De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235)

Methodius

Methodius, De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235), Bonwetsch, Hinrichs, 1917

Ὅτι φησὶν ὁ ἅγιος, Δύο δὲ δυνάμεις ἐν τοῖς προωμολογημένοις ἔφαμεν εἶναι ποιητικάς, τὴν ἐξ οὐκ ὄντων γυμνῷ τῷ βουλήματι χωρὶς μελλησμοῦ ἅμα τῷ θελῆσαι αὐτουργοῦσαν ὃ βούλεται ποιεῖν· τυγχάνει δὲ ὁ πατήρ· θατέραν δὲ κατακοσμοῦσαν καὶ ποικίλλουσαν κατὰ μίμησιν τῆς προτέρας τὰ ἤδη γεγονότα· ἔστι δὲ ὁ υἱός, ἡ πανταδύναμος καὶ κραταιὰ χεὶρ τοῦ πατρός, ἐν ᾗ μετὰ τὸ ποιῆσαι ὕλην ἐξ οὐκ ὄντων κατακοσμεῖ.

Ὅτι τὸ Ἰὼβ βιβλίον Μωσέως εἶναι ὁ ἅγιός φησιν.

Ὅτι περὶ τοῦ »ἐν ἀρχῇ ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν« [*](16 vgl. 7, 2 S. 497, 26 — 24 vgl. Symp. S. 19, 8 — 29 vgl. De res. I, 46, 2 S. 296, 2f. Iren. Adv. haer. III, 21, 10. V, 5, 2. 6, 1. Hippol. In Dan. IE, 14, 6. II, 33, 4 — 32 Gen. 1, 1) [*](2 εἰ δ’ Ausgg.: ἢ Α B 4. 18 ἔχον w. e. seh. corr. aus ἔχων A 5 ὦ < A | λέξωμεν B 9 ἡμᾶς A 11 τὸ] τὸν A 12 τὸν < AB | κινήσας AB 15 ἀπεικ. A ν b 16 δὴ] δὲ A 20 ἔσται] ἂν A 24 δὲ < A, aber e. Lücke 25 ποιητικῆς A 26 μελησμοῦ B ὃ Β 237v)

499
φησίν, Ἀρχὴν δὲ αὐτὴν τὴν σοφίαν λέγων τις οὐκ ἂν ἁμάρτοι. λέγεται γὰρ παρά τινι τῶν ἐκ τοῦ θείου χοροῦ λέγουσα περὶ αὑτῆς τὸν τρόπον τοῦτον κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με«.

ἠν γὰρ ἀκόλουθον καὶ πρεπωδέστερον πάντα ἃ εἰς γένεσιν ἠλθον εἶναι ταύτης νεώτερα, ἐπεὶ καὶ δι᾿ αὐτῆς γεγόνασιν. ἐπίστησον γὰρ εἰ μὴ καὶ τό »ἐν ἀρχῇ ἦν λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν‘ κατὰ τὸν εὐαγγελιστήν »καὶ θεὸς ἦν ὁ λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν«, εἰ μὴ τούτοις ὁμαρτεῖ.

τὴν μὲν γὰρ ἀρχήν, ἀφ’ ἦς ἀνεβλάστησεν ὁ ὀρθότατος λόγος, τὸν πατέρα καὶ ποιητὴν τῶν ὅλων φατέον, ἐν ᾦ ἦν· τῷ δέ οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν‘ τὸ ἐξουσιαστικὸν τοῦ λόγου, ὃ εἶχε παρὰ τῷ πατρὶ καὶ πρὸ τοῦ τὸν κόσμον εἰς γένεσιν παρελθεῖν, ἔοικε σημαίνειν, τὴν τὴν ἀρχὴν εἰπών. οὐκοῦν ἀρχὴ μετὰ τὴν ἰδίαν ἄναρχον ἀρχήν, τὸν πατέρα, αὐτὸς τῶν ἄλλων γίνεται, δἰ ἡς ἅπαντα δημιουργεῖται.

Ὅτι Ὠριγένης μετὰ τὸ πολλὰ μυθήσασθαι περὶ τῆς τοῦ παντὸς ἀïδιότητος ἐπάγει καὶ τοῦτο, Οὔτε οὖν ἀπὸ Ἀδάμ, ὥς φασί τινες, πρότερον οὐκ ὢν ὁ ἄνθρωπος τότε πρώτως πλασθεὶς εἰς κόσμον παρῆλθεν, οὔτε αὖ κόσμος πρὸ ἓξ ἡμερῶν τῆς τοῦ Ἀδὰμ γενέσεως ἤρξατο δημιουργεῖσθαι.