De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

Οὐκοῦν ἐγίγνωσκε δύνασθαι διευθύνεσθαι τὸ σκήνωμα τοῦτο καὶ νεύειν πρὸς τὸ ἀγαθόν, ἵνα νεκρωθῶσιν ἐν αὐτῷ τὰ ἀμαρτήματα. ἐπεὶ πῶς ἑτέρως δουλωθῆναι τῇ δικαιοσύνῃ δύναται ἄνθρωπος καὶ ἐξ᾿ ἡμῶν, ἐὰν μὴ πρότερον ὖποτάξας ἑαυτοῦ τὰ μέλη τῆς σαρκὸς εἰς τὸ μὴ ὑπακούειν αὐτὰ τῇ ἁμαρτίᾳ, ἀλλὰ τῇ δικαιοσύνῃ, πολιτεύσηται κατ᾿ ἀξίαν τοῦ Χριστοῦ; ἐπειδὴ τὸ ἁμαρτῆσαι καὶ τὸ μὴ ἁμαρτῆσαι διὰ τοῦ σώματος γίγνεται, τῆς ψυχῆς ἢ πρὸς ἀρετὴν ἢ πρὸς κακίαν όργάνῳ χρωμένης αύτῷ.

εἰ γὰρ »οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οτε μαλακοὶ ουτε άρσενοκοῖται ουτε κλέπται ουτε πλεονέκται οὔτε μέθυσοι οὔτε λοίδοροι οὔτε ἄρπαγες βασιλείαν θεοῦ κληρονομῆσαι« δύνανται, πληροῦνται δὲ ταῦτα καὶ κρατύνονται διὰ τοῦ σώματος, δικαιοῦται δὲ οὐδείς, ἐὰν μὴ πρῶτον κρατήσῃ τούτων, κρατεῖ δὲ τούτων ὸ ἐκνεύων πρὸς σωφροσύνην καὶ πίστιν, ὑποτάσσεται ἄρα τὸ σῶμα τῷ νόμῳ τοῦ θεοῦ· ὁ νόμος γὰρ θεοῦ σωφροσυνη.

ὥστε ὁ άπόστολος οὐ τὴν σάρκα »μὴ ὺποτάσσεσθαι« τῷ άγαθῷ ἔφη, άλλὰ »τὸ φρόνημα τῆς σαρκλός«, οἶον τὴν ὁρμὴν αύτῆς [αὐτὴν] τὴν πρὸς τὰς ἀκρασίας ἀναιρῶν, ὥσπερ δὴ καὶ τῆς ψυχῆς τὴν πρὸς τὸ ἄδικον ἔκκλισιν.

ἐκκαθαίρεσθαι γοῦν ἄχρι καὶ τῆς γαστριμαργικῆς ἀκρασίας διαμιλλώμενος, διδάσκων τε τὰς τοιαύτας [*](11 I Kor. 6, 10 — 19 Röm. S, 7 — 22 vgl. De res. II, 4, 3 S. 336, 8) [*](l τῇ ἁμαρτίᾳ καὶ τ. ἀκ. S 2 οὕτως U 147 4 ἐγίνωσκεν U | σκήνωμα VU: σῶμα S 5 καὶ νεύειν 578 S | ἵνα — ἁμαρτήματα] ἐὰν νεκρώσῃ ἐν αὑτῷ τὸ αμάρτημα (od. τὰ ὰμαρτ.) w. e. seh. S 6 ἄνθρωπος — χριστοῦ Z. 9 578 S 7 αὐτοῦ U 8 πολιτεύσεται V 9 καὶ τὸ μὴ ἁμαρτ. 578 V | μὴ ne: na S 10 ἢ vor πρὸς1 < V | ἀρετὴν V 373V 11 Χρωμ. κὐτῷ] trebujusti im: trebujustim S 11f οὔτε μοιχοὶ — κλέπται < S 12 ἀρσεν. οὔτε μαλακοί U 13 οὔτε μέθυσοι nach ἅρπαγες S | οὐ λοίδοροι U 13 f κληρον. δύνανται] »würdig sind« übersetzt S | οὐ κληρ. V S. 236, 14 14 ταῦτα] πάνταΨ + S | καὶ κρατύνονται < S 15 τούτων < U 16 κ. πίστιν] τὸ σῶμα S 16f ὑποτάσσεται ἄρα < V 17 τὸ σῶμα < U: »das Fleisch« S ὁ < U | θεοῦ verb. mit σωφρ. S 18f τῷ ἀγαθῷ S 99 19 ἴφη] φησιν S 20 αὐτὴν + V U tilgt Dd | τὴν — ψυχῆς < U | δὴ < S 21 ἔκκλ. Kl, vgl. Symp. S. 34, S: ἔκκλησιν V (61, 1 V ἔκλυσιν): ἔκκαυσιν U: »Hinkehr« S | yovv] ἴφη + Ausgg. | < S 21f τ. τ. γαστρ. ἀκρ. Holl: Holl: τὴν γαστριμαργικὴν ἀκρασίαν VUS 22 γαστριμ. U 147v | διαυιλλώμενος — ἐξαπόλλυσθαι S. 325, 1 < S | τε] δὲ U)

325
ὀρέξεις καὶ ἡδονὰς ἐξαπόλλυσθαι, καὶ καταισχύνων τοὺς τὸ τρυφᾶν τοῦτο καὶ πολυτελεύσεσθαι ζῆν εἶναι νομίζοντας, οἵ θεὸν τὴν κοιλίαν, »φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν‘, καθάπερ ἀδηφάγα θρέμματα κάτω περὶ τὴν βορὰν μόνον καὶ τὰς ἀσχολούμενα, εἰπών τε τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν, | ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει« ἐπήγαγε »τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ κυρίω, καὶ ὁ κύριος τῷ σώματι. ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρε, καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. ἢ οὐκ οἴδατε ὅτι τὰ μέλη ὑμῶν μέλη Χριστοῦ ἐστίν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἕν σῶμά ἐστιν; ἔσονται γὰρ φησίν, οἱ δύο εἰς σάρκα μίαν. ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἕν πωεῦμά ἐστι. φεύγετε τὴν πορνείαν. πᾶν ἁμάρτημα, ὃ ἂν ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν. ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. ἢ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἀγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ; καὶ οὐκ ἐστὲ ἕαυτῶν· ἠγοράσθητε γὰρ τιμῆς. ἄρα γε δοξάσατε τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν <καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ θτοῦ).4