De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

τὰ παθήματα τῶν ἡμαρτιῶν τὰ διὰ τοῦ νόμου« λεγούσης »ἐνηργεῖτο έν τοῖς μέλεσιν ἡμῶν« διαβάλλειν αὐτὸν τὴν σάρκα νομίζῃ καὶ παραιτεῖσθαι, παραφέρῃ τε ὅσα τοιαῦτα ἄλλα εἴρηται (οἷον »ἵνα τὸ τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα« ἤ τό οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος· τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη, διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν· τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλὰ ἐν πνεύματι«), λεκτέον αὐτῷ, Πότερον οὖν ἤδη ἀναλύσας ὁ ἀπόστολος ἠν ἐκ τοῦ βίου καὶ οἶς ταῦτα ἐπέστελλεν, εἰ μὴ τὴν κατὰ σάρκα νῦν παρῃτεῖτο πολιτείαν, ἀλλὰ τὴν σάρκα, ἢ ἔτι ἐν σαρκὶ ἠν; ἀλλὰ ἐν σαρκὶ μὴ ὄντα αὐτὸν ἀπεσταλκέναι ταῦτα, οὐ λεκτέον· φανερὸν γὰρ ὅτι ἠν ἐν σαρκὶ καὶ αὐτὸς καὶ οἶς ταῦτα ἐπέστελλεν.

πῶς οὐν »ὅτε γὰρ ἠμεν ἐν σαρκί τὰ παθήματα τῶν ἀμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἠμῶν«, ὠς οὐκ ὤν οὔτε αὐτὸς ἔτι έν σαρκὶ οὔτε οἶς ταῦτα ἐπιστέλλει, λέγει; οὐκοῦν περὶ τῆς κατὰ ἀκρασίαν πολιτείας διαλέγεται καὶ οὐ περὶ τῆς σαρκὸς αὐτῆς. ἔθος γὰρ αὐτῳ σαρκικὸν τὸν οὕτως ζῶντα ἄνθρωπον λέγειν, καθάπερ καὶ ψυχικὸν ἄνθρωπον τὸν ἀπηλγηκότα πρὸς τὴν ἀλήθειαν ἀτενίσαι καὶ τὸν φωτισμὸν τοῦ μυστηρίου.

ἐπεὶ λεγέτωσαν μηδὲ τὴν ψυχὴν δύνασθαι σῴζεσθαι τὸ σύνολον. γέγραπται γὰρ »ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ έστιν· ὁ δὲ πνευματικὸς πάντα ἀνακρίνει«. ὥσπερ ἐκεῖ ψυχικὸς εἰσάγεταί τις καὶ πνευματικὸς ἄνθρωπος, καὶ ὁ μὲν πνευματικὸς τῶν σῳζομένων, ὁ δὲ ψυχικὸς τῶν ἀπολλυμένων, καὶ οὐ παρὰ τοῦτο δὴν ψυχὴ μὲν ἀπόλλυται, ἄλλα δὲ παρὰ τὴν ψυχὴν σῴζεται, οὕτω δὴ καὶ ἐνθάδε σαρκικοὺς καὶ έν σαρξὶν ὑπάρχοντας ἀπόλλυσθαι λέγων, καὶ μὴ δύνασθαι ἀρέσαι θεῷ, οὐ τὴν σάρκα, ἀλλὰ τὴν κατὰ σάρκα πολιτείαν ἀναιρεῖσθαι ἀγωνίζεται.

ὑπο- [*](2 Röm. 7, 5 — 5 Rom. 8, 4–7. 9—16 Röm. 7, 5 — 24 I Kor. 2, 14f) [*](2 τ. ῥ. ταύτης S 3 τῶν ἁμαρτιῶν < S 4 ἡμῶν] μου S | αὐτὸν < S | νομίζει V καὶ παραιτεῖσθαι S 5 παραφέρῃ < S | εἰρημένα las schwer]. S »Worte«) | οἷον < S 7 ἀλλὰ V 372 | τό] πάλιν S | κ. σ. ζῶντες S 7 f τὰ τ. σ. παθήματα S 10 ἔχθρα S 97v 11 οὐδὲ] οὐ viell. S | οὐκ ἐσταὶ V 12 λεκτ. αὐτῶ] λέγομεν δὲ αὐτοῖς S 13 ταῦτα < S | εἰ μὴ] ἀλλὰ w. e. seh. S | νῦν < S 14 ἢ ὅτι V S | ἐν σαρκὶ μὴ — καὶ οὐχὶ S. 322, 9f < S 28 τὰ ἄλλα Holl)

322
βὰς δὲ καὶ εἰπών »οἱ δὲ έν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται« εὐθέως ἐπιφέρει »ὺμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρχί, ἀλλὰ ἐν πνεύματι, εἴπερ πνεῦμα Χριστοῦ οἰκεῖ ἐν ὑμῖν«, κοὶ μετ’ ὀλίγον »ὅτι δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖνμ, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν. ἄρα οὐν, ἀδελφοί, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν· εἰ γὰρ κατὰ σάρκα ζῆτε μέλλετε άποθνῄσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε«. προσεκτέον γὰρ ὡς τὴν τοῦ σώματος πρὸς τὰς ἡδονὰς ὁρμὴν καὶ οὐχὶ τὸ σῶμα θανατοῦσθαι διεβεβαιώσατο.

Ἐὰν δὲ πάλιν ἀνθυποφέρωσι λέγοντες, Πῶς δὴ οὖν »τὸ φρόνημα τῆς σαρκός« εἶναι εἴρηται »ἔχθρα εἰς θεόν; τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται· ούδὲ γὰρ δύναται«, λεκτέον ὡς ἄρα καὶ ἐνθάδε διαπίπτουσιν. οὐ γὰρ τὴν σάρκα αὐτήν, ἀλλὰ τὸ φρόνημα τῆς σαρκὸς ὑποτάσσεσθαι μὴ δύνασθαι τῷ νόμῳ τοῦ θεοῦ ὑπέθετο, ἕτερον παρὰ τὴν σάρκα ὑπάρχον.

καθάπερ εἰ ἔλεγεν· ὁ ῥύπος τοῦ μὴ καλῶς άργύρου καθαρισθέντος εἰς τὸ γενέσθαι σκεῦος ἐπιτήδειον οὐχ ὐποτάσσεται« τῷ δημιουργῷ· »οὐδὲ γὰρ δύναται« (ἐκβλξθῆναι γὰρ αὐτὸν πρότερον καὶ ἐκτακῆναι δεῖ), καὶ οὐ παρὰ τοῦτο τὸν ἄρ- γυρον άπεφαίνετο μὴ δύνασθαι εἰς σκεῦος πονηθῆναι χρήσιμον, άλλὰ τὸ χαλκῶδες τὸ ἐν τῷ άργύρῳ καὶ τὴν ἄλλην σκληρότητα.

οὕτω καὶ »τὸ φρόνημα τῆς σαρκὸς‘ εἰπὼν οὐ τὴν σάρκα ἔφη μὴ μὴ δύνασθαι ὑποτάσσεσθαι τῷ »νόμῳ τοῦ δεοῦ«, ἀλλὰ τὸ φρόνημα τὸ ἐν τῇ σαρκί, οἶον τὸ πρὸς τὰς ἀκρασίας αὐτῆς λέγων ὅρμημα. ὅπερ ἀλλαχοῦ [*](1 Röm. 8, 8f — 3Röm. 8, 11—13 — 11 Röm. 8, 7 — 18. 22 Röm, 8, 7) [*](11 Cod. Athous 4720, 18 — 22 Oekum. zu Röm. 8, 7 PGr 118, 473 B. Catene IV, 221, 17 f) [*](6 ἆρα V 8 σώμα|τος V 372v 9f καὶ οὐχὶ U 146 10 τὸ σῶμα] τὰ σώματα αὐτοῦ beginnt S | θανατοῦσθαι καὶ ζήσειν S | διεβ.] ἐβεβαιώσατο U 11 Athous 4720; Lemma Μεθοδίου κατὰ Ὠριγένους. Ἐὰν δὲ πάλιν κτλ. 12 εἶναι w. e. seh. < S 13 γὰρ < S | λεκτέον < S | ἄρα καὶ] οὖτοι od. αὐτοὶ S 14 διαπίπτ.: »nicht « S | αὐτήν < S 15 μὴ ὑποτ. δύνασθαι ) S | ὐπέθ.: »sagte « S 17 εἰς τὸ — ἐπιτήδευον < S 18 οὐχ ὑποτάσσ.] οὐ δύναται ὑποτάσσεσθαι übersetzt S | ἐκβληθῆναι — χρήσιμον Ζ. 20] »denn es muß werden und dann brauchbar sein zu einem ät« S 20 ἀπεφήνατο U | ἀλλὰ — σκληρότητα Ζ. 21 < S 21 τῶ κ. τῶ V 22 Oekum. φρόνημα τὸ φρ. φησὶ Catene) τῆς σαρκὸς οὐχ ἡ σάρξ, ἀλλὰ τὸ πρὸς ἀκρασίαν αὐτῆς ὅρμημα. οὕ τως καὶ ὁ ἐν ἁγίοις Μεθόδιος ἐν τῷ περὶ ἀναστάσεως Μεθοδίου Catene) 24 λέγων vielleicht < S)

323
ὁτὲ μὲν »παλαιὰν ζύμην« »κακίας καὶ πονηρίας« ἐκάλεσεν, ἐπισπέρχων αὐτὸ τελέως ἀφ᾿ ἡμῶν ἀἱστωθῆναι, ὁτὲ δὲ »νόμον τῷ νόμῳ τοῦ νοὸς καὶ αἰχθμαλωτίζοντα«.

ἐπεί, εἰ αὐτὴν τὴν σάρκα ἔλεγε μὴ δύνασθαι ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ, πρῶτον οὐδὲ μέμψιν ἀσελγαίνοντες ἢ λῃστεύοντες ἢ τὰ ἄλλα ὅσ᾿ ἄττα διὰ σώματος πράσσοντες ἢ ποιοῦντες ἔχειν ἐδυνάμεθα παρὰ δικαίῳ κριτῇ, ἀδυνάτως ἐχούσης τῆς σαρκὸς ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ. πῶς γὰρ ἂν μεμπτέον ἐδύνατο τὸ σῶμα κατὰ τὴν προσοῦσαν αὐτῷ φύσιν βιοῦν εἶναι;

ἀλλὰ οὐδὲ ἄλλως εἰς ἁγωείαν ἢ ἀρετὴν ὑπαχθῆναι τὸ σῶμα ἐδύνατο, πεφυκὸς μὴ ὑποτάσσεσθαι τῷ ἀγαθῷ. εἰ γὰρ ἡ φύσις τοιαύτη τῆς σαρκός, μὴ δύνασθαι ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ, νόμος δὲ θεοῦ δικαιοσύνη καὶ σωφροσύνη. ἐχρῆν μήτε παρθενεύειν μήτε ἐγκρατεύεσθαι δύνασθαι τὸ σύνολον ὅλως ἐκ παντός· εἰ δὲ παρθενεύουσι καὶ ἐγκρατεύονται, ἐγκρατεύονται δὲ ὁπότε τὸ σῶμα ὑποτάσ- σουσιν (ἄλλως γὰρ ἐγρατεύεσθαι ἁμαρτίας ἀδύνατον), οὐκ ἄρα οὐ δύναται τὸ σῶμα ὑποτάσσεσθαι τῷ τοῦ θεοῦ νόμῳ.