De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

Καὶ μετὰ ταύτας τὰς ἀπορίας ἐπὶ τὸ πάντα εἶναι δυνατὰ τῷ θεῷ καταφεύγουσι, καὶ λέξεις τῶν γραφῶν δυναμένας κατὰ τὴν πρόχειρον ἐκδοχὴν ὑποβάλλειν τὸ νοούμενον αὐτοῖς προφέρονται·

οἷον τὴν ἐν τῷ Ἰεζεκιήλ »καὶ ἐγένετο ἐπ᾿ ἐμὲ χεὶρ κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων. καὶ περιήγαγέ με ἐπ᾿ αὐτὰ κυκλόθεν κύκλῳ· καὶ ἰδού, πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, καὶ ἰδού, αὐτὰ ξηρὰ λίαν. καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστᾶ ταῦτα; καὶ εἶπον· κύριε ὁ θεός, σὺ ἐπίστασαι ταῦτα. καὶ [*](5 vgl. Makar. Magn. IV, 24. Texte u. Unters. 37, 4 S. 92, 16 ff — 11 vgl. Plato Parm. 130 D — 15 Ezech. 37, 1—6 (12); vgl. De res. I, 23, 6 S. 247, 16 ff. III, 9 5 vgl. Greg. Nyss. De opif. hom. 26 1 ἡμῶν beidemale < S | τῶ V, τὰ U in 64, 10 2 προσηπορήσαμεν] ἠπορήσαμεν V, προηπορήσαμεν S | δὲ διὰ U 113 3 εἰς τὸ ἡμέτερον] »oben gesagt ist« las schwerl. S: aus »in unserer« v naše wurde »oben« vyše u. dann »gesagt ist« angefügt 4 καὶ μεταβάλλουσι: μεταβάλλουσαι S 5 καὶ vor ἐν + U | οἰω νοῖς καὶ V 346: < S 6 καὶ vor γίγνεται + S | γίγνονται U | μέρος častj st. μέρη časti las schwerl. S 7 ἑτέρων ζῴων ἢ ἀνθρώπων beidemale S | ἀντιμεταβάλλει U, ἀντιμεταβάλλονται w. e. sch. S 8 γίνεται V, γίγνονται viell. S | ἀλλὰ τούτου S 9 γινομένου V | πολλάκις < S 10 γενέσθαι U | μέρος: σῶμα S 11 εἰς βυθὸν] Pl εἴς τινα βυθὸν φλυαρίας ἐμπεσών | φλυαρ. ἡμᾶς U | ἀλόγους U 12 πάντας ταύτας S | δυνατὰ εἶναι U | εἶναι < S 13 zu καταφεύγουσι vergleicht Jh προστρέχουσι 20, 3 und die entgegengesetzten φεύγειν und ἀποφεύγειν De autex. 5, 5. 6, 5 | λέξεις] »zu den Worten« S 14 πρόχειρον S 62 | προφέρονται· οἷον: προσφέροντες S 15 ἐπ᾿ ἐμοὶ S 17 καὶ περιήγαγέν με — ἐφ᾿ ὑμᾶς δέρμα S. 244, 5 < S, aber + »Bis« | ἀνθρώπων U 17 f κύκλωθεν U 19 λίαν: σφόδρα V 20 ὀστέα U)

244
εἶπε πρός με, προφήτευσον, υἱὲ ἁνθρώπου. καὶ εἶπον πρὸς αὐτά· τὰ ὀστέα τὰ ξηρὰ ταῦτα, ἀκούσατε λόγον κυρίου. τάδε λέγει Ἀδωναῒ κύριος τοῖς ὀστέοις τούτοις· ἰδού, ἐγὼ εἰσάγω εἰς ὑμᾶς πνεῦμα ζωῆς, καὶ δώσω ἐφ᾿ ἡμᾶς νεῦρα, καὶ ἐπάξω ἐφ᾿ ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ᾿ ὑμᾶς δέρμα, καὶ δώσω τὸ πνεῦμά μου ἐφ᾿ ὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος.« τούτῳ μὲν οὖν πιθανωτέρῳ χρῶνται τῷ ῥητῷ. καὶ ἄλλα δὲ λέγουσιν εὐαγγελικά, οἷον ὡς τό »ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόνων«, καὶ τό »φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν Γεέννῃ«. καὶ τὸ ἐν τῷ Παύλῳ »ζῳοποιήσει τὰ θνητὰ ὑμῶν σώματα, διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ὑμῖν«.