De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235)

Methodius

Methodius, De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235), Bonwetsch, Hinrichs, 1917

Ὅτι Ὠριγένης μετὰ τὸ πολλὰ μυθήσασθαι περὶ τῆς τοῦ παντὸς ἀïδιότητος ἐπάγει καὶ τοῦτο, Οὔτε οὖν ἀπὸ Ἀδάμ, ὥς φασί τινες, πρότερον οὐκ ὢν ὁ ἄνθρωπος τότε πρώτως πλασθεὶς εἰς κόσμον παρῆλθεν, οὔτε αὖ κόσμος πρὸ ἓξ ἡμερῶν τῆς τοῦ Ἀδὰμ γενέσεως ἤρξατο δημιουργεῖσθαι.

εἰ δὲ φιλοφρονοῖτο διαφέρεσθαι πρὸς ταῦτά τις, πρότερον φρασάτω εἰ μὴ εὐαρίθμητος ἀπὸ τῆς τοῦ κόσμου γενέσεως κατὰ τὴν Μωσέως βίβλον τοῖς οῦτως αὐτὴν ἐκλαμβανομένοις ὁ χρόνος ἔσται, τῆς προφητικῆς καὶ ἐνθάδε βοώσης φωνῆς »ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ· ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡς ἡμέρα ἡ χθές, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί«. χιλίων γὰρ ἐτῶν περιοριζομένων εἰς μίαν ἡμέραν ἐν ὀφθαλμοῖς θεοῦ, ἀπὸ τῆς τοῦ κόσμου γενέσεως μέχρι καταπαύσεως . . μέχρις ἡμῶν, ὡς οἱ περὶ ἓξ ἡμέραι συμπεραιοῦνται (ἑξακισχιλιοστὸν

ἓξ ἡμέραι συμπεραιοῦνται (ἑξακισχιλιοστὸν ἄρ' ἔτος φασὶν ἀπὸ Ἀδὰμ εἰς δεῦρο συντείνειν· τῇ γὰρ ἑβδομάδι τῷ ἑπτακισχιλιοστῷ ἔτει κρίσιν ἀφίξεσθαί φασιν). οὐκοῦν αἱ πᾶσαι ἡμέραι δέκα καὶ τρεῖς ἀφ’ ἡμῶν ἕως εἰς τὴν ἐν ἀρχῇ, ἐν ᾖ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, μετροῦνται. ὧν ὁ θεὸς [*](3 Spr. Sal. S, 22 — e. 11 Joh. 1, 1 — 10 vgl. S. 415, 13. 474, 5. Plato Tim. 28 C — 12 vgl. Joh. 17, 5 — 24 Psal. 89, 2. 4 — 27 Gen. 2, 2 — 30 vgl. Barn. 15, 4) [*](1 τὴν] καὶ A 2 αὐτῆς AB 3 κύριος A 316 | ὁδὸν B 9 ἁμάρτοι A 10 τὸ δὲ B 11 ἦν < B 15 δημιουργοῦνται B 18 πρῶτος B 22f ἐκλαμβανομέ|νοις A 316 r b 23 ἔσται Ausgg.: ἂν A, εἷς B 25 ἐχθές A 27 nach καταπ. Lücke, etwa <τοῦ θεοῦ ἑπτὰ ἡμέραι, καταπαύσεως> Kl | μέχρï B)

500
άνώτερον κατὰ τὴν σφῶν αὐτῶν ἄνοιαν οὐδὲν ούδαμῶς ἐγεγύμνωτο τοῦ πατὴρ καὶ παντοκράτωρ εἶναι. εἰ δὲ καὶ τρισκαίδεκά εἰσιν ἡμέραι ἐν όφθαλμοῖς θεοῦ ἀπὸ γενέσεως κόσμου, πῶς φησιν ἡ ἐν τῷ Σειρὰχ σοφία »ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει;« Ταῦτά φησιν ὁ Ὠριγένης σπουδάζων, καὶ ὅρα οἷα παίζει.

[*](4 Sir. 1, 2)[*](2f καὶ τρισκαίδ. B: καὶ <Α)