Adversus Porphyrium (Fragmenta)

Methodius

Methodius, Adversus Porphyrium (Fragmenta), Bonwetsch, Hinrichs, 1917

αὐτὸς γὰρ ἐξ ὅλης τῆς πάσης οὐσίας τε καὶ φύσεως τῷ ἑαυτοῦ τὰ πάντα εἰς τὸ ζῆν ἐφέλκεται λόγῳ. εἴτε γὰρ τὸ ἀγαθὸν θέλει, αὐτὸς ὢν τὸ ἀγαθὸν ἐν ἑαυτῷ μένει· μένει· τὸ καλὸν ὑπάρχειν ἐραστὸν αὐτῷ, αὐτὸς ὢν τὸ μόνον καλὸν εἰς ἑαυτὸν βλέπει, ἐν οὐδενὶ τὰ πρὸς τῶν ἀνθρώπων θαυμαζόμενα τιθέμενος. κάλλιστον γὰρ ταῖς ἀληθείαις καὶ ἐπαινετὸν κλητέον τοῦτο, ὅπερ ἂν αὐτὸς εἶναι ὁ θεὸς ἡγήσηται καλόν, κἂν ὑπὸ Πάντων ἐξουθενῆταί τε καὶ χλευάζηται, ἀλλ’ οὐχ ὅπερ οἱ ἄνθρωποι νομίζουσιν.

ὅθεν, εἰ καὶ διὰ τούτου τοῦ σχήματος τῶν θυμοφθόρων ἐλευθερῶσαι τὰς ψυχὰς παθῶν ἐβουλήθη καταισχύνων τὰ πλήθη τῶν δαιμόνων, ἀποδέχεσθαι ἐχρῆν, ἀλλὰ μὴ δυσφημεῖν, ἐλευθεοπο αὐτὸ καὶ λυτήριον τῶν ἐκ τῆς παρακοῆς κατασκευασθέντων ἡμῖν δεσμῶν ὁρῶντες δοθέν.