De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

πάντα γὰρ ἐκτισας ἐξ οὐκ ὄντων· διὸ καὶ πάντα μεταλλεύεις, σὰ ὑπάρχοντα, καὶ μετασκευάζεις, μόνος ὑπάρχων θεός, ὡς θέλεις.

--- Αὐτίκα γοῦν τῶν τῇδε βασιλέων αἱ εἰκόνες, κἂν μὴ ἀπὸ τῆς πολὺ τιμιωτέρας ὕλης, χρυσοῦ, ἀργύρου, ἠλέκτρου ἢ ἐλέγαντος, ὦσι κατεσκευασμέναι, τιμὴν ἔχουσι πρὸς ἁπάντων· οὐ γὰρ τὰς μὲν ἀπὸ τῆς πολὺ τιμιωτέρας ὕλης τεχνημένας θεραπεύοντες ἐξολιγωροῦσι τῶν ἄλλων οἱ ἄνθρωποι, ἀλλὰ πάσας ἐπίσης τιμῶσιν, εἰ καὶ ἀπὸ γύψου ἢ χαλκοῦ ὑπάρχουσιν, καὶ ὁ δυσφημήσας εἰς ὁποτέραν οὔτε 15 ὡς πηλὸν ἀτιμάσας ἀφιεται, οὔτε ὡς χρυσὸν ἐξευτελίσας κρίνεται, ἀλλ᾿ ὡς εἰς αὐτὸν ἀσεβήσας τὸν βασιλέα καὶ κύριον.

τὰς μὲν ἀπὸ χρυσοῦ κατεσκευασμένας εἰκόνας τοὺς αὐτοῦ ἀγγέλους, τὰς τε ἀρχὰς καὶ τὰς ἐξουσίας, »εἰς τιμὴν« καὶ δόξαν αὐτοῦ ποι<ηθέντας νο>οῦμεν . . .