De Libero Arbitrio

Methodius

Methodius, De Libero Arbitrio, Bonwetsch, Hinrichs, 1917

ἐγὼ μὲν οὖν ἤδη καὶ τῶν χρειττόνων ἀπολαύειν δοκῶ περὶ τοιούτων διαλεγόμενος, καὶ μάλιστα ὅτε ὁ τοιοῦτός μοι πάρεστιν ἀνθέων λειμών, τουτέστιν ἡ ὑμετέρα σύνοδος τῶν ἅμα τε καὶ ἀκουόντων καὶ συνᾳδόντων τὰ θεῖα μυστήρια.

ἀφ' ὧν καὶ τὸ λέγειν θαρρῶ, ὅτι μοι παντὸς φθόνου καθαρὰς παρέχετε τὰς ἀκοάς, οὐ τὸν ζῆλον τὸν τοῦ Κάϊν μιμούμενοι, οὐχ ὁμοίως τῷ Ἠσαῦ διώκοντες τὸν ἀδελφόν, οὐ <τοὺς> τοῦ Ἰωσὴφ ἀδελφούς, ὅτι ἐφ’ οἷς ἔλεγεν ἐμίσουν τὸν ἀδελφόν. ἀλλὰ τούτων ἁπάντων μακρὰν ἀφεστῶτες, διόπερ ἕκαστος ὑμῶν τὰ τοῦ πλησίον νομίζει λέγειν. καὶ διὰ τοῦτο ζῆλος πονηρὸς οὐκ ἔστιν ἐν ὑμῖν, τὰ λείποντα τῷ ἀδελφῷ ἀναπληροῦν δεδιδαγμένοις.

cb ἀκροατηρίου καλοῦ καὶ συμποσίου σεμνοῦ καὶ πνευματικῶν ἐδεσμάτων. τοιούτοις ἀεὶ συνεῖναι δικαίως <ἂν> εὐξαίμην.