De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

ἀλλὰ παραίτιον αὐτῇ παντοίων κακῶν τὸ σῶμα γεγονέναι· ὅθεν πρὸς τὸ μὴ παρορμηθῆναι πρὸς ἀδικίαν αὐτὴν ξαὖθις, καθάπερ συνέβη καὶ πρόσθεν ὑπὸ τοῦ σώματος, οὕτως εἰς τοὺς αἰῶνας αὐτὴν ἔσεσθαι χωρὶς αὐτοῦ), καίτοι πρῶτον εἰπὼν ἐν τῷ παραδείσῳ πρὸ τοῦ σώματος τὴν ψυχήν, ὁπότε ἔτι μακαρία καὶ ἀναλγὴς ἦν, ἡμαρτηκέναι· παραβάσῃ γὰρ τὴν ἐντολήν, κεκρατυμμένης ἤδη διὰ τὴν πρὸς τὸν ὄφιν πειθὼ τῆς ἁμαρτίας, δεδμὸν αὐτῇ τὸ σῶμα δεδόσθαι τιμωρόν.

ὥστε ἤ τὸ πρότερον ἤ τὸ ὕστερον οὐκ ὀρθῶς ἔχει. ἤτοι γὰρ πρὸ σώματος ἥμαρτε, καὶ οὐδέν τι μᾶλλον κἄν μὴ λάβῃ σῶμα ἁμαρτήσεται, καὶ μάταιος ἡ περὶ τοῦ μὴ ἀνίστασθαι τὸ σῶμα περισσολογία· ἤ μετὰ σώματος, καὶ οὐ δύνανται σῶμα οἱ κιτῶνες νομίζεσθαι εἶναι οἱ δερμάτινοι. εὑρίσκεται γὰρ πρὸ τῆς κατασκευῆς αὐτῶν ἀθετήσας ὁ ἄνθρωπος τὴν θείαν ἐντολήν· οὗ καὶ χάριν οἱ χιτῶνες κατασκευάζονται, τὴν γύμνωσιν τὴν ἀπὸ τῆς ἁμαρτίας αὐτῶν προσγενομένην καλύψοντες.

ἀλλὰ πότερον πείθω σε, καὶ ὁρᾷς ὡς ἑαυτῷ μαχάμενα ὑπέθου, καὶ σοι τοῦτο γεγένηται σαφές; ἤ οὐδέπω μανθάνεις, ὦ Ἀγλαοφῶν, ἔφην, ὅ λέγω;

ἈΓΛ. Μανθάνω, ἔφη, καὶ οὐκέτι δέομαι δεύτερον ἂλποῦσαι· ἀλλὰ [*](3 Plato Phaedr. 238 D. Prot. 339 D — 4 De res. I, 5, 1 S. 226, 6f. 57, 1. 54, 2 — 9 De res. I, 4, 2. 5, 1. 54, 2 S. 224, 2. 226, 8f — 21 vgl. De res. I, 25, 4 S/ 251. 12f. Plato Gorg. 447D — 23 Plato Pol. III, 392D. Phaed. 76D 4 ἅ] πρῶτον V 6 ὅθεν μὴ πρὸς τὸ μὴ V 7 καθάπερ συνέβη] wieder S 8 οὕτως <V | αὐτὴν <S 9 τὴν ψυχὴν] τῆς ψυχῆς οὔσης w. e. sch. S 10 ἀναλγὴς] »tadellos« S | αὐτὴν ἡμαρτηκέναι S | παραβάσει VS: παραβᾶσαυ U | γὰρ <S 10f τῆς ἐντολῆς S 11 κεκρατημένης U: <S: καὶ κεκρατημένῃ Jh | ἤδη <S | ὑπὸ τῆς Jh: <S 12 καὶ τιμ. S 13 οὐκ <S (order li aus ne) | ἔχει] εἶπες ἡμῖν S | ἤτοι: εἰ? S 15 τοῦ] αὐτοῦ V | περισσολ.: »Rede« S | οὐ V 352v 16 σῶμα] δέρμα (τὰ) σώματα S | νομίζεσθαι εἶναι] »genannt werden das heißt« S 17 πρὸς τὴν U 17f ἀθετ. . . τ. θείαν ἐντολὴν: »gesündigt habend« S 18 καὶ χάριν S 69v 19 τῆς ἀπὸ τ. V | αὐτῷ S | προσ|γεν. U 137v | καλύψαντες V 20 ἑαυτῷ Pet S: ἑαυτῶν VU | ἀχόμενα U 21 γένηται V 21ff Pl ἤ οὐ μανθάνεις ὡς λέγω; Μανθάνω 21 μανθ.: »kannst versthen« S | ἔφη S 23 ἈΓΛ. u. ΜΕΘ. stets + S | ἔμαθον od. ἐμάνθανον S | οὐκέτι U: οὐδέν τι V: οὐ S | ἀκούσθαι V, ἀκούσεσθαι U)

261
ἔλαθον ἐμαυτὸν οὐκ ὀρθῶς εἰπών. ἀνάγκη γάρ μοι (δεδωκότι τοὺς δερματίνους χιτῶνας εἶναι τὰ σώματα) ὁμολογεῖν, καὶ πρὶν εἰς τὸ σῶμα τὴν ψυχὴν ἐληλυθέναι ἡμαρτηκέναι, ἀνθ᾿ ὧν πρὸ τῆς κατασκευῆς αὐτῶν ἡ παράβασις ἐγένετο (διὰ τὴν παράβασιν γὰρ οἱ χιτῶνες αὐτοῖς κατασκευάζονται, καὶ οὐκ ἡ παράβασις διὰ τοὺς χιτῶνας γίγνεται), καίἐκ ταύτης τῆς ὁμολογίας συγκατατίθεσθαι, ὡς οὐ τὸ σῶμα τοῦτο παραίτιον κακίας ἐστίν, ἀλλ᾿ αὐτὴ ἡ ψυχὴ ἐν ἑαυτῇ. διὸ κἄν μὴ λάβῃ τὸ σῶμα, ἁμαρτήσεται, ἐπειδήπερ καὶ πρόσθεν ἤμαρτεν χωρὶς σώματος. καὶ ἀνόητον τὸ λέγεινν ἀναβιῶναι μὴ δύνασθαι τὸ σῶμα διὰ τοῦτο [τὴν σάρκα], ἵνα μὴ παραίτιον τῇ ψυχῇ τοῦ ἁμαρτῆσαι γενηθῇ. ἁμαρτήσεται γάρ, ὥσπερ καὶ πρὸ τοῦ σώματος ὕημαρτεν, οὕτως καὶ μετὰ τὴν τοῦ σώματος ἀπόθεσιν, κἄν μὴ αὖθις τὸ σῶμα ἀπολάβῃ. ὅθεν ἀνάγκη μοι διὰ ταῦτα μήτε ἐμαυτοῦ μήτε ἄλλου ἀποδέχεσθαι λέγοντος, τοὺς δερματίνους χιτῶνας εἶναι τὰ σώματα. εἰ δὲ ἀποδεξαίμην, ὁμολογεῖν χρή με καὶ τὰ εἰρημένα.

ΜΕΘ. Τί δέ; οὐχὶ κἀκεῖνο, ἔφην, ὦ Ἀγλαοφῶν, δοκεῖ σοι μὴ ὀρθῶς ἔχειν;

ἈΓΛ. Τὸ ποῖον;

ΜΕΘ. Τὸ δὴ λέγειν, ἦν δὲ ἐγώ, δεσμὸν καὶ πέδας τὸ σῶμα [*](7 Dial. Adam. V, 21 S. 218, 5ff — 19 Phot. Bibl. 234 S. 293a, 5—10 1 ἑμαυτὸν<U | μοί ἐστι S | δεδοκότι U, corr. in V 2 ὡς (oder ὅτι) καὶ S 3 ἡμαρτικέναι U: ἡμαρτηκέναι αὐτὴν w. e. sch. S 4 ἡ <V | τὴν παράβασιν] τοῦτο S 4f οἱ χιτῶνες αὐτοῖς: αὐτοὶς S 5 κατασκευάζονται] »sind bereitet worden« S: καὶ δι᾿ αὐτῶν ἡ τούτων αὐτοῖς κατασκεύασις U | τοὺς] »(wegen) jener« S 5f γίνεται V 6 συγκατατίθεσθαι: »muß man schließen(?)« S 7 αὕτη V | ἐν ἑαυτῇ <V: ἑαυτῇ S | D εἰ γὰρ πρὸ τοῦ σώματος ἥμαρτε καὶ ἀπαλλαγεῖσα νῦν ἐκ τοῦ σώματος αὖθις ἁμαρτήσει διὰ τὸ καὶ πρὸ τούτου ἡμαρτηκέναι 9 ἀναβ. μὴ δύν.] μὴ ἀναβιῶναι S | τὸ σῶμα] χωρὶς σώματος V 10 τὴν σάρκα tilgt Dd, <S | τῆς ψυχῆς S 11 γεννηθῆ U | τοῦ <V 13 διὰ ταῦτα <S | μήτε ἄλλου μήτε ἐμαυτοῦ S 14 ταῦτα λέγοντος S 14f εἰ δὲ] ἤ V 15 ἀπο|δεξαίμην U 138 16 Τί δέ] das Folgende in kurzer Fassung bei Ph 234 S. 293a, 5—10. 13—29; Überschrift Ἀνεγνώσθη τοῦ ἁγίου Μεθοδίου, ἐπισκόπου καὶ μάρτυρος ἐκ τοῦ περὶ ἀναστάσεως λόγου οὗ ἡ ἐκλογὴ τὰ ὑποκείμενα λέγει | dei Namen stets aus S | Τί δὲ—ἔχειν Ζ. 17] »jenes stimmt« S 19 Ph ὅτι οὐ δεσμόν φησι τὸ σῶμασ τῆς ψυχῆς εἶναι, ὡς Ὠριγένης ᾤετο, οὐδὲ δεσμώτιδας τὰς ψυχὰς παρὰ τοῦ προφήτου Ἱερεμίου καλεῖσθαι διὰ τὸ ἐν σώμασιν αὐτὰς τυγχάνειν. οὐ γὰρ ἐμποδίζειν τὰς τῆς ψυχῆς ἐνεργείας τὸ σῶμα τίθεται, συμπεριάγεσθαι δὲ μᾶλλον τὸ σῶμα καί συνεργεῖν πρὸς ἅ ἡ ψυχὴ ἐπιτρέπει | τὸ δὴ (Md Kl: δὲ V, <U) λέγειν, ἦν δὲ ἐγώ] τὸ od. ὅ ἐγὼ λέγω S | ἦν V 353 | καὶ πέδας <S)

262
μεμηχανῆσθαι κατὰ τῆς ψυχῆς, καὶ ὅτι καὶ ὁ προφήτης »δεσμίους γῆς« ἔφη ἡμᾶς διὰ τοῦτο, καὶ ὁ Δαυὶδ »πεπεδημένους«.

ἈΓΛ. καὶ ὅς, Οὐκ ἔχω σοι προχείρως ἀποκρίνασθαι, ἔφη. ἀλλὰ τί ἄλλῳ οὐ διαλέγει;

ΜΕΘ. καὶ ἐγὼ (ᾐσθόμην γὰρ ἐρυθριᾶν αὐτόν, φεύγοντα ἐλεγχθῆναι τὸν λόγον) Οἴει γάρ με κατὰ φθόνον ἐπιχειρεὶν σε ἐλέγξαι. ἔφην, καὶ μὴ τὸ προκείμενον καταφανὲς φιλονεικεῖν ποιῆσαι; ἀλλ᾿, ὦ ἀγαθέ, μὴ ἀποκάμῃς ἀνερωτώμενος. ὁρᾷς γὰρ ὡς οὐ περὶ μικρῶν ἡμῖν εἰσιν οἱ λόγοι, ἀλλ᾿ ὅντινα χρὴ τρόπον πεπιστευκέναι· καὶ γὰρ οὐδὲν οἶμαι τοσοῦτον κακὸν ἀνθρώπῳ γενέσθαι, ὅσον ἀπὸ τῶν ἀναγκαίων, ὁπόταν ψευδῆ περὶ αὐτῶν δοξάζοι.

ἴθι οὖν προθύμως πρὸς τὰ ἐρωτώμενα ἀποσάφει, καὶ ἐάν τί σοι λέγειν ἀληθὲς μὴ δοκῶ, μᾶλλον τῆς ἀληθείας φροντίσας ἤ ἐμοῦ ἔλεγξον. μεῖζον γὰρ ἀγαθὸν [*](1 Klagel. Jerm. 3, 33 — De res. I, 4, 4. 33, 2 S. 224, 12ff. 270, 8f — 2 Psal. 145, 7 3 Plato Symp. 204D — 5 De res. I, 4, 1 S. 223, 26. Plato Pol. I, 350 D — 6 Plato Gorg. 457 D E — 7 De autex. 8, 2 S. 165, 9 — 8 De res. I, 12, 3 S. 235, 14. Plato Gorg. 500 C. 458B — 13 Plato Gorg. 458A 13—S. 263, 2 S. Parall. 414 S. 162f Holl 1 μεμηχάνεσθε S (oder umyslite aus umysliti) | καὶ ὅτι] ὡς od. ὅτι S 2 ἡμᾶς γῆς hne .ἔφη V | διὰ τοῦτο <S 3 καὶ ὅς <S | τι ἀποκρίνασθαι S | ἔφη < VS | ἀλλὰ—διαλέγει Ζ. 4<S 4 διαλέγη V 5 ᾐσθόμην 2 mal in S | ἐρυθριᾶν αὐτὸν <S 6 με] μὴ U | ἐπιχειρεῖν < S 7 ἔφην < | τὸ προκείμενον — ποιῆσαι: »damit ich eine Widerlegung des Wortes bereite« S 8 ἀποκάμοις ἄν ἐρωτώμενος U | ὁρᾶς etc.] das Folgende bis S. 263, 4 aus Pl Gorgias | Pl Gorg. 500C ὁρᾷς γὰρ ὅτι περὶ τούτον κακὸν εἶναι ἀνθρώπῳ, ὅσον δόξα ψευδὴς περὶ ὦν . . νῦν ἡμῖν ὁ λόγος | μικρὸν V 9 εἰσιν ἡμῖν U | εἰσιν <S | ὁ λόγος S | οὖν τίνα V Holl | τρόπον χρὴ V 10 οὐδὲν <V | οἶμαι <S | τοσούτων κακῶν U | γενέσθαι <S 10f ἀπὸ τῶν ἀναγκαίων ὁπόταν <S 11 περὶ αὐ- τῶν <S | δοξάζῃ Dd Jh: »glaubt« S | ἴθι] ὅς S 12 ἀποσαφές V: <S | καὶ ἐὰν: ἐὰν δὲ (τε) S | λέγειν . . μὴ δοκῶ] ὅς S | ἀληθείας S 70v 13 φρόνη V: φρόντισον w. e. sch. S | ἤ <V | ἐμοῦ mi <S, dagegen νομίζω mnju aus dem Folgenden hier | καὶ ἔλεγξον S | μεῖζον — ἀπαλλάξαι S. 263, 2 C in O 25v A κεφ. Αια (PGr. 95, 1148 A) u. R 257r; Lemma in O A Μεθοδίου, in R τοῦ ἁγίου Μεθοδίου περὶ ἀναστάσεως. Anton. Melissa (PG 136, 1145. 1153) | Pl Gorg. 458 A: μεῖζον γὰρ αὐτὸ (τὸ ἐλεγχθῆναι) ἀγαθὸν ἡγοῦμαι, ὅσῳπερ μεῖζον ἀγαθόν ἐστιν αὐτὸν ἀπαλλαγῆναι κακοῦ ἤ ἄλλον)

263
τὸ ἐλεγχθῆναι τοῦ ἐλέγξαι νομίζω, ὅσῳ μεῖζόν ἐστι τὸ αὐτὸν ἀπαλλαγῆναι κακοῦ τοῦ ἄλλον ἀπαλλάξαι. φέρε οὖν παρ᾿ ἀλλήλους παραβάλλοντες τοὺς λόγους σκεπτώμεθα εἴ τι διοίσουσιν ἀλλήλων. καὶ γὰρ τυγχάνει περὶ ὧν ἀμφισβητοῦμεν οὐ πάνυ σμικρὰ ὄντα, ἀλλὰ περὶ ὧν εἰδέναι τε κάλλιον, μὴ εἰδέναι τε αἰσχρόν. οὐκοῦν σὺ μὲν οὐ νομίζεις ἀναβιῶναι τὸ σῶμα, νομίζω δὲ ἐγώ.

ἈΓΛ. Πάνυ μὲν οὖν, ἔφη, καὶ δι᾿ ἅεἴρηκα.

ΜΕΘ. Καὶ σὺ δέ, ἦν δὲ ἐγώ, δεσμὸν αὐτὸν αὐτὸ καὶ φυλακὴν καὶ σῆμα καὶ ἄχθος καὶ πέδας εἶναι ἔφης, ἐγὼ δὲ οὐ φημί.

ἈΓΛ. Ἀληθῆ. ἔφη, μοι λέγεις.

ΜΕΘ. Καὶ μὴν καὶ ἀκολασίας καὶ πλάνης καὶ λύπης καὶ θυμοῦ καὶ συλλήβδην τῶν ἄλλων ἁπάντων εἶναι παραίτιον αὐτὸ κακῶν ἔφης, ἅ ἐμποδίζουσιν ἡμῶν τὴν πρὸς τὸ κάλλιον ὁρμὴν τῆς ψυχῆς, μὴ ἐῶντα τῶν ὄντως ὄντων εἰς κατάληψιν ἡμᾶς καὶ γνῶσιν παρελθεῖν. κἄν γὰρ ἐπιχειρήσωμεν θηρεῦσαί τι τῶν ὄντων, ἀεὶ παρεμ- [*](2 Plato Gorg. 472C — 4 vgl. S. 262, 8 — 8 vgl. De res. I, 4, 2. — 11 vgl. De res. I 4, 6ff. 29, 2 — 13 — S. 264, 4 Plato Phaed. 66 C D A. 83A, vgl. Justin De resurr. 8 (S. Parall. S. 44, 235 Holl) 8 vgl. Greg. Palamas Prosopopoeia S. 5, 10. 32 Jh ἀπαλλάξαι. 472 C: παραβαλόντες οὖν παρ᾿ ἀλλήλους (τοὺς λόγους) σκεψώμεθα εἴ τι διοίσουσιν ἀλλήλων καὶ γὰρ τυγχάνει περὶ ὧν ἀμφισβητοῦμεν οὐ πάνυ σμικρὰ ὄντα, ἀλλὰ σχεδόν τι ταῦτα, περὶ ὦν εἰδέναι τε κάλλιστον, μὴ εἰδέναι τε αἴσχι- στον | γὰρ <C 1 ἐλεγχθ. τοῦ < V | νομίζων C o | ὅσον C r | ἑαυτὸν C o a: αὐτὸ V, <S 2 ἀπαλάξαι C a | παράλλους VS 2f παραγβαλόντες V 3 σκεχώμεθα Jh mit Plato 4 ἀλλὰ: καὶ S 5 τε κάλλιονη] τὰ καλὰ w. e. sch. S | τῶν αἰσχρῶν S | οὐκοῦν U 138v 6 νομίζης V | τὸ σῶμα ἡμῶν S 7 ἔφην U | δι᾿ ἅ US Jh: δὴ V Dd: vgl. 29, 3 δι᾿ ἅεἴρηκας | εἴρηκε S 8 Καὶ — δὲ: Σὺ δὲ οὖν(?) καὶ S | ἦν δὲ] ἦν μὲν U | αὐτὸ <S | (σῶμα) καλεῖται καὶ τάφος κ. φρουρὰ κ. σῆμα κ. δέμας Palamas | καὶ φυλακὴν κ. σῆμα < S 9 πέδας καὶ ἄχθος S | φῄς S | ἐγὼ δὲ] ἔφη + S, bei S schon Worte Aglaophons 10 ἀληθῆ γὰρ S | λέγεις] ἔλεγες περὶ τούτων νῦν S 11 καὶ ἀκολ.: δι᾿ ἀκολ. U Jh | θυμοῦ: ἁμαρτίας etwa S 12 συλλ. εἰπεῖν S | εἶναι U | κακὸν V 13 φῄς S | ἅ ἐμποδ. VS u. 4, 6: ἐμποδίζον U, ἐμποδίζει Jh | ἡμῖν U, ἡμᾶς S 14 καὶ μὴ S | ἐῶν τὰ τῶν V: ἐὸν τὸν U | ὄντως < V | ὄν|των V 353v | κατάληψιν . . καὶ < S 15 ἐπιχειρήσω S | θηρ. τι τῶν ὄντων] vgl. Pl Phaed. 66 A, ob. aber 4, 7 S. 225, 11 »Gutes tun« | τι S 71 | ἀεὶ < hier u. S. 225, 11 S 15f παρεμπίτον VU)

264
πίπτων ζόφος ζοφοῖ τὸν λογισμόν, μὴ ἐπιτρέπων ἡμᾶς ἐπισκοπῆσαι τὸ ἀληθὲς τρανῶς. ἀπάτης μὲν γὰρ ἠ διὰ τῶν ὤτων ἡμῶν πεπλήρωται σκέψις, ὡς ἔφης, ὡς ἔφης, ἀπάτης δὲ καὶ ἡ διὰ τῆς ὄψεως, ἀπάτης δὲ καὶ ἡ διὰ τῶν ἄλλων αἰσθήσεων.

ἈΓΛ. Ὁρᾷς, ἔφη, ὦ Εὐβούλιε, ὡς ἐγὼ ἕτοιμός εἰμί σε ἐπαινεῖν, ὁπόταν ὀρθῶς διασαφῇς τοὺς λόγους;