Anonymi Dissertatio De Terrae Motibus

Anonymi de Terrae Motibus

Ioannis Lavrentii Lydi Liber de Ostentis et Calendaria Graeca Omnia. Wachsmuth, Kurt, editor. Leipzig: Teubner, 1897.

ὕστερον δὲ καὶ ἐπ᾽ ἐνιαυτὸν καὶ δύο ἔτη πολλάκις σείει κατὰ τοὺς αὐτοὺς[*]() τόπους.

Τοσαῦτα μὲν οὖν καὶ περὶ τῆς τῶν σεισμῶν προγνώσεως ἐσημειώθη παρὰ τοῖς παλαιοῖς· ἡμῖν δὲ νόμος καὶ ὅρος ἑκάστοτε καὶ ἐφ᾽ ἑκάστῳ τῶν συμβαινόντων ἄνωθεν τὸ θεῖον πρόσταγμα πιστεύεται, ἀρρήτῳ τινὶ προνοίας[*]() λόγῳ τοῦ πάντα πεποιηκότος θεοῦ κυβερνῶντος καὶ διοικοῦντος τὰ σύμπαντα.

Σχόλιον ἀπὸ φωνῆς Συμεὼν μονάχου τοῦ χρυσογράφου εἰς τὰ προκείμενα δύο κανόνια περὶ σεισμῶν[*]().

τὸν ἀστέρα τὸν κύριον τῆς προγενομένης συνόδου ἢ πανσελήνου ἐπισκόπει καὶ τὸ πλάτος αὐτοῦ εἴτε βόρειόν ἐστιν ἢ νότιον, καὶ ἐπὶ ποίου βαθμοῦ τοῦ πλάτους ἕστηκεν ὁ ἀστήρ, καὶ ταῦτα ἐφευρίσκων εἰσέρχου τὰ προκείμενα κανόνια καὶ ἀναψηλαφῶν τὸ ζώδιον, ἐν ᾧ ὁ κύριος τῆς συζυγίας ἔτυχεν, ἀποφαίνου.