Adversus Porphyrium (Fragmenta)

Methodius

Methodius, Adversus Porphyrium (Fragmenta), Bonwetsch, Hinrichs, 1917

... ἐπειδὴ γὰρ δύναμις αὐτῷ τοῦτο ἠν· δυνάμεως γὰρ τὸ συστέλλεσθαι μὲν ἐν τοῖς ὀλίγοις καὶ βραχύνεσθαι , χεῖσθαι <δὲ> ἐν τοῖς μεγάλοις καὶ μεγεθύνεσθαι. εἰ δὲ τὸ συνεκτείνεσθαι μὲν τοῖς μεγάλοις καὶ συνεξισάζεσθαι δυνατὸν αὐτῷ, τὸ δὲ βραχύνεσθαι ἐν τοῖο μικροῖς καὶ συστέλλεσθαι ἀδύνατον, οὐκ ἦν δύναμις.

δυνάμει γὰρ ἐὰν τόδε μὲν δυνατὸν εἶναι φῄς, τόδε δὲ ἀδύνατον, τοῦ εῖναι αὐτὴν δύναμιν παραγράφῃ, ἀσθενοῦσαν περὶ ἃ μὴ δύναται. οὐ μὴν δέ, ἀλλ’ οὐδὲ ὑπεροχήν τινα ἔτι θεότητος ἕξει πρὸς τὰ μεταβαλλόμενα· καὶ γὰρ οἱ ἄνθρωποι καὶ τὰ ἐρχόμενα τῶν ζῴων χαμαί, ἐφ’ ὧν μὲν ἂν δύνωνταί τι δρᾶσαι ἐνεργοῦσιν, ἐφ' ὧν δ' ἂν μὴ δύνωνται φθίνουσιν. διόπερ ταύτῃ μᾶλλον κεχώρηται ἐν ἀνθρώπῳ ὁ υἱὸς τοῦ θεοῦ, ὅτι μὴ ἦν αὐτῷ τοῦτο ἀδύνατον· ὅτι δυνάμει καὶ ἔπαθεν ἀπαθὴς μένων, καὶ ἔθανεν ἀθανασίαν τῷ θνητῷ ποριζόμενος.

σῶμα μὲν γὰρ ὑπὸ σώματος τυπτόμενον ἢ τεμνόμενον τοσοῦτον τύπτεται ἢ τέμνεται, ὅσον ἂν τὸ τύπτον τύπτῃ καὶ τὸ τέμνον τέμνῃ. κατὰ ἀντιτύπησιν γὰρ τοῦ ὑποκειμένου τῷ τύπτοντι ἡ πληγὴ γίνεται, ἐν ἴσῳ πάθει τῶν ἑκατέρων ὄντων, καὶ τοῦ δρῶντος καὶ τοῦ δρωμένου. ἀμέλει ἐὰν μὴ τὸ τεμνόμενον μετὰ ὀλίγης ἕξεως ἀντιτονήσῃ τῷ τέμνοντι, τὸ τέμνον τέμνειν οὐ δυνήσεται.

τῇ γὰρ φορᾷ τοῦ ξίφους οὐκ ἀντιπαραμείναντος τοῦ ὑποκειμένου σώματος, ἀλλὰ συνείξαντος μᾶλλον, ἄπρακτος γίνεται ἡ ἐνέργεια, οἷον καθάπερ καὶ ἐπὶ τῶν λεπτομερεστέρων σωμάτων πυρός ἢ ἀέρος· ἐκλύεται γὰρ ἐν τοῖς τοιούτοις ἀνενέργητος <ἡ> τῶν στερεωτέρων ὁρμὴ σωμάτων. εἰ δὲ πῦρ ἢ ἀέρα λίθος ἢ σίδηρος ἢ ξύλον ἢ ἄλλο , οἷς οἱ ἄνθρωποι χρώμενοι καθ’ [*](11 vgl. Tert. De bapt. 2 — 21 vgl. De res. III, 23, 4 S. 420, 26 ff) [*](2 αὐτοδὴ M, αὐτὸς δὴ D 3 ὅπερ M Ι σχημ.] σταυρούμενος übergeschr. D 5 ἀρυθμίας M 7 θειότητα M 8 προσηρμοσμένος M 9 ἀδυνατόν Μ 10 M 81 v. Überschrift Τοῦ αὐτοῦ Μεθοδίου, πῶς ὁ τοῦ θεοῦ υἱὸς ὁ Χριστὸς ἐν βραχεῖ τε καὶ περιωρισμένῳ χρόνῳ διαστολαῖς σώματι ἐκεχώρητο (vgl. S. 387, 1 f); καὶ πῶς ἀπαθὴς ὢν ἤγετοὑπ ὑπὸ πάθους; Ι ἐπειδὴ D 715 v 17 θειότητος M 19 φθίνωσιν M 24 τύπτει u. τέμνει M 27 ἐὰν] aus ἐστι corr. in D, da abgekürzt in M Ι ἀντιτορήση M 30 ἐνέργεια D 716 32 ὁρμῆς Μ)

506
ἑαυτῶν ἀλληλοφονοῦσι, τρῶσαί τε καὶ διελεῖν οὐ δύνανται, παρὰ τὸ εἰκτικῆς τε αὐτὸ καὶ λεπτομερεστέρας φύσεως τυγχάνειν, χῶς οὐ μᾶλλον ἄτρωτός γε ἔμεινεν ἡ σοφία καὶ ἀπαθής, οὐδὲν πρὸς οὐδενὸς κακυνομένη, κἂν τεμνομένῳ συνῆν καὶ προσηλωμένῳ τῷ σώματι, βελτίων καὶ καθαρωτέρα φύσεως πάσης μετὰ τὸν γεννησάμενον αὐτὴν θεὸν ὑπάρχουσα;