De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

ἀτὰρ καὶ ὁ ἄνθρωποςτὸ κόσμονοἰκεῖν καὶ τῶν. ἐν αὐτῷ πάντων ἡγεμονεύειν κατασταθείς, τῆς ἐξ ἀρχῆς διακοσμήσεως ἀθάνατος ὤν, τοῦ εἶναι ἄνθρωπος οὔποτε μεταβληθήσεται, οὔτε εἰς τὴν τῶν ἀγγέλων οὔτε εἰς τὴν τῶν ἑτέρων μορφήν, ὅτι μηδὲ οἱ ἄγγελοι εἰς τὴν τῶν ἄλλων τῆς ἐξ ἀρχῆς ἰδέας μεταδοσμούμενοι μεταβάλλονται. ὁ γὰρ Χριστὸς ἧκεν οὐκ εἰς ἑτέραν. μορφὴν παλσθῆναι κηρύσσων ἢ μετασκευασθῆναι τὴν ἀνθρωπείαν φύσιν, ἀλλὰ εἰς ὃ ἦν ἐξ ἀρχῆς πρὸς τοῦ ἐκπεσεῖν, ἀθάντᾳτος ὤν.

χρὴ γὰρ ἐν τῷ ἰδίῳ τῆς ἕξεως αὐτοῦ τύπῳ τῶν γενητῶν ἕκαστον μένειν, ἵνα πάντα πάντων ὦσι πεπληρωμένα, οὐρανοὶ μὲν ἀγγέλων, θρόνοι δὲ ἐξουσιῶν, φῶτα δὲ λειτουργῶν, καὶ οἱ θειότεροι τόποι καὶ τὰ ἀκράτητα καὶ ἀκραιφνῆ φῶτα τῶν Σεραφίμ, ἃ παρεστήκασι τῇ μεγάλη βουλῇ διακρατούσῃ τὸ πᾶν, ὁ δὲ κόσμος ἀνθρώπων. ἐὰν δὲ μεταβάλλεσθαι δῶμεν τοὺς ἀνθρώπους εἰς ἀγγέλους, ὥρα μεταβάλλεσθαι λέγειν καὶ τοὺς ἀγγέλους εἰς ἐξουςίας, καὶ ταύτας εἰς ἄλλο καὶ ἄλλο, ἔστ᾿ ἂν ὀ λόγος ἀναβὰς εἰς κίνδυνον ἐμπέσῃ.

Ἀλλ᾿ οὔτε ὡς φαῦλον τεκτηνάμενος ὁ θεὸς τὸν ἄνθρωπον, ἢ διαμαρτήσας αὐτοῦ περὶ τὴν διάπλασιν, ἄγγελον αὐτὸν ὕστερον ἐπενόησε ποιῆσαι, μεταγνούς, ὥσπερ οἱ φαυλότατοι τῶν δημιουργῶν, [*](12 vgl. Jes. 6, 2 1 καὶ ὅ U 129v | ἐξ<C 3 διακοσμήσεως <Cr 4 τὴν τ. ἑτέρ.] 2 καταστ.] ταχθεὶς C | ἐξ<C 3 διακοσμήσεως <Cr 4 τὴν τ. ἑτέρ.] ἑτέραν τινὰ übersetzt, aber las schwerl. S 5 τῶν <U | τῆς—μετακοσμ. Z. 5 f] τάγμα S | εἰδέας VU 5f μετακοσμουμένην Cr 6 ὁ γὰρ Cc 81 v | ἧκεν] ἦλθεν Cr | οὐκ Cr 90 7 μετακοσμουμένην Cr 6 ὁ γὰρ U C | πλασθῆναι . . ἢ <S 7f τὴν ἀνθρ. φύσιν] τὸν ἄνθρωπον φύσιν C: τὸν ἄνθρωπον S 8 ἀλλ᾿ C | εἰς <S | ἐξ ἀρχῆς <S | ὤν <S |χρῆναι V C 9 ἕξεως U C: τάξεως V, viell. auch S | ἑαυτοῦ U: αὐτῶν Cr | τύπῳ] τόπω C S | γεννητῶν Cr 10 εἰσὶ V | οἱ οὐρανοὶ C 11 f τὰ ἀκρ. . . φῶτα = vsevelicii světi: vsilicii snjatii S 12 οὐρανοὶ C 11 f τὰ V, ἀκρα Cc: ἀκρατ. καὶ <U | καὶ ἀκραιφνῆ <S: αιφ auf Rasur Cc ἀκρεφνῆ U | ἃ παρεστ.] ἅπερ ἑστήκασι V Cr: ἃ παρετήκασιν Cc 13 διακρατοῦντα Cr: S 89v 14 εἰς ἀγγ.] ἰσαγγέλους V 15 λέγειν] δοῦναι καὶ + Cr | κίνδ.: »Sünde« S | πέση V C, ἐκπέσῃ S 17 ἀλλὰ V | ὡς φαᾶλόν τινα S | ὁ θεὸς <S 18 ἢ διαμαρτ. — μεταγνούς Ζ. 19] »und e unvollkommene Creatur« S | πλάσιν Cr 19 μεταγν. ποιῆσαι Cr | φαυλότατοι] »unzureichenden und ungeschickten« S | δημ.] ποιήσας τὸν ἄνθρωπον τινα S | ὁ θεὸς <S 18 ἢ διαμαρτ. — μεταγνούς Ζ. 19] »und e. unvolkommene Creatur« S | πλάσιν Cr 19 μεταγν. ποιῆσαι Cr φαυλότατοι] »unzureichenden und ungeschickten« S | δημ.] ποιήσας τὸν ἄνθρωπον εἰς τὸ τῶν ἀγγέλων τάγμα μεταβάλλειν + S)

304
οὔτε ἄγγελον κατ᾿ ἀρχὰς θελήσας ποιῆσαι καὶ μὴ δυνηθεὶς ἄνθρωπον ἔπλασεν. ἀσθενὲς τοῦτο γάρ.

τί δήποτε οὖν τὸν ἄνθρωπον ἄνθρωπον ἐποίει καὶ οὐκ ἄγγελον, εἴ γε ἄγγελον τὸν ἄνθρωπον καὶ οὐκ ἄνθρωπον γενέσθαι ἤθελεν; ὡς οὐ δυνάμενος; βλάσφημον. ἀλλὰ ἀνεβάλλετο περὶ τοῦ κρείττονος τὸ χεῖρον ποιῶν; καὶ τοῦτο ἄτοπον. οὔτε γὰρ διασφάλλεται περὶ τὸ ποιεῖν τὸ καλὸν οὔτε ἀναβάλλεται οὔτε ἀδυνατεῖ, ἀλλὰ καὶ ὡς θέλει καὶ ὅε θέλει τὸ δύνασθαι ἔχει, δύναμις ὤν.

οὐκοῦν εἶναι τὸν ἄνθρωον ἄνθρωπονθέλων ἐξ ἀρχῆς ἔκτισεν. εἰ δὲ θέλων, θέλει δὲ τὸ καλόν, καλὸν δὲ ὁ ἄνθρωπος, ἄνθρωπος δὲ τὸ ἐκ ψυχῆς καὶ σώματος, λέγεται συντεθέν, οὐκ ἔσται ἄρα ἐκτὸς σώματος ὁ ἄνθρωπος, ἀλλὰ μετὰ σώματος, ἵνα μὴ ἄλλος ἄνδρωπος παρὰ τὸν ἄνθρωπον, ἀλλὰ μετὰ σώματος, ἴνα μὴ ἄλλος ἄνθρωπος παρὰ τὸνἄνθρωπον γενηθῇ.

δεῖ γὰρ τῷ θεῷ τὰ ἀθάνατα γένη πάντα σῴζεσθαι, ἀθάνατον δὲ καὶ ὁ ἄνθρωπος· »ἔκτισε« γάρ φησιν ἡ Σοφία »τὸν ἄνθρωπον ὁ θεὸς ἐπὶ ἀφθαρςίᾳ, καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος ἐπίησεν αὐτόν«. οὐκ ἄρα ἀπόλλυται τὸ σῶμα· ὁ γὰρ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος.