Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

φανῆναι. ἄξιον φανῆναι.

Τῷ μὲν οὖν Βρούτῳ ὃν εἴρηταί τρόπον ἐπέλιπε τὸ βιώσιμον, τῶν δὲ μετ’ αὐτοῦ γενομένων ἐπισήμων ἀνδρῶν οἱ μὲν πλείους ἑαυτοὺς αὐτίκα ἀπέκτειναν ἢ [*](P) ἁλόντες ἐφθάρησαν, οἶ δὲ λοιποὶ τότε διαφυγόντες ἐπὶ τὴν θάλασσαν μετὰ τοῦτο τῷ Σέξτῳ προσέθεντο.

Καὶ ὁ μὲν Βροῦτος καὶ ὁ Κάσσιος οὕτως ἀπώλοντο τοῖς ξίφεσι σφαγέντες οἷς τὸν Καίσαρα διεχρήσαντο, Καῖσαρ δὲ καὶ Ἀντώνιος αὐτίκα τὴν ἀρχὴν ἀνεδάσαντο· καὶ τῷ μὲν ἥ τε Ἰβηρία καὶ ἡ Νουμιδία προσεκεκλήρωτο, Ἀντωνίῳ δὲ ἡ Γαλατία τε καὶ ἡ Ἀφρική, συνθεμένοις, εἰ ἐπὶ τούτοις ἀγανακτοίη ὁ Λέπιδος, ἐκστῆναί οἷ τῆς Ἀφρικῆς. ταῦτα δὲ μόνα ἐδάσαντο, ὅτι Σαρδῶ μὲν καὶ Σικελίαν Σέξτος κατεῖχε, τὰ δ’ ἔξω τῆς Ἰταλίας ἐν ταραχῇ ἔτι ἦν. καὶ ἐπὶ τούτοις Ἀντώνιος μὲν εἰς τὴν Ἀσίαν, καταστήσων [*](C) τοὺς αὐτοῖς ἀντιπολεμήσαντας καὶ ἀργυρολοηήσων, ἀπῄει· Καῖσαρ δ’ εἰς τὴν Ἰταλίαν ὡρμήθη, τὸν Λέπιδον κωλύσων, ἄν τι παρακινῇ, καὶ τῷ Σέξτῳ ἀντιταξόμενος. νοσῶν δὲ καὶ διὰ τοῦτο βραδύτερον ἰὼν εἰς τὴν Ῥώμην ἀφίκετο, καὶ τὰ νενομισμένα ἐπὶ [*](Cap. 21. Dionis Hist. Rom. 1. 47, c. 49 — 1. 48, c. 20.)

400
τῇ νίκῃ τελέσας πρὸς τὴν τῶν πραγμάτων ἐτράπη διοίκησιν. ὁ γὰρ Λέπιδος φόβῳ καὶ νωθείᾳ ἡσύχασεν, ἡ δὲ τοῦ Ἀντωνίου γυνὴ Φουλβία καὶ ὁ Λούκιος Ἀντώνιος ὑπατεύων τῶν πραγμάτων ἀντελαμβάνοντο καὶ τῷ Καίσαρι διηνέχθησαν , ὥστε τὸν Καίσαρα τὴν τῆς Φουλβίας θυγατέρα πέμψαι αὐτῇ, τὴν ἐκ τῆς ἐπιγαμίας συγγένειαν λύσαντα.

Καὶ διὰ ταῦτα οὖν καὶ διὰ τὸν λιμόν, ὃς τότε [*](D)τοὺς Ῥωμαίους ἐπίεζεν, ὁ Καῖσαρ ἐν ἀμηχανίᾳ ἐγένετο. ἡ μὲν γὰρ κατὰ Σικελίαν θάλασσα ὑπὸ τοῦ ία Σέξτου κατείχετο , ὁ δ’ Ἰόνιος κόλπος ὑπὸ Δομιτίου Γναίου, ὃς τῶν μὲν σφαγέων τοῦ Καίσαρος ἢν, ἐκ δὲ τῆς ἐν Φιλίπποις μάχης διαφυγὼν ναυτικὸν συνεκρότησε, καὶ τοῦ τε κόλπου χρόνον τινὰ ἐκράτησε καὶ τὰ τῶν ἐναντίων ἔφθειρε. διὰ γοῦν τὸν λιμὸν τοῦτον καὶ δι’ αἰτίας ἑτέρας καὶ ἐστασίασαν πρὸς ἀλλήλους ὅ τε δῆμος καὶ τὸ στρατιωτικόν , καὶ εἰς μάχας ἡ στάσις περιέστη, ὥστε καὶ τιτρώσκεσθαι καὶ θνήσκειν ἐξ ἀμφοτέρων καὶ οἰκίας καταπρησθῆναι συχνάς. ἐντεῦθεν δείσας ὁ Καῖσαρ καταλλαγῆναι τῇ τε Φουλβίᾳ καὶ τῷ ὑπάτῳ τῷ Λουκίῳ ἠθέλησεν. ἐπεὶ δὲ διὰ πολλῶν ἄλλων καὶ τῶν ἐστρατευμένων πρεσβευσάμενος πρὸς αὐτοὺς οὐδὲν ἤνυεν, βουλευτὰς ἔστειλε, τάς τε συνθήκας τὰς πρὸς τὸν Ἀντώνιον αὐτῷ γενομένας ἐκφήνας σφίσι καὶ δικαστὰς τῶν διαφορῶν αὐτοὺς ποιήσας. ὡς δ’ οὐδὲν οὐδ’ οὗτοι πράξαι ἴσχυσαν, πρὸς τὸ στρατιωτικὸν αὖθις ἀπέκλινε. καὶ εἰς τὴν Ῥώμην οἶ στρατιῶται, ὡς καὶ τῷ δήμῳ καὶ τῇ βουλῇ κοινωσόμενοί τι, συνελθόντες, τούτων μὲν οὐκ ἐφρόντισαν , ἐς δὲ τὸ Καπιτώλιον ἀθροισθέντες τάς τε συνθήκας ἃς ὁ Ἀντώνιος καὶ ὁ Καῖσαρ ἔθεντο ἀναγνωσθῆναι σφίσιν ἐκέλευσαν

401
καὶ ἐκείνας τε ἐπεκύρωσαν καὶ περὶ ὧν διεφέροντο ἑαυτοὺς ἐκάθισαν δικαστάς. καὶ ἐπειδὴ ὁ μὲν Καῖσαρ ἕτοιμος δικασθῆναι κατὰ τὴν ὡρισμένην ἡμέραν ἐγένετο , ἡ Φουλβία δὲ καὶ ὁ ὕπατος οὐ παρῆν , ὡς ἀδικούντων ἐκείνων κατεψηφίσαντο, καὶ τὰ τοῦ Καίσαρος [*](P) ἐπρέσβευσαν. καὶ μάχη μεταξὺ αὐτῶν συγκεκρότητο, καθ’ ἣν ὑπερέσχεν ὁ Καῖσαρ, ὥστε πολλοὺς τῶν τε βουλευτῶν καὶ τῶν ἱππέων φθαρῆναι, καὶ τὸν ὕπατον ἁλῶναι τὸν Λούκιον, ἀπολυθῆναι δέ. ἡ δὲ Φουλβία πρὸς τὸν Ἀντώνιον μετὰ τῶν τέκνων ἀπέδρα.

Καῖσαρ δὲ τά τε ἐν τῇ Ἰταλίᾳ κατεργασάμενος καὶ τοῦ Ἰονίου κόλπου ἠλευθερωμένου, , ὁ γὰρ Δομίτιος ἀπογνοὺς ἀπέπλευσε πρὸς Ἀντώνιον, μαρεσκευάζετο ὡς πρὸς τὸν Σέξτον ὁρμήσων. διὰ δὲ τὴν δύναμιν αὐτοῦ, καὶ ὅτι τῷ Ἀντωνίῳ διὰ τῆς μητρὸς ἐκοινολογήσατο, ἔδεισε μὴ καὶ ἀμφοῖν ἅμα πολεμήσῃ · καὶ τόν Σέξτον προτιμήσας , ἅτε τοῦ Ἀντωνίου πιστότερόν τε καὶ ἰσχυρότερον, τήν τε μητέρα Μουκίαν αὐτῷ ἔπεμψε καὶ τὴν τοῦ πενθεροῦ αὐτοῦ [*](C) Λουκίου Σκριβωνίου Λίβωνος ἀδελφὴν ἔγημεν, εἴ πὼς ἐκ τῆς εὐεργεσίας καὶ τῆς συγγενείας φίλον αὐτὸν ποιήσαιτο. ὁ γὰρ Σέξτος τῆς ἀρχῆς ἧς εἶχεν ὑπὸ τοῦ Καίσαρος πρῴην παραλυθείς, τοῦ δὲ ναυτικοῦ ἀντεχόμενος , ἅτε μὴ τοῦ φόνου τοῦ Καίσαρος ἐκείνου μετεσχηκὼς ἤλπιζε καὶ καταχθήσεσθαι πρὸς τοῦ νέου Καίσαρος. ὡς δ’ ἔγνω καὶ ἐπ’ αὐτῷ τὸν ἐκείνου φόνον ἐπικεκηρυγμένον , ἀπέγνω καὶ πρὸς πόλεμον ἡτοιμάζετο, ναυπηγῶν τριήρεις καὶ τοὺς αὐτομολοῦντας δεχόμενος καὶ τοὺς καταποντιστὰς προσεταιριζόμενος. καὶ ἐν ὀλίγῳ ἐγένετο ἰσχυρὸς καὶ τῆς πρὸς τῇ Ἰταλίᾳ θαλάσσης ἐκράτησε. προχω-

402
[*](D) ρούντων δ’ αὐτῷ τῶν πραγμάτων ἐς Σικελίαν ἔπλευσε, καὶ ταύτην κατέσχε, καὶ στρατιώτας ἐκεῖθεν πλείους καὶ ναυτικὸν ἰσχυρότατον συνήγαγε. διὰ ταῦτά τε καὶ ἵνα μὴ τῷ Ἀντωνίῳ φιλιωθῇ, καταλλαγῆναί οἶ ὁ Καῖσαρ ἱμείρετο. διαμαρτὼν δὲ τούτου, ἐκείνῳ μὲν Μάρκον Ἀγρίππαν πολεμήσοντα ἔπεμψεν, αὐτὸς δ’ ἐς Γαλατίαν ἀπῆρε. μαθὼν οὖν ὁ Σέξτος ταῦτα ἐς τὴν Ἰταλίαν ἀνέπλευσε καὶ ἐνέμεινεν αὐτὴν ληιζόμενος. ὁ δὲ δὴ Καῖσαρ τὴν Γαλατίαν κατέσχε, τόν μέντοι Λέπιδον ἐς τὴν Ἀφρικὴν ἔπεμψεν, ἵν ὡς παρ’ αὐτοῦ ταύτην λαβών , καὶ οὐχὶ καὶ παρὰ τοῦ Ἀντωνίου, αὐτῷ μόνῳ τὴν χάριν ὁμολογῇ.

Ἀντώνιος δὲ Μάρκος εἰς τὴν Ἀσίαν ἐλθών , τὰ μὲν αὐτὸς περιιών, ἐς δέ τινα στέλλων ἑτέρους, τάς τε πόλεις ἠργυρολόγει καὶ τὰς δυναστείας ἐπίπρασκε. τῆς δέ γε Κλεοπάτρας ἐν Κιλικίᾳ ὀφθείσης αὐτῷ, ἔρωτι τῆς γυναικὸς οὐκέτ’ οὐδεμίαν φροντίδα τοῦ καλοῦ ἐποιήσατο , ἀλλὰ τῇ Αἰγυπτίᾳ ἐδούλευε· καὶ ἄλλα τε διὰ τοῦτο ἔπραξεν ἄτοπα καὶ τοὺς ἀδελφοὺς αὐτῆς ἀπέκτεινε · καὶ τέλος ἀπῆρεν εἰς Αἴγυπτον. ὅθεν οἶ Πάρθοι, καὶ πρὶν κινούμενοι, τότε δὴ καὶ μᾶλλον τοῖς Ῥωμαίοις ἐπέθεντο, τοῦ Λαβιηνοῦ πρὸς τοῦτο σφᾶς ἐρεθίσαντος ὃς τῷ Βρούτῳ μὲν καὶ τῷ Κασσίῳ συνεστρατεύετο , πεμφθεὶς δὲ παρ’ ἐκείνων [*](P) εἰς Πάρθους συμμαχίαν αἰτουμένων, ὡς τὴν ἐκείνων ἥτταν ἔγνω, κατέμεινε παρὰ τοῖς βαρβάροις, καὶ τότε τοῦ πολέμου τε ἡγεμὼν γενέσθαι ὑπέσχετο, καὶ πολλὰ μεταστήσειν τῶν ἐθνῶν ἐπηγγείλατο. ὅθεν καὶ δύναμιν πολλὴν πρὸς τοῦ τῶν Παρθῶν βασιλέως Ὀρώδου ἔλαβε, καὶ τῷ υἱῷ αὐτοῦ τῷ Πακόρῳ συνα- [*](Cap. 22. Dionis Historiae Romanae 1. 48, c. 24 —38. Plutarchi Antonius c. 32.)

403
πεστάλη. καὶ ὁ μὲν Πάκορος τὴν Συρίαν ἐχειρώσατο πλὴν Τυροῦ, καὶ εἰς Παλαιστίνην εἰσέβαλεν, ὁ δὲ Λαβιηνὸς τήν τε Κιλικίαν κατέσχε καὶ τῆς Ἀσίας τὰς ἠπειρώτιδας πόλεις.

Ἀντώνιος δὲ ἐπυνθάνετο μὲν καὶ ταῦτα, ὥσπερ δὴ καὶ τἄλλα τὰ ἐν τῇ Ἰταλίᾳ δρώμενα , ὑπὸ δὲ τοῦ ἔρωτος καὶ τῆς μέθης οὔτε τῶν πολιτῶν οὔτε τῶν [*](C) συμμάχων ἐφρόντιζε, τῇ Κλεοπάτρᾳ δὲ καὶ τοῖς Αἰγυπτίοις συνετρύφα , μέχρις οὗ παντελῶς κατελύθη. ὀψὲ δ’ οὖν ποτε ἐξαναστὰς ἔπλευσεν εἰς Τυρὸν · τὸν δὲ τοῦ Σέξτου προφασισάμενος πόλεμον ἀπέλιπεν αὐτούς , καὶ παρὰ τὴν ἤπειρον μέχρι τῆς Ἀσίας παρακομισθεὶς εἰς τὴν Ἑλλάδα διῆλθεν. ἔνθα τῇ τε μητρὶ καὶ τῇ γυναικὶ ἐντυχών, τόν τε Καίσαρα πολέμιον ἐποιήσατο καὶ τῷ Σέξτῳ ἐσπείσατο. εἶτα εἰς τὴν Ἰταλίαν περαιωθείς, τινὰ μὲν ταύτης κατέσχε, τινὰ δ' ἐπολιόρκει. καὶ ὁ Καῖσαρ τὰς δυνάμεις ἤθροιζε. συνερρωγότων οὖν αὐτῶν ἐς τὸν πόλεμον ἥ τε ἄλλη Ἰταλία ἐταράσσετο καὶ ἡ Ῥωμη δὲ μάλιστα. [*](D) ἐν τούτοις ἡ Φουλβία ἐν Σικυῶνι διάγουσα ἐτελεύτησεν. τησεν. ὡς δὲ τοῦτο ἠγγέλθη, τά τε ὅπλα κατέθεντο ἄμφω καὶ συνηλλάγησαν. καὶ Καῖσαρ μὲν Σαρδῶ τε καὶ Δαλματίαν τήν τε Ἰβηρίαν καὶ τὴν Γαλατίαν ἐκληρώσατο, Ἀντωνίῳ δὲ πάντα τὰ ἄλλα τὰ ὑπὲρ τὸν Ἰόνιον τά τε ἐν τῇ Εὐρώπῃ καὶ τὰ ἐν τῇ Ἀσίᾳ Ρωμαίοις ὄντα ἐπέλαχε· τὰ δ’ ἐν τῇ Λιβύῃ ἔθνη ὁ Λέπιδος καὶ τὴν Σικελίαν ὁ Σέξτος εἶχον.

Τὴν μὲν οὖν ἀρχὴν οὕτως αὖθις ἐδάσαντο, τὸν δὲ πρὸς τὸν Σέξτον πόλεμον ἐκοινώσαντο· καὶ ἐπὶ ταῖς καταλλαγαῖς εἱστίασαν ἀλλήλους ἐν τοῖς περὶ τὸ Βρεντέσιον στρατοπέδοις, Καῖσαρ μὲν ῥωμαϊκῶς τε καὶ στρατιωτικῶς , Ἀντώνιος δὲ ἀσιανῶς τε καὶ αἰ-

404
γυπτίως. κατηλλαγμένων δ’ αὐτῶν ὡς ἐδόκουν, περιστάντες τὸν Ἀντώνιον οἱ τότε συνόντες τῷ Καίσαρι ἀπῄτουν παρ’ αὐτοῦ τὰ χρήματα ἆ ἀπὸ τῆς μάχης τῆς ἐν Φιλίπποις ὑπέσχοντο σφίσι, δι’ ἃ καὶ ἐς τήν Ἀσίαν, ὅπως πλεῖστα ἀθροίσειεν, ἔσταλτο. κἄν ἐξειργάσαντό τι αὐτὸν μηδὲν διδόντα, εἰ μὴ σφάς ὁ Καῖσαρ κατέσχεν, ἐλπίσι μετεωρίσας αὐτούς. καὶ μετὰ τοῦτο τοῦ πρὸς τὸν Σέξτον πολέμου ἥπτοντο. λιμοῦ δὲ τοὺς ἐν τῇ‘ Ῥώμῃ τοῦ Σέξτου θαλασσοκρατοῦντος πιέζοντος, τελῶν τε πολλῶν καὶ παντοίων ἐπιτασσομένων αὐτοῖς, δεινῶς ἤσχαλλον, καὶ οὐκέθ’ ἡσύχαζον, ἀλλὰ παρεκάλουν σφὰς σπείσασθαι τῷ Σέξτῳ. [*](P) ὡς δ’ οὐκ ἔπειθον, πρὸς τὸν Σέξτον ἀπέκλιναν, καὶ τοὺς ἐν ταῖς ἀρχαῖς ὄντας λίθοις ἐξήλασαν ἐκ τῆς ἀγορᾶς, τάς τε τοῦ Καίσαρος καὶ τοῦ Ἀντωνίου εἰκόνας κατέβαλον, καὶ ἐπ’ αὐτοὺς ὡς ἀποκτενοῦντες σφᾶς ὥρμησαν. ὅθεν ἠναγκάσθησαν τῷ Σέξτῳ καὶ ἄκοντες ἐπικηρυκεύσασθαι. καὶ πρῶτον μὲν διὰ τῶν ἑταίρων αὐτῷ διειλέχθησαν, ἔπειτα καὶ αὐτοὶ ἐς λόγους ἦλθον. καὶ ἐσπείσαντο ἐπὶ συνθήκαις, ὥστε τοὺς αὐτομολήσαντας τῶν δούλων ἐλευθέρους εἶναι, καὶ τοὺς ἐκπεσόντας πλὴν τῶν σφαγέων κατελθεῖν, καί τισιν αὐτῶν δημαρχίας τε καὶ στρατηγίας καὶ ἱερωσύνας εὐθὺς δοθῆναι, αὐτὸν δὲ τὸν Σέξτον ὕπατόν [*](C) τε αἱρεθῆναι καὶ οἰωνιστὴν ἀποδειχθῆναι κἀκ τῆς πατρῴας οὐσίας χιλίας πεντακοσίας πεντήκοντα μυριάδας δραχμῶν κομίσασθαι, καὶ Σικελίας καὶ Σαρδοῦς τῆς τε Ἀχαΐας ἐπὶ πέντε ἔτη ἄρξαι, μὴ αὐτομόλους δεχόμενον, μὴ ναῦς ἐπικτώμενον, μή τινα ἐν τῆ Ἰταλίᾳ ἔχοντα φρούρια, ἀλλὰ τήν τε εἰρήνην τὴν ἐν τῇ θαλάσσῃ αὐτῇ πρυτανεύοντα καὶ σῖτον τοῖς ἐν τῇ πόλει τακτὸν πέμποντα.

405

Τὰς γοῦν συνθήκας ταύτας συγγραψάμενοι, καὶ τὰ γραμματεῖα ταῖς ἱερείαις ταῖς ἀειπαρθένοις παραθέμενοι, δεξιάς τε σφίσιν ἔδοσαν καὶ ἀλλήλους ἐφίλησαν· καὶ ἐπὶ τούτοις ἄπλετος ἠγέρθη βοὴ κἀκ τῆς ἠπείρου κἀκ τῶν νεῶν, ὥστε καὶ τὰ ὄρη συνηχῆσαι. [*](D) μετὰ ταῦτα μέντοι οἵ τε ἄλλοι ὑπεδέχοντο ἀλλήλους καὶ ἀνθειστίων καὶ αὐτοὶ ἐκεῖνοι, πρότερος μὲν ὁ Σέξτος ἐν τῇ νηί, ἔπειτα καὶ ὁ Καῖσαρ ὅ τε Ἀντώνιος ἐν τῇ ἠπείρῳ. δυνηθεὶς δὲ ὁ Σέξτος ἄμφω σὺν ὀλίγοις ἐν τῷ σκάφει ὄντας κτανεῖν, ὡς καὶ ὁ ἐξελεύθερος αὐτῷ Μηνᾶς συνεβούλευσε, τεμεῖν εἰπὼν εἰ βούλοιτο τὸ πρυμνήσιον καὶ ἀποπλεῦσαι, οὐκ ἠθέλησεν, ἀλλὰ καὶ τὴν θυγατέρα Μάρκῳ Μαρκέλλῳ τό τοῦ Καίσαρος ἀδελφιδῷ ἐνηγγύησε.

Καὶ οὗτος μὲν ὁ πόλεμος ἀνεβέβλητο· ἐς τὴν Ἑλλάδα δὲ ὁ Ἀντώνιος ἀπὸ τῆς Ἰταλίας ἐπανελθὼν ἐπὶ πλεῖστον ἐν ταύτῃ διέτριψε, τάς τε ἐπιθυμίας ἀποπιμπλὰς καὶ τὰς πόλεις κακῶν, ὡς ἀσθενέσταται τῷ Σέξτῳ παραδοθῶσι, καὶ ἄλλα δὲ πολλὰ ἐξεδιῃτήθη παρὰ τὰ πάτρια, καὶ Διόνυσον νέον ἑαυτὸν ἐκάλει καὶ παρὰ τῶν ἄλλων ὀνομάζεσθαι ἤθελε. καὶ τῶν Ἀθηναίων διὰ ταῦτα τὴν Ἀθηνᾶν αὐτῷ κατεγγυμένων, δέχεσθαί τε τὸν γάμον ἔφη καὶ προῖκα μυριάδας ἑκατὸν ἐπράξατο παρ’ αὐτῶν.

Κἀκεῖνος μὲν περὶ ταῦτα εἶχε, τὸν δὲ Βεντίδιον τὸν Πούπλιον εἰς τὴν Ἀσίαν προέπεμψεν. ὃς τῷ Λαβιηνῷ συμμίξας μετά τε τῶν περὶ αὐτὸν Ῥωμαίων καὶ τῶν Παρθῶν παραταξαμένῳ τρέπεται τούτους· καὶ πολλοὶ μὲν τῶν Παρθῶν [*](P) παρὰ τόν πολεμίων ἐσφάγησαν, πλείους δὲ ὑπ’ [*](Cap. 23. Dionis Historiae Romanae 1. 48 c. 3952.)

406
ἀλλήλων ἐφθάρησαν ἐν τῇ φυγῇ συμπατούμενοι, οἵ τε περιλειφθέντες εἰς Κιλικίαν ἔφυγον. ὁ Λαβιηνὸς δὲ αὖθις ἡτοιμάζετο ἥξειν ἐς χεῖρας αὐτῷ. οἱ δὲ στρατιῶται ἀθυμοῦντες διὰ τὴν τῶν βαρβάρων φυγήν, ἀποδρᾶναι νυκτὸς ἐπεχείρησαν. καὶ τοῦτο ἐξ αὐτομόλου προγνοὺς ὁ Βεντίδιος, πολλοὺς μὲν ἐν τῇ ἀποχωρήσει λοχήσας ἀπέκτεινε, τοὺς δὲ λοιποὺς εἰς ἑαυτὸν ἐπεσπάσατο. ἐκεῖνος δὲ τότε μὲν διέφυγεν, ὕστερον δὲ ὑπὸ Δημητρίου ἑάλω, ὃς τοῦ προτέρου [*](C) Καίσαρος ἐξελεύθερος ὤν, τότε παρὰ τοῦ Ἀντωνίου εἰς Κύπρον ἀπέσταλτο. Βεντίδιος δὲ τὴν Κιλικίαν ἐκομίσατο καὶ Σίλωνα μεθ’ ἱππέων εἰς τὸν Ἀμανὸν προέπεμψεν, ὄρος δὲ τοῦτό ἐστιν ἐν μεθορίοις Κιλικίας καὶ Συρίας κείμενον, κομιδῇ στενὴν ἔχον τὴν δίοδον· ἔνθα καὶ ἐκινδύνευσεν ἂν ὑπὸ τῶν παρὰ τοῦ Πακόρου τεταγμένων φυλάττειν αὐτό, εἰ μὴ κατὰ τύχην ὁ Βεντίδιος μαχομένῳ αὐτῷ ἐπιστὰς ἐβοήθησε. καὶ οὕτω τήν τε Συρίαν, πλὴν τῶν Ἀραδίων, παρέλαβεν, εἶτα καὶ τὴν Παλαιστίνην κατέσχεν. Ἀππίου δὲ Κλαυδίου καὶ Γαίου Νωρβανοῦ ὑπατευόντων τὸ πλῆθος πρὸς τοὺς τελώνας βαρυνόμενον ταῖς εἰσπράξεσιν ἐστασίασε, κἀκείνοις καὶ τοῖς ὐπηρέταις τοῖς τε στρατιώταις τοῖς συνεισπράττουσι σφίσι τὰ χρήματα ἐς χεῖρας ἤ̣εσαν.

[*](D)

Ὁ δὲ Καῖσαρ τὴν Λιβίαν ἔγημεν. ἦν δὲ θυγάτηρ μὲν Λιβίου Δρούσου, ὃς ἑαυτὸν μετὰ τὴν ἐν Μακεδονίᾳ ἧτταν διεχειρίσατο, γυνὴ δὲ τοῦ Νέρωνος, καὶ ἔγκυος ἦν ἐξ ἐκείνου μῆνα ἔικτον. διστάζοντος δὲ διὰ τοῦτο τοῦ Καίσαρος ἀγαγέσθαι αὐτὴν ἐν γαστρὶ ἔχουσαν, οἶ ἱερεῖς οἱ ποντίφικες, εἰ μὴ ἀνόσιον εἴη τοῦτο, ἐρωτηθέντες εἶπον ὡς εἰ μὲν ἐν ἀμφιβόλῳ τὸ κύημα ἦν, ὑπερτεθῆναι τὸν γάμον

407
ἐχρῆν, ὁμολογουμένου δὲ αὐτοῦ οὐ ’δεν κωλύει αὐτὸν γενέσθαι, τάχα μὲν οὕτως καὶ ἐν τοῖς πατρίοις τοῦτο εὑρόντες, εἰ δὲ καὶ μὴ εὗρον, οὕτως αὐτὸ εἰπόντες διὰ τὸν Καίσαρα. ἐξέδωκε δὲ αὐτὴν αὐτός ὁ ἀνὴρ ὥσπερ τις πατήρ. συνοικοῦσα δὲ ἤδη ἡ γυνὴ τῷ Καίσαρι τίκτει Κλαύδιον Δροῦσον Νέρωνα, καὶ αὐτὸν ὁ Καῖσαρ τῷ πατρὶ ἔπεμψεν· ὃς τελευτῶν πολλῷ ὕστερον τούτῳ τε καὶ τῷ Τιβερίῳ ἐπίτροπον αὐτὸν τὸν Καίσαρα καταλέλοιπεν.

Ἐν δὲ τούτῳ ὁ Καῖσάρ τε καὶ ὁ Σέξτος ἐπολέμησαν· οὐ γὰρ ἐθελονταί, ἀλλ’ ἀναγκαστοὶ τὴν ὁμολογίαν πεποιημένοι οὐδ’ ἐνέμειναν ταύτῃ. ἔμελλον μὲν γάρ, εἰ καὶ μὴ σκῆψις αὐτοῖς ἐγένετο, μαχέσασθαι. τέως δ’ οὖν καί τινες αὐτοῖς αἰτίαι λαβὰς τῆς μάχης δεδώκασι. Μηνᾶς γὰρ ἐξελεύθερος ὢν τοῦ Σέξτου καὶ ἐν τῇ Σαρδοῖ τῇ νήσῳ τυγχάνων ὑπωπτεύθη δι’ ἄλλα τε καὶ ὅτι τῷ Καίσαρι ἐκεκοινολόγητο, καὶ μεταπεμφθεὶς ὑπὸ Σέξτου ὡς λόγους δώσων περὶ ὧν διῳκήκει, τοὺς μὲν πεμφθέντας ἀπέκτεινε, τὴν δὲ νῆσον τῷ Καίσαρι καὶ τὸ ναυτικόν καὶ τὸ λοιπὸν στράτευμα καὶ ἑαυτὸν παραδέδωκεν. ὁ δὲ αὐτὸν μεγάλως τετίμηκε· δακτυλίοις τε γὰρ [*](P) χρυσοῖς ἐκόσμησε καὶ τοῖς ἱππεῦσι συγκατηρίθμησε. τὸ δὲ τῶν δακτυλίων τοιοῦτόν ἐστιν. οὐδενὶ τῶν πάλαι Ῥωμαίων, οὐχ ὅτι τῶν ἀπελευθέρων, ἀλλ’ οὐδὲ τῶν ἐλευθέρων, πλὴν τῶν βουλευτῶν καὶ ἱππέων, δακτυλίοις χρυσοῖς κεχρῆσθαι ἐξῆν, εἰ μὴ ὁ τὸ κράτος ἔχων τοῦτο ἐπέτρεψε. τοῦτον οὖν τοῦ Σέξτου ἐκδοθῆναί οἶ αἰτήσαντος ὁ Καῖσαρ οὐκ ἐξέδωκεν, ἀντεγκαλῶν τῷ Σέξτῳ τὸ τοὺς αὐτομόλους τε ὑποδέχεσθαι τριήρεις τε ναυπηγεῖν παρὰ τὰ συγκείμενα καὶ ἕτερ’ ἄττα. ὁ δὲ δὴ Σέξτος διά τε

408
τὸν Μηνᾶν καὶ δι’ ἄλλα τὸν Καίσαρα αἰτιώμενος, πέμψας πολλὰ τῆς Καμπανίας ἐπόρθησε. καὶ ὁ Καῖσαρ [*](C) τοῦτο μαθὼν τόν τε Λέπιδον καὶ τὸν Ἀντώνιον μετεπέμψατο. καὶ ὁ μὲν Λέπιδος οὐκ εὐθὺς ὑπήκουσεν, Ἀντώνιος δὲ ἦλθε μὲν ἐκ τῆς Ἑλλάδος εἰς τὸ Βρεντέσιον, πρὶν δὲ τῷ Καίσαρι συνελθεῖν, δείσας ὅτι λύκος εἰς τὸ στρατήγιον αὐτοῦ εἰσῆλθε καὶ στρατιώτας ἔφθειρεν, εἰς τὴν Ἑλλάδα πάλιν ἀνέπλευσε, προφασισάμενος τὰ τῶν Παρθῶν ὡς κατεπείυοντα.

Ὁ δὲ Σέξτος προθυμότερον εἴχετο τῶν πραγμάτων, καὶ τῇ Ἰταλίᾳ ἐπέπλει, καὶ πολλὰ μὲν ἐκάκου, οὐ μείω δὲ καὶ ἀντέπασχε. καὶ ναυμαχιῶν δὲ γεγονυιῶν οἱ τοῦ Σέξτου μᾶλλον ἐκράτουν, πολλῶν μὲν νηῶν τοῦ Καίσαρος καὶ ἐν ταῖς ναυμαχίαις φθαρεισῶν, πολλῶν δὲ καὶ ὑπὸ βιαίων πνευμάτων κινδυνευσασῶν, ὥστε τὸν Καίσαρα βουλόμενον εἰς Σικελίαν [*](D) ἐμβαλεῖν τοῦτο μὲν ἀπογνῶναι, τῆς δὲ παραθαλασσίας ἠπείρου τὴν φυλακὴν ποιεῖσθαι ἀγαπητῶς. ὁ Σέξτος δ’ ἔτι μᾶλλον ἤρθη, καὶ αὐτὸς μὲν τὴν Ἰταλίαν ἐκάκου, εἰς δὲ τὴν Λιβύην τὸν Ἀπολλοφάνη ἀπέστειλε. Καῖσαρ μέντοι πλοῖά τε πολλὰ ἐναυπήγει καὶ ἐρέτας παρά τε τῶν βουλευτῶν καὶ τῶν ἰππέων καὶ τῶν δημοτῶν συνέλεγεν, ὁπλίτας τε κατελέγετο καὶ χρήματα πανταχόθεν συνήθροιζε· καὶ αὐτὸς μὲν τά τε ἐν τῇ Ἰταλίᾳ καὶ τὰ ἐν τῇ Γαλατίᾳ διέταττε, τῷ δ’ Ἀγρίππᾳ τὴν τοῦ ναυτικοῦ παρασκευὴν ἐγχειρίσας ἐκπονῆσαι καὶ ἐξασκῆσαι τοῦτο ἐκέλευσε. καὶ ὃς τάς τε ναῦς καὶ τοὺς ἐρέτας ἥθροισε, καὶ τὰς μὲν κατέφραττε, τοὺς δ’ ἐπ’ ἰκρίων ἐρέττειν ἤσκει.

Οἱ δ’ ἐν τῇ Ῥώμῃ ἐταράττοντο μὲν καὶ ταῖς τῶν

409
ἀρχόντων πρὸς ἀλλήλους στάσεσιν, ἔθραττον δὲ αὐτοὺς καὶ σημεῖα ἄλλα τε καὶ ὅτι λευκὴν ὄρνιν κλώνιον δάφνης ἐγκάρπου φέρουσαν ἀετὸς ἁρπάσας εἰς τὸν κόλπον τῆς Λιβίας ἐνέβαλεν· ὃ οὐ μικρὸν σημεῖον ἐδόκει. ἡ δὲ τῆς τε ὄρνιθος ἐπεμελήθη καὶ τὴν δάφνην ἐφύτευσε, καὶ ἡ μὲν ῥιζωθεῖσα ηὔξησεν, ἡ δὲ Λιβία ἐγκολπώσασθαι τὴν τοῦ Καίσαρος ἰσχὺν καὶ ἐν πᾶσιν αὐτοῦ κρατήσειν ἔμελλεν.

Ἐν δὲ τούτῳ τῷ χρόνῳ ἦλθε μὲν ὁ Ἀντώνιος ἐκ τῆς Συρίας εἰς Ἰταλίαν, ὡς τῷ Καίσαρι διὰ τὰ συμβεβηκότα αὐτῷ τοῦ πρὸς τὸν Σέξτον μεθέξων πολεμου, οὐ μέντοι παρέμεινεν, ἀλλὰ ναῦς δοὺς αὐτῷ καὶ ἑτέρας πέμψειν ἐπαγγειλάμενος ὁπλίτας ἀντείληφεν, [*](P) αὐτὸς δὲ ὡς ἐπὶ Πάρθους στρατεύσων ἀπῆρε. πρὶν δὲ ἀπιέναι αὐτόν ᾐτιάσαντο ἀλλήλους· εἶτα καὶ διηλλάγησαν, τῆς Ὀκταβίας τὰς διαλλαγὰς πραττούσης. ἡ δὲ Ὀκταβία τοῦ Καίσαρος ἦν ἀδελφή, ἣ μετὰ θάνατον τῆς Φουλβίας τῷ Ἀντωνίῳ συνήφθη παρὰ τοῦ ἀδελφοῦ, τοῦ ἀνδρὸς αὐτῆς ᾧ συνῴκει πρότερον τελευτήσαντος. καὶ ἐπειδὴ οὔπω παρῆκεν ὁ πένθιμος χρόνος, ψήφῳ τῆς συγκλήτου ἐλύθη τὸ ἐπιτίμιον. καὶ τότε δέ, ἔνα πλείων αὐτοῖς ἐκ συγγενείας σύνδεσμος γένοιτο, Ἀντύλλῳ τῷ τοῦ Ἀντωνίου υἱεῖ τὴν θυγατέρα ὁ Καῖσαρ τὴν ἑαυτοῦ κατηγγύησεν. ἐπλάττοντο δὲ ταῦτα καὶ ὑπεκρίνοντο διὰ τὰ [*](C) τότε σφίσιν ὑπάρχοντα πράγματα. τὸν δὲ Σέξτον τῆς τε ἱερωσύνης ἔπαυσαν καὶ τῆς ὑπατείας, ἑαυτοῖς δὲ τὴν ἡγεμονίαν εἰς ἄλλην πενταετίαν ἐπέτρεψαν· ἡ γὰρ προτέρα ἤδη ἐξεμετρήθη.

[*](Cap. 24. Dionis Histriae Romanae 1. 48 c. 54 — 1. 49, c. 7.)
410

Καὶ Ἀντώνιος μὲν εἰς Συρίαν ἠπείγετο, Καῖσαρ δὲ εἰς τὸν πρὸς Σέξτον πόλεμον ἡτοιμάζετο. ὁ δὲ Μηνὰς πρὸς τὸν Σέξτον αὖθις ἀπηυτομόλησεν, ἄπιστος ὢν καὶ θεραπεύων ἀεὶ τὰ τοῦ κρείττονος. Καῖσαρ δὲ τοῦ ἔαρος ἐπιστάντος ὥρμησε κατὰ τῆς Σικελίας, περισχεῖν ἐλπίσας τῷ στόλῳ αὐτήν, καὶ τῷ τε πλήθει τεθαρρηκὼς τῶν σκαφῶν καὶ τῷ μεγέθει καὶ τοῖς πύργοις οἷς ἔφερον, ἕν ἐξ αὐτῶν ὡς ἀπὸ τείχους [*](D) ἐξ ὑπερδεξίων ἀνταγωνίζωνται. ἀπιόντι δὲ χειμὼν συνέβη βαρύτατος καὶ πολλὰς ναῦς ἔφθειρε, καὶ ὁ Μηνὰς ταῖς λοιπαῖς τεταραγμέναις ἐπενεχθεὶς συχνὰς μὲν ἔκαυσε, τὰς δ’ ἀνεδήσατο. εἰ δὲ μὴ αὐθις τῷ Καίσαρι προσεχώρησε καὶ τὸ ναυτικὸν οὗ ἦρχε προέδωκεν, εἰς κενὸν ἂν καὶ τότε τῷ Καίσαρι ὁ ἐπίπλους ἐγένετο. ηὐτομόλησε δ’ ὁ Μηνὰς πρὸς ἅπαν παρὰ τοῦ Σέξτου ὑποπτευόμενος· ἀλλ’ οὐδ’ ὁ Καῖσαρ ἔτι αὐτῷ ἐπίστευεν. ἐπεὶ δὲ τόν στόλον ὁ Καῖσαρ αὖθις ἀνεκτήσατο, εἰς τὴν ἤπειρον ἀνεκομίσθη, ὡς τὸ πεζὸν τοῦ στρατεύματος εἰς τὴν Σικελίαν, ὅτε καιρός, περαιώσων. ὁ δὲ Σέξτος ἐν Μεσσήνῃ τὸν αὐτοῦ διάπλουν ἐτήρει. τῷ δ’ Ἀγρίππᾳ εἰς Λιπάραν σὺν ταῖς ναυσὶ καταλειφθέντι παρὰ τοῦ Καίσαρος Δημόχαριν ἀνθορμεῖν ἐν Μυλαῖς ἐκέλευσε. καὶ διέτριψαν ἐκεῖσε χρόνον ὑπόσυχνον, τέλος δὲ ὁ. Ἀγρίππας σὺν ταῖς ἀρίσταις τῶν νεῶν ἐπὶ κατασκοπὴν τῶν ἐναντίων ἀπελήλυθε. καὶ ὡς οὔτε πάντας κατεῖδεν οὔτ’ ἀναχθῆναί τις ἠθέλησεν, ἐπανῆλθε, καὶ παρεσκευάζετο ὡς πολεμήσων τῇ ἐπιούσῃ. τὰ δ αὐτὰ καὶ τῷ Δημοχάρει συμβέβηκε, καὶ ἡτοιμάζετο κἀκεῖνος ὡς τοῖς πολεμίοις ἐπελευσόμενος, καὶ τὸν Σέξτον δὲ μετεπέμψατο. ἡμέρα τε ἤδη ὑπέλαμπε καὶ ἄμφω τὰ ναυτικὰ ἐπ’ ἄλληλα ἔπλεον καὶ τῆς

411
ναυμαχίας ἀπήρξαντο. καὶ ἐπὶ πλεῖστον μὲν ἀγχωμάλως [*](P) ἠγωνίσαντο, ὀψὲ δ’ οὑν ποτε καὶ πρὸς νύκτα ἤδη οἱ τοῦ Καίσαρος ἐκράτησαν, οὐ μέντοι καὶ ἐπεδίωξαν.

Καῖσαρ δὲ τοῦ Σέξτου ἐκ τῆς Μεσσήνης διὰ τὴν ναυμαχίαν ἀπάραντος ἀκινδύνως ἐπεραιώθη πρὸς Ταυρομένιον. ἤδη δὲ τῆς ναυμαχίας παυθείσης σπουδῇ πρὸς τὴν Μεσσήνην ὁ Σέξτος ἀφίκετο, καὶ μαθὼν περαιωθέντα τὸν Καίσαρα, προσέμιξεν αὐτῷ κατὰ γῆν. καὶ ὁ Καῖσαρ τοῦ τε ναυτικοῦ τό πλεῖον ἀπέβαλε καὶ αὐτὸς ὀλίγου προσδιεφθάρη· τέως δ’ οὖν εἰς τὴν ἤπειρον διασέσωστο. ἤχθετο δὲ τοῦ στρατεύματος ἐν τῇ νήσῳ ἀπειλημμένου, καὶ οὐ πρὶν ἀνεθάρσησεν ἴως ἰχθὺς ἀναθορὼν ἐκ τῆς θαλάσσης αὐτόματος πρὸς τοὺς πόδας αὐτοῦ ἔπεσε· [*](C) τοῦτο γὰρ οἶ μάντεις δηλοῦν ἐξηγήσαντο ὅτι δουλώσεται τὴν θάλασσαν. ἡ δὲ τοῦ Καίσαρος στρατιὰ ἐπολιορκεῖτο, καὶ ἐπεὶ τὰ ἐπιτήδεια ἐπέλιπον σφᾶς καὶ ὁ βοηθήσων οὐκ ἦν, ὁ ταύτης ἄρχων Κορνουφίκιος τά τε σκάφη ὅσα ἐκ τῆς ναυμαχίας περισέσωστο ἔκαυσε καὶ αὐτὸς πρὸς τὰς Μυλὰς ἀπῆγε τὴν στρατιάν. καὶ πολλὰ ἐκακώθησαν παρὰ τῶν ἐναντίων ἐφεπομένων αὐτοῖς ἔν τε τῇ ἄλλῃ πορείᾳ καὶ μᾶλλον ἐν ταῖς τῶν ποταμῶν διαβάσεσι. καὶ ἐπὶ τρεῖς ἡμέρας ἔπασχον οὕτως, τῇ δέ γε τελευταίᾳ πάντῃ αὐτοὺς ἐκάκωσαν, προσγενομένου αὐτοῖς καὶ τοῦ Σέξτου. καὶ πάντες ἂν διεφθάρησαν, εἰ μὴ σφῶν καὶ ἄκοντες ἀπέσχοντο οἱ πολέμιοι. ὁ γὰρ Ἀγρίππας νικήσας τὴν ναυμαχίαν ἐς Σικελίαν ἐπεραιώθη καὶ [*](D) σῖτόν τε τῷ στρατῷ καὶ βοήθειαν ἔπεμψε. καὶ ὁ Σέξτος αὐτὸν τὸν Ἀγρίππαν ἥξειν ἐκεῖ προσδοκήσας καὶ φοβηθείς, σπουδῇ ἀνεχώρησεν, ὥστε σκεύη τινὰ

412
καὶ ἐπιτήδεια καταλεῖψαι ἐν τῷ ἐρύματι, ἐξ ὧν τραφέντες οἶ περὶ τὸν Κορνουφίκιον πρὸς τὸν Ἀγρίππαν ἀπῄεσαν· οὓς ὁ Καῖσαρ ἐπαίνοις καὶ δωρεαῖς ἀνεκτήσατο.

Μετὰ τοῦτο δ’ ἐς τὴν Σικελίαν ἐλθόντι τῷ Καίσαρι περὶ τὸ Ἀρτεμίσιον ὁ Σέξτος ἀντεστρατοπεδεύσατο. ἀντικαθημένων δ’ ἀλλήλοις καὶ ἀκροβολιζομένων τῷ μὲν Σέξτῳ ὁ Γάλλος, τῷ δὲ Καίσαρι ὁ Λέπιδος σὺν ταῖς δυνάμεσι προσήνωντο. καὶ ὁ μὲν Γάλλος ἐπέρρωσε τὸν Σέξτον, ὁ δὲ Λέπιδος διηνέχθη τῷ Καίσαρι, αὐτὸς μὲν ἐκ τοῦ ἴσου συνδιοικεῖν αὐτῷ τὰ πάντα βουλόμενος, ἐκείνου δὲ ὡς ὑποστρατήγῳ αὐτῷ χρωμένου ἐν ἅπασι. διὸ καὶ πρὸς τὸν Σέξτον ἀπέκλινε, καὶ ἐκοινολογεῖτο δι’ ἀπορρήτων αὐτῷ. ὃ ὑπονοήσας ὁ Καῖσαρ ἔσπευσε πρὶν νεοχμωθῆναί τι διὰ μάχης τῷ Σέξτῳ χωρήσαι. καὶ ναυμαχίας τε κατὰ θάλασσαν συρραγείσης, καὶ κατὰ γῆν τῶν πεζῶν ἀμφοῖν παρατεταγμένων, ἐπὶ πολὺ μὲν τῆς ναυμαχίας γινομένης ἰσορρόπου τε καὶ ἰσοπαλοῦς τὰ πεζὰ καὶ ἄμφω στρατεύματα ἐθεῶντο καὶ ἠγωνίων· ἐπεὶ δ’ οἶ τοῦ Σέξτου ἐτράποντο, οἱ μὲν ἐπαιάνισαν, οἶ δ’ ὠλοφύροντο. καὶ οἱ μὲν τοὐ Σέξτου πεζοὶ πρὸς [*](P) τὴν Μεσσήνην ἐχώρουν ἄτε καὶ αὐτοὶ συνηττηθέντες τῷ ναυτικῷ, ὁ δὲ Καῖσαρ τοὺς ἐκπίπτοντας τῶν ἡττωμένων εἰς τὴν γῆν ἐξεδέχετο καὶ τῶν σκαφῶν ὅσα προσώκειλον ἐνεπίμπρα. κἀν τούτῳ ὁ μὲν Δημόχαρις ἑαυτὸν ἀπέσφαξεν, ὁ δ’ Ἀπολλόδωρος τῷ Καίσαρι προσεχώρησε. τοῦτο δὲ ἄλλοι τε καὶ ὁ Γάλλος καὶ οἱ ἱππεῖς οἶ σὺν αὐτῶ πάντες καί τινες τῶν πεζῶν πεποιήκασιν.

[*](Cap. 25. Dionis Historiae Romanae 1. 49, c. 8—18.)
413

Ὁ Σέξτος δ’ ἐντεῦθεν ἀπογνοὺς καὶ τὴν θυγατέρα καὶ ἄλλους παραλαβὼν τά τε χρήματα καὶ τῶν ἄλλων τὰ τιμιώτερα εἰς τὰς ναῦς τὰς κρείττους τῶν σωθεισῶν ἐνθέμενος ἀπῆρε νυκτός· οὐδ’ ἐπεδίωξέ τις αὐτόν, ὅτι τε λάθρᾳ ἐξέπλευσε καὶ ὁ Καῖσαρ ἐν μεγάλῃ γέγονε ταραχῇ. ὁ γὰρ Λέπιδος τῇ Μεσσήνῃ [*](C) ἐπελθὼν καὶ εἰσδεχθεὶς εἰς αὐτὴν τὰ μὲν ἐνεπίμπρα, τὰ δ’ ἥρπαζεν· εἶτα φοβηθεὶς ἐπελθόντα τὸν Καίσαρα, ἐπὶ λόφον καρτερὸν στρατοπεδευσάμενος, πάντα τε ὅσα ἐλαττοῦσθαι ἐνόμιζεν ἐπενεκάλει αὐτῷ, καὶ ἀπῄτει ὅσα αὐτῷ κατὰ τὴν πρώτην συνωμοσίαν ἐδέδοτο, καὶ τῆς Σικελίας ἀντεποιεῖτο ὡς αὐτὴν καταστρεψάμενος, καὶ ταῦτα πέμπων τινὰς ὡμίλει τῷ Καίσαρι, ἔχων ἅς τ’ ἐκ τῆς Λιβύης ἐπῆκτο δυνάμεις καὶ τοὺς ἐγκαταλειφθέντας ἐν τῇ Μεσσήνῃ πάντας. ὁ δὲ Καῖσαρ τοῖς ὅπλοις θαρρῶν εὐθὺς ἐπ’ αὐτὸν [*](D) μετ’ ὀλίγων τινῶν ὥρμησε. δόξας δὲ διὰ τὴν τῶν συνεπομένων ὀλιγανδρίαν εἰρηνικόν τι πράξειν, ἐς τὸ στρατόπεδον εἰσεδέχθη. ὡς δ’ οὐδὲν πρὸς τὴν καταλλαγὴν ἔλεγε, παρωξύνθησαν οἱ τοῦ Δεπίδου καί τινας τῶν ἐκείνου ἀπέκτειναν, αὐτὸς δὲ βοηθείας τυχών ἐσώθη. καὶ μετὰ τοῦτο αὖθις ἐπῆλθεν αὐτοῖς σὺν παντὶ τῷ στρατῷ καὶ ἐπολιόρκει κατακλείσας σφᾶς εἰς τὸ τάφρευμα. φοβηθέντες οὑν τὴν ἅλωσιν ἀθρόοι μὲν αἰδούμενοι τόν Λέπιδον οὐ μετέστησαν πρὸς τὸν Καίσαρα, κατ’ ὀλίγους δὲ προσεχώρουν αὐτῶ. καὶ οὕτω κἀκεῖνος ἐθελοντὴς δῆθεν ἐν ἐσθῆτι φαιᾷ ἱκέτης αὐτῷ προσελήλυθε. καὶ ὁ μὲν τῆς ἐξουσίας τε παρελύθη καὶ ἐν τῇ Ἰταλίᾳ δίαιταν ἐπεποίητο ἔμφρουρον. τῶν δὲ τὰ τοῦ Σέξτου πραξάντων τινὰς μὲν ἐκόλασεν, ἐνίους δ’ ἀφῆκε· καὶ τῶν πόλεων τὰς μὲν ἑκουσίως προσχωρησάσας

414
αὐτῷ συγγνώμης ἠξίωσε, τὰς δ᾿ ἀντιστάσας αὐτῷἐδικαίωσεν.

Οἱ στρατιῶται δὲ ἐστασίασάν τε καὶ ἐθρασύνοντο καὶ συλλεγόμενοι ᾔτουν ἕκαστος ὃ ἐπόθει. τοῦ δὲ Καίσαρος ἐν ὀλιγωρίᾳ σφᾶς ποιουμένου, ὡς μή τινος πολεμίου παρόντος, ἐπηπείλουν. ὡς δ᾿ οὐδὲν ἤνυον, [*](P) τῆς στρατείας ἀφεθῆναι ἠξίουν θυμῷ καὶ βοῇ· λήψεσθαι γὰρ ἤλπισαν ἃ ἀπῄτουν διὰ τὴν ἀπειλὴν τῆς ἐγκαταλείψεως. ὁ δὲ Καῖσαρ μὴ δεῖν νομίζων ἐξ ἀνάγκης τὸν ἄρχοντα τοῖς ὑπηκόοις ὑπείκειν, εὔλογά τε αὐτοὺς ἀξιοῦν ἔφη καὶ διῆκε πρῶτον μὲν τοὺς ἐπὶ τὸν Ἀντώνιον αὐτῷ συστρατεύσαντας, ὡς δὲ καὶ οἱ ἄλλοι ἐνέκειντο, καὶ τοὺς δέκατον ἔτος στρατευσαμένους διαφῆκεν, εἰπὼν ὡς οὐδενὶ ἔτ᾿ αὐτῶν οὐδ᾿ ἂν τὰ μάλιστα ἐθελήσωσι χρήσεται. ὃ ἀκούσαντες οὐδὲν ἔτι ἐφθέγξαντο, ἀλλὰ προσέχειν αὐτῷ ἤρξαντο.

Καὶ τότε μὲν τὰ ἐν τῇ Σικελίᾳ διῴκησε καὶ τὴν [*](C) Λιβύην ἑκατέραν πέμψας ἀμαχεὶ παρεστήσατο, καὶ οἱ ἐν τῇ ῾Ρώμᾐ πολλὰς αὐτῷ τιμὰς ἐψηφίσαντο· Σέξτος δὲ ἐκ τῆς Μεσσήνης ἀναχθείς, ὑποτοπήσας δὲ διωχθῆναι ἢ καὶ προδοθῆναι ὑπὸ τόν συνόντων, προεῖπε μὲν διά τοῦ πελάγους πλεύσειν, ἀποσβέσας δὲ τὸν πυρσὸν ὃν αἱ στρατηγίδες τριήρεις ὡς καὶ αἱ λοιπαὶ αὐταῖς ἐφέπωνται φαίνουσιν, εἰς Κεφαλληνίαν κατέπλευσεν· ἔνθα καὶ οἱ λοιποὶ κατὰ τύχην ὑπὸ χειμῶνος ἐκπεσόντες αὖθις αὐτῷ συνεγένοντο. συγκαλέσας οὖν αὐτοὺς καὶ τὸ στρατιωτικὸν ἀποδυσάμενος ἔνδυμα ἄλλα τε εἶπε καὶ ὅτι ἀθρόοι μὲν ὄντες οὐ λήσουσι, σκεδασθέντες δὲ ῥᾴω ποιήσονται τὴν [*](D) διάφευξιν. κἀκ τούτου ἄλλων ἄλλοσε ἀποχωρησάντων αὐτὸς ἐς τὴν Ἀσίαν ἐπεραιώθη, γνώμης ὢν ὁρ-

415
μῆσαι πρὸς τὸν Ἀντώνιον. ἐν Λέσβῳ δὲ μαθὼν ἐκεῖνον μὲν ἐς Μήδους στρατεῦσαι, πεπολεμῶσθαι δὲ τὸν Εαίσαρα καὶ τὸν Λέπιδον, καὶ ἐλπίσας τὴν τοῦ Ἀντωνίου ἀρχὴν διαδέξασθαι, τό τε στρατηγικὸν ἀνέλαβε σχῆμα καὶ παρεσκευάζετο ὡς καὶ τὴν περαίαν καταληψόμενος. κἀντεῦθεν τοῦ Ἀντωνίου τὰ πραττόμενα ὑπ’ αὐτοῦ γνόντος, ἄδειάν τε αὐτό καὶ εὔνοιαν, ἂν τὰ ὅπλα κατάθηται, ὑποσχομένου, κατένευσε μέν, οὐκ ἐποίησε δέ γε ὡς ἐπηγγείλατο, ἀλλὰ καὶ τῶν πραγμάτων ὡς πρῴην εἴχετο καὶ πρὸς τοὺς Πάρθους διεκηρυκεύσατο. ταῦτα δὲ μαθὼν ὁ Ἀντώνιος τὸ ναυτικὸν μετὰ Μάρκου Τιτίου ἐπ’ αὐτὸν ἔπεμψε. καὶ ὃς φοβηθεὶς διεπρεσβεύσατο πρὸς Ἀντώνιον. ὡς δ’ ἐκεῖνος οὐκ ἔφη σπείσασθαι, εἰ μὴ τάς τε ναῦς καὶ τὴν λοιπὴν αὐτοῦ παραλήψοιτο δύναμιν, τὰ βαρύτερα τῶν σκευῶν εἰς τὰς ναῦς ἐμβαλὼν αὐτάς τε κατέκαυσε καὶ εἰς τὴν μεσόγειαν ὥρμησε. καὶ οἶ τοῦ Ἀντωνίου ἐπιδιώξαντες αὐτὸν κατέλαβον καὶ ἐζώγρησαν. ὃ μαθὼν ὁ Ἀντώνιος εὐθὺς μὲν ὑπ’ ὀργῆς ἐπέστειλε κτανθῆναι αὐτόν, ὕστερον δὲ μεταμεληθεὶς ἔγραψε σωθῆναι αὐτόν. τοῦ οὖν δευτέρου γραμματοφόρου τὸν πρῶτον προφθάσαντος, ὕστερον τὰ περὶ τοῦ θανεῖν αὐτὸν ὁ κατέχων κομισάμενος, καὶ ἢ νομίσας ὄντως δεύτερα εἶναι ἢ [*](P) ἄγνοιαν τοῦ ὄντος ὑποκρινάμενος, τὸν Σέξτον τὸν Πομπήιον ἐθανάτωσε.

Καὶ τῷ μὲν τοιοῦτον τὸ τέλος ἐγένετο, Ἀντώνιος δὲ διὰ τοῦ Βεντιδίου τοὺς Πάρθους ἐνίκησεν. ὅ τε γὰρ βασιλεὺς ἐκείνων ὁ Πάκορος ἐν τῷ πολέμῳ ἔπεσε καὶ οἱ βάρβαροι οἶ μὲν ἐκτάνθησαν ἐν τῇ [*](Cap. 26. Dionis Historiae Romanae 1. 49, c. 19—33.)

416
μάχῃ, οἱ δὲ ἔφυγον, καὶ τὰς τῆς Συρίας πόλεις ὁ Βεντίδιος ὑπηγάγετο. εἶτα κατὰ τοῦ Ἀντιόχου τοῦ τῆς Κομαγηνῆς βασιλεύοντος ἐπεστράτευσεν. ἐνταῦθα δὲ ὄντι ἀθρόον ὁ Ἀντώνιος ἐπιστὰς οὐ μόνον ἐπὶ τοῖς κατορθώμασιν οὐχ ἥσθη, ἀλλὰ καὶ ἐφθόνησε καὶ τῆς ἀρχῆς αὐτὸν ἔπαυσεν, αὐτὸς δὲ τῷ Ἀντιόχῳ [*](C) προσέβαλε καὶ κατέκλεισεν αὐτὸν εἰς Σαμόσατα. ὡς δ’ οὐδὲν ἤνυε πολιορκῶν αὐτόν, συνθήκας σπονδῶν ἐποιήσατο καὶ εἰς τὴν Ἰταλίαν ἀφώρμησεν.

Ὀρώδης μέντοι ὁ τῶν Παρθῶν βασιλεὺς ὑπέργηρως γεγονώς, καὶ τῷ τοῦ Πακόρου πένθει τὴν βασιλείαν ἀπαγορεύσας, Φραάτῃ τῷ πρεσβυτέρῳ τῶν λοιπῶν αὐτοῦ παίδων τὴν ἀρχὴν ἐνεχείρισεν. ὁ δὲ ἀνοσιώτατος γεγονὼς τοὺς ἀδελφοὺς αὐτοῦ ἐδολοφόνησε, καὶ αὐτὸν τὸν πατέρα δυσανασχετοῦντα δι’ ἐκείνους ἀπέκτεινε, καὶ τῶν ἄλλων τοὺς ἀρίστους διέφθειρεν.

Ἀντώνιος δὲ πρέσβεις μὲν πρὸς τοὺς Πάρθους περὶ εἰρήνης ἐκπέπομφε, πρὸς δὲ πόλεμον ἡτοιμάζετο, ἵνα ἀπαρασκεύοις αὐτοῖς ἐντύχῃ διὰ τὴν ἐλπίδα [*](D) τῆς συμβάσεως. καὶ μαθὼν τὸν Μῆδον ἐπὶ συμμα- χίαν τοῦ Πάρθου χωρήσαντα, τὰ μὲν σκευοφόρα καὶ πολὺ τῆς στρατιὰς ὑπελίπετο μετὰ τοῦ Στατιανοῦ ἔν ἕποιντο, αὐτὸς δὲ σὺν τοῖς ἱππεῦσι καὶ τῶν πεζῶν τοῖς εὐζώνοις ἠπείγετο, ὡς αὐτίκα τὰ τῶν Μήδων καταστρεψόμενος. ὁ μέντοι Πάρθος καὶ ὁ Μῆδος τῷ Στατιανῷ ἀπροσδοκήτως ἐπιπεσόντες καὶ τῇ μετ’ αὐτοῦ στρατιᾷ, πάντας ἐφόνευσαν, τοῦ Ἀντωνίου σπεύσαντος μὲν βοηθῆσαι αὐτοῖς, πλὴν ὑστερίσαντος καὶ μόνους τοὺς νεκροὺς εὑρηκότος. ὃς οὐ πολλῷ ὕστερον συμβαλὼν τοῖς βαρβάροις ἐτρέψατο μὲν αὐτούς, οὐ μέντοι μέγα τι ἔβλαψε. πολιορκῶν

417
δὲ τὰ τοῦ Μήδου βασίλεια ἐπολιορκεῖτο μᾶλλον αὐτὸς ἐπιλιπόντων τῇ αὐτοῦ στρατιᾷ τῶν ἐπιτηδείων, καὶ ἐπὶ συναγωγὴν αὐτῶν ἐξιόντων σφόδρα παρὰ τῶν βαρβάρων κακουμένων, ἐνεδρευόντων αὐτοῖς.

Ἐν τούτοις ὄντος τοῦ Ἀντωνίου ὁ Φραάτης ὑποβαλών τινας ἔπεισε δι’ ἐκείνων αὐτόν ἐπικηρυκεύσασθαι συμβάσεων ἕνεκεν· καὶ ὁ Πάρθος τοὺς πεμφθέντας ἐξονειδίσας πολλὰ μὴ ἄλλως σπείσασθαι εἶπεν, εἰ μὴ αὐτίκα ἀποστρατοπεδεύσονται. καὶ ὁ Ἀντώνιος ἀπανέστη. πρόσ’ δεχομένου δ’ αὐτοῦ τὰς σπονδὰς οἶ Μῆδοι τάς τε πολιορκητικὰς κατέκαυσαν μηχανὰς καὶ τὰ χώματα διεσκέδασαν. οἱ δέ γε Πάρθοι πολλὰ καὶ δεινὰ αἰφνίδιον προσπεσόντες εἰργάσαντο. ὡς οὑν ἔγνω ὅτι ἠπάτηται, ἐς τὴν Ἀρμενίαν ἀπελθεῖν ἐπεχείρησε. καὶ διὰ χωρίων ἀπιὼν ἀγνώστων, [*](P) πολλαῖς δυσχερείαις ἐνέτυχε. καὶ κἂν ἀπώλοντο οἱ μετ’ αὐτοῦ ξύμπαντες εἰς ἐνέδραν ἐμπεσόντες καὶ πυκνοῖς βαλλόμενοι τοῖς τοξεύμασιν, εἰ μὴ τὴν χελώνην ἐποίησαν συνασπίσαντες.

Ἡ δὲ χελώνη γίνεται οὕτως. τὰ μὲν σκευοφόρα καὶ οἱ ψιλοὶ ἐν μέσῳ τοῦ στρατεύματος τέτακται, τῶν δ’ ὁπλιτῶν οἱ μὲν ταῖς προμήκεσιν ἀσπίσι κοίλαις χρώμενοι περὶ τὰ ἔσχατα τάσσονται καὶ τοὺς ἄλλους τὰ ὅπλα περιβεβλημένοι ἔξω τε βλέποντες περιέχουσιν, οἶ δὲ τὰς πλατείας ἀσπίδας φέροντες ἐν τῷ μέσῳ συσπειρῶνται, κἀκείνας ἄνω ἑαυτῶν τε καὶ τῶν λοιπῶν ὑπεραίρουσιν, ὥστε μηδὲν ἕτερον ἢ [*](C) ἀσπίδας ὁρᾶσθαι διὰ πάσης τῆς φάλαγγος, καὶ ἐν σκέπῃ ἐκ τῶν βελῶν πάντας εἶναι αὐτοὺς ἐκ τῆς πυκνότητος τῆς συντάξεως. οὕτω γάρ τοι πεπύκνωται ὡς καὶ βαδίζειν τινὰς ἐπάνω αὐτῆς δύνασθαι. τὸ μὲν οὑν σχῆμα τῆς τάξεως ταύτης τοιοῦτόν ἐστι,

418
καὶ διὰ τοῦτο καὶ τὴν χελώνης ἔλαχε κλῆσιν, διά τε τὸ ἰσχυρὸν αὐτῆς καὶ τὸ εὐσκεπές· χρῶνται δὲ αὐτῇ διχῇ· ἢ γὰρ πρὸς φρούριόν τι προσμίσγοντες προσπορεύονται καὶ τειχομαχοῦσιν, ἢ ὑπὸ τοξοτῶν περιστοιχισθέντες ποτὲ κυπτάζουσιν οὕτω πάντες ὡς δοκεῖν ὅτι κεκμήκασι, πελασάντων δὲ τῶν ἐναντίων ἐξαίφνης ἐγείρονται, κἀντεῦθεν σφὰς ἐκπλήττουσι [*](D) καὶ ταράττουσιν. ὃ καὶ τότε συμβέβηκε. πολλοῖς γάρ, ὡς εἴρηται, βαλλόμενοι βέλεσι, τόν τε συνασπισμὸν τῆς χελώνης ἐποίησαν καὶ τὰ γόνατα πρὸς τὴν γῆν ἤρεισαν τὰ εὐώνυμα. νομίσαντες οὖν αὐτοὺς οἶ βάρβαροι ὑπὸ τῶν τραυμάτων καταπεσεῖν, τὰ μὲν τόξα ἀπέθεντο, τὰ δὲ ξίφη σπασάμενοι ὡς συγκόψοντες ἐπῆλθον αὐτοῖς. ἐξαναστάντες δὲ οἶ Ῥωμαῖοι καὶ αὐτοῖς προσπεσόντες, οἷα γυμνοὺς ὡπλισμένοι, ἀπροσδοκήτους παρεσκευασμένοι, τοξότας ὁπλῖται, βαρβάρους Ῥωμαῖοι κατ’ ἔκοψαν.

Ἀντώνιος μὲν οὖν ὑπὸ τῶν πολεμίων οὐκέτι δεινὸν οὐδἐν ἔπαθεν, ὑπὸ δὲ ψύχους τεταλαιπώρητο. χειμὼν γὰρ ἦν, καὶ τῆς Ἀρμενίας τὰ πρόσορα, δι’ ὧν ἐπορεύετο, κρυσταλλώδη ἀεί εἰσιν· ὅθεν συχνοὶ τῶν αὐτοῦ διεφθείροντο. διὸ ὑπῆλθε τὸν Ἀρμένιον καὶ ἐθώπευσε, καίτοι δι’ ὀργῆς ἐκεῖνον ποιούμενος. χρήματα δὲ τοῖς περιλειφθεῖσι διανείμας τῆς στρατιᾶς ἀπῆρεν εἰς Αἴγυπτον πρὸς τὴν Κλεοπάτραν. δι’ ἣν μεγάλως ὑπὸ τῶν ὁμογενῶν διεβέβλητο, ὅτι τε παῖδας ἐξ αὐτῆς ἔσχε καὶ ὅτι χώρας πολλὰς αὐτῇ ἐχαρίσατο. οὕτως γὰρ τῷ ἔρωτι αὐτῆς καὶ ταῖς γοητείαις ἐδούλευσεν ὡς καὶ τὴν γυναῖκα αὐτοῦ τὴν Ὀκταβίαν πρὸς αὐτὸν ἐκ Ῥώμης ἀφικνουμένην ἐπανελθεῖν κελεῦσαι καὶ μὴ αὐτῷ προσελθεῖν.

419

Ὁ δὲ Καῖσαρ ἦλθε μὲν εἰς τὴν Σικελίαν, χρονίσας δ’ ἐν αὐτῇ διὰ τὸν χειμῶνα, καὶ μαθὼν ὥς τινα [*](P) τῶν ἐθνῶν τῶν Ῥωμαίοις ὑποκειμένων διὰ τὴν ἀποδημίαν αὐτοῦ ἐπανέστησαν, ἐπανῆλθε καὶ ἐπ’ ἐκείνους παρεσκευάζετο, καὶ τοὺς μὲν δι’ ἑαυτοῦ, τοὺς δὲ δι’ ἑτέρων προσηγάγετο καὶ ὑπέταξεν. εἶτα καὶ ἐπὶ Παννονίους ἐστράτευσ’ ἐν, οἳ νέμονται μὲν πρὸς τῇ Δαλματίᾳ παρ’ αὐτὸν τὸν Ἴστρον ἀπὸ Νωρικοῦ μέχρι τῆς ἐν τῇ Εὐρώπῃ Μυσίας, κακοβίωτοι μὲν ὄντες, ἄτε μὴ γῆς μηδ’ ἀέρων εὖ ἥκοντες, οὐκ οἶνον γεωργοῦντες, οὐκ ἔλαιον, τὰς δὲ κριθὰς καὶ τὰς κέγχρους ἐσθίοντες ὁμοίως καὶ πίνοντες, νομίζονται δ’ οὖν ἀνδρειότατοι. οὓς καί τινες τῶν Ἑλλήνων Παίονας προσηγόρευσαν, τὸ ἀληθὲς ἀγνοήσαντες· πρὸς γὰρ τῇ Ῥοδόπῃ καὶ πρὸς αὐτῇ τῇ Μακεδονίᾳ [*](C) τὸ τῶν Παιόνων ἔθνος ἐστί, τούτους δὲ Παννονίους καὶ οἶ ἄλλοι καλοῦσι καὶ αὐτοὶ ἑαυτούς. ἐπὶ τούτους ὁ Καῖσαρ τότε στρατεύσας, καὶ διὰ μάχης αὐτοῖς πολλάκις χωρήσας, ὁμολογίᾳ προσηγάγετο ὕστερον. Ἀντώνιος δὲ τὸν Ἀρμένιον τιμωρήσασθαι μηχανώμενος οὐκ ἐνέλιπε πάντα λίθον κινῶν, τὸ τῆς παροιμίας, ἕως αὐτὸν ὑπηγάγετο εἰς τὸ στρατόπεδον εἰσελθεῖν. εἰσελθόντα δὲ κατέσχε καὶ ἐν ἀδέσμῳ εἶχε φρουρᾷ, καὶ περιῆγεν αὐτὸν κατὰ τὰ φρούρια ἔνθα ἐκείνῳ οἶ θησαυροὶ ἐναπέκειντο, σπεύδων αὐτοὺς λαβεῖν. ὡς δ’ οὐδὲν ἤνυεν, οἶ γὰρ Ἀρμένιοι τῶν παίδων αὐτοῦ τὸν πρεσβύτατον βασιλέα ἀνθεί- λοντο τόν Ἀρτάξην, ἔδησεν αὐτὸν ἁλύσεσιν ἀργυραῖς, [*](D) οἱονεὶ τιμὴν αὐτῷ ταύτην νέμων ὡς βασιλεῖ· καὶ [*](Cap. 27. Dionis Historiae Romanae 1. 49, c. 34 — 1. 50, c. 1.)

420
πάσαν τὴν Ἀρμενίαν κατέσχε, τοῦ Αρτάξου πρός τοὺς Πάρθους ἀποχωρήσαντος, ἐπείπερ ἡττᾶτο μαχόμενος.

Ἀντώνιος δὲ τὰ μὲν στρατεύματα εἰς Ἀρμενίαν κατέλιπεν, αὐτὸς δ’ ἀνεκομίσθη πρὸς Αἴγυπτον, μετὰ τῆς γυναικὸς καὶ τῶν παίδων ἄγων ἐκεῖ τὸν Ἀρμένιον· καὶ τήν τε λείαν τῇ Κλεοπάτρᾳ ἐχαρίσατο καὶ τὸν Ἀρμένιον μετὰ τῶν οἰκείων περιβαλὼν χρυσέοις δεσμοῖς ἐκείνῃ προσήγαγεν. οἱ δὲ οὔθ’ ἱκέτευσαν αὐτὴν οὔτε μὴν προσεκύνησαν, ἀλλ’ ὀνομαστὶ προσηγόρευσαν.

Μετὰ δὲ τοῦτο τὴν Κλεοπάτραν Ἀντώνιος βασιλίδα βασιλέων καλεῖσθαι ἐκέλευσε, καὶ τοῦ Καίσαρος αὐτὴν μὲν γυναῖκα ὠνόμαζε, τὸν δὲ υἱὸν αὐτῆς παῖδα ἐκείνου ὡς ἀληθῶς, ἵνα τὸν Καίσαρα τὸν Ὀκτάβιον ὡς ποιητὸν ἐκείνου παῖδα καὶ μὴ γνήσιον διαβάλῃ, καὶ χώρας αὐτοῖς ἔνειμε. τοῖς δ’ οἰκείοις παισὶ τοῖς ἐκ τῆς Κλεοπάτρας, κεκλημένοις Πτολεμαίῳ καὶ Ἀλεξάνδρῳ, ἑτέρας πολλὰς προσκεκλήρωκε. τοιαῦτα δὲ πράττων ἐπέστελλε τῇ βουλῇ ὅτι τῆς ἀρχῆς τε παύσεται καὶ τὰ πράγματα ἐπ’ αὐτῇ καὶ τῷ δήμῳ ποιήσεται, οὐχ οὕτω φρονῶν, ἀλλ’ ὅπως ταῖς παρ’ αὐτοῦ ἐλπίσιν ἢ ἀναγκάσωσι παρόντα τὸν Καίσαρα καταθέσθαι τὰ ὅπλα ἢ μισήσωσιν ἀπειθήσαντα.

[*](P)

Ἄχρι δὲ τοῦ Ἀράξου ἐλθών, ὡς ἐπὶ τοὺς Πάρθους στρατεύων, ἠρκέσθη τῇ πρός τὸν Μῆδον ὁμολογίᾳ. συμμαχήσειν γὰρ ἀλλήλοις συνέθεντο, ὁ μὲν κατὰ τῶν Παρθῶν, ὁ δέ γε κατὰ τοῦ Καίσαρος, καὶ στρατιώτας ἀλλήλοις ἀντέδοσαν. καὶ ὁ μὲν Μῆδος τῆς Ἀρμενίας τῆς νεοκτήτου ἐξ Ἀντωνίου εἰλήφει τινά, Ἀντώνιος δὲ τὴν θυγατέρα αὐτοῦ Ἰωτάπην, ὡς

421
τῷ Ἀλεξάνδρῳ τῷ υἱῷ αὐτοῦ συνοικήσουσαν. καὶ ἐπὶ τούτοις ἐς τὴν Ἰωνίαν καὶ ἐς τὴν Ἑλλάδα ἐπὶ τῶ πολέμῳ τοῦ Καίσαρος ὥρμησεν. ὁ δέ γε Μῆδος συμμαχούμενος τοῖς Ῥωμαίοις ἐπελθόντας αὐτῷ τοὺς Πάρθους καὶ τὸν Ἀρτάξην ἐνίκησε. τοὐ δ’ Ἀντωνίου τοὺς οἰκείους στρατιώτας μετακαλεσαμένου, τοὺς δ’ [*](C) ἐκείνου κατεσχηκότος, ἀνθήττητο καὶ ἑάλω. καὶ οὕτως ἡ Ἀρμένια μετὰ τῆς Μηδίας ἀπώλετο.

Οἱ μέντοι Ῥωμαῖοι τὴν μὲν δημοκρατίαν ἀφῄρηντο, οὐ μὴν καὶ εἰς φανερὰν μοναρχίαν κατώλισθον, ἕως ὅ τε Σέξτος ἀπώλετο καὶ τὰ ἐπαναστάντα ἔθνη δεδούλωτο καὶ ὁ Πάρθος οὐδὲν παρεκίνει. τότε γὰρ φανερῶς ἐπ’ ἀλλήλους ὁ Ἀντώνιος καὶ ὁ Καῖσαρ ἐτράποντο, καὶ ὁ δῆμος ἀκριβῶς ἐδουλώθη. αἰτίαι δὲ τοῦ πολέμου αἵδε σφίσιν ἐσκήπτοντο. Ἀντώνιος μὲν Καίσαρι ἐνεκάλει ὅτι τὴν τοῦ Λεπίδου χώραν καὶ τὴν δύναμιν καὶ τὴν τοῦ Σέξτου ἐσφετερίσατο, [*](D) καὶ τούτων ἀπῄτει τὰ ἡμίση καὶ τῶν στρατιωτῶν οὓς ἐκ τῆς ἀνηκούσης αὐτῷ Ἰταλίας ἐστράτευσεν ὁ δὲ Καῖσαρ ἐγείνω ὅτι τὴν Αἴγυπτον καὶ ἄλλα μὴ λαχὼν εἶχε, καὶ ὅτι τὸν Σέξτον ἀπέκτεινεν, αὐτὸς γὰρ ἑκὼν ἐκείνου φείσασθαι ἔλεγε, καὶ ὅτι τὸν Ἀρμένιον ἀπάτῃ συνειληφὼς ἔδησε κἀκ τούτου Ῥωμαίοις κακοδοξίαν προσέτριψε, καὶ τὰ ἡμίση τῶν λαφύρων καὶ αὐτὸς ἀπῄτει, καὶ τὴν Κλεοπάτραν αὐτῶ καὶ τοὺς παῖδας τοὺς ἐξ αὐτῆς καὶ τὰ δωρηθέντα σφίσι πρὸς πάντας ἐπέφερεν, ἐν τοῖς μάλιστα δ’ ᾐτιᾶτο ὅτι τὸν Καισαρίωνα ἐς τὸ γένος εἰσῆγε τοῦ

Καίσαρος.

Ταῦτ’ οὖν ἐπενεκάλουν ἀλλήλοις. καὶ τέως οὐκ [*](Cap. 28. Dionis Historiae Romanae 1. 50, c. 2—11. sunt Τούτῳ μὲν p. 423, 15 — ἐσθῆτι βαρβαρικὴ 20.)

422
ἀναφανδὸν κατ᾿ ἀλλήλων ὡπλίζοντο, ἕως Δομίτιος Γναῖος καὶ Σόσσιος Γάιος, τῆς τοῦ Ἀντωνίου μερίδος ὄντες, ὑπάτευσαν. τότε δὲ προδήλως ἐπολεμώθησάν. ὁ γὰρ Σόσσιος πολλὰ μὲν ἐν τῇ νουμηνίᾳ ἐπῄνεσε τὸν Ἀντώνιον, πολλὰ δὲ κατεῖπε τοῦ Καίσαρὸς. καὶ τότε μὲν ὁ Καῖσαρ τῆς πόλεως ἐξεχώρησεν, αἰτίαν ἄλλην πλασάμενος· μετὰ δὲ ταῦτα ἐπανελθών, καὶ φρουρὰν ἑαυτῷ περιστήσας στρατιωτῶν, μέτρια μὲν ὑπὲρ ἑαυτοῦ διειλέχθη, τοῦ δὲ Ἀντωνίου [*](P) καὶ τοῦ Σοσσίου πολλὰ κατηγόρησε, καὶ τὸν Ἀντώmον διὰ γραμμάτων ἐξελέγχειν ὑπέσχετο. οἶ οὖν ὕπατοι μήτ᾿ ἀντειπεῖν θαρροῦντες μήτε σιωπᾶν ὑπομένοντες, τῆς πόλεως ἐκχωρήσαντες ἀπῆλθον πρὸς τὸν Ἀντώνιον, καὶ τῶν ἄλλων βουλευτῶν οὐκ ὀλίγοι αὐτοῖς συναπεληλύθασιν· καὶ αὖθις ἕτεροι τὸν Ἀντώνιον λιπόντες τῷ Καίσαρι προσεχώρησαν, ὅτι τήν τε τῆς Ὀκταβίας συνοίκησιν ἀπείπατο καὶ ὅτι τῇ Κλεοπάτρᾳ ἤχθοντο. ἐξ ὧν μαθὼν ὁ Καῖσαρ τά τε ἄλλα τοῦ Ἀντωνίου καὶ τὰς διαθήκας αὐτοῦ καὶ παρὰ τίνι ἐτύγχανον, ἔλαβέ τε αὐτὰς καὶ δημοσίᾳ ἀνέγνω, πρᾶγμα ποιήσας παρανομώτατον. [*](C) τοσαύτην δὲ διὰ τὰ γεγραμμένα ὀργὴν καὶ οἱ πάνυ ἐκείνῳ προσκείμενοι ἐνεδείξαντο, ὥστε τήν τε ὑπατείαν καὶ τὴν ἄλλην ἅπασαν ἐξουσίαν ἀφείλοντο, καὶ τοῖς συνοῦσιν αὐτῷ ἄδειαν καὶ ἐπαίνους, ἐὰν ἐγκαταλίπωσιν αὐτόν, ἐψηφίσαντο· καὶ τῇ Κλεοπάτρᾳ πόλεμον ἐπήγγειλαν ἄντικρυς, ὃς μᾶλλον πρὸς τὸν Ἀντώνιον ἔτεινεν· ᾔδεσαν γὰρ αὐτὸν ὑπὲρ ἐκείἐκείνης πάντα ὑποίσοντα. οὕτω γὰρ αὐτὸν ἐδουλώσατο ὥστε βασιλίς τε καὶ δέσποινα ὑπ᾿ ἐκείνου καλεῖσθαι, στρατιώτας τε ῾Ρωμαίους ἐν τῷ δορυφορικῷ αὐτῆς ἔχειν καὶ ταῖς ἀσπίσι πάντων τὸ ὄνομα αὐτῆς ἐπι-
423
γράφεσθαι. καὶ εἰς τὴν ἀγορὰν δὲ μετ᾿ αὐτοῦ εἰσεφοίτα καὶ τὰς πανηγύρεις συνδιετίθετο τάς τε δίκας συνεξήταζε, καὶ συνίππευε, καὶ ἐν ταῖς πόλεσιν[*](D) ἐκείνη μὲν ἐν δίφρῳ ἐφέρετο, ὁ δ᾿ Ἀντώνιος πεζῇ δ᾿ μετὰ τῶν εὐνούχων αὐτῆς ἠκολούθει· συνεγράφετό τε αὐτῇ καὶ συνεπλάττετο, αὐτὸς Ὅσιρις καὶ Διόνυσος λεγόμενος, ἐκείνη δὲ Σελήνη καὶ Ἶσις. ὅθεν ἔκφρων ὑπ᾿ αὐτῆς ἐκ μαγγανείας ἔδοξε γεγονέναι. καὶ οὐκ ἐκεῖνον μόνον, ἀλλὰ καὶ τοὺς παρ᾿ αὐτῷ 10 δυναμένους καὶ ἐγοήτευσε καὶ κατέδησεν, ὡς ἐλπίσαι καὶ τῶν ῾Ρωμαίων ἄρξειν, εὐχήν τε ποιεῖσθαι μεγίστην καὶ ὅρκον τὸ ἐν τῷ Καπιτωλίῳ δικάσαι. ὁ δὲ Ἀντώνιος ἀκινάκην τε ἐνίοτε παρεζώννυτο καὶ ἐσθῆτι ἐχρῆτο παρὰ τὰ πάτρια.

Τούτῳ μὲν οὖν ὑπάτῳ ὅντι καὶ στρατηγῷ ῾Ρωμαίων εἰς αἰτίαμα ἐλογίσθη ἡ ἔξω τῶν πατρίων στολή, τοὺς δὲ νῦν βασιλεῖς ῾Ρωμαίων πῶς ἄν ἐξαιρήσαιτο μώμων καὶ αἰτιάσεως, μεταμφιεννυνους παρὰ τὰ πάτρια, καὶ οὐκ ἐνίοτε, ἀεὶ δὲ κεχρημένους ἐσθῆτι βαρβαρικῇ;

Οὕτω μὲν οὖν τῷ τε Καίσαρι καὶ τῷ Ἀντωνίῳ συνηνέχθη τὰ πράγματα· οἱ δὲ παρεσκευάζοντο πρὸς τὸν πόλεμον, ἕκαστος πολλοὺς συμμάχους προσειληφώς. καὶ πολλὰ παρὰ τῶν ἀνθρώπων ἐθρυλεῖτο, πολλὰ δὲ καὶ σημεῖα γεγόνασι. πίθηκός τε γὰρ ἐς τὸ Δημήτριον ἐν ἱερουργίᾳ τινὶ εἰσελθὼν πάντα τὰ ἔνδον συνέχεε, καὶ παῖδες ἐν τῇ ῾Ρώμῃ πολλοὶ ἀθροισθἐντες κελεύσαντος μηδενὸς συνέμιξαν ἀλλήλοις, οἱ μὲν ὡς Καισάρειοι, οἱ δὲ ὡς τοῦ Ἀντωνίου μαχόμενοι, καὶ ἡττήθησαν οἱ τὸ τοῦ Ἀντωνίου ὄνομα [*](B) φέροντες· εἰκών τε αὐτοῦ λιθίνη αἷμα ἀνῆκε, καὶ πῦρ τό τε Δημήτριον καὶ ναὸν ἕτερον Ἐλπίδος διέ-

424
φθεῖρε, καὶ ἄλλα τοιαῦτα συμβέβηκεν. οὐδὲν δὲ τούτων αὐτοὺς ἐφόβησεν, ἀλλ’ ὁ μὲν Ἀντώνιος ὥρμησεν ὡς ἐν τῇ Ἰταλίᾳ ἀδοκήτως αὐτοῖς τὸν πόλεμον ποιησόμενος, ἐλθὼν δὲ εἰς Κέρκυραν κἀκεῖθεν εἰς τὴν Πελοπόννησον ἀναπλεύσας αὐτὸς μὲν ἐν Πάτραις παρεχείμασε, τοὺς δὲ στρατιώτας πανταχόσε διέπεμψεν· ὁ δὲ Καῖσαρ ἀνήχθη μὲν ἐκ τοὐ Βρεντεσίου, χειμῶνι δὲ περιπεσὼν καὶ πονηθεὶς ἀνεχώρησεν.

Ἠργμένου δὲ ἔαρος ὁ μὲν Ἀντώνιος οὐδαμῇ ἐκινήθη· σύμμικτοι γὰρ ἐκ πολλῶν ἐθνῶν ὄντες οἶ [*](C) τριηρῖται αὐτοῦ καὶ πόρρω χειμάζοντες ἀπ’ αὐτοῦ οὔτ’ ἐγυμνάζοντο καὶ νόσῳ καὶ αὐτομολίαις ἠλάττωντο, καὶ ὁ Ἀγρίππας τὴν Μεθώνην ἐξ ἐφόδου κατασχὼν καὶ τὰς κατάρσεις τῶν ὁλκάδων ἐπιτηρῶν καὶ ἀποβάσεις ἄλλοτε ἄλλῃ τῆς Ἑλλάδος ποιούμενος ἰσχυρῶς αὐτὸν ἐθορύβει· ὁ δὲ Καῖσαρ πάντας μὲν τοὺς στρατιώτας, πάντας δὲ τοὺς δυναμένους τι τῶν βουλευτῶν καὶ ἰππέων εἰς τὸ Βρεντέσιον συνήγαγε, τοὺς μὲν ὅπως αὐτῷ τι συμπράξωσι, τοὺς δ’ ὅπως μὴ μονωθέντες τι νεοχμώσωσι, καὶ ἔν ἐνδείξηται ὅτι τὸ πλεῖστον καὶ κρατιστεῦον τῶν Ῥωμαίων ὁμόγνωμον [*](D) κέκτηται. καὶ σὺν αὐτοῖς τὸν Ἰόνιον διαβέβηκε, καὶ τὴν Κέρκυραν ἐκλειφθεῖσαν ὑπὸ τῶν φρουρούντων λαβὼν εἰς τὸν λιμένα τὸν Γλυκὺν κατῆρε, καλεῖται δὲ οὕτως ὅτι ἐκ τοῦ ποταμοῦ τοῦ εἰς αὐτὸν ἐμβάλλοντος γλυκαίνεται, κἀκεῖθεν εἰς τὸ Ἄκτιον ἔπλει. ὡς δ’ οὐδεὶς οὔτε ἀντέπλει οὔτε ἐς λόγους ᾖ εἰ αὐτῷ ἢ πρὸς μάχην ἢ πρὸς ὁμολογίαν [*](Cap. 29. Dionis Historiae Romanae 1. 50, c. 11 — 35. Plutarchi Antonius c. 66 —68.)

425
ἐκκαλουμένῳ τοὺς ἐναντίους, κατέλαβε τὸ χωρίον τοῦτο ἐν ᾧ νῦν ἐστιν ἡ Νικόπολις, κἀκ τούτου ἐφήδρευε τῷ Ἀκτίῳ κατὰ γῆν τε καὶ θάλασσαν. τὸ δὲ Ἄκτιον οἱ τοῦ Ἀντωνίου προκατελάβοντο καὶ πύργοις ὠχύρωσαν ἑκατέρωθεν.

Ἐπεὶ δὲ τὴν τοῦ Καίσαρος ἄφιξιν ἐπύθετο ὁ Ἀντώνιος, ἠπείχθη μετὰ τόν περὶ αὐτὸν εἰς τὸ Ἄκτιον· οὐκ εὐθὺς μέντοι καὶ ἠγωνίσατο, καίτοι τοῦ Καίσαρος παντὶ τρόπῳ εἰς ἀγῶνα τοῦτον ἐνάγοντος, ἀκροβολισμοῖς δ’ ἐπὶ πλείους ἡμέρας ἐχρήσατο, μέχρι συνήθροισε τὰ στρατεύματα. ὁ δὲ Καῖσαρ εἰς τὴν Ἑλλάδα τήν τε Μακεδονίαν ἔπεμψε στρατιάν, ὅπως πρὸς ἐκεῖνα μετενέγκῃ καὶ ἄκοντα τὸν Ἀντώνιον. καὶ ὁ Ἀγρίππας τῆς τε Λευκάδος καὶ τῶν ἐν ταύτῃ σκαφῶν αἰφνιδίως ἐπιπλεύσας ἐκράτησε, καὶ Πάτρας εἶλε καὶ τὴν Κόρινθοι παρεστήσατο. καὶ ὁ Τίτιος ὁ Μάρκος Ταῦρός τε ὁ Στατίλιος τὸ ἱππικὸν τοῦ Ἀντωνίου ἀθρόον ἐκδραμόντες συνέσχον καὶ Φιλάδελφον βασιλέα Παφλαγονίας προσεποιήσαντο· καὶ ὁ Δομίτιος ὁ Γναῖος καὶ ἄλλοι [*](P) τῷ Καίσαρι προσεχώρησαν. φοβηθεὶς οὖν ὁ Ἀντώνιος μὴ ὅσοι ἐς τὴν Μακεδονίαν καὶ τὴν Θρᾴκην ἐπέμφθησαν παρ’ αὐτοῦ τῷ Καίσαρι πρόσθωνται, ὥρμησε πρὸς αὐτούς.

Κἀν τούτῳ ναυμαχία τις συνέστη, καὶ παρὰ μὲν τῇ πρώτῃ προσβολῇ ἐτρέψαντο οἱ τοῦ Ἀντωνίου τοὺς τοῦ Καίσαρος ὀλίγους ὄντας, τοῦ δὲ Ἀγρίππου, ᾧ πᾶν ἀνεῖτο τὸ τοῦ Καίσαρος ναυτικόν, κατὰ τύχην ἐπιδημήσαντος, οὐ μόνον οὐδὲν τῆς νίκης οἷ τοῦ Ἀντωνίου ἀπώναντο, ἀλλὰ καὶ ἀπώλοντο. καὶ διὰ τοῦτο ἐπανελθὼν ὁ Ἀντώνιος ἱππομαχίᾳ τινὶ πρὸς τὴν τοῦ Καίσαρος προφυλακὴν ἡττήθη. καὶ ἐπειδὴ καὶ [*](C)

426
τὰ ἐπιτήδεια αὐτὸν ἤρξαντο ἐπιλείπειν, βουλὴν ἐποιήσατο πότερον κατὰ χώραν μείναντες διακινδυνεύσουσιν ἢ μεταστάντες χρόνῳ τὸν πόλεμον διενέγκωσι. καὶ ἄλλοι μὲν ἄλλα συνεβούλευσαν, ἡ δέ γε Κλεοπάτρα τὰ ἐπικαιρότατα τῶν χωρίων φρουραῖς παραδοθῆναι καὶ τοὺς λοιποὺς συναπάραι αὐτοῖς εἰς τὴν Αἴγυπτον συμβουλεύσασα ἐνίκησε. εἰς δὲ ταύτην ἦλθε τὴν γνώμην ὑπὸ σημείων θορυβηθεῖσα καὶ ἐκ τ̣ῆς τοῦ στρατεύματος ἀθυμίας καὶ ἀρρωστίας δείσασα. καὶ τὸν Ἀντώνιον ἐξεφόβησεν. οὐ μέντοι 10 λάθρᾳ οὐδὲ μὴν φανερῶς ἐκπλεῦσαι ὡς φεύγοντες ἐβουλεύσαντο, ἵνα μὴ εἰς δέος τοὺς συμμάχους ἐμβάλωσιν, [*](D) ἀλλ᾿ ὡς ἐπὶ ναυμαχίαν παρασκευαζόμενοι· κἀντεῦθεν τὰ ἄριστα τῶν σκαφῶν ἐκλεξάμενοι, ὅτι ἐκ τῆς φθορᾶς τε καὶ τῆς αὐτομολίας οἱ ἐρέται ἠλάττωντο, κατέπρησαν τὰ λοιπά, καὶ νύκτωρ πάντα τὰ τιμιώτατα λαθραίως ἐμβαλόντες αὐτοῖς ἕτοιμα εἰς ἔκπλουν ἐποίησαν. καὶ τοὺς στρατιώτας παρεθάρρυνε πρὸς τὴν ναυμαχίαν διαλεχθεὶς αὐτοῖς ὁ Ἀντώνιος. καὶ οὕτως πάντας μὲν τοὺς πρώτους τῶν συνόντων αὐτῷ εἰς τὰς ναῦς ἐνεβίβασεν, ἴνα μή τι νεωτερίσωσιν ὡς ὁ Δέλλιος καὶ ἄλλοι τινὲς αὐτομολήσαντες, παμπληθεῖς δὲ καὶ τοξότας καὶ σφενδονήτας καὶ ὁπλίτας ἐνεβιβάσατο. τριήρεις μὲν γὰρ ὀλίγας εἶχεν, αἱ δὲ λοιπαὶ τετρήρεις καὶ δεκήρεις ἦσαν αὐτῷ.

Καῖσαρ δὲ καθεώρα μὲν καὶ τὴν παρασκευὴν αὐτῶν καὶ ηὐτρεπίζετο, μαθὼν δὲ καὶ τὴν διάνοιαν σφῶν ἐξ ἄλλων τε κἀκ τοῦ Δελλίου, συνήγαγε τὸ στράτευμα καὶ εἰς μάχην δι᾿ ὧν εἴρηκε παρεκάλεσε. κἀν τούτῳ ὑετοῦ γενομένου λάβρου καὶ ζάλης πολλῆς εἰς τὸ τοῦ Ἀντωνίου ναυτικὸν ἐμπεσούσης ἀνε-

427
θάρσησεν ὁ Καῖσαρ καὶ τὸν ἔκπλουν αὐτῶν ἐπετήρει. ὡς δὲ παρετάξαντο μὲν οἱ τοῦ Ἀντωνίου, οὐ μέντοι προῄεσαν, ὥρμησε μὲν ὡς καὶ ἑστῶσι σφίσι προσμίξων ἣ καὶ ἀναχωρήσαι ποιήσων, ὡς δ’ οὔτ’ ἐξώρμησαν οὔτ’ ἀνέστρεψαν, ἀλλὰ κατὰ χώραν ἔμενον τῇ συντάξει τε ἐπεπύκνωντο, ἀνέσχε χρόνον τινά, εἶτα [*](P) συμπεσόντες ἐναυμάχουν.

Ἀγχωμάλου δὲ τῆς ναυμαχίας οὔσης ἐπὶ πολὺ καὶ ἀκρίτου, αἱ Κλεοπάτρας ἑξήκοντα νῆες συνθήματος παρ’ αὐτῆς δοθέντος πρὸς ἀπόπλουν ἤρκασι τὰ ἱστία καὶ πρὸς τὸ πέλαγος ὥρμησαν. ὁ δ’ Ἀντώνιος τὴν Κλεοπάτρας ναῦν ἰδὼν ἀποπλέουσαν, πάντων ἐπιλαθόμενος εἰς πεντήρη μεταβὰς ἐδίωκε τὴν ἀπολωλεκυῖαν αὐτὸν καὶ ἔτι προσαπολέσουσαν. ἐκείνη δὲ γνωρίσασα τὸ τῆς νεὼς σημεῖον, ἀνέσχε· καὶ ἀναληφθεὶς εἰς τὴν ἐκείνης ναῦν, μόνος παρελθὼν ἐς πρῷραν ἐκάθητο σιωπῶν. καὶ τρεῖς μὲν ἡμέρας οὕτως διήγαγεν, ἐν δὲ Ταινάρῳ γενομένους αἶ συνήθεις [*](C) γυναῖκες καὶ συνήγαγον καὶ συνδειπνεῖν καὶ συγκαθεύδειν ἀνέπεισαν. τὸ δὲ τοῦ Ἀντωνίου ναυτικὸν μετὰ τὴν αὐτοῦ ὑποχώρησιν ἀντισχὸν μέχρις ὥρας δεκάτης, πυρὸς ἐπενεχθέντος τοῖς σκάφεσι κελεύσαντος Καίσαρος τὸ μὲν κατεφλέχθη, τὸ δὲ ἑάλω· λέγεται γὰρ περὶ τριακοσίας νῆας ἑαλωκέναι.

Τοιοῦτον μὲν οὖν τῇ ναυμαχίᾳ τέλος ἐγένετο κατὰ τὴν δευτέραν τοῦ Σεπτεμβρίου, καὶ τότε μόνῳ τῷ Καίσαρι τὸ κράτος ἅπαν περιελήλυθεν, ὡς ἐκ τούτου δὴ τοῦ καιροῦ τὴν αὐτοῦ μοναρχίαν ψηφίζεσθαι. πόλιν δ’ ἐν τῷ τοῦ στρατοπέδου τόπῳ συνῴ- [*](D) [*](Cap. 30. Dionis Historiae Romanae 1. 51, c. 1 —10. Plutarchi Antonius c. 65, 68, 69, 74, —78. Addita sunt quae de statuis Byzantium translatis narrantur p. 428, 7 — 9.)

428
κισε, Νικόπολιν καλέσας αὐτήν. ἔστησε δὲ καὶ στήλας χαλκᾶς ἀνθρώπου καὶ ὄνου. λέγεται γὰρ νυκτὸς ἔτι οὔσης, καθ’ ἣν ἡμέραν ἡ ναυμαχία συνέστη, ἀπὸ τῆς σκηνῆς αὐτῷ προελθόντι καὶ περιιόντι τὰς ναῦς ἄνθρωπος συναντῆσαι ὄνον ἐλαύνων, πυθομένῳ δὲ τοὔνομα εἰπεῖν “ἐμοὶ μὲν Εὔτυχος ὄνομα, τῷ δ’ ὄνῳ Νίκων.” αἱ στῆλαι δ’ αὗται ὕστερον ἀνακομισθεῖσαι εἰς τὸ Βυζάντιον ἔστησαν ἐν τῷ τῆς ἱππηλασίας θεάτρῳ.

Ἡ δὲ πεζή τε καὶ ἱππικὴ δύναμις τοῦ Ἀντωνίου μετὰ τὴν ἐκείνου φυγήν ἡμέρας ἑπτὰ συμμείνασα, τέλος τῷ κρατήσαντι προσεχώρησεν. τινὲς δὲ καὶ μάλιστα τῶν Ῥωμαίων ἀπῆλθον πρὸς τὸν Ἀντώνιον, οἶ δέ γε σύμμαχοι οἴκαδε. ὁ μέντοι Καῖσαρ εἰς τὴν Ἰταλίαν ἠπείχθη, μή τι στασιάσωσι φοβηθείς· ἐλθὼν δ’ ἐς τὸ Βρεντέσιον, οὐκέτι πορρωτέρω προυχώρησεν· ἥ τε γὰρ γερουσία καὶ ἡ ἱππὰς τοῦ τε δήμου τὸ πλεῖον καὶ ἕτεροι συνῆλθον ἐκεῖ. ἔνθα τὰ αὐτῷ δοκοῦντα καταπραξάμενος ἐς τὴν Ἑλλάδα αὖθις ἀπῆρε. καὶ διὰ τοῦ Ἰσθμοῦ τῆς Πελοποννήσου τὰς ναῦς διὰ τὸν χειμῶνα διαγαγὼν ταχέως εἰς τὴν Ἀσίαν ἀνεκομίσθη.

[*](P)

Κλεοπάτρα δὲ φυγοῦσα καταλαβεῖν τὴν Αἴγυπτον ἔσπευσε, δεδοικυῖα μή τι νεωτερίσωσι. καὶ γενομένη ἐν ταύτῃ πανταχόθεν συνέλεγε χρήματα ἤθροιζέ τε δυνάμεις. Ἀντώνιος δὲ εἰς Λιβύην ἀπέπλευσεν. ἐπεὶ δὲ καὶ ὅπερ εἶχεν ἐκεῖ στράτευμα ἀπέστη αὐτοῦ, ὥρμησε μὲν ἑαυτὸν ἀνελεῖν, ὑπὸ δὲ τῶν φίλων κε- [*](7 αἱ στῆλαι — 9 θεάτρῳ habet etiam Michael Glycas Annalium p. 380 ed. Bonn. Eas statuas inter aera a Latinis Cpoli direpta memorat Nicetas Choniata p. 860 ed. Bonn. Conf. Suetonii Aug. c. 96.)

429
κώλυτο, καὶ ἀνεκομίσθη εἰς Ἀλεξάνδρειαν. καὶ παρεσκευάζοντο μὲν ὡς καὶ πολεμήσοντες, ἔστειλαν δέ τινας καὶ πρὸς Καίσαρα λόγους ὑπὲρ εἰρήνης κομίζοντας, τοῖς δὲ συνοῦσιν αὐτῷ χρήματα. καὶ ἡ Κλεοπάτρα κρύφα τοῦ Ἀντωνίου σκῆπτρον αὐτῷ χρυσοῦν καὶ στέφανον ὅμοιον καὶ δίφρον βασίλειον ἔπεμψεν, ὡς καὶ τὴν ἀρχὴν αὐτῷ δι’ αὐτῶν διδοῦσα. [*](C) ὁ δὲ τὰ μὲν δῶρα ἔλαβεν, οἰωνὸν αὐτὰ ποιησάμενος, ἀπεκρίνατο δὲ τῷ μὲν Ἀντωνίῳ οὐδέν, Κλεοπάτρᾳ δὲ ὅτι ἀποκτεινάσῃ τὸν Ἀντώνιον ἢ ἐκβαλούσῃ ἄδειαν αὐτῇ δώσει καὶ τὴν ἀρχὴν ἐάσει ἀπαρεγχείρητον. ἐν τοσούτῳ δὲ τὰς ἐν τῷ Ἀραβικῷ κόλπῳ ναυπηγηθείσας τῇ Κλεοπάτρᾳ τριήρεις κατέπρησαν οἶ Ἀράβιοι, καὶ τὰς ἐπικουρίας οἱ δῆμοι καὶ οἱ δυνάσται ξύμπαντες ἀπηρνήσαντο. Ἀντώνιος δὲ καὶ ἡ Κλεοπάτρα ἀκούσαντες τὰ παρὰ τοῦ Καίσαρος αὐτοῖς ἐπεσταλμένα ἔπεμψαν αὖθις, ἡ μὲν χρήματα αὐτῷ πολλὰ [*](D) δώσειν ὑπισχνουμένη, ὁ δὲ τῆς τε φιλίας καὶ τῆς συγγενείας αὐτὸν ἀναμιμνήσκων· καὶ ἑαυτόν διαχειρίσασθαι ἐπηγγέλλετο, ἂν διὰ τοῦτο ἡ Κλεοπάτρα σωθῇ. οὐδὲν μέντοι οὐδὲ τότε Ἀντωνίῳ ἀπεκρίθη, τῇ δὲ Κλεοπάτρᾳ πολλὰ καὶ τότε ἠπείλησε καὶ ὑπέσχετο. φοβηθεὶς δὲ μὴ τὰ χρήματα παμπληθῆ ὄντα διαφθείρῃ ἡ Κλεοπάτρα, ἃ εἰς τὸ μνημεῖον, ὃ ἐν τοῖς βασιλείοις κατεσκεύασεν, ἤθροισε, καὶ γὰρ πάντα κατακαύσειν ἠπείλει μεθ’ ἑαυτῆς εἰ ὧν βούλοιτο διαμάρτῃ, Θύρσον οἰκεῖον ἔπεμψεν ἐξελεύθερον, πολλὰ ἐροῦντα αὐτῇ φιλάνθρωπα καὶ ὅτι ἔρωτα τρέφει ὁ Καῖσαρ αὐτῆς. ὅθεν καὶ τὸ Πηλούσιον κατέσχεν ὁ Καῖσαρ, δυνάμει μὲν τὸ φαινόμενον, λάθρᾳ δὲ προδοθὲν ὑπὸ Κλεοπάτρας. ἐρᾶν γὰρ αὐτῆς ἐκεῖνον ἀκούσασα, καἲ τούτου ἐφιεμένη, εὐθὺς αὐτῷ
430
προήκατο τὸ Πηλούσιον. ὁ δ’ οὖν Ἀντώνιος ἀπών, καὶ τὴν τοῦ Πηλουσίου κατάληψιν γνούς, ἐπανελθὼν πρὸ τῆς Ἀλεξανδρείας τῷ Καίσαρι προυπήντησε, καὶ συμβαλὼν τοῖς ἱππεῦσι κεκμηκόσιν ἐκ τῆς ὁδοιπορίας ἐνίκησε. κἀκ τούτου ἀναθαρσήσας, καὶ ὅτι τοξεύμασιν ἐς τὸ στρατόπεδον τοῦ Καίσαρος γραμμάτια ἔπεμψε, πολλὰ χρήματα τοῖς στρατιώταις ἐπαγγελλόμενος, προσέμιξε καὶ τῷ πεζῷ, καὶ ἡττήθη. καὶ ὁ μὲν ἐλαττωθεὶς ἀπέκλινε πρὸς τὸ ναυτικόν καὶ ὧς [*](P) ναυμαχήσων παρεσκευάζετο ἢ πρὸς Ἰβηρίαν πλευσούμενος, γνοῦσα δὲ τοῦτο ἡ Κλεοπάτρα τὰς μὲν ναῦς αὐτομολῆσαι ἐποίησεν, αὐτὴ δὲ εἰς τὸ ἠρίον εἰσέδυ αἰφνίδιον, ὡς τάχα τὸν Ἀντώνιον φοβουμένη ὑπειληφότα προδίδοσθαι παρ’ αὐτῆς. δύο δὲ ἦσαν ἐκεῖ σὺν αὐτῇ θεράπαιναι καὶ εὐνοῦχος εἷς. εἰσελθοῦσα δὲ τὰς μὲν θύρας κατέκλεισεν ἀσφαλῶς, πρὸς δὲ τὸν Ἀντώνιον τοὺς ἀπαγγελοῦντας ἔπεμψεν ὅτι τέθνηκεν. πιστεύσας δ’ ἐκεῖνός τινι τῶν παρόντων ἐπέτρεψεν ἀποκτεῖναι αὐτόν. ὡς δ’ ἐκεῖνος σπασάμενος τὸ ξίφος ἑαυτὸν κατειργάσατο, “εὐγε” εἶπεν ὢ Ἔρως τοῦτο γὰρ ἦν ὄνομα τῷ ἀνθρώπῳ ὅτι με [*](C) τί χρὴ ποιεῖν διδάσκεις, καὶ πλήξας ἑαυτὸν διὰ τῆς κοιλίας εἰς τὴν κλίνην ἀφῆκεν. ἦν δὲ οὐκ εὐθυθάνατος ἡ πληγή. θορύβου δὲ γενομένου ᾔσθετο ἡ Κλεοπάτρα. καὶ τὰς μὲν θύρας οὐκ ἀνέῳξεν, ἄνωθεν δὲ προκύψασα, οὔπω γὰρ τὰ πρὸς τῇ ὀροφῇ ἐξείργαστο, καὶ μαθοῦσα τὸ γεγονός, κομίζειν αὐτὸν ἐς τὸν τάφον ἐκέλευσε. γνοὺς δὲ κἀκεῖνος ἔτι ζῶσαν αὐτήν, παρεκάλει κομισθῆναι ἐκεῖ, καὶ κομισθεὶς σειραῖς καὶ καλῳδίοις ἀνείλκετο παρ’ αὐτῆς καὶ δύο τῶν θεραπαινίδων αὐτῆς. δεξαμένη δὲ αὐτὸν αἵματι πεφυρμένον καὶ δυσθανατοῦντα, τοὺς πέπλους
431
περιερρήξατο ἐπ’ αὐτῷ καὶ τὰ στέρνα ἔτυπτε καὶ κατεσπάραττε ταῖς χερσίν. ὁ δὲ οἶνον πιεῖν ᾔτησε, καὶ πιὼν καί τινα ὁμιλήσας τῇ Κλεοπάτρᾳ ἐξέλιπε. Καῖσαρ [*](D) δὲ ἀγγελθέντος αὐτῷ τοῦ θανάτου τοῦ Ἀντωνίου ἀπεδάκρυσε, καὶ τὰς ἐπιστολὰς ἐκείνου τοῖς φίλοις ἀναγινώσκων κατεγίνωσκεν ἑαυτοῦ, ὡς εὐγνώμονα αἰτοῦντος ἐκείνου καὶ δίκαια, αὐτοῦ δὲ φορτικῶς καὶ ὑπερηφάνως πρὸς τὰς ἀποκρίσεις διακειμένου.

Εἰς δὲ τὴν Κλεοπάτραν ἔπεμψε τὸν Προκλήιον, ζώσης αὐτῆς κρατῆσαι θέλων, μέγα πρὸς δόξαν ἡγούμενος διαγαγεῖν αὐτὴν εἰς τὸν θρίαμβον. ἡ δὲ ἐντὸς θυρῶν κεκλεισμένων ἰσχυρῶς στᾶσα διειλέχθη αὐτῷ. ὡς δὲ καταμαθὼν τὸν τόπον ἀπήγγειλέ Καίσαρι, Γάλλος μὲν ἐπέμφθη αὐτῇ ἐντευξόμενος, ὃς ἐμήκυνε πρὸς ταῖς θύραις τὸν λόγον ἐπίτηδες, Προκλήιος δὲ κλίμακι διὰ θυρίδος εἰσῆλθε λαθὼν μετὰ δύο ὑπηρετῶν. τῆς δὲ μιᾶς τῶν αὐτῇ συγκαθειργμένων γυναικῶν ἀνακραγούσης ‘‘τάλαινα Κλεοπάτρα, ζωγρῇ, ὥρμησε μὲν ἑαυτὴν πατάξαι, παρέζωστο γάρ τι ξιφίδιον, προσδραμὼν δὲ αὐτῇ ὁ Προκλήιος συνέσχεν αὐτήν, καὶ ἀφείλετο τὸ ξιφίδιον, καὶ μή τι κρύπτῃ φάρμακον ἐξηρεύνησεν. ἔπεμψε δὲ Καῖσαρ Ἐπαφρόδιτον ἀπελεύθερον, κελεύσας ζῶσαν τηρεῖν πάνυ ἐπιμελούμενον. αὐτὸς δὲ Καῖσαρ εἰσήλασεν εἰς τὴν πόλιν. καὶ ὁ Ἀντώνιος παρὰ τῆς Κλεοπάτρας ἐτάφη πολυτελῶς καὶ βασιλικῶς. πυρετῶν δὲ αὐτῇ γενομένων, ἐφλέγμηνε γὰρ αὐτῆς τὰ στέρνα καὶ ἥλκωτο, [*](P) τροφῆς ἀπείχετο, ὡς ἐντεῦθεν λυθησομένη τοῦ ζῆν. ὃ ὑπονοήσας ὁ Καῖσαρ ἀπειλὰς αὐτῇ καὶ φόβους περὶ [*](Cap. 31. Plutarchi Antonius c. 71 et 78—86. Historiae Romanae 1. 51, c. 6 et 14 — 22.)

432
τῶν τέκνων προσέβαλεν, οἶς ἐκείνη καθάπερ μηχανήμασιν ὑπηρείπετο, καὶ τροφήν τε καὶ θεραπείαν προσίετο. ἧκε δὲ μετ’ ὀλίγον καὶ ὁ Καῖσαρ αὐτῇ ἐντευξόμενος. ἡ δὲ λιτῶς ἐν στιβάδι κατακειμένη μονοχίτων ἀναπηδήσασα προσπίπτει προσπίπτει ὑπότρομος τῇ φωνῇ καὶ συντετηκυῖα ταῖς ὄψεσι. κελεύσαντος δὲ τοῦ Καίσαρος ἀνακλιθῆναι καὶ αὐτοῦ παρακαθισαμένου ἐδεῖτο αὐτοῦ ὡς μάλιστα τοῦ ζῆν περιεχομένη· τέλος δὲ τῶν χρημάτων ἀναγραφὴν αὐτῷ [*](C) ἐνεχείρισεν. ὁ δὲ φιλοψυχεῖν αὐτὴν οἰόμενος ἥδετο, καὶ εἰπὼν ὅτι πάσης ἐλπίδος αὐτῇ λαμπρότερον χρήσεται, ἠπατηκέναι μὲν αὐτὴν ᾤετο, μᾶλλον δ’ αὐτὸς ἐξηπάτητο. μαθοῦσα γὰρ ὡς ὁ Καῖσαρ μὲν πεζὴ διὰ Συρίας ἔγνωκεν ἀπιέναι, αὐτὴν δ’ ἐς τὴν Ῥώμην στελεῖ μετὰ τρίτην ἡμέραν, ἐδεήθη Καίσαρος ὅπως ἐπενέγκῃ τῷ Ἀντωνίῳ χοάς. καὶ ἐπιτρέψαντος, ἐπὶ τὸν τάφον κομισθεῖσα πολλὰ ὠλοφύρατο, εἶτα στέψασα καὶ κατασπασαμένη τὴν σορόν, ἐκέλευσεν αὐτῇ λουτρὸν γενέσθαι. λουσαμένη δὲ καὶ κατακλιθεῖσα ἄριστον ἠρίστα λαμπρόν. καί τις ἧκεν ἀπ’ [*](D) ἀγροῦ κομίζων ἀγγεῖον σύκων μεστόν. τῶν δὲ φυλάκων τί φέροι ἀνακρινόντων, ἐκεῖνος τὰ σῦκα ὑπέδειξεν· οἱ δὲ εἰσάγειν ἐκέλευον. μετὰ δὲ τὸ ἄριστον ἡ Κλεοπάτρα δέλτον κατασεσημασμένην τῷ Καίσαρι ἔστειλε. Καῖσαρ δὲ ὡς ἐνέτυχε λιταῖς δεομένης αὐτῆς συνταφῆναι τῷ Ἀντωνίῳ, ταχὺ συνῆκε τὸ πεπραγμένον, καὶ κατὰ τάχος τοὺς σκεψομένους τὸ γενόμενον ἔπεμψεν. οἳ δρόμῳ καταλαβόντες εὗρον αὐτὴν τεθνηκυῖαν ἐν χρυσῇ κλίνῃ κεκοσμημένην βασιλικῶς. τῶν δὲ γυναικῶν ἡ μὲν Εἴρας πρὸς τοῖς ποσὶν ἀπέθνησκεν, ἡ δὲ Χαρμόνιον ἤδη καρηβαροῦσα καὶ σφαλλομένη κατεκόσμει τὸ περὶ τὴν κεφαλὴν
433
ἐκείνης διάδημα. εἰπόντος δέ τινος “καλὰ ταῦτα, Χαρμόνιον”, κάλλιστα μὲν οὖν” ἔφη “καὶ πρέποντα τῇ τοσούτων ἀπογόνῳ βασιλέων.” καὶ ταῦτα εἰποῦσα παρὰ τὴν κλίνην ἔπεσε καὶ αὐτή.

Λέγεται δὲ ἀσπίδος δήγματι θανεῖν κομισθείσης μετὰ τῶν σύκων. οἶ δ’ ἐν ὑδρίᾳ τηρεῖσθαι τὴν ἀσπίδα φασίν, ἠλακάτῃ δὲ χρυσῇ τῆς Κλεοπάτρας ἐκκαλουμένης αὐτὴν καὶ ἀγριαινούσης ὁρμήσασαν ἐμφῦναι αὐτῆς τῷ βραχίονι. λέγεται δὲ καὶ φάρμακον αὐτὴν ἔχειν ἐν κνηστίδι κοίλῃ, καὶ τὴν κνηστίδα κρύπτειν τῇ κόμῃ. ὁ δὲ Δίων βελόνην αὐτὴν εἶναί φησιν, ᾗ τὰς τρίχας ἀνεῖρεν, ἰῷ περικεχρισμένην, δύναμιν ἔχοντι, ἂν αἵματος ἅψηται, ὡς τάχιστα καὶ [*](P) ἀλυπότατα φθείρειν. ἡ μὲν οὖν ἀπώλετο, τὸ δ’ ἀληθὲς οὐκ ἐγνώσθη, ἢ ὅτι περὶ τὸν βραχίονα δύο νυγμαὶ ὤφθησαν λεπταί τε καὶ ἀμυδραί, οὔτε δὲ φαρμάκου τι σημεῖον περὶ τὸ σῶμα ἐκείνης ἐξήνθησεν οὔτε τὸ θηρίον εὑρέθη, εἰ μή τινας συρμοὺς αὐτοῦ παρὰ θάλασσαν, ᾗ τὸ δωμάτιον ἀφεώρα καὶ θυρίδες ἦσαν, ἰδεῖν ἔφασκον. εἴκασται δὲ ἐξ ἀσπίδος αὐτὴν θανεῖν, ὅτι πολλὰ πρῴην συνῆγε θανάσιμα φάρμακα, καὶ ταῦτα τοῖς κατεψηφισμένοις θάνατον προύβαλλε· καὶ τὰ μὲν ὠκύμορα κατελάμβανεν, [*](C) ὀδυνηρὸν δ’ ἐπάγοντα θάνατον, τὰ δὲ πρᾳότερα μέν, διὰ χρόνου δέ γε κατεργαζόμενα· μόνον δ’ εὕρισκε τό δῆγμα τῆς ἀσπίδος ἄνευ σπασμοῦ κάρον ὑπνώδη ἐφελκόμενον ἱδρῶτι μαλακῷ καὶ τῶν αἰσθητηρίων ἀμαυρώσει ῥᾳδίως ἀπονεκροῦν. Ἀκούσας δὲ ὁ Καῖσαρ τὴν τελευτὴν αὐτῆς ἐξεπλάγη, καὶ φάρμακα τῷ σώματι καὶ ψύλλους ἐπήνεγ- [*](11 Δίων] Hist. Rom. 51, 14.)

434
κεν. οἱ δὲ ψύλλοι ἄνδρες εἰσί, γυνὴ γάρ τὴν δύναμιν ταύτην ἔχειν οὐ πέφυκεν, δύνανται δὲ πάντα ἰὸν παντὸς ἑρπετοῦ, πρὶν θανεῖν τὸν δεδηγμένον ἢ τετρωμένον, ἐκμυζᾶν, καὶ αὐτοί τε μὴ βλάπτεσθαι καὶ [*](D) τὸν πεφαρμαγμένον θεραπεύειν. φύονται δὲ ἐξ ἀλλήλων, καὶ δοκιμάζουσι τὰ γεννηθέντα ἢ μετὰ ὄφεων ἐμβληθέντα, ἢ καὶ τῶν σπαργάνων αὐτῶν ἐπιβληθέντων ἰοβόλοις τισίν· οὔτε γὰρ τῷ παιδί τι λυμαίνονται καὶ ὑπὸ τῆς ἐσθῆτος αὐτοῦ ναρκῶσιν.

Ὁ μὲν οὖν Καῖσαρ ἐπὶ τῇ τῆς γυναικὸς τελευτῇ καὶ ἠχθέσθη καὶ τὴν εὐγένειαν αὐτῆς ἐθαύμαζε, καὶ συνταφῆναι τῷ Ἀντωνίῳ ἐκέλευσε πολυτελῶς καὶ βασιλικῶς. ἐντίμου δὲ καὶ αἱ θεράπαιναι ταφῆς ἔτυχον ἐκείνου προστάξαντος. ἐτελεύτησε δὲ Κλεοπάτρα μὲν τεσσαρακοντοῦτις ἑνὸς δέοντος, τούτων δύο καὶ εἴκοσι βασιλεύσασα, πλείω δὲ τῶν δεκατεσσάρων Ἀντωνίῳ συνάρξασα· Ἀντώνιον δὲ οἱ μὲν ἔξ, οἱ δὲ τρισὶν ὑπερβαλεῖν φασι τὰ πεντήκοντα. τὸν δὲ τοῦ Ἀντωνίου υἱὸν Ἄντυλλον τὸν ἐκ τῆς Φουλβίας καὶ τὸν τῆς Κλεοπάτρας τὸν Καισαρίωνα ἀπέκτεινεν ὁ Καῖσαρ.

Ἀντώνιος μὲν οὖν καὶ Κλεοπάτρα οὕτως ἀπήλλαξαν· Καῖσαρ δὲ τὸν τοῦ Ἀλεξάνδρου τοῦ βασιλέως νεκρὸν εἶδε καὶ προσήψατο αὐτοῦ. τὰ δὲ τῶν Πτολεμαίων σώματα, καίτοι τῶν Ἀλεξανδρέων δεῖξαί οἶ καὶ ταῦτα βουληθέντων, ἰδεῖν οὐκ ἠθέλησεν, εἰπὼν ὅτι βασιλέα, ἀλλ’ οὐ νεκροὺς ἰδεῖν ἐπεθύμησα.” οὐδὲ τῷ Ἄπιδι ἐντυχεῖν ἐπείσθη, λέγων ὅτι “θεούς, ἀλλ’ οὐχὶ βοῦς προσκυνεῖν εἴθισμαι.” τὴν δ’ Αἴγυπτον ὑποτελῆ ἐποίησε, χρήματά τε πάμπολλα εὗρε [*](P) καὶ πάντα ἀφείλετο. καὶ τὰ ἐκεῖ ὡς αὐτῷ ἐδόκει διοικησάμενος εἰς τὴν Ἀσίαν διὰ τῆς Συρίας ἀπῆλθε

435
καὶ ἐκεῖ παρεχείμασεν. οἶ δὲ Ῥωμαῖοι καὶ τότε καὶ πρότερον, ὅτε τὴν ναυμαχίαν ἐνίκησε, πολλὰ ἐς τιμὴν αὐτ’ ᾦ ἐψηφίσαντο. κατὰ δὲ τὸν τοῦ θέρους καιρὸν ἐς τὴν Ἑλλάδα καὶ ἐς τὴν Ἰταλίαν ἐπεραιώθη. καὶ αὐτοῦ εἰς τὴν πόλιν εἰσελθόντος ἔθυσαν οἱ Ῥωμαῖοι καὶ ὁ ὕπατος ἐβουθύτησεν, ὃ μήπω πρότερον ἐπ’ ἄλλῳ ἐγένετο. ἑώρτασε δὲ καὶ ἐπὶ τρισὶν ἡμέραις τὰ νικητήρια. καὶ ἐπιφανεῖς αἶ πομπαὶ πᾶσαι γεγόνασι· τοσαῦτα γὰρ ἠθροίσθησαν λάφυρα ὥστε πάσαις ἐπαρκέσαι. παρεκομίσθη δὲ καὶ στήλη τῆς [*](C) Κλεοπάτρας ἐπὶ κλίνης, ἀσπίδα ἐμπεφυκυῖαν ἔχουσα τῷ βραχίονι, καὶ μετὰ τῶν ἄλλων αἰχμαλώτων καὶ οἱ ἐκείνης παῖδες, ὅ τε Ἀλέξανδρος ὁ καὶ Ἥλιος καὶ Κλεοπάτρα ἡ καὶ Σελήνη. ἐφ’ ἅπασι δ’ ὁ Καῖσαρ ἐσήλασε. καὶ θεωρίαι ἐπὶ πολλὰς ἡμέρας ἐγένοντο.

Καὶ ὁ Κράσσος ὁ Μάρκος κατὰ τούτους τοὺς χρόνους εἰς τὴν Μακεδονίαν καὶ εἰς τὴν Θρᾴκην καὶ εἰς τὴν Ἐλλάδα πεμφθεὶς πολλοῖς ἐπολέμησεν ἔθνεσι, καὶ τὰ μὲν ἐνίκησε, τὰ δὲ προσηγάγετο. τὰ δ’ ἔθνη ταῦτα πάλαι μὲν Μυσοί τε καὶ Γέται ἐκέκληντο, πᾶσαν τὴν μεταξὺ τοῦ τε Αἵμου καὶ τοῦ Ἴστρου οὖσαν νεμόμενοι, προἰ·όντος δὲ τοῦ χρόνου τινὲς αὐτῶν καὶ [*](D) ἄλλοις ὀνόμασιν ἐπεκλήθησαν. καὶ μετὰ ταῦτα πάνθ’ ὅσα ὁ ποταμὸς ὁ Σαῦος εἰς τὸν Ἴστρον ἐμβάλλων ὑπὲρ τῆς Δαλματίας καὶ τῆς Μακεδονίας τῆς τε Θρᾴκης ἀπὸ τῆς Παννονίας ἀφορίζει, εἰς τὸ τῆς Μυσίας προκεχώρηκεν ὄνομα. καὶ ἐν αὐτοῖς ἄλλα τε πολλά εἰσιν ἔθνη καὶ οἱ Τριβαλλοὶ προσαγορευθέντες οἵ τε κεκλημένοι Δαρδάνιοι.

[*](Cap. 32. Dionis Historiae Romanae 1. 51, c. 22 — 1. 53 c. 18.)
436

Ταῦτα μὲν οὑν ἔν τε τῇ βασιλείᾳ καὶ τῇ δημοκρατίᾳ ταῖς τε δυναστείαις πέντε καὶ εἴκοσι καὶ ἑπτακοσίοις ἔτεσιν ἔπραξάν τε Ῥωμαῖοι καὶ ἔπαθον, ἐκ δὲ τούτου μοναρχεῖσθαι αὖθις ἀκριβῶς ἤρξαντο, καίτοι τοῦ Καίσαρος τά τε ὅπλα καταθέσθαι βουλευομένου κα; τῇ γερουσίᾳ καὶ τῷ δήμῳ ἐπιτρέψαι τὰ πράγματα. τὴν μέντοι γνώμην τῷ Ἀγρίππᾳ καὶ τῷ Μαικήνᾳ, οἷς ἐπίστευε τὰ ἀπόρρητα, κοινωσάμενος, τὴν μὲν Ἀγρίππου γνώμην ἀποτρέπουσαν αὐτὸν τῆς μοναρχίας εὕρηκεν· ὁ δὲ Μαικήνας τοὐναντίον συνεβούλευεν ἅπαν, εἰπὼν ἤδη τὴν μοναρχίαν ἐπὶ πολὺ διοικῆσαι αὐτόν, καὶ ἀναγκαῖον εἶναι δυεῖν θάτερον, ἢ μεῖναι ἐπὶ τῶν αὐτῶν ἦι ἀπολέσθαι ταῦτα προέμενον. τοῖς γὰρ ἅπαξ μοναρχήσασιν ἀσφαλῶς ἰδιωτεῦσαι εἶναι ἀδύνατον. ὑπέθετο δὲ καὶ ὅπως ἀσφαλῶς τε καὶ δικαίως ἄρξει, πρὸς δὲ καὶ ἀνεπαχθῶς, πολὺν κατατείνας λόγον περὶ τῆς ὑποθέσεως. ἐπὶ πάσι δὲ ταῦτα ἐπήγαγεν εἰ ὅσα ἕτερόν τινα [*](P) ἄρξαντά σου ποιεῖν ἐβούλου, ταῦτα αὐτὸς αὐτεπάγγελτος πράττεις, οὔτε τι ἁμαρτήσεις καὶ πάντα κατορθώσεις, ἥδιστά τε καὶ ἀκινδυνότατα ζήσεις.”

Οἱ μὲν οὑν ταῦτα τῷ Καίσαρι συνεβούλευσαν, ὁ δὲ ἄμφω μὲν καὶ ἐθαύμασε καὶ ἐπῄνεσεν, εἵλετο δὲ τοῦ Μαικήνου τὴν συμβουλήν· καὶ οὔτε τὴν μοναρχίαν ἀπέθετο καὶ τὴν τοῦ αὐτοκράτορος προσειλήφει ἐπίκλησιν, οὐ τὴν ἐπὶ νίκαις κατὰ τὸ ἀρχαῖον διδομένην τισί, ταύτην γὰρ πολλάκις ἐπεκλήθη, ἀλλὰ τὴν τὸ κράτος σημαίνουσαν τὸ βασίλειον. τῷ δ’ ἑξῆς ἔτει ἕκτον ὑπάτευσεν, Ἀγρίππα οἱ συνάρχοντος, ὃν ὑπερβαλλόντως ἐτίμα, καὶ τὴν ἀδελφὴν αὐτῷ τὴν [*](C) Ὀκταβίαν συνῴκισε. καὶ τῆς γερουσίας πρόκριτος ἐπεκλήθη ὁ Καῖσαρ, ὡς ἐν τῇ ἀκριβεῖ δημοκρατίᾳ

437
νενόμιστο, ἄλλα τε πολλὰ πεποίηΚεν εἰς τιμὴν τῆς Ῥώμης καὶ τῶν πολιτῶν καὶ χρήματα πολλοῖς τῶν βουλευτῶν ἐχαρίσατο λαμπρῶς πενητεύσασι, τά τε παλαιὰ συμβόλαια τῶν εἰς τὸ κοινὸν ὀφειλόντων κατέκαυσε· καὶ ὅσα ἐπὶ Λεπίδου καὶ Ἀντωνίου ἀδίκως ἐγένοντο, δι’ ἑνὸς προγράμματος κατέλυσεν ἅπαντα. καὶ ἐπὶ τούτοις ὑμνούμενος, ἕνα μᾶλλον τιμηθείη, καὶ παρ’ ἑκόντων τὴν μοναρχίαν λαβεῖν ἐπεθύμησεν, ὡς μὴ δοκοίη ἀκόντων ἄρχειν. καὶ τοὺς αὐτῷ μάλιστα ἐπιτηδείους παρασκευάσας εἰς τὴν γερουσίαν [*](D) εἰσῆλθεν ἕβδομον ὑπατεύων· καὶ παραιτεῖσθαι λέγων τὴν μοναρχίαν καὶ πάντα ὑπὸ τοῖς ἀρίστοις ποιεῖν, ἐδέετο τούτων δέξασθαι αὐτοῦ τὴν τῆς μοναρχίας ἀπόθεσιν. οἱ δὲ τῆς βουλῆς, οἱ μὲν εἰδότες τὴν γνώμην αὐτοῦ, οἱ δ’ ὑποπτεύοντες, οἶ μὲν ἐλέγξαι αὐτὸν οὐκ ἐβούλοντο, οἶ δ’ ἐδεδοίκεσαν. ὅθεν καὶ πιστεύειν αὐτῷ οἱ μὲν ἐπλάττοντο, οἱ δὲ ἠναγκάζοντο· καὶ ἐβίασαν δῆθεν αὐτὸν αὐταρχεῖν. καὶ τὴν μὲν ἡγεμονίαν οὕτως παρά τε τῆς γερουσίας καὶ τοῦ δήμου ἐβεβαιώσατο, καὶ τὴν φροντίδα τῶν κοινῶν πᾶσαν ὑπεδέξατο. τῶν δ’ ἐθνῶν τὰ μὲν ἀσθενέστερα ὡς εἰρηναῖά τε καὶ ἀπόλεμα ἀπέδωκε τῇ βουλῇ, τὰ δ’ ἰσχυρότερα ὡς ἐπικίνδυνα τάχα καὶ σφαλερὰ κατέσχεν ἔσχεν αὐτός, δοκήσει μὲν ὅπως ἡ γερουσία τὰ κάλλιστα τῆς ἀρχῆς καρποῖτο, αὐτῷ δ’ οἱ πόνοι ἐπίκεινται, τῇ δ’ ἀληθείᾳ ἵνα ἐκεῖνοι μὲν καὶ ἄοπλοι καὶ ἄμαχοι ὦσιν, αὐτὸς δὲ καὶ ὅπλα ἔχῃ καὶ στρατιώτας τρέφῃ. ἵνα δὲ μή τι μοναρχικὸν δοκοίη φρονεῖν, ἐς δέκα ἔτη τὴν ἀρχὴν τῶν ἀπονεμηθέντων αὐτῷ κατεδέξατο. τοσούτῳ γὰρ χρόνῳ αὐτὰ καταστήσειν ὑπέσχετο, λόγῳ ταῦτα ἐπαγγελλόμενος. τῆς γὰρ δεκαετίας περανθείσης ἕτερα πέντε ἴτη, εἶτ’ αὖθις πέντε
438
καὶ μετὰ τοῦτο δέκα καὶ ἕτερα πάλιν, πεντάκις αὐτῶ ἐψηφίσθη, ὥστε τῇ τῶν δεκαετηρίδων διαδοχῇ διὰ [*](P) βίου μοναρχῆσαι αὐτόν. κἀντεῦθεν καὶ οἶ μετ’ αὐτὸν αὐτοκράτορες, καίτοι διὰ βίου ἀποδεικνύμενοι, ὅμως διὰ τῶν δέκα ἐτῶν ἀεὶ ἑώρταζον, ὡς αὖθις τότε τὴν ἡγεμονίαν ἀνανεούμενοι.

Πόλλα δὲ καὶ τότε εἰς τιμὴν ἐψηφίσθη τῷ Καίσαρι, καὶ Αὔγουστος ἐπεκλήθη. ἐφίετο μὲν γὰρ Ῥωμύλος ὀνομασθῆναι, αἰσθόμενος δὲ ὑποπτεύεσθαι ἐκ τούτου τῆς βασιλείας ἐπιθυμεῖν, οἱ γὰρ Ῥωμαῖοι πράγματι μὲν τὰ τῶν βασιλευομένων ὑπέμενον, τῷ δ’ ὀνόματι ἤχθοντο, ἀπέσχετο τοῦ ὀνόματος, καὶ Αὔγουστος καλεῖσθαι ἠθέλησεν, ὡς καὶ πλεῖόν τι ἢ κατὰ ἀνθρώπους ὑπάρχων. πάντα γὰρ τὰ ἱερώτατα [*](C) καὶ σεβάσμια αὔγουστα προσαγορεύεται. ἐξ οὗπερ καὶ σεβαστὸν προσεῖπον αὐτόν, ἀπὸ τοῦ σεβάζεσθαι, ἐξελληνίζοντές πὼς, ὥσπερ τινὰ σεπτόν. ἡ δὲ τῶν αὐτοκρατόρων κατοικία παλάτιον ὠνομάσθη, ὅ τι ἔν τε τῷ Παλατίῳ λεγομένῳ ὄρει, ἐν ᾧ Φαυστοῦλος ᾤκει ὁ τὸν Ῥωμύλον θρεψάμενος, ὁ Καῖσαρ ᾤκει καὶ ἐκεῖ τὸ στρατήγιον εἶχε. καὶ διὰ τοῦτο κἂν ἄλλοθί που ὁ αὐτοκράτωρ καταλύῃ, τὴν τοῦ παλατίου κλῆσιν ἡ καταγωγὴ αὐτοῦ ἔχει. πάσα δὲ ἐξουσία, ἥ τε τοῖς ὑπάτοις τὸ παλαιὸν διδομένη καὶ ἡ τοῖς δημάρχοις καὶ ἡ τοῖς τιμηταῖς καὶ τοῖς ἄλλοις ἅπασι, τοῖς αὐτοκράτορσι δέδοται· καὶ προσέτι καὶ λελύσθαι [*](D) τῶν νόμων ἐδόθη αὐτοῖς, τοῦτ’ ἔστιν ἐλευθέρους ἀπὸ πάσης τῶν νόμων ἀνάγκης εἶναι καὶ μηδενὶ τούτων ἐνέχεσθαι.

[*](20 Eadem Michael Glycas Annalium p. 266 ed. Bonn. Breviora sunt apud Dionem.)
439

Ὅτε δὲ Αὔγουστος ἐπεκλήθη ὁ Καῖσαρ, σημεῖον οὐ μικρὸν τότε κατὰ τὴν νύκτα ἐκείνην ἐγένετο· ὁ γὰρ Τίβερις πελαγίσας πᾶσαν τὴν πεδιάδα τῆς Ῥώμης κατέλαβεν ὥστε πλεῖσθαι. καὶ οἶ μάντεις ὅτι τε ἐπὶ μέγα αὐξήσει καὶ ὅτι πάσαν τὴν πόλιν ὑποχειρίαν ἵξει ἐκ τούτου προεῖπον. ὁ δὲ τά τε ἄλλα τὰ τῇ ἀρχῇ προσήκοντα προθυμότερον ἔπραττεν, ὡς ἐθελόντων ἄρχων, καὶ ἐνομοθέτει. οὐ μέντοι πάντα ἐθελογνωμονῶν ἐνομοθέτει, ἀλλ’ ἔστιν ἃ καὶ ἐς τὸ δημόσιον προετίθει, ὅπως, ἄν τι μὴ ἀρέσῃ, ἐπανορρώσῃ· καὶ προετρέπετο πάντα συμβουλεύειν αὐτῷ εἴ τίς τι ἄμεινον γνοίη αὐτοῦ. καὶ τοὺς ὑπάτους, καὶ ἐκ τῶν ἄλλων ἀρχόντων ἴνα παρ’ ἑκάστων, καὶ ἐκ τοῦ τῶν βουλευτῶν πλήθους πεντεκαίδεκα συμβούλους ἐς ἑξάμηνον παρελάμβανεν, ὥστε δι’ αὐτῶν καὶ πᾶσι κοινοῦσθαι τὰ βουλευόμενα. ἔστι δ’ ὅτε καὶ ἐδίκαζε μετ’ αὐτῶν. ἔκρινε μὲν γὰρ καὶ καθ’ ἑαυτὴν ἡ βουλή, καὶ πρεσβείαις καὶ κηρυκείαις ἐχρημάτιζεν. ὅ τε δῆμος εἰς τὰς ἀρχαιρεσίας συνελέγετο, οὐ μέντοι ἐπράττετό τι ὃ μὴ ἐκείνῳ ἤρεσκε. καὶ τοὺς ἄρξοντας τοὺς μὲν αὐτὸς προεβάλλετο, τοὺς δὲ ἐς τὸ κοινὸν ἐποιεῖτο, ἐπιμελούμενος ὥστε μήτ’ ἀνεπιτήδειοι μήτ’ ἐκ παρακελεύσεως ἢ καὶ ἐκ δεκασμοῦ [*](P) ἀποδείκνυνται. καὶ ἔθνη τὰ μὲν δι’ ἑαυτοῦ, τὰ δὲ δι’ ἑτέρων τῇ Ῥωμαίων ἡγεμονίᾳ ὑπέταξεν.

Ὁ δὲ τῆς Αἰγύπτου ἄρχων Αἴλιος Γάλλος ἐπὶ Ἀραβίαν τὴν εὐδαίμονα καλουμένην, ἧς Σαβὸς ἐβασίλευεν, ἐστράτευσε τότε. καὶ οὐδεὶς μὲν αὐτοῦ ἐνώπιον ἔστη τῶν πολεμίων, οὐ μὴν ἀπόνως προυχώρει. ἥ τε γὰρ ἐρημία καὶ ὁ ἥλιος τά τε ὕδατα [*](Cap. 33. Dionis Historiae Romanae 1. 53, c. 20 — 1. 54, c. 3.)

440
φύσιν ἄτοπον ἔχοντα σφόδρα αὐτοὺς ἐταλαιπώρησεν, ὥστε τὸ πλεῖον φθαρῆναι τῆς στρατιάς. τὸ δὲ νόσημα τῇ κεφαλῇ ἐνσκῆπτον ἐξήραινεν αὐτήν, καὶ πολλοὺς μὲν αὐτίκα ἀπώλλυε, τῶν δὲ περιγενομένων ἐς τὰ [*](C) σκέλη κατῄει, ἅπαν τὸ μεταξὺ τοῦ σώματος ὑπερβαῖνον, καὶ αὐτοῖς ἐλυμαίνετο. ἴαμά τε οὐδὲν ἦν ἢ εἴ τις ἔλαιον οἴνῳ μεμιγμένον ἠλείψατο· τὰ δὲ πάνυ ὀλίγοις ἦν· ἥ τε γὰρ χώρα οὐδέτερον αὐτόν φέρει, κἀκείνοις οὐκ ἄφθονα ταῦτα προπαρεσκεύαστο. κἀν τῷ πόνῳ τούτῳ καὶ οἶ βάρβαροι σφίσιν ἐπιτιθέμενοι τὰ τε χωρία ἃ πρὶν ἀφῄρηντο ἐκομίσαντο, καὶ τοὺς περιλειφθέντας ἐκ τῆς χώρας ἐξήλασαν.

Ὁ δ’ Αὔγουστος ἑνδέκατον ὑπατεύσας ἐνόσησεν ὥστε μηδ’ ἐλπίδα σχεῖν σωτηρίας, καὶ ὡς τελευτήσων διέθετο, καὶ διάδοχον μὲν οὐδένα ἀπέδειξε, τῷ [*](D) Πείσωνι δὲ τάς τε δυνάμεις καὶ τὰς κοινὰς προσόδους εἰς βιβλίον ἐγγράψας ἔδωκε, τῷ δ’ Ἀγρίππᾳ τὸν δακτύλιον ἐνεχείρισεν. Ἀντώνιος δέ τις Μούσας οὕτω κακῶς αὐτὸν διακείμενον ψυχρολουσίαις καὶ ψυχροποσίαις ἀνέρρωσε. διὸ καὶ χρήματα παρ’ αὐτοῦ τε καὶ παρὰ τῆς βουλῆς ἔλαβε, καὶ δακτυλίοις χρυσοῖς, ἀπελεύθερος ὥν, ἐπετράπη κεχρῆσθαι, ἀτέλειάν τε αὐτῷ καὶ τοῖς ὁμοτέχνοις τοῖς οὖσί τε καὶ τοῖς ἐσομένοις παρέσχοντο. οὕτω δὲ σωθεὶς εἰς τὸ συνέδριον τὰς διαθήκας εἰσήνεγκε, καὶ ἀναγνωσθῆναι ἐπέτρεπεν, ἐνδεικνύμενος μένος ὅτι οὐδένα τῆς ἀρχῆς διάδοχον καταλέλοιπεν· οὐ μέντοι καὶ ἀνέγνω αὐτάς τις.

Λιμοῦ δὲ τῷ ἑξῆς ἔτει καὶ λοιμοῦ γενομένου ἐν πάσῃ τῆ Ἰταλίᾳ, νομίσαντες οἶ Ῥωμαῖοι οὐκ ἄλλως ταῦτα συμβεβηκέναι ἢ ὅτι μὴ καὶ τότε ὑπατεύοντα τὸν Αὔγουστον ἔσχον, δικτάτωρα αὐτὸν ἠθέλησαν

441
προχειρίσασθαι, καὶ τὴν βουλὴν εἰς τὸ συνέδριον κατακλείσαντες ἠνάγκασαν τοῦτο ψηφίσασθαι. καὶ αὐτῷ προσῆλθον δεόμενοι λεχθῆναι δικτάτωρα καὶ τῆς τοῦ σίτου συναγωγῆς ἐπιμελητήν. καὶ ὅς τὴν μὲν τοὐ σίτου φροντίδα ἐδέξατο, τὴν δικτατωρείαν δὲ οὐ προσήκατο, ἀλλ’ ἐπεὶ μήτε διαλεγόμενος αὐτοῖς μήτε δεόμενος ἔπειθε, τὴν ἐσθῆτα διέρρηξεν· ὀρθῶς γὰρ καὶ συνετῶς τὸ μισητὸν τῆς ἐπικλήσεως ἐφυλάξατο καὶ ἐπίφθονον, ὑπὲρ τούς δικτάτωρας ἔχων τὴν ἐξουσίαν καὶ τὴν τιμήν. ἐπιβουλὴν δὲ κατ’ [*](P) αὐτοῦ συστησαμένων τινῶν, αὐτοί τε καὶ οἱ συνωμόται ἐρήμην ἥλωσαν ὡς φευξόμενοι, οὐ πολλῷ δ’ ὕστερον ἀπεσφάγησαν.

Μετὰ ταῦτα δ’ εἰς Σικελίαν ἦλθε. κἀκεῖ ὄντος ὁ δῆμος τῶν Ῥωμαίων τοὺς ὑπάτους χειροτονῶν ἐστασίασεν, ὡς κἀντεῦθεν δειχθῆναι ὅτι ἀδύνατον ἦν δημοκρατουμένους αὐτοὺς σωθῆναι. οὕτω γὰρ ἐθορύβησαν καὶ ἅπαντα συνετάραξαν ὥστε καὶ τὸν Αὔγουστον ὑπὸ τῶν ἐμφρόνων ἀνακληθῆναι. καὶ ἀγανακτήσας ἐπὶ τούτῳ ὁ Αὔγουστος, καὶ μήτε ἀεὶ τῇ Ῥώμῃ σχολάζειν δυνάμενος μήτ’ αὖ ἄναρχον αὐτὴνξ καταλείπειν τολμῶν, ἐζήτει αὐτῇ ἐπιστῆσαί τινα. [*](C) καὶ ἔκρινε μὲν τὸν Ἀγρίππαν πρὸς αὐτὸ ἐπιτηδειότατον, βουληθεὶς δὲ καὶ μείζον’ αὐτῷ περιθεῖναι ἀξίωμα, ἵνα ἐκ τούτου ῥᾷον αὐτῶν ἄρχῃ, κατηνάγκασεν αὐτὸν τὴν γυναῖκα ἀφέντα τῇ αὐτοῦ θυγατρὶ συνοικῆσαι τῇ Ἰουλίᾳ, καὶ ἐς τὴν Ῥώμην αὐτίκα ἐπί τε τῷ γάμῳ καὶ ἐπὶ τῇ μεταχειρίσει τῆς πόλεως ἔπεμψε, διά τε τἄλλα καὶ ὅτι Μαικήνας εἶπε τῷ Καίσαρι ὡς “τηλικοῦτον αὐτὸν πεποίηκας ὥστε ἢ γαμ- [*](Cap. 34. Dionis Historiae Romanae 1. 54, c. 6 — 35.)

442
βρόν σου γενέσθαι χρῆναι ἦι φονευθῆναι. Ἀγρίππας οὖν οἰδοῦντα εὑρὼν ἐν τῇ Ῥώμῃ τὰ πράγματα κατεστήσατο. [*](D) στήσατο. στήσατο. ὁ δ’ Αὔγουστος τὰ ἐν τῇ Σικελίᾳ διοικήσας εἰς τὴν Ἑλλάδα ἐπεραιώθη, καὶ τὸ Ἑλληνικὸν διαγαγὼν εἰς τὴν Σάμον ἔπλευσε, κἀκεῖ χειμάσας εἰς τὴν Ἀσίαν ἐν τῷ ἔαρι ἐκομίσθη, καὶ τά τε ἐκεῖ καὶ τὰ ἐν τῇ Βιθυνίᾳ διέταξε, καὶ τοὺς Κυζικηνοὺς ἐδουλώσατο, ὅτι Ῥωμαίους τινὰς μαστιγώσαντες ἔκτειναν· τὸ αὐτὸ δὲ καὶ τοῖς Τυρίοις καὶ τοῖς Σιδωνίοις ἐποίησεν, ἐν τῇ Συρίφ γενόμενος. ἡ Ἰουλία δὲ τὸν Γάιον ἔτεκε. καὶ ὁ Αὔγουστος ἐθνῶν ἡγεμονίας τισὶ δεδωκὼς ἐπανῆλθεν εἰς Σάμον, κἀκεῖ καὶ αὖθις ἐχείμασε καὶ πολλὰ διῴκησεν· ἀφίκοντο γὰρ ἐνταῦθα πρεσβεῖαι πλεῖσται· καὶ οἱ Ἰνδοὶ τότε φιλίαν ἐποιήσαντο, δῶρα πέμψαντες ἄλλα τε καὶ τίγρεις, πρῶτον τότε Ῥωμαίοις ὀφθείσας. αὖθίς τε στάσις ἐν τῇ Ῥώμῃ συνέβη καὶ σφαγαὶ γεγόνασι διὰ τὰς τῶν ὑπάτων ἀρχαιρεσίας. μαθὼν οὖν ταῦθ’ ὁ Καῖσαρ, καὶ συνιδὼν ὅτι οὐδὲν πέρας γενήσεται τοῦ κακοῦ, εἰς τὴν Ρώμην ἠπείχθη καὶ αὐτὸς ἀπέδειξεν ὕπατον. ἐπεὶ δὲ ὑπαντῆσαι αὐτῷ πάντες παρεσκευάζοντο, νύκτωρ εἰς τὴν πόλιν ἀνεκομίσθη· ὃ καὶ πολλάκις ἐποίησε, καὶ ἐξιὼν τοῦ ἄστεος καὶ ἐπανιών, ἴνα μηδενὶ ὀχληρὸς εἴη. εἶτα τῶν τρόπων ἐπιμελητὴς καὶ τιμητὴς εἰς πενταετίαν παρακληθεὶς ἐχειροτονήθη, τὴν δὲ [*](P) τῶν ὑπάτων τιμὴν διὰ βίου ἔλαβε. τινῶν δ’ αἰτίας σχόντων ἐπιβουλεύειν αὐτῷ καὶ τῷ Ἀγρίππᾳ, ἄλλους μέν τινας ἐδικαίωσε, τὸν δὲ Λέπιδον ἐμίσει μὲν καὶ δι’ ἄλλα καὶ ὅτι ὁ υἱὸς αὐτοῦ ἐπεβούλευσεν αὐτῷ, οὐ μέντοι καὶ ἀποκτεῖναι ἠθέλησεν, ἀλλ’ ἄλλοτε ἄλλως προεπηλάκιζε καὶ ἐχλεύαζεν. ἔθετό τε καὶ ἄλλους νόμους, καὶ τὸ τοὺς δεκάσαντάς τινας ἐπὶ
443
ταῖς ἀρχαῖς ἐς πέντε ἔτη αὐτῶν εἴργεσθαι· τοῖς τε ἀγάμοις καὶ ταῖς ἀνάνδροις ἐπιτίμια ἔταξε, τοῦ δὲ γάμου καὶ τῆς παιδοποιίας ἆθλα ἔθηκε. κἀπειδὴ πολὺ πλεῖον τὸ ἄρρεν τοῦ θήλεος τοῦ εὐγενοῦς ἦν, ἐπέτρεψε καὶ ἀπελευθέρας τοῖς ἐθέλουσι πλὴν τῶν [*](C) βουλευτῶν ἄγεσθαι, ἔννομον τὴν τεκνοποιίαν αὐτῶν εἶναι κελεύσας. ἐπεὶ δὲ βρέφη τινὲς μνηστευόμενοι τὰς μὲν τῶν γεγαμηκότων ἐκαρποῦντο τιμάς, τὸ δ’ ἔργον αὐτῶν οὐ παρείχοντο, προσέταξε μηδεμίαν ἰσχύειν μνηστείαν μεθ’ ἣν οὐ δύο διελθόντων ἐτῶν γαμήσει τις, τοῦτ’ ἔστι δεκέτιν πάντως ἐγγυᾶσθαι· δώδεκα δὲ ταῖς κόραις ἔτη εἰς τὴν τοῦ γάμου ὥραν πλήρη νομίζεται. ὁ δὲ Ἀγρίππας καὶ ἕτερον υἱὸν ἐκ τῆς Ἰουλίας ἐγείνατο, Λούκιον ὀνομασθέντα· ὃν Αὔγουστος καὶ τὸν ἀδελφὸν αὐτοῦ τὸν Γάιον εἰσεποιήσατο, [*](D) καὶ διαδόχους τῆς ἀρχῆς αὐτόθεν ἀπέδειξεν, ἵν ἧττον ἐπιβουλεύηται. ἑστιώμενος δέ ποτε παρὰ Πωλίωνι, ἀνδρὶ πλουσίῳ μὲν σφόδρα, ὠμῷ δὲ λίαν καὶ ἀπηνεῖ, ἐπεὶ ὁ οἰνοχόος ἐκείνου κύλικα κρυσταλλίνην κατέαξε καὶ ἐς τὰς μυραίνας ὡρίσθη παρὰ τοῦ δεσπότου ἐμβληθῆναι, ἔτρεφε γὰρ ἐν δεξαμεναῖς τοιαύτας, ἀνθρώπους δεδιδαγμένας ἐσθίειν, καὶ τοὺς δούλους αὐταῖς οὓς ἐθανάτου παρέβαλλε, παρῃτεῖτο τὴν τιμωρίαν ὁ Καῖσαρ τοῦ οἰνοχόου· ὡς δ’ οὐκ ἔπειθε τὸν Πωλίωνα, “φέρε” φησίν “ὅσα τοιαῦτα ἔχεις ἐκπώματα ἢ καὶ ἕτερα ἔντιμα, ἔν αὐτοῖς χρήσωμαι.” κομισθέντα δὲ συνέτριψεν, εἰπὼν ἵνα μὴ διὰ ταῦτα οὕτως κολάζοιντο ἄνθρωποι. ὁ δὲ Πωλίων πρὸς τὸ πλῆθος τῶν ἀπολωλότων τῆς μιᾶς ἐπελάθετο κύλικος, καὶ τὸν οἰνοχόον τιμωρήσασθαι μὴ δυνάμενος, ὅτι ἐπὶ πολλοῖς τὸ αὐτὸ ἐπεποιήκει ὁ Αὔγουστος, καὶ ἄκων ἡσύχασεν.

444

Ἀγρίππας δὲ νοσήσας ἐν Καμπανίᾳ ἀπέθανεν· οὗ ὁ Καῖσαρ παραγενόμενος τό τε σῶμα αὐτοῦ εἰς τὴν ῾Ρώμην ἐκόμισε καὶ ἐν τῇ ἀγορᾷ προθέμενος λόγον ἐπ᾿ αὐτῷ ἀνέγνω καὶ τὴν ἐκφορὰν αὐτοῦ πολυτελῆ ἐποιήσατο καὶ ἐν τῷ ἑαυτοῦ μνημείῳ ἔθαψεν. ὁ δὲ τοῦ Ἀγρίππου θάνατος κοινόν τι τοῖς ῾Ρωμαίοις πένθος ἐγένετο. τά τε γὰρ ἄλλα ἄριστος τῶν καθ᾿ [*](P) ἑαυτὸν ἀνθρώπων ἐγένετο καὶ τῇ τοῦ Αὐγούστου φιλίᾳ πρὸς τὸ ἐκείνου καὶ πρὸς τὸ κοινῇ συμφέρον ἐκέχρητο, καὶ πάσαν τὴν ἑαυτοῦ σοφίαν καὶ ἀνδρείαν εἰς τὰ λυσιτελέστατα παρέχων τῷ Καίσαρι πᾶσαν τὴν παρ᾿ ἐκείνου καὶ δύναμιν καὶ τιμὴν εἰς τὸ τοὺς ἄλλους εὐεργετεῖν ἀνήλισκεν· ὅθεν οὔτ᾿ αὐτῷ ἐπαχθὴς οὔτε τοῖς ἄλλοις ἐπίφθονος ἐχρημάτισε. τούτου μεταλλάξαντος, ἐπεὶ συνεργοῦ πρὸς τὰ πράγματα ἐδεῖτο τὸν Τιβέριον καὶ ἄκων προσείλετο· οἱ γὰρ τοῦ Ἀγρίππου υἱοί, ἔγγονοι δ᾿ αὐτοῦ, ἐν παισὶν ἔτι ἐτέλουν. καὶ ἀποσπάσας ἐκείνου τὴν γυναῖκα, θυγατέρα οὖσαν Ἀγρίππου ἐξ ἄλλης γαμετῆς, τὴν Ἰουλίαν αὐτῷ ἐνεγύησεν. εἶτα διά τε τούτου καὶ διὰ C τοῦ Δρούσου καὶ διὰ Πείσωνος Λουκίου πολλὰ τῶν ἐθνῶν ὑπηγάγετο. ἀργύριον δὲ τῆς τε βουλῆς καὶ τοῦ δήμου εἰς εἰκόνας αὐτοῦ συνενεγκόντων, ἑαυτοῦ μὲν οὐδεμίαν ἔστησεν, Ὑγιείας δὲ δημοσίας καὶ Ὁμονοίας καὶ Εἰρήνης εἰκόνας εἰργάσατο. καὶ ἐν αὐτῇ τῇ πρώτῃ τοῦ ἔτους ἡμέρᾳ αὐτῷ ἐκείνῳ προσιόντες οἱ μὲν πλεῖον, οἱ δ᾿ ἧττον ἐδίδοσαν, καὶ ὃς προστιθεὶς ἕτερον τοσοῦτον ἢ καὶ πλέον ἀντεδίδου, οὐ μόνοις τοῖς βουλευταῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις. τέθνηκε δὲ τότε καὶ ἡ ἀδελφὴ αὐτοῦ Ὀκταβία, καὶ αὐτός τε ἐπ᾿ αὐτῇ δημοσίᾳ προτεθείσῃ ἐπιτάφιον εἶπε καὶ ὁ Δροῦσος· καὶ οἱ βου-

445
λευταὶ πενθήρεις χιτῶνας ἔλαβον, δημοσίᾳ τὸ πένθος ποιήσαντες.

Τῷ δ’ ἐχομένῳ ἔτει ὁ Δροῦσος ὑπατεύσας κατ’ [*](D) ἐθνῶν τινων ἐξεστράτευσε. καί τινα χειρωσάμενος προσωτέρω χωρεῖν ἐπεχείρησε. καὶ γυναικί τινι μείζονι ἢ κατὰ ἀνθρώπου φύσιν ἀπήντησεν ἀπιών, ἥ “ποί δῆτα ἐπείγῃ, Δροῦσε ἀκόρεστε” λέγειν αὐτῷ ἔδοξεν· οὐ πάντα σοι ταῦτα ἰδεῖν πέπρωται. ἀλλ’ ἄπιθι· ἤδη γάρ σοι καὶ ἡ τοῦ βίου καὶ ἡ τῶν ἔργων πάρεστι τελευτή.” ὑποστρέφοντι δ’ ἐκεῖθεν αὐτῷ νόσος ἐνέσκηψεν, ἐξ ἧς ἐτελεύτησε. πυθόμενος δ’ ὁ αὐτοκράτωρ ὅτι νοσεῖ, τόν Τιβέριον κατὰ τάχος ἔπεμψεν· ὃς ἔμπνουν τε αὐτὸν εὗρε καὶ θανόντα ἐς τὴν Ῥώμην ἐκόμισε. καὶ ἐν τῇ ἀγορᾷ προτεθέντα ὅ τε Αὔγουστος καὶ ὁ Τιβέριος ἐπιταφίοις ἐπῄνεσαν. Νόμους δὲ μετὰ ταῦτα ὁ Καῖσαρ εἰσήνεγκε, καὶ τοῖς βουλευταῖς αὐτοὺς ἀναγνῶναι ἐπέτρεψεν, ὅπως, εἰ μή τι ἀρέσκει ἢ ἄμεινόν τι νοήσουσιν, εἴπωσιν. οὕτω γὰρ δημοκρατικὸς ἠξίου εἶναι ὥστε τινὸς τῶν συστρατευσαμένων αὐτῷ συνηγορήματος παρ’ αὐτοῦ δεηθέντος, τῶν φίλων τινὰ συνειπεῖν αὐτῷ ἔπεμψεν, ὡς αὐτὸς οὐκ ἄγων σχολήν, ἐπεὶ δὲ ὁ τῆς συνηγορίας δεόμενος ἀχθεσθεὶς ἔφη ‘‘ἐγὼ δ’ ὁσάκις ἐπικουρίας ἐδεήθης οὐκ ἄλλον ἀντ’ ἐμαυτοῦ ἔπεμψα, ἀλλ’ αὐτός σου προεκινδύνευσα”, εἰς τὸ δικαστήριόν τε ἐφοίτησε καὶ αὐτῷ συνηγόρησεν. αἰτιαθέντων δέ τινων [*](P) ἀρχόντων ὡς ἐκ δεκασμοῦ τὰς ἀρχὰς λαβόντων, οὔτ’ ἐξήλεγξε καὶ προσεποιήσατο μηδὲ γνῶναι τοῦτο· οὔτε γὰρ κολάσαι τινὰς διὰ τοῦτο οὔτε συγγνῶναι ἐλεγ- [*](Cap. 35. Dionis Hist. Rom. 1. 55, c. 1 — 10. Nonnulla)

446
χθεἰσιν ἠθέλησε. τὴν δ᾿ ἡγεμονίαν καίπερ, ὡς ἔλεγεν, ἀφιείς, ἐπειδὴ καὶ τὰ δεύτερα δέκα ἔτη παρῆλθον, ἄκων δῆθεν αὖθις ἐδέξατο, ὡς ἐπὶ τοὺς Κελτοὺς στρατεύσων. καὶ αὐτὸς μὲν οἴκοι κατέμεινεν, ἐπ᾿ ἐκείνους δὲ τὸν Τιβέριον ἔπεμψεν. ὃν ἐπανελθόντα αὐτοκράτορά τε ἀνεῖπε καὶ ὕπατον αὖθις ἀπέδειξε καὶ τοῖς ἐπινικίοις ἐσέμνυνrεν. αὐτὸς δὲ τὸν Σεξτίλιον [*](C)καλούμενον μῆνα αὔγουστον ἀντωνόμασε.

Τοῦ δὲ Μαικήνου τελευτήσαντος ἤλγησε· πολλὰ μὲν γὰρ καὶ ἄλλα ὑπ᾿ αὐτοῦ ὤνητο, μάλιστα δὲ τῆς ὀργῆς, ὅτε ἀκρατέστερον αὐτῇ ἐκέχρητο, παρελύετο καὶ μετήνεκτο πρὸς τὸ ἠπιώτερον. τεκμήριον δέ, δικάζοντός ποτε καὶ πολλὰς ἀποφηναμένου ψήφους θανατικάς, ἐπεχείρησε μὲν ὁ Μαικήνας διώσασθαι τοὺς περιεστῶτας καὶ ἐγγὺς αὐτῷ προσῖλθεῖν, μὴ δυνηθεὶς δὲ ἔγραψεν ἐν χάρτῃ μικρῷ “ἀνάστα, δήμιέ, καὶ αὐτὸ εἰς τὸν κόλπον αὐτοῦ ἔρριψεν· ὃ ἐπελθὼν ἐκεῖνος εὐθὺς ἀνέστη καὶ τὰς ψήφους ἠκύρωσεν ἃς τηνικαῦτα ἦν ψηφισάμενος. οὐ γὰρ ἠγανάκτει διορθούμενος θούμενος ὑπὸ τῶν φίλων, ἀλλὰ ἔχαιρε. μέγιστον δὲ τῆς ἀρετῆς τοῦ Μαικήνου δεῖγμα, ὅτι τῷ τε Αὐγουστῳ πρὸς τὰς ὁρμὰς αὐτοῦ ἀνθιστάμενος ᾠκείωτο καὶ τοῖς ἄλλοις ἅπασιν ἤρεσκε, καὶ ὅτι πλεῖστον παρ᾿ αὐτῷ δυνηθείς, ὥστε πολλοῖς καὶ τιμὰς καὶ ἀρχὰς δοῦναι, αὐτὸς ἐν τῷ τῶν ἱππέων τέλει κατεβίω καὶ οὐχ ὑπερεφρόνησεν.

Ὁρῶν δὲ ὁ Αὔγουστος τόν τε Γάιον καὶ τόν Λούκιον τοὺς ἐγγόνους αὐτοῦ, οὓς καὶ υἱοθετήσατο, μὴ τὰ ἤθη ζηλοῦντας αὐτοῦ, οὐ γὰρ ἁβρότερον διῆγον μόνον, ἀλλὰ καὶ ἐθρασύνοντο, καὶ βουληθεὶς βοαὐτοὺς σωφρονεστέρους θέσθαι ὡς ἰδιώτας, τῷ Τιβερίῳ εἰς πέντε ἔτη τὴν δημαρχικὴν ἐξουσίαν ἀπἐ-

447
νεῖμε καὶ τὴν Ἀρμενίαν ἀλλοτριουμένην μετὰ τὸν τοῦ Τιγράνου θάνατον προσεκλήρωσεν. οὐδὲν δ’ ἐκ τούτου ἀπώνατο. οἱ μὲν γὰρ παῖδες παρορᾶσθαι δόξαντες ἤχθοντο, ὁ δὲ Τιβέριος τὴν ὀργὴν αὐτῶν ἐφοβήθη· διὸ οὐδ’ εἰς Ἀρμενίαν ἀπεληλύθει, ἀλλ’ εἰς Ῥόδον ἀφίκετο. τῷ δ’ ἐφεξῆς ἔτει δωδέκατον ὑπατεύων ὁ Αὔγουστος εἰς τοὺς ἐφήβους τὸν Γάιον ἔταξε καὶ ἐς τὸ βουλευτήριον ἄμα εἰσήγαγε καὶ πρόκριτον ἀπέφηνε τῆς νεότητος ἴλαρχόν τε φυλῆς γενέσθαι ἐπέτρεψε. καὶ μετ’ ἐνιαυτὸν καὶ ὁ Λούκιος τὰς τιμὰς ὅσαι τῷ Γαΐῳ τῷ ἀδελφῷ αὐτοῦ ἐδέδοντο ἔλαβεν. ἀθροισθέντος δὲ τοῦ δήμου καὶ ἐπανορθωθῆναί [*](P) τινα ἀξιοῦντος καὶ τοὺς δημάρχους διὰ τοῦτο πρὸς τὸν Αὔγουστον πέμψαντος, ἦλθεν ἐκεῖνος καὶ περὶ ὧν ἐδέοντο σφίσι συνδιεσκέψατο· καὶ ἐπὶ τούτῳ ἥσθησαν ἅπαντες. τὴν δὲ θυγατέρα Ἰουλίαν ἀσελγαίνουσαν φωράσας ὑπερωργίσθη· καὶ ἐκείνην μὲν εἰς νῆσον ἀπήγαγεν ὑπερόριον, ᾗ καὶ ἡ μήτηρ ἡ Σκριβωνία ἑκοῦσα συνεξέπλευσε, τῶν δὲ δὴ χρησαμένων αὐτῇ τὸν μὲν Ἰούλιον Ἀντώνιον ἔκτεινεν ἄλλους τέ τινας ἐπιφανεῖς ἄνδρας ὡς τῆς μοναρχίας ἐφιεμένους, τοὺς δὲ λοιποὺς εἰς νήσους τινὰς ὑπερώρισε.

Τῶν Ἀρμενίων δὲ νεωτερισάντων καὶ τῶν Πάρθων αὐτοῖς συνεργούντων ἀλγῶν ἐπὶ τούτοις ὁ Αὔγουστος [*](C) ἠπόρει τί ἂν πράξῃ. οὔτε γὰρ αὐτὸς στρατεῦσαι οἷός τε ἦν διὰ γῆρας, ὅ τε Τιβέριος, ὡς εἴρηται, μετέστη ἤδη, ἄλλον δέ τινα πέμψαι τῶν δυνατῶν οὐκ [*](Cap. 36, Dionis Historiae Romanae 1. 55, c. 1122. Nonnulla Zonaras habet quae in Dionis codicibus desiderantur.)

448
ἐτόλμα· ὁ Γάιος δὲ καὶ ὁ Λούκιος νέοι καὶ πραγμάτων ἐτύγχανον ἄπειροι. ἀνάγκης δ’ ἐπικειμένης τὸν Γάιον εἵλετο, καὶ τήν τε ἐξουσίαν αὐτῷ τὴν ἀνθύπατον καὶ γυναῖκα ἔδωκεν, ἔνα κἀκ τούτου τι προσλάβῃ ἀξίωμα, καί οἱ καὶ συμβούλους προσέταξε. καὶ ὁ μὲν ἀφωρμήθη ἐντίμως παρὰ πάντων ὑποδεχόμενος οἷα τοῦ αὐτοκράτορος ἔγγονος ἢ καὶ παῖς νομιζόμενος, [*](D) καὶ ὁ Τιβέριος δ’ ἐς Χίον ἐλθὼν αὐτὸν ἐθεράπευσε, τὰς ὑποψίας ἀποτριβόμενος, ὑποπίπτων τε διὰ τοῦτο καὶ ταπεινούμενος· ἀπελθὼν δὲ εἰς τὴν Συρίαν καὶ μηδὲν μέγα κατωρθωκὼς ἐτρώθη. Ἄδδων γάρ τις τὰ Ἀρτάγειρα κατέχων ὑπηγάγετο παρὰ τὸ τεῖχος τὸν Γάιον ὥς τι φράσων ἀπόρρητον, καὶ αὐτὸν ἔτρωσεν. ὁ μὲν οὖν πολιορκηθεὶς ἥλω, ὁ δὲ Γάιος ἐνόσησεν ἐκ τοῦ τραύματος, καὶ ἄλλως μέντοι μὴ ὢν ὑγιεινός, διὸ καὶ τὴν διάνοιαν ἐξελέλυτο, πολλῷ μᾶλλον ἀπημβλύνθη, καὶ ἰδιωτεύειν ἠξίου· ὥστε τὸν Αὔγουστον περιαλγήσαντα προτρέψασθαι αὐτῷ ἐς τὴν Ἰταλίαν ἐλθόντι πράττειν ὃ βούλοιτο. ὁ δὲ ἐς Λυκίαν ἐν ὁλκάδι παρέπλευσεν, ἔνθα δὴ καὶ μετήλλαξεν. ὁ δὲ Λούκιος ὁ ἀδελφὸς αὐτοῦ προαπέσβη, ἐξαίφνης νόσῳ ἀποθανών. ἥ τε οὖν Λιβία ἐπὶ τῷ θανάτῳ τούτων ὑπωπτεύθη καὶ ὁ Τιβέριος, οὐ πολλῷ πρότερον ἐκ τῆς Ῥόδου πρὸς τὴν Ῥώμην ὑπονοστήσας. αὐτός τε γὰρ τῆς διὰ τῖόν ἄστρων μαντικῆς ἐμπειρότατος ἦν καὶ Θράσυλλον εἶχεν ἄνδρα τὴν ἀστρολογίαν ἀκρότατον· ὅθεν καὶ τὰ ἑαυτῷ καὶ τὰ ἐκείνοις μέλλοντα συμβαίνειν ἠπίστατο. λέγεται γοῦν ὅτι βουληθείς ποτε ὁ Τιβέριος ἐν τῇ Ῥόδῳ τὸν Θράσυλλον ἀπὸ τοῦ τείχους ὤσειν, ὡς μόνον συνειδότα ὅσαπερ ἐνενόει, σκυθρωπάσαντά τε ἰδὼν αὐτόν, ἤρετο δι’ ὅ,τι συννένοφε· τοῦ δὲ
449
κίνδυνόν τινα προορᾶν ἐπηρτημένον αὐτῷ φήσαντος [*](P) ἐθαύμασεν ὁ Τιβέριος, καὶ φυλάξαι αὐτὸν ἑαυτῶ διὰ τὰς ἐλπίδας ἠθέλησεν.

Ἀλλὰ ταύτα μὲν οὕτω ὁ δὲ Αὔγουστος δεσπότης ὑπὸ τοῦ δήμου ὀνομασθείς, καὶ ἀπειπάμενος μηδένα πρὸς αὐτὸν κεχρῆσθαι τούτῳ δὴ τῷ προσρήματι, χιλίας τε καὶ πεντακοσίας μυριάδας δραχμῶν ἀτόκους τοῖς δεομένοις δανείσας ἐπ’ ἴτη τρία, ἐπῃνεῖτο παρὰ πάντων καὶ ἐσεμνύνετο. δύνανται δὲ παρὰ Ῥωμαίοις αἱ εἴκοσι καὶ πέντε δραχμαὶ χρυσοῦν νόμισμα ἕν, παρὰ δὲ τοῖς Ἕλλησιν εἴκοσι δραχμῶν ὁ Δίων φησὶ τὸ χρυσοῦν ἀλλάσσεσθαι νόμισμα.

[*](C)

Μετὰ δὲ ταῦτα Κελτικοῦ πολέμου κεκινημένου, αὐτὸς ὑπό τε γήρους καὶ νόσου κεκμηκὸς ἔχων τὸ σῶμα καὶ ἐκστρατεῦσαι μὴ οἰός τε ὤν, τὸν Τιβέριον πῇ μὲν ὑπὸ τῶν πραγμάτων ἀναγκασθείς, πῇ δ’ ὑπὸ τῆς Ἰουλίας ἀναπεισθείς, ἤδη γὰρ καὶ αὕτη ἐκ τῆς ὑπερορίας κατήχθη, υἱοθετήσατο, καὶ τὴν ἐπὶ τοὺς Κελτοὺς ἐκστρατείαν ἐπέτρεψεν. ὑποπτεύσας δὲ μή τι νεοχμώσῃ ὁ Τιβέριος ὑπερφρονήσας, καὶ τὸν Γερμανικὸν τὸν Δρούσου παῖδα εἰσεποιήσατο. πράσσοντι δὲ ταῦτα ἄλλοι τε καὶ Γναῖος Κορνήλιος τοῦ μεγάλου Πομπηίου θυγατριδοῦς ἐπεβούλευσαν. μήτ’ [*](D) οὖν ἀποκτεῖναι σφᾶς ἐθέλων, οὐδὲν γὰρ ἐκ τῶν ἀπολλυμένων ἐώρα πρὸς ἀσφάλειαν αὐτῷ κατορθούμενον, μήτ’ ἀπολῦσαι θαρρῶν, ἵνα μὴ καὶ ἄλλους ἐκ τούτου ἐφ’ ἑαυτὸν ἐπισπάσηται, οὔθ’ ἡμέρας ἀφροντιστεῖν οὔτε νυκτὸς ἠδύνατο ἠρεμεῖν. ταῦθ’ ἡ Λιβία [*](12 Δέων] verba παρὰ δὲ τοῖς Ἕλλησιν — νόμισμα non leguntur apud Dionem. 13 Μετὰ δὲ — 19 ἐπέτρεψεν partim desiderantur apud Dionem.)

450
ὁρῶσα ἤρετο αὐτὸν τί ὅτι οὐ καθεύδει. ὁ δέ “τίς ἄν” εἶπεν “ὦ γύναι, κἂν ἐλάχιστον ἀτρεμήσειε, τοσούτους ἔχων ἐχθροὺς καὶ οὕτω συνεχός ἐπιβουλευόμενός;” ἡ δὲ πολλὰ μὲν περὶ τούτου διειλἐχθη αὐτῷ, τελευταῖον δὲ γνώμην ἔδωκε θανάτῳ μὲν μηδένα τῶν τοιούτων τιμωρεῖσθαι, ἑτέρως δέ πὼς αὐτοὺς σωφρονίζειν, ὥστε μηκέτι τοιοῦτόν τι ἐξαμαρτεῖν, καὶ μάλιστα συγγνώμῃ καὶ εὐποιίαις. “οὐ γὰρ πείθειν ἢ ἀναγκάζειν” ἔφη φιλεῖν τινα τὸ ξίφος δεδύνηται, ἀλλὰ τὸν μὲν κολαζόμενον ἀπόλλυσι, τὰς δὲ 10 δὴ τῶν ἄλλων ψυχὰς ἀλλοτριοῖ τοῦ κολάζοντος, ἐπεὶ μηδὲ φιλοῦσιν ὅτι ἐδικαιώθησαν ἕτεροι, ἀλλ᾿ ἀπεχθάνονται μᾶλλον ὅτι φόβος καὶ αὐτοῖς ἐντεῦθεν ἐπήρτηται.” τοιαῦτα πολλὰ τῆς Λιβίας εἰπούσης ὁ Αὔγουστος ἐπείσθη αὐτῇ, καὶ πάντας ἀφῆκε τοὺς ὑπαιτίους, λόγοις νουθετήσας αὐτούς· τὸν δέ γε Κορνήλιον καὶ ὕπατον προσαπέδειξε. καὶ ὁ λοιπὸς [*](P) δὲ τοῦ Αὐγούστου θυγατριδοῦς ὁ ἐκ τῆς Ἰουλίας τῷ Ἀγρίππᾳ τεχθείς, ὃν καὶ Ἀγρίππαν ἐκάλεσεν, εἰς ἐφήβους ἐγράφη.

Ὁ δέ γε Τιβέριος τά τε τῶν πολέμων διῴκει καὶ εἰς τὴν ῾Ρώμην συνεχῶς εἰσεφοίτα, φοβούμενος μὴ ὁ Αὔγουστος ἄλλον τινὰ ἀπόντος αὐτοῦ προτιμήσῃ. κινηθέντων δὲ τῶν Δακῶν καὶ Σαυροματῶν καὶ ἄλλων Παννονικῶν ἐθνῶν, ὁ Τιβέριος πρὸς αὐτοὺς 25 ἀνέστρεψεν ἐκ τῆς Κελτικὴς. καὶ τὸν Γερμανικὸν δὲ ὁ Αὔγουστος ἐκεῖ ἔπεμψεν, ὡς τάχα τοῦ Τιβερίου ταχέως αὐτῶν κρατῆσαι δεδυνημένου, ἑκουσίως δὲ τὸν καιρὸν τρίβοντος, ἵν᾿ ἐν τοῖς ὅπλοις εἴη διὰ τὸν [*](Caρ. 37. Dionis Historiae Romanae 1. 55, c. 27—1. 56, c. 25. Nounulla Zonaras habet quae in Dionis codicibus desiderantur.)

451
πόλεμον. ἔπεμψε δὲ τὸν Γερμανικόν, ὅτι ὁ Ἀγρίππας [*](C) ἀπεκηρύχθη ὡς μὴ σωφρονιζόμενος· καὶ ἥ τε οὐσία αὐτοῦ τῷ στρατιωτικῷ ταμείῳ ἀπενεμήθη, κἀκεῖνος εἰς νῆσον περιωρίσθη. πολλὰ μέντοι καὶ ποιήσαντες οἶ Ῥωμαῖοι ἐν τοῖς τῶν ἐθνῶν τούτων πολέμοις, οὐ μείω δὲ καὶ παθόντες, τέλος τὰ μὲν ὁμολογίᾳ ὑπηγάγοντο , τὰ δὲ μάχαις ἐνίκησαν. ὁ δὲ Τιβέριος ἐς τὴν Ῥώμην ἐπανελήλυθε, καὶ αὖθις παρὰ τοῦ Αὐγούστου εἰς Δαλματίαν ἐστάλη ἀνταιρόντων ἐκεῖ τινων · οὓς μόλις μὲν καὶ σὺν κινδύνοις , τέως δ' οὖν ἐχειρώσατο, καὶ ὁ Γερμανικὸς ὁμοίως ἑτέρους.

Καὶ ὁ μὲν πόλεμος οὗτος τοῦτο ἔσχηκε τέλος , ἐκ δὲ Γερμανίας ἀγγελία κομισθεῖσα ἑορτάσαι τὰ νικητήρια [*](D) τοὺς ἐν τῇ Ῥώμῃ ἐκώλυσεν. ἐν γὰρ τῆ Κελτικῇ εἶχον αὐτῆς τινα οἶ Ῥωμαῖοι, οὐχ ὁμοῦ συγκείμενα, ἀλλὰ σποράδην ὡς ἔτυχε χειρωθέντα. καὶ στρατιῶται ἦσαν ἐκεῖ, καὶ πόλεις συνῳκίζοντο , καὶ οἱ βάρβαροι πρὸς ἔθη Ῥωμαϊκὰ καὶ εὐκοσμίαν μετερρυθμίζοντο. ἴως μὲν οὖν κατὰ βραχὺ καὶ ὁδῷ τινι ἐκ τῶν πατρίων μετήγοντο, οὐκ ἤχθοντο τῇ τοῦ βίου μεταβολῇ · ἐπεὶ δ’ ὁ Οὔαρος ὁ Κυντίλοις τὴν ἡγεμονιαν τῆς Γερμανίας λαβὼν ἔσπευσεν αὐτοὺς ἀθρόον μεταστῆσαι , καὶ ὡς δουλεύουσι σφίσιν ἐπέταττε καὶ χρήματα ἔπραττεν, οὐκ ἠνέσχοντο, ἀλλὰ δεξάμενοι τὸν Οὔαρον, ὡς τὰ προσταττόμενα ποιήσοντες, πόρρω τοῦ Ῥήνου προήγαγον, καὶ πίστιν αὐτῷ παρέσχον ὡς καὶ ἄνευ στρατιωτῶν δουλεύσοντες. ὁ δὲ πιστεύσας οὔτε τὰ στρατεύματα ὡς ἐν πολεμίᾳ συνεῖχε καὶ ἄλλους ἀλλαχοῦ ἔπεμπε. θαρροῦντος οὖν αὐτοῦ καὶ μή τι δεινὸν ὑποπτεύοντος ἐπανίστανται , καὶ ἀποκτείναντες τοὺς παρὰ σφίσι στρατιώτας ἐπῆλθον αὐτῷ ἐν ὕλαις δυσεκβάτοις ὄντι μετὰ τῆς περὶ αὐτὸν

452
στρατιᾶς, καὶ ἐξάπινα σφᾶς διὰ τῶν λοχμωδεστάτων, ἔμπειροι τούτων ὄντες, περιεστοίχισαν. καὶ πλεῖστα μὲν καὶ πλειστάκις ἐκάκωσαν, τέλος δὲ τῶν Ῥωμαίων [*](P) ἀποβαλόντων πολλούς , τοῖς δὲ βαρβάροις ἀεὶ προστιθεμένων ὁμογενῶν ἑτέρων , ῥᾷον οἱ Ῥωμαῖοι κυκλούμενοι ἐφονεύοντο, ὥστε καὶ τὸν Οὔαρον καὶ τοὺς λοιποὺς τοὺς λογιμωτάτους τρωθῆναι· οἷ φοβηθέντες μὴ ζωγρηθῶσιν αὐτοὶ ἑαυτοὺς ἀνεῖλον. τοῦτο δὲ γνόντες καὶ οἶ λοιποί, οἱ μὲν τὸν ἄρχοντα ἐμιμήσαντο , οἱ δὲ τὰ ὅπλα τιθέντες ἐπέτρεπον τῷ βουλομένῳ φονεύειν αὐτούς. ἐκόπτοντο οὖν ἀδεῶς, καὶ τὰ ἐρύματα πάντα κατέσχον οἱ βάρβαροι, ἄτερ ἑνός, περὶ ὃ ἀσχοληθέντες οὔτε τὸν Ῥῆνον διέβησαν οὔτ’ ἐς τὴν Γαλατίαν εἰσέβαλον. ἀλλ’ οὐδ’ ἐκεῖνο [*](C) χειρώσασθαι ἠδυνήθησαν, ἐπεὶ μήτε πολιορκεῖν ἠπίσταντο καὶ τοξόταις οἱ Ῥωμαῖοι συχνοῖς ἐχρῶντο, ἐξ ὧν καὶ ἀνεκόπτοντο καὶ πλεῖστοι ἀπώλλυντο. μετὰ δὲ τοῦτο πυθόμενοι φυλακὴν τοῦ Ῥήνου τοὺς Ρωμαίους ποιήσασθαι καὶ τὸν Τιβέριον σὺν βαρεῖ προσελαύνειν στρατεύματι, οἱ μὲν πολλοὶ ἀπανέστησαν τοῦ ἐρύματος, οἱ δ’ ὑπολειφθέντες ἀποστάντες αὐτοῦ, ὥστε μὴ αἰφνιδίοις ἐπεξελεύσεσι τῶν ἐντὸς κακοῦσθαι, τὰς ὁδοὺς ἐτήρουν, σπάνει σιτίων αἱρήσειν ἠλπικότες αὐτούς. οἶ δ’ ἐντὸς ὄντες Ῥωμαῖοι, ἕως μὲν εὐπόρουν τροφῆς, κατὰ χώραν ἔμενον, βοήθειαν [*](D) πρόσ’ δεχόμενοι · ὡς δ’ οὔτε τίς ἐπεκούρει αὐτοῖς καὶ λιμῷ συνείχοντο, ἐξῆλθον νύκτα τηρήσαντες χειμέριον, ἦσαν δὲ στρατιῶται μὲν ὀλίγοι, ἄοπλοι δὲ πολλοί, καὶ τὸ μὲν πρωτον καὶ τὸ δεύτερον φυλακτήκαὶ [*](12 τὰ ἐρύματα — 28 ἄοπλοι δὲ πολλοί omittunt Dionis condices.)
453
ριον τῶν βαρβάρων παρῆλθον, πρὸς δὲ τῷ τρίτῳ γενόμενοι ἐφωράθησαν. καὶ πάντες ἂν ἀπώλοντο ἢ καὶ ἑάλωσαν, εἰ μὴ περὶ τὴν τῆς λείας ἁρπαγὴν οἱ βάρβαροι ἐτράποντο, καὶ οἱ σαλπιγκταὶ τροχαῖόν τι συμβοήσαντες δόξαν παρέσχον ὡς ἐπικουρία τοῖς πολιορκουμένοις ἐλήλυθεν· εἶτα καὶ ὡς ἀληθῶς ἐπεκουρήθησαν. ὁ δὲ Τιβέριος διαβῆναι τὸν ῾Ρῆνον οὐκ ἔκρινεν, ἀλλ᾿ ἠτρέμιζεν ἐπιτηρῶν μὴ οἱ βάρβαροι τοῦτο ποιήσωσιν. ἀλλ᾿ οὐδ᾿ ἐκεῖνοι διαβῆναι ἐτόλμησαν, γνόντες αὐτὸν παρόντα. μετὰ ταῦτα δὲ αὐτὸς καὶ ὁ Γερμανικὸς εἰσέβαλον εἰς τὴν Κελτικὴν καί τινα ταύτης κατέδραμον, οὐ μέντοι καὶ μάχῃ ἐνίκησαν οὔτε ἔθνος τι ὑπηγάγοντο, ὅτι μηδ᾿ ᾔει τις ἐς χεῖρας αὐτοῖς, καὶ οὐδ᾿ αὐτοὶ τοῦ ῾Ρήνου πόρρω προήλθοσαν, δεδιότες μὴ καὶ αὖθις σφαλῶσιν, ἀλλ᾿ αὐτοῦ που μέχρι τοῦ μετοπώρου διατρίψαντες ἐπανῆλθον.

Ὁ Αὔγουστος δὲ τὰ τῆς μοναρχίας διοικῶν καὶ ὑπέργηρως ἤδη γενόμενος τὸν μὲν Γερμανικὸν ὑπατεύσαντα πρὸ τοῦ στρατηγῆσαι παρακατέθετο τῇ βουλῇ, τὴν δὲ τῷ Τιβερίῳ. ἱπποδρομίας δὲ τελουμένης [*](P) ἐν τοῖς γενεθλίοις αὐτοῦ ἐμμανής τις ἀνὴρ ἐκάθισεν ἐς τὸν δίφρον τὸν τῷ Ἰουλίῳ Καίσαρι ἀνακείμενον καὶ τὸν ἐκείνου στέφανον περιέθετο· ὃ πάντας ἐτάραξεν ὡς εἰς τὸν Αὔγουστόν τι σημαῖνον. ἀλλὰ καὶ τέρατα πρὸς τοῦτο φέροντα προσέπεσε πλείονα. ὅ τε γὰρ ἥλιος ἅπας ἐξέλιπε καὶ τοῦ οὐρανοῦ πολὺ πυρῶδες φαινόμενον καίεσθαι ἔδοξε καὶ ἀστέρες κομῆται καὶ αἱματώδεις ὤφθησαν· βουλῆς [*](Cap. 38. Dionis Historiae Romanae 1. 56, c. 26—45 Nonnulla Zonaras habet quae in Dionis codicibus desiderantur.)

454
τε ἐπὶ τῇ νόσῳ αὐτοῦ ἐπαγγελθείσης, ἵν εὐχὰς ποιήσωνται, κεκλεισμένον εὕρητο τὸ συνέδριον· καὶ κεραυνὸς εἰς εἰκόνα αὐτοῦ ἐμπεσὼν τὸ πρῶτον γράμμα τοῦ ὀνόματος τοῦ Καίσαρος ἠφάνισε. ταῦτα μὲν οὑν [*](C)ζῶντος ἔτι αὐτοῦ προεφάνη · ὁ δὲ νοσήσας ἐν Νώλῃ μετήλλαξε τῇ ἐννεακαιδεκάτῃ τοῦ Αὐγούστου μηνός, ζήσας ἕξ ἴτη καὶ ἑβδομήκοντα, τριάκοντα καὶ τεσσάρων ἐνδεουσῶν ἡμερῶν , μοναρχήσας δὲ ἀφ’ οὑ πρὸς τῷ Ἀκτίῳ ἐνίκησεν ἐνιαυτοὺς πρὸς τέσσαρσι τεσσαράκοντα. ὑπωπτεύθη μέντοι ἐπὶ τῷ θανάτῳ αὐτοῦ ἡ Λιβία, ὅτι πρὸς τὸν Ἀγρίππαν ὁ Αὔγουστος λάθρᾳ ἐς τὴν νῆσον διέπλευσεν, ἔνθα μετὰ τῆς Ἰουλίας τῆς μητρὸς πεφυγάδευτο. δείσασα γὰρ μὴ καταλλαγεὶς ἐπὶ τῇ μοναρχίᾳ αὐτὸν καταγάγῃ, σῦκά τινα ἐπὶ δένδροις ἔτι ὄντα, ἐξ ὧν ὁ Αὔγουστος αὐτοχειρίᾳ συκάζειν εἰώθει, φαρμάξαι λέγεται, καὶ αὐτὴ [*](D) μὲν τὰ ἀφάρμακτα ἤσθιεν , ἐκείνῳ δὲ τὰ πεφαρμαγμένα προσέβαλεν. εἶτ’ οὖν οὕτως εἴτ' ἄλλως ἀρρωστήσας τότε τοὺς ἑταίρους συνήθροισε καὶ ἃ ἠβούλετο τούτοις διαλεχθεὶς τέλος ἔφη ὅτι “ τὴν Ῥώμην πηλίνην παραλαβὼν λιθίνην ὑμῖν καταλείπω,” τὸ τῆς ἀρχῆς ἰσχυρὸν τοῦ λόγου ἐνδεικνυμένου. οὐ μέντοι τὸν θάνατον αὐτοῦ αὐτίκα ἡ Λιβία ἐξέφηνε, φοβηθεῖσα μή τι νεωτερισθῇ, ἐν Δαλματίᾳ τοῦ Τιβερίου διάγοντος , ἀλλὰ συνέκρυψεν αὐτὸν μέχρις ἐκεῖνος ἀφίκετο. ἀνακομισθέντος δὲ τοῦ σώματος αὐτοῦ εἰς τὴν Ῥώμην, τὰς διαθήκας αὐτοῦ ὁ Δροῦσος ἐκ τόν ἀετπαρθένων τῶν τῆς Ἑστίας ἱερειῶν, αἷς παρετέθειντο, εἰληφὼς εἰς τὸ συνέδριον εἰσήνεγκε , καὶ τὰς [*](12 ἔνθα μετὰ τῆς Ἰουλίας τῆς μητρὸς πεφυγάδευτο non leguntur apud Dionem. 27 τὰς διαθήκας — p. 455, 2 τοῦ συνεδρίου] Horum plurima omittuntur in Dionis exemplaribus.)
455
σφραγῖδας οἱ κατασημηνάμενοι ἐπεσκέψαντο , καὶ ἀνεγνώσθησαν ἐν ἐπηκόῳ τοῦ συνεδρίου. ἐκομίσθη δ’ εἰς τὸ συνέδριον καὶ βιβλία αὐτοῦ τέσσαρα, ὧν τὸ μὲν ἒν τὰ περὶ τῆς ταφῆς διετάττετο, τὸ δ’ ἕτερον τὰς πράξεις ἃς εἴργαστο διεξῄει, τῷ δὲ τρίτῳ τὰ τῶν στρατιωτῶν καὶ τὰ τῶν προσόδων καὶ τῶν ἀναλωμάτων τῶν δημοσίων συνέταξε καὶ τὸ πλῆθος τῶν ἐν τοῖς θησαυροῖς χρημάτων, τὸ δέ γε τέταρτον ἐντολὰς περιεῖχε τῷ Τιβερίῳ καὶ τῷ κοινῷ ἐπισκήψεις. τούτων δ’ ἀναγνωσθέντων ἡ ἐκφορὰ γέγονε καὶ ἐπιτάφιοι ἐρρήθησαν παρά τε τοῦ Δρούσου καὶ παρὰ [*](P) τοῦ Τιβερίου· εἶτα ἐκαύθη τὸ σῶμα αὐτοῦ. καὶ πένθος τότε μὲν οὐ πολλοί, ὕστερον δὲ πάντες ἔσχον, μεμνημένοι ὅτι τε πᾶσιν εὐπρόσοδος ἦν καὶ πολλοῖς ἐπήρκει ἐς χρήματα , καὶ ὅτι λίαν ἐτίμα τοὺς φίλους καὶ χάριτας ὡμολόγει τοῖς αὐτὸν διορθουμένοις ἐφ’ οἷς ἐσφάλλετο· ὥσπερ καὶ τῷ Ἀθηνοδώρῳ ἀνδρὶ σοφῷ ἐπὶ τοιᾷδε αἰτίᾳ.

Εὐκατάφορος πρὸς τὰ ἀφροδίσια ἦν , καί οἱ γυναῖκες ἐκομίζοντο ἃς ἐβούλετο ἐν καταστέγοις φορείοις καὶ οὕτως εἰς τὸν αὐτοῦ εἰσήγοντο θάλαμον, ἐκεῖνος δὲ ταύτας ἐξῆγέ τε καὶ ἐκέχρητο. ἠράσθη γοῦν ποτε γυναικὸς καὶ ἔπεμψε λαβεῖν αὐτήν. ἐν τούτῳ δὲ ὁ Ἀθηνόδωρος , τῷ τῆς γυναικὸς ἐκείνης [*](C) ἀνδρὶ συνήθης ὥν, ἔτυχεν ἀπελθὼν τὸν φίλον ὀψόμενος, καὶ ἀσχάλλοντα εὑρὼν κἀκεῖνον καὶ τὴν γυναῖκα, οὐ γὰρ ἠδύναντο ἀντιστῆναι, τὴν αἰτίαν τῆς λύπης ἐπύθετο. καὶ μαθὼν ἠρεμεῖν αὐτοὺς ἐκέλευσεν· αὐτὸς γὰρ ἀπελθεῖν ἔφη πρὸς τὸν Αὔγουστον καὶ τὴν αὐτοῦ ἀποστρέψαι ὁρμήν. καὶ κομισθέντος τοῦ καταστέγου δίφρου ὡς τῆς γυναικὸς ἐν αὐτῷ εἰσελευσομένης, εἰσῆλθεν ὁ Ἀθηνόδωρος, καὶ ξίφος

456
λαβὼν καὶ κατακαλυφθῆναι τὸν δίφρον ἀκριβῶς ἐπιτάξας οὕτω πρὸς τὸν τοῦ Αὐγούστου κεκόμιστο θάλαμον. ἐκείνου δὲ τὸν δίφρον ἀποκαλύπτοντος ξιφήρης ἐκπεπήδηκεν εἰπών εἶτα οὐ φοβῇ μή τίς σε οὕτως εἰσελθὼν ἀποκτείνῃ ” ὁ δ' Αὔγουστος οὐ [*](D) μόνον οὐκ ὠργίσθη οὐδ’ ἐκάκισε τὸν Ἀθηνόδωρον, ἀλλὰ καὶ χάριν ἔγνω αὐτό καὶ σωφρονέστερος γέγονε. διὰ ταῦτα τοίνυν καὶ ἄλλα δὲ πλείω ἐπόθουν αὐτόν, καὶ τοῦ τοῦ Τιβερίου μετ’ αὐτὸν μοναρχήσαντος οὐχ ὁμοίου ἐπειράθησαν.

Ἐν δὲ τῷ τεσσαρακοστῷ δευτέρῳ ἔτει τῆς Αὐγούστου μοναρχίας ἐτέχθη ἐνανθρωπήσας ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστὸς κατὰ τὸν Παμφίλου Εὐσέβιον, ὃς ἐν τῇ Ἐκκλησιαστικῇ ἱστορίᾳ καὶ πεντήκοντα καὶ ἑπτὰ ἔτη αὐτὸν ἱστορεῖ μοναρχῆσαι, τῶν ἄλλων τέσσαρα ἐπὶ τεσσαράκοντα τὰ τῆς μοναρχίας αὐτοῦ ἀριθμούντων ἔτη. γένεται δὲ ἡ διαφωνία ἐντεῦθεν, ὅτι οἶ μὲν ἄλλοι τὴν μοναρχίαν ἐλογίζοντο Καίσαρι ἐξότου ναυμαχίᾳ ἐνίκησε τὸν Ἀντώνιον ἐν Ἀκτίῳ, ὅτε καὶ ὡς ἀληθῶς ἐμονάρχησε, μόνος τῶν Ῥωμαϊκῶν πραγμάτων γενόμενος κύριος, ὁ Εὐσέβιος δὲ καὶ τὸν χρόνον, ὃν συνῆρξε τῷ Ἀντωνίῳ τῇ μοναρχίᾳ προστίθησιν, ὡς καὶ τότε τοῦ Αὐγούστου ὅσα ἐβούλετο πράττοντος, ἐκείνου τῇ Αἰγύπτῳ σχολάζοντος καὶ τῷ τῆς Κλεοπάτρας δουλεύοντος ἔρωτι, δι’ ὃν καὶ ἀπώλετο. οὕτως οὖν καὶ ἐν τῷ τεσσαρακοστῷ δευτέρῳ ἔτει τῆς μοναρχίας τοῦ Καίσαρος ἱστόρησεν ὁ Εὐσέβιος τὸν Χριστὸν γεννηθῆναι τὸ κατὰ σάρκα. εἰ γὰρ τεσσαράκοντα καὶ τέσσαρας φαίημεν τοὺς τῆς [*](Cap. 39. Eusebii (Hist. eccl. 1, 5) Dionis (Hist. Rom. 56, 30) et Lucae (Evangel. 3, 1 et 23) testimonia inter se comparantur.)

457
μοναρχίας ἐνιαυτοὺς γενέσθαι τοῦ Καίσαρος, οὐ κατὰ τὸ τεσσαρακοστὸν δεύτερον ἔτος ἡ ἐπιφάνεια γέγονε τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν, ἀλλὰ κατὰ τὸ εἰκοστὸν ἔνατον ἔτος συμβαίνει τεχθῆναι τὸν κύριον. ὡς γὰρ ὁ θεσπέσιος εὐαγγελιστὴς Λουκᾶς ἱστορεῖ, ἐν ἔτει [*](P) πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος τὸν Χριστὸν ὁ Ἰωάννης ἐβάπτισε· τριάκοντα δ’ ἦν ἐτῶν ὅτε ἐβαπτίσθη, κατὰ τὸν αὐτὸν εὐαγγελιστήν· ὥστε λοιπὸν τοὺς μὲν πεντεκαίδεκα τῶν τριάκοντα ἐνιαυτῶν ἐκ τῶν τῆς αὐταρχίας τοῦ Τιβερίου χρόνων λαμβάνεσθαι, τοὺς δέ γε λοιποὺς πεντεκαίδεκα ἐκ τῶν τοῦ Αὐγούστου τεσσαράκοντα καὶ τεσσάρων καταλογίζεσθαι. συμβαίνει τοίνυν τοὺς ἐξ αὐτῶν περιλιμπανομένους ἐννέα εἶναι καὶ εἴκοσιν. ἐν γοῦν τῷ εἰκοστῷ ἐνάτῳ τῆς ἀκριβοῦς μοναρχίας τοῦ Καίσαρος Αὐγούστου καταλαμβάνεται τεχθῆναι τὸ κατὰ σάρκα ἐκ τῆς ἀειπαρθένου καὶ ἁγίας Μάριας τῆς θεοτόκου ’τον κύριον.