De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

ἐπεὶ λεγέτωσαν μηδὲ τὴν ψυχὴν δύνασθαι σῴζεσθαι τὸ σύνολον. γέγραπται γὰρ »ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ έστιν· ὁ δὲ πνευματικὸς πάντα ἀνακρίνει«. ὥσπερ ἐκεῖ ψυχικὸς εἰσάγεταί τις καὶ πνευματικὸς ἄνθρωπος, καὶ ὁ μὲν πνευματικὸς τῶν σῳζομένων, ὁ δὲ ψυχικὸς τῶν ἀπολλυμένων, καὶ οὐ παρὰ τοῦτο δὴν ψυχὴ μὲν ἀπόλλυται, ἄλλα δὲ παρὰ τὴν ψυχὴν σῴζεται, οὕτω δὴ καὶ ἐνθάδε σαρκικοὺς καὶ έν σαρξὶν ὑπάρχοντας ἀπόλλυσθαι λέγων, καὶ μὴ δύνασθαι ἀρέσαι θεῷ, οὐ τὴν σάρκα, ἀλλὰ τὴν κατὰ σάρκα πολιτείαν ἀναιρεῖσθαι ἀγωνίζεται.

ὑπο- [*](2 Röm. 7, 5 — 5 Rom. 8, 4–7. 9—16 Röm. 7, 5 — 24 I Kor. 2, 14f) [*](2 τ. ῥ. ταύτης S 3 τῶν ἁμαρτιῶν < S 4 ἡμῶν] μου S | αὐτὸν < S | νομίζει V καὶ παραιτεῖσθαι S 5 παραφέρῃ < S | εἰρημένα las schwer]. S »Worte«) | οἷον < S 7 ἀλλὰ V 372 | τό] πάλιν S | κ. σ. ζῶντες S 7 f τὰ τ. σ. παθήματα S 10 ἔχθρα S 97v 11 οὐδὲ] οὐ viell. S | οὐκ ἐσταὶ V 12 λεκτ. αὐτῶ] λέγομεν δὲ αὐτοῖς S 13 ταῦτα < S | εἰ μὴ] ἀλλὰ w. e. seh. S | νῦν < S 14 ἢ ὅτι V S | ἐν σαρκὶ μὴ — καὶ οὐχὶ S. 322, 9f < S 28 τὰ ἄλλα Holl)

322
βὰς δὲ καὶ εἰπών »οἱ δὲ έν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται« εὐθέως ἐπιφέρει »ὺμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρχί, ἀλλὰ ἐν πνεύματι, εἴπερ πνεῦμα Χριστοῦ οἰκεῖ ἐν ὑμῖν«, κοὶ μετ’ ὀλίγον »ὅτι δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖνμ, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν. ἄρα οὐν, ἀδελφοί, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν· εἰ γὰρ κατὰ σάρκα ζῆτε μέλλετε άποθνῄσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε«. προσεκτέον γὰρ ὡς τὴν τοῦ σώματος πρὸς τὰς ἡδονὰς ὁρμὴν καὶ οὐχὶ τὸ σῶμα θανατοῦσθαι διεβεβαιώσατο.

Ἐὰν δὲ πάλιν ἀνθυποφέρωσι λέγοντες, Πῶς δὴ οὖν »τὸ φρόνημα τῆς σαρκός« εἶναι εἴρηται »ἔχθρα εἰς θεόν; τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται· ούδὲ γὰρ δύναται«, λεκτέον ὡς ἄρα καὶ ἐνθάδε διαπίπτουσιν. οὐ γὰρ τὴν σάρκα αὐτήν, ἀλλὰ τὸ φρόνημα τῆς σαρκὸς ὑποτάσσεσθαι μὴ δύνασθαι τῷ νόμῳ τοῦ θεοῦ ὑπέθετο, ἕτερον παρὰ τὴν σάρκα ὑπάρχον.

καθάπερ εἰ ἔλεγεν· ὁ ῥύπος τοῦ μὴ καλῶς άργύρου καθαρισθέντος εἰς τὸ γενέσθαι σκεῦος ἐπιτήδειον οὐχ ὐποτάσσεται« τῷ δημιουργῷ· »οὐδὲ γὰρ δύναται« (ἐκβλξθῆναι γὰρ αὐτὸν πρότερον καὶ ἐκτακῆναι δεῖ), καὶ οὐ παρὰ τοῦτο τὸν ἄρ- γυρον άπεφαίνετο μὴ δύνασθαι εἰς σκεῦος πονηθῆναι χρήσιμον, άλλὰ τὸ χαλκῶδες τὸ ἐν τῷ άργύρῳ καὶ τὴν ἄλλην σκληρότητα.