου βασιλεύοντος ὁ δεύτερος ἐπίσκοπος Ἀλεξανδρείας Ἀβίλιος μετήλλαξε τὴν ζωήν, καὶ Κέρδων τῆς ἐκεῖ ἐκκλησίας προέστη. τῆς δ’ ἐν Ἀντιοχείᾳ ἐκκλησίας Ἰγνάτιος τότε ὁ θεόφορος προίστατο, δεύτερος καὶ οὗτος ἐπίσκοπος ἐκεῖ μετὰ Εὐόδιον [*](D) γνωριζόμενος. ὁμοίως δὲ καὶ τῆς ἐν Ἱεροσολύμοις τῶν πιστῶν ἐκκλησίας Συμεὼν ἐξηγεῖτο, δεύτερος καὶ οὗτος μετὰ τὸν συγγενῆ Ἰάκωβον τὸν ἀδελφὸν τοὐ κυρίου λεγόμενον τὴν ἐπισκοπὴν λελογχώς.
Παρὰ τούτου τοῦ αὐτοκράτορος αἷ μονομαχίαι καὶ ἡ τούτων θέα ἀπηγορεύθησαν. ἔπραττε δὲ οὐδὲν γνώμης ἄτερ τῶν ἐξόχων τῶν τῆς βουλῆς. οὗτος ἐνομοθέτησε καὶ τὸ μή τινα τὰ παιδογόνα μόρια παρὰ Ῥωμαίοις ἐκτέμνεσθαι μήτε μὴν ἄγεσθαι πρὸς γάμον ἀδελφιδῆν. φωράσας δὲ τὸν Καλπούρνιον Κράσσον καὶ ἄλλους ἐπιβουλεύοντάς οἱ, ἔν τινι θέᾳ πλησίον αὐτοῦ καθίσας αὐτοὺς μήπω γνόντας ὅτι πεφώρανται, ξίφη αὐτοῖς ἐνεχείρισεν, ἵνα τάχα ἴδοιεν αὐτὰ εἰ εὖ ἐξείργασταί τε καὶ τέθηκται· τῇ δ’ ἀληθείᾳ, ἵνα γνοῖεν ὡς καταπεφρόνηταί οἱ ὁ θάνατος. ἔλεγε δὲ ὅτι “οὕτως ἦρξα ὥστε δύνασθαι καὶ τὴν ἀρχὴν ἀποθέσθαι καὶ ἀσφαλῶς ἰδιωτεῦσαι.” διὰ δὲ τρόπων χρηστότητα καὶ γῆρας βαθὺ καταφρονούμενος, ἀναβὰς εἰς τὸ Καπιτώλιον ἐξεβόησεν ‘ἀγαθῆ̣ τύχῃ τῆς τ’ ἑ βουλῆς καὶ τοῦ δήμου, Μάρκον Οὔλπιον Νερούαν Τραιανὸν εἰσποιοῦμαι.” εἶτα καὶ Καίσαρα ἀνεῖπεν αὐτόν, καὶ αὐτοχείρως ἐπέστειλε τῷ ἀνδρὶ τῆς Γερμανίας ἄρχοντι τότε