De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

Ὥστε μηδείς, αὐτὸς αἴτιος ὤν, ἀκολάστῳ γλώσσῃ μεμφέσθω τὴν θείαν φύσιν, ὡς οὐκ ἐν δίκῃ διανέμουσαν ἑκάστῳ κακίας καὶ ἀρετῆς τὰ ἀμοιβαῖα. »τίς γὰρ εἶ, ὦ ἄνθρωπε, ὁ ἀνταποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως ἢ οὕτως;« πῶς γάρ, ὁπότε αὐτοδεσπότῳ βουλῇ κακίαν εἵλατο;

διὸ καὶ οὐ λέξει δικαιοσύνης δόγμασιν ἀπαραλλάκτοις κρίνοντι τῷ θεῷ· »τί με ἐποίησας οὕτως« κατακριθέντα εἰς τὸ ἀλγύνεσθαι;

πρόσσχες γὰρ ὅπως ὥσπερ ἀκοντιστὴς ὁ ἀπόστολος δεινὸς συνεστραμμένα ῥήματα τῶν λόγων εἰς μέσον ἐμβαλὼν ἀσαφῆ μὲν καὶ ἐπικεκαλυμμένην μένην ποιεῖται εἰς βάθος τῶν ἀναγνωσμάτων τὴν ἐξεργασίαν, ἀληθεστάτην δὲ καὶ ὀρθόδοξον καὶ μηδὲν ἔχουσαν ἀπημελημένον ἢ δύσφημον.