Symposium Sive Convivium Decem Virginum

Methodius

Methodius, Symposium Sive Convivium Decem Virginum, Bonwetsch, Hinrichs, 1917

Μὴ ὑπολαμβανέτω δέ τις ἀποκρούεσθαι τὸν ἕτερον ὅμιλον τῶν πεπιστευκότων , δόξας ἡμᾶς τὰς παρθένους μόνας εἰσηγεῖσθαι τευξομένας τῆς ἐπαγγελίας, οὐ συννοήσας ὅτι καὶ φυλαὶ καὶ πατριαὶ καὶ τάγματα »κατ' ἀναλογίαν« ἑκάστων ἔσονται τῆς πίστεως( καὶ τοῦτο καὶ Παῦλος διαγράφει, ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελή- [*](4 Plato Pol. IV, 430 E. Meth. Symp. S. 65,16. 69, 12 — 6 De res. I, 28, 1. 4 — 11 vgl. Plato Phaecl. 65 A — U vgl. I Petr. 3, 4 — 17 Psal. 44, 14 — 21 1 De res. I, 49, 2 — 22 Rom. 12, 6 — 23 I Kor. 15, 41) [*](1 καὶ ἐν — ἐπεράστῳ σου Ζ. 2 < B 4 PI κόσμος πού τις . . ἡ σωφροσύνη ἐστί | κόσμον < P | ἐνθέματα P 191 5 καλοῦνται | περιδέρραια Ο περιδέρεα P, περί-δέῤῥεα B | ποικίλων καὶ τιμίων P Jh 6 τουτονὶ sehr undeutl. Ο 7 σαρ)κὸς περιτθέασι unleserl. 8 ἁγνεύονσαι imlesett. Ο 9 τιμίων — συγκείμενον Ζ. 9 f unleserl. ὡς — π. συγκ. Ζ. 9 f nachträglich in M) — τιμ. ὡς ἀλ. κ. ποικ. σ. MAI 10 τῶν τῆς M | τῆς μεγ. — φ(ρον)τί(σα)σ(σι) unleserl. | τῆς σοφ. — συναναφ. Z. 12 in Lücke nachträgl. 11 ἀγάπ.] σωφροσύνης AI Ι φροντίζουσαι AI | προσκαίρων < Jh | ποι)κιλμάτων — συ(ναφαυ6αίν)ον(ται) Ζ. 12 unleserl. 12 φύλλων] δι’ ἀλλήλων MAI | πρ. ὥρ. θ.] anders MAI | ἐπαφαυαίνονται MAI | τοῦ σώμ. ν 16 τὸ + Ο 16 αἴγλην] ἁπλῆν 19 ἀποκλρίνεσθαι Jh 20 εἰσηγήσασθαι P 21 τευξομένους B | συννο|ήσας P 191 v 22 ἕκαστον P)

74
νης« λέγ(ον καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει έν δόΞῃ. οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν«. καὶ ὁ κύριος δὲ οὐ πᾶσι τὰς αὐτὰς ὁμολογεῖ διδόναι τιμάς, ἀλλ’ ἑτέρους μὲν ἐπὶ τὰ βασίλεια καταριθμεῖται τῶν οὐρανῶν, ἄλλοις κληρονομίαν ἐπαγγέλλεται γῆς, ἐτέροις οψεσθαι τὸν πατέρα. καὶ δὴ καὶ ἐνταῦθα πρῶτον τὸ τάγμα καὶ τὸν χορὸν τὸν ἄγιον αὐτῷ τῶν παρθένων ὥσπερ εἰς νυμφῶνα τὴν ἀνάπαυσιν τῶν καινῶν αἰώνων ἐφομαρτοῦντα συνεισελεύσεσθαι χρησμῳδεῖ. ἐμαρτύρησαν γὰρ οὐ κατά τι μόριον χρόνων ἐν βραχεῖ καρτερήσασαι σωμάτων ἀχθηδόνας, ἀλλὰ διὰ παντὸς ἔτλησαν τοῦ βίου μὴ άποδειλιάσασαι τὸν ἀγῶνα τὸν Ὀλυμπιακὸν ἀληθῶς διαθλῆσαι τῆς ἁγνείας· βασάνοις τε γὰρ ἀγρίαις ἡδονῶν καὶ φόβοις καὶ λύπαις ἀντισχοῦσαι καὶ τοῖς ἄλλοις τῆς πονηρίας τῶν ἀνθρώπων κακοῖς, ἀποφέρονται τὰ γέρα πρῶται τῶν ἄλλων, εἰς τὸν ἀμείων τῆς ἐπαγγελίας ἐκτασσόμεναι χῶρον. ἀμέλει ταύτας μόνον ἐκλεκτὴν νύμφην τὰς ψυχὰς καὶ γνησίαν ὁ λόγος ἑαυτοῦ καλεῖ, τὰς δὲ λοιπὰς παλλακὰς καὶ νεανίδας καὶ θυγατέρας, λέγων ὡδε· »ἐξήκοντά εἰσι βασίλισσαι καὶ ὀγδοήκοντα παλλακαί, καὶ νεανίδες ὦν οὐκ δὲ ἀριθμός. μία ἐστὶ περιστερά μου, τελεία μου· ἐστὶ ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτὴ τῇ τεκούσῃ αὐτήν. εἴδοσαν αὐτὴν θυγατέρες, καὶ μακαριοῦσιν αὐτήν , βασίλισσαι καί γε παλλακαὶ αἰνοῦσιν αὐτήν‘. πολλῶν γὰρ οὐσῶν δηλονότι τῆς ἐκκλησίας τῶν θυγατέρων μία [*](3 Mt. 5, 3. 5. 8 — 6 vgl. I Kor. 1.5, 23. Mt. 25, 1. 10. Apok. Job. 14, 4 — 10 De res. I, 56, 2. Plato Phaedr. 256 B — 13 vgl. Hebr. 8, 6 — 16 Hohel. 6, 7. 8) [*](14–S. 79, 12 Phot. Bibl. 237 S. 310 a, 13–311 a, 19) [*](1 λέγων nach ἀστέρων 2 οὕτω P Ausgg. 3 μὲν < P 3 f ἐπὶ τὰ βασίλεια Ο: ὲν βασιλεία PJh 8 χρόνον P, χρόνου Β Jh 9 f ἔτλησε B 10 De res. I, τὸν 2 τὸν ἀΜῶς Ὀλυμπιακὸν ἀγῶνα, PI τῶν ὡς ἀληθῶς Ὀλυμπιακῶν 11 διαθλήσασαι P | τὲ (τὶ ?) Ο | ἀγρίοις Cb Jh 12 τοῖς < Ο 14 ἀμέλει — τῆς ἀξθαρσίας S. 79,12 mit Auslassungen bei Ph. Ph schickt voraus ὅτι περὶ τῶν παρθένων κ. ἁγνῶν ψυχῶν πλεῖστα εἰπὼν ἐπιφέρει καὶ τοῦτο | μό|νον Ρ 192 15 νύμφην undeutl. Ο | κ. γνησίας B: < Ph 15 f τ. λοιπ. δὲ Ph 16 πελλακὰς B | νεανί unleserl. 17 βασ)ίλισσαι — παλλακαί unleserl. O: 2 Hd. Μ | καὶ νεανίδες — καί γε Ζ. 20 < Phb 18 ἀρ)ιθμός — ἐ(στὶτῇ) unleserl. | μία — μου 2. Hd. Μ | ἐστιν ἡ π. MAI 19 (αὐτῆ)ς — unleserl. 0, etwas abweichend 2. Hd. MAI | nach ἐκλεκτὴ + ἐστι Phb | ἴδοσαν P 19 f καὶ μακαρ. 63 20 βασίλισσαι — αὐτήν < P | αἰνέσουσιν Ph Jh)
75
ἐστὶ μόνη ἐκλεκτὴ καὶ τιμιωτάτη ἐν ὀφθαλμοῖς αὐτῆς ὑπὲρ πάσας, τὸ τάγμα τῶν παρθένων.

Ἐὰν δέ τῳ περὶ τούτων ἀμφισβήτησις ᾖ, ὡς οὐδέπω τῶν κεφαλαίων ἱκανῶς ἐπεξειργασμένων, καὶ ἔτι βούλοιτο κατ' ἀναγωγὴν αὐτῶν πνευματικὴν διαρθρωθῆναι πληρέστερον, τίνες εἰσὶν αἱ βασίλισσαι καὶ αἰ παλλακαὶ καὶ αἱ νεάνιδες, λέξομεν δύνασθαι ταῦτα λελαλῆσθαι καὶ ἐπὶ τῶν ἐξ ἀρχῆς κατὰ πρόβασιν χρόνων ἐν δικαιοσύνῃ διαπρεψάντων, οἷον τῶν πρὸ τοῦ κατακλυσμοῦ καὶ τῶν μετὰ τὸν κατακλυσμὸν καὶ τῶν ἀπὸ τοῦ Χριστοῦ καθεξῆς· εἶναι γὰρ νύμφην μὲν τὴν ἐκκλησίαν, βασιλίσσας δὲ τὰς βασιλικὰς ἐκείνας τὰς πρὸ τοῦ κατακλυσμοῦ ψυχάς, εὐαρέστους τῷ θεῷ γεγενημένας, τουτέστι τὰς ἀμφὶ τὸν Ἄβελ καὶ τὸν Σὴθ καὶ τὸν Ἐνώχ, παλλακὰς δὲ τὰς μετὰ τὸν κατακλυσμὸν τῶν προφητῶν, αἷς πρὸ τοῦ τὴν ἐκκλησίαν ἁρμοσθῆναι τῷ κυρίῳ παλλακίδων δίκην συγγινόμενος ἀληθεῖς ὑπέσπειρε λόγους ἐν ἀφθόνῳ καὶ καθαρᾷ φιλοσοφίᾳ, ἴνα γεννήσωσιν αὐτῷ συλλαβοῦσαι πίστιν, »πνεῦμα σωτηρίας‘. τοιαῦτα γὰρ ἀποβλαστήματα φύουσιν αἱ ψυχαί, ἀείμνηστον φέροντα κάλλος, ὁπόσαις ἂν ὁ Χριστὸς συνανακραθῇ. εἰ γὰρ βούλεσθε εἰς Μωσέως ἀποβλέψαι τὰς βίβλους ἢ Δαυὶδ ἢ Σολομῶνος ἢ Ἡσαΐου ἢ τῶν καθεξῆς προφητῶν, ὠ παρθένοι, εἴσεσθε οἷα καταλελοίπασιν ἑαυτῶν ἔκγονα τῷ βίῳ σωτήρια διὰ τὴν πρὸς τὸν υἱὸν τοῦ θεοῦ κοινωνίαν. ὅθεν τεθεωρημένως παλλακὰς προσηγόρευσε τὰς ψυχὰς τὰς προφητικὰς ὁ λόγος, ὅτι μὴ φανερῶς αὐτὰς οὕτως ὥσπερ δὴ καὶ [*](5 Hohel. 6, 7 — 15 Plato Symp. 210 D — 16 Jes. 26, 18 — Plato Symp. 209 C D) [*](1 ἐστὶ μόνη < P | ἡ ἐκλεκτὴ Ph | αὕτη P 3 Ἐὰν — ἐκκλησίαν Z. 10 < Ph | 5 PO: ἦν B: < CbJh 4 κατὰ 5 αὐτῶν < 7 ἐξ] ἀπ’ viell. richtig | πρόσβασιν P 9 τοῦ < P 10 βασίλισσαν δὲ P: βασιλίσσας δὲ αἰνίττεσθαι ἡ προφητεία βούλεται Ph ὅτι οὐ ὑφ’ ἔνα ἤγοντο βασιλέα βασιλευόμεναι, ἀλλ' ἑκάστη ὥσπερ αὐτοδέσποτος καὶ βασίλισσα ἦν, καὶ ὅτι τῶν μετὰ ταύτας ἀρχαὶ καὶ πρῶται ἦσαν + Pha) 11 κατακλ. P 192 v 15 ἀφθόνῳ PhJh mit PI λόγους . . τίκτῃ . . ἐν φιλοσοφίᾳ ἀφθόνῳ: ἀφθόρω HSS (das ο undeutl. B) | γεννήσωσιν PhJh: γεννῶσιν OP 16 πνεῦμα < Ph | τοιαῦτα — τεθεωρημένως Ζ. 22 < Ph 16 ff PI τοιούτους παῖδας μᾶλλον γεγονέναι, . . εἰς Ομηρον ἀποβλέψας κ. Ἡσ. κ. τοὺς ἄλλους ποιητάς . . οἷα ἔκγονα ἑαυτῶν 17 κλέος P Jh 18 Μωϋσέως B Jh 19 τὰς < | Σολομῶντος B 20 αὐτῶν Ο 22 τεθεωρημέναι ὡς B | παλλακὰς δὲ wieder Ph | προσηγόρ . . σε Ο | τὰς προφ. ψυχὰς Ph 23 φανερ)ῶς αὐ)τὰς οὕτως unleserl. Ο | αὐτὸς AI | οὕτω B: < | ὥσπερ OPh: καθάπερ P Jh)

76
τὴν ἐκκληι1ίαν έπηγόγιιοι Διύι1 ας δι’ αὐτὴν .τὸν μόοχον τὸν οι- τιυτόνα.

ἐπαπορητίον δὲ καὶ τοῦτο πρὸς τούτοις, ἴνα μηδὲν ἡμᾶς τῶν ἀναγκΛων διαδρᾶναι όι·νηΔ́ῇ, τί όŕιποτε ιὰς fitv βασιλίοσας (̔Α-ικοντα Γφη, τὰς δὲ παλλαΛ-ιΓ̀ ιἰἴδιιŕιἶονται τὰς δὲ νεάνΛας τοοαύ- τας, οοσον ιΠγk̀ ἀριΔι μιΙΓΑιαι όιὰ τὴν πληθύν, τἰιν όὲ νύμφην μίαν. — καὶ πρῶτον 〈μὲνγ περὶ τῶν ὲξήγοντα λῖΑτέον. Ἁ̔ικοντα βασιλίσσac έντεῦΛ́εν, ὡς οί͂μαι, όὴ τοὺς a̓πὸ τοῦ π(ιωτοπλ͂άΓιτιιυ μέχρι Νῶε κατἀ όιαδοχὴν εὐα(ιεστrίσανῖας ἐκάλεσε τῷ Μιι . ἐ,ειδ·Μ́ερ ἑτέρων οὗτοι παραγ·ίὁλ-αιἴτων καὶ θεσμῶν Ας τὸ σωθῆναι χρείαν οὐκ ἐσΠ·ίκασιν. ἔτι προσφάτου τῆς κατὰ τὴν ἑξαήμερόν οἱ·σης αὐτοΙς τοῦ κόσμοἰ ο͂υοτάο͂εωC. ἐμέμνηντο γàρ οὗτοι ὡς ἐν ὲξ ἡμέραις ὁ Μ̀:- ἐτεκτŕι- νατο τὴν κτίσιν, τό τε ἐν τῷ παραδείσῳ γεγονότa καὶ πῶς ό ἄνθρω- πος ἐντολὴν ἔχων μὴ ὸ́ψασθαι τοῦ φυτοῦ τῆς φρονήσεως ἐξώκειῖ-ενι ἀποβουκοΑ-ήσαντος αὐτὸν τοῦ τῆς κακίας σοφιστοῦ. ἐντεΜεν ουlν δὴ τὰς ἀπὸ τῆς συστόσεως εὐθέως τοῦ κόσμου κατὰ διαόοχὴν τὸν θεὸν ποθεῖν ἑλομένας ψυχὰς καὶ σχεόόν, εἰ χρὴ φάναι, τοῦ πρώτου οἰωνὸς οὔσας ἔκγονα καὶ γείτονας τῆς μεráλης ὲξαημἐρου ὲξήκοντα βασιλίσσας ὲ́φη συμβολικῶς, διὰ τὸ μετὰ τὴν ὲζαήμερον εὐθέως, ὡς ἔφην, γεγονέναι. μεγάλην rὰρ ἐσχήκασιν οὗτοι τιμήν, ἀΠέλοις ὁμιλή - σαντες καὶ τὸν θεὸν υοπαρ, οὐκ ὄναρ πολλάκις θεασáμενοι. ἐπι- σκέψασθε rὰρ ὅσην ἴσχε παρρησίαν ὁ Σὴθ πρὸς τὸν nεόν, οοσην ὁ Λ́βελ, ὅσην ό Ἐνώς, οοοην ό Ἐνώχ, ὅσην ὁ Μαθουσάλα, οοσην ὁ Νῶε, [*](1 Luk. 15, 23 — 4 Hohel. 6, 7. S — 12 Gen. 1 — 14 Gen. 3, 3. — 18 vgl. Plato Tim. 40 D) [*](1 ἐπηγάγετο Ph: προσηγάγετο 0, ab. über ροσ übergeschi-. ἐπη (προεπηγά- γετο MAI): εἰσηγάγετο P Ι τὸν vor μόσχον Ph 1Ι τὸν σι(τευτόν) un- leserl. 3 Ἐπαπορητέον — λεκτέον Z.li Ph Ι (τούτ)οις — a̓ναγ(καίων) Ζ. 4 unleserl. 4 διαόρᾶναι : ἀποδρᾶναι P Jh Ι (όή)ποτε — πα(na)χὰ(ς) Ζ. 5 un- leserl. 5 ὲ́Μ ε-iναι λέγει in Lücke MAI Ι ὀ . δοή . orza Ο Ι τὰς όἐ G3v I νεάν. Ρ 193 6 ὅσας 7 μὲν + ChJh Ι εΑήκοντa δὲ wieder Ph 8 Μ δεῖν P 9 καλέσαι Ρ 10 γαὶ θεσμῶν Ph Ι σωΟήσεσραι Ph 11 ἴτι ös Ph Ι αὐτῆς τοῦ Pha 12 οῦτοι ὡς P: ὅπως 0: 3τι Ph 13 καὶ πῶς — σο- φιστοῦ Ζ. 15 Ph 15 αὐτὸν τῆς κακίας τοῦ Ο Ι οῦ̀ν P Jh 16 εὐαέως P 17 ἑλομένας ποΜιν Phb Ι τὰς τοῦ ( Phb) πρ. Ph 18 PI ἐχγό- 1οις . . θεῶν 19 εΜέως OP: ταίτας Ph Ι ὡς P 20 ουτοι τιμὶιν ἐσχήκασιν Ph 20 f δμιλήσαντες OPh: συνομιλήσατ̓́ες PJh, σὔομρλησαντες B 21 πολλάκις〈Ph 21Ι ἐπισκ. P 193v 23 0(7;;v ό Ἐὤς Ph Ι ὀ vor Μαθουσάλα Ph Ι 3σην δ Νῶε <P)

77
πρῶτοι δικαιοσύνης γεγονότες ἐρασταὶ καὶ πρῶτοι τῶν »πρωτοτοκων« τέκνων τῶν »άπογεγραμμένων ἐν ούρανοῖς« τῆς βασιλείας καταξιωθέντες, ὥσπερ ἀπαρχή τις τῶν φυτευομένων εἰς σωτηρίαν πρώϊμος τῷ θεῷ βλαστήσαντες καρπός. καὶ περὶ μὲν τούτων αὐτάρκως· άγκως· περὶ δὲ τῶν παλλακῶν πάλιν λεκτέον.

Τοῖς μετὰ τὸν κατακλυσμὸν ἀπωτέρω λοιπὸν ἡ γνῶσις ἠν τοῦ θεοῦ, καὶ ἔχρῃζον ἑτέρας διδαχῆς — ἑρπούσης ἤδη τῆς εἰδωλολατρείας — ἥτις αὐτοῖς αὐθις ἀλεξίκακος ἔσοιτο καὶ βοηθός. ὁ ούν θεός, ἴνα μὴ πάντῃ τὸ γένος τῶν ἀνθρώπων ἀϊστθῇ λήθῃ τῶν καλῶν , τὸν ἴδιον παῖδα τοῖς προφήταις ἐκέλευσεν ὑπηχῆσαι τὴν ἐσομένην ἐατοῦ παρουσίαν διὰ σαρκὸς εἰς τὸν βίον, καθ’ ἣν ἡ τῆς πνευματικῆς ὀγδοάδος χαρὰ καὶ γνῶσις κηρυχθήσεται, ἀφέσεως ἁμαρτημάτων οὖσα καὶ ἀναστάσεως παρεκτική· περιτμηθήσεσθαι γὰρ δι αὐτῆς τῶν ἀνθρώπων τὰ πάθη καὶ τὴν φθοράν. καὶ κιὰ τοῦτο τὸν κατάλογον τῶν ἀπὸ τοῦ Ἀβραὰμ προφητῶν, διὰ τὴν τῆς περιτομῆν πρεσβείαν τὸν ὀκτὼ περιεχούσης ἀριθμόν, ἡς ἐξήρτηται καὶ ὁ νόμος, ὀγδοήκοντα παλλακὰς ἐκάλεσεν, ὅτι πρῶτοι, πρὶν τὴν νύμφην τὴν ἐκκλησίαν κατεγγυηθῆναι τῷ λόγῳ, τὰ θεῖα συλλαβόντες σπέρματα, τῆς νοητῆς προεξήγγειλαν ὀγδοάδος τὴν περιτομήν. — νεάνιδας δὲ πάλιν εἰς ἀναρίθμητον συντελούσας ὅμιλον τὰ ὑπὸ τοῖς κρείττοσι δικαιοπραγήσαντα πλήθη καὶ νεανικῶς καὶ γενναίων διαθλήσαντα πρὸς τὴν ἁμαρτίαν καλεῖ.

[*](1 Hebr. 12, 23 — 9 Plato Protag. 321 A — 15 vgl. Gen. 17, 12 — 16 Lev. 12, 3. — 21 Plato Theaet. 168 C)[*](1 καὶ πρῶτοι — καρπός Ζ. 4 < Ph γεγ.] ὄντες Ph 2 τῶν < Ρ 3 καταξιωθέντες < Ο | ἀπαρχή τις] ἀπ’ ἀρχῆς P Ι φυτευμάτων B Jh 4 βλασθήσαντες, a. Rand corrig. in βλαστήσαντες B | καρπός < Μ, nicht AI) I τούτων μὲν Ph 6 ἀνωτέρω P: ὁπωτέρω Pha 7 ἐχρὴν P, ἐχρῆν B 7 f εἰδωλολατρίας P, ειας unleserl. 8 ἥτις — βοηθός < Ph 9 θεὸς — πάντῃ fast od. ganz unleserl. | PI μή τι γένος ἀϊστωθείη | ἀϊστωθῇ < Pha 10 τὸν — τοῖς unleserl. 10 f (ἐκέλευσ)εν ὑ(π)ηχ(ῆσ)αι (τὴν παρουσίαν unleserl. 10 ὑπηχῆσαι 7 Jh: ὑφηγῆσαι Th. ὑφηγεῖται S.54:,4:. 59,9), ἀπηχῆσαι MAI: vgl. De res. Π, 4, 6 11 αὐτοῦ Phb | βί(ον) — γνῶσις Z. 12 unleserl. O | βίον P: κόσμον Ph| | καθ' — χαρὰ καὶ Z. 12] δι’ ov τῆς ἀληθείας ἡ 2.ἄνθρωπον Ph 16 τὸν ὄγδοον P | περι|εχούσης P 194 | ἐξ. B: vgl. ob. S. 58, 10 17 ὀγδο)ήκοντα unleserl. (ὀγδοήκοντας Μ): < Ph | πρὶν] πρὸ τοῦ Ph 18 προσλαβόντες Pha 19 νοητῆς < P | ὀγδοάδος προεξήγγειλαν P 20 ἀνάριθμον P, ἀνα . . θμητον 0, ἀρίθμητον AI | κριταῖς O 21 PI νεανικῶς . . βεβοήθηκας)
78

Ἀλλὰ τούτων οὔθ' αἱ »βασίλισσαι« οὔθ' αἱ »παλλακαὶ« οὔθ' αἱ »νεάνιδες« συγκρίνονται τῇ ἐκκλησίᾳ· ἡ γὰρ τι »τελεία« καἰ »ἐκλεκτὴ« παρὰ πάσας νομιζομένη αὐτάς, ἡ ἐκ πάντων συνεστῶσά τι καὶ συνημμένη τῶν ἀποστόλων, ἐστὶν ἡ ὑπερβάλλουσα νύμφη τῷ κάλλει τῆς ἀκμῆς καὶ τῆς παρθενίας πάσας. διὸ καὶ μακαρίζεται καὶ αἰνεῖται Πρὸς τῶν ἄλλων, ὅτι αὕτη καὶ εἶδε καἰ ἤκουσεν ἀφθόνως, ἃ ἐκεῖναι ἐπεπόθησαν κἂν ἐκ βραχέος θεάσασθαι καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι καὶ οὐκ ἤκουσαν. »μακάριοι« γάρ φησιν οἱ ὀφθαλμοὶ ὑμῶν« ὁ κύριος τοῖς μαθηταῖς οἱ βλέποντες ἃ βλέπετε. λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκούσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν‘. οὐκοῦν διὰ ταῦτα μακαρίξουσι ταύτην οἱ προφῆται καὶ θαυμάζουσιν, ὅτι ὧν αὐτοὶ μὴ ἐπέτυχον ἀκροαταὶ γενέσθαι καὶ θεάμονες ἡ ἐκκλησία κατηξιώθη καὶ μετείληφεν. »ἑξήκοντα« <γάρ> »εἰσι βασίλισσαι καὶ ὀγδοήκοντα καὶ νεάνιδες ὡς οὐκ ἔωστιν ἀριθμός. μία ἐστὶν ἡ περιστερά μου, τελεία μου.«

Δυνήσεται δέ τις καὶ ἑτέρως τὴν νύμφην φάναι τὴν σάρκα τὴν ἀμόλυντον εἶναι τοῦ κυρίου, ἧς χάριν καταλελίψας τὸν πατέρα κατῆλθεν ἐνταῦθα καὶ προσεκολλήθη καὶ ἐγκατέσκηψεν ἐναθρωπήσας εἰς αὐτήν. διὸ δὴ καὶ περιστερὰν αὐτὴν ἔφη τροπικῶς, ἐπειδὴ [*](1. 2 Hohel. 6, 7. 8. — 8 Mt. 13, 16. 17. Lk. 10, 23. 24 — U Hohel. 6, 7. 8 — 17 Tertull., De res. 63. Orig. III, 77, 12 Kl — 20 Hohel. 6, 8. Philo Quis rer. div. haer. ITI, 30, 6 ff. 52, 23 f Wd) [*](1 f οὔθ’ αἱ νεάν. < Ph 3 νομιζομέ . . αὐτὰς Ο: αὐτὰς νομ. P Jh: ὀνομαζομένη Ph | ἡ ἐκ] ἐκ τῶν P | συνημμένη Ph: συνηνωμένη P Jh 5 καὶ αἰνεῖται < Ph 5 f πρὸ τῶν 0, aber vgl. Hohel. 6, 8 6 καὶ αὕτη Ο | καὶ vor εἶδε < Ph | ἐκεῖναι] ἰδεῖν + P 7 ἐπεπόθ. — ἤκουσαν Ζ. S] ἐπεπόθ. ἰδεῖν καὶ ἀκοῦσαι καὶ οὐκ εἶδον οὐδ’ ἤκουσαν Ph | βραχέως Al Jh 8 οἱ ὀφθ φησίν Ph 9 ὅτι < P 11 διὰ P 194 v 12 αὐτὴν Ph | καὶ θαυμάζουσιν < Ph 13 ἀκροαταὶ — θεάμονες < Ph | καθηξι) unleserl. Ο 13 f μετείληφε καὶ ἠξιώθη Ph 14 ἑξήκ. — τελεία μου Ζ. 16 < Ph | γὰρ + Ausgg. 15 καὶ νεάνιδες unleserl. | ἐστὶ ohne ἡ P Jh 17 δύναται Ph | καὶ < P | τὴν vor νύμφην < P 17 f σάρ)κα τὴν ἀμόλ)υντον unleserl. Ο 18 τὸν πατέρα καταλ. P Jh 11) κατῆλθεν — (προσε)κολλήθη καὶ 11. bis ριστε. ὰν) Ζ. 20 unleserl. | καὶ ἐγκατέσκηψεν < Ph 1 ἐγκατεσκήνωσεν MAlJh 19 f ἐνανθ. ε. αὐτο. ücke M | ἐνανθρωπ0ίσας PPhb I αὐτῇ ἐνανθρωπ. Ph 20 . . τὴν 64 | ἐκάλεσε τροπ. Ο, τροπ. ἴφη PPhb, ἴφη τροπ. PhaJh 20 ff Philo τρυγὼν u. περιστερὰ) τιθασὸς . . καὶ διαίτῃ τῇ μετὰ θνητῶν ἀσμενίζουσα u. ἐπειδὴ τιθασὸν καὶ σύντροφον Μ̓́ ἐστι τὸ ζῷον)

79
τιθασὸν τὸ ζῷον καὶ ὑπωρόφιον καὶ διαίτῃ τῇ μετὰ ἀνθρώπων ἀσμενίζον. μόνη γὰρ ὡς ἔπος εἰπεῖν ἄσπιλος καὶ ἀμίαντος εὑρέθη καὶ πάντας ὑπερέχουσα τῷ τῆς δικαιοσύνης κόσμῳ καὶ κάλλει, ὥστε μηδένα καὶ τῶν εἰς ἄκρον εὐαρεστησάντων τῷ θεῷ ταύτης δυνηῆναι πέλας ὡς πρὸς σύγκρισιν ἀρετῆς στῆναι, καὶ διὰ τοῦτο κατηξιῶσθαι κοινωνὸν αὐτὴν γενέσθαι τῆς βασιλέιας τοῦ μονγενοῦς, αὐτῷ καθηρμοσμένην τε καὶ ἑνθωθεῖσαν. καὶ ἐν τῷ τεσσαρακοστῷ δὲ καὶ τετάρτῳ ψαλμῷ ἡ ἐκ τῶν πλειόνων παρισταμένη καὶ δεξιῶν βασίλισσα τοῦ θεοῦ μερῶν, ἡ τῷ διαχρύσῳ τῆς ἀρετῆς κόσμῳ κατεστολισμένη, ἡς ἐπεθύμησε τοῦ κάλλους« »ὁ βασιλεύς«, ἡ σάρξ ἐστιν, ὡς ἔφην, ἡ ἄχραντος ἐκείνη καὶ μακαρία, ἣν αὐτὸς ἀνακομίσας ὁ λόγος εἰς οὐρανοὺς »ἐκ δεξιῶν« παρέστησε τοῦ πατρός, »ἐν ἱματισμῷ διαχρύσῳ« κεκοσμημένην, ὃ δή ἐστι τοῖς ἐπιτηδεύμασι τῆς ἀφθαρσίας, ἃ συμβολικῶς ἔφησε »χρυσᾶ κροσσωτά«, ἐπειδήπερ ἐκ ποικίλων ποικίλλεται τοῦτο καὶ συγκαθυφαίνεται κατορθωμάτων τὸ ἔνδυμα, οἷον ἀγνείας, φρονήσεως, πίστεως, ἀγάπης, ὑπομονῆς καὶ τῶν λοιΠῶν Μῶν, ἃ δὴ κατακαλύπτοντα τὴν ἀσχημοσύνην τῆς σαρκὸς κοσμεῖ τὸν ἄνθρωπον κόσμῳ χρυσῷ.

Ἔπειτα τί δὴ πάλιν καὶ ἐν τοῖς ἑξῆς τοῦ ψαλμοῦ μετὰ τὸ τὸν ἄνθρωπον ἐκ δεξιῶν‘ ἐνθρονισθῆναι τοῦ παντοκράτορος, ὃν ἀνείληφεν ὁ λόγος, τὸ πνεῦμα παραδίδωσιν, ἐπισκεπτέον. »ἀπευνχθήσονται τῷ βασιλεῖ παρθένοι« φησίν« »ὀπίσω αὐτῆς· αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει· ἀχθήσονται εἰς ναὸν βασιλέως.‘ πάνυ προφανῶς ἐνθάδε λοιπὸν ἔοικεν ἐγκωιμιάζειν τὸ πνεῦμα τὴν ἁγνείαν, μετὰ τὴν νύμφην, ὡς [*](2 Hexinas III, 5, 6, 7 — Vgl. Orig. De princ. U, 6, 4 — 6 Hermas III, 5, 6, 6. Symp. S. 7, 13 ff. 9, 22 f — 7 II Kor. 11, 2 — 8 Psal. 44, 10 — 14 Psal. 44, 14 — 21 Psal. 44, 15. 16) [*](1 τιθασσὸν B Ph b | ὑπορρόφιον P h b | μετὰ] < Ph: τῶν Cb Jh 2 ἐνασμενίζον OJh: ἀσμενίζον Ph (Philo) : ἀσμενιζόμενον· ἦ Ρ | μόνη — ἑνωθεῖσαν Ζ. 6 < Ph | μόνη z P 3 δικαιοσύν(ης) unleserl. i καὶ vor τῶν 003C; P Ι εὐ(α)ρεστησ(άντων) uiileserl. 5 ἀρ(ετ)ῆ(ς) unleserl. 6 βασελείας undentl. 7 καὶ vor ἐν unleserl. 8 δὲ < Ph | πλειόνων] λωόνων Ο | ἡ — μερῶν Ζ. 9] ἐκ τῶν δεξιῶν παρισταμένη λαιῶν καὶ τοῦ θεοῦ μερῶν βασιλίσσα Phab | παριστ. nach κ. δεξ. Ο | ἐκ δεξιῶν BJh 9 f κατε|στολ. P 195 11 ἀνακαινίσας Phb 13 ἐστιν ἐν τοῖς P: ἐστι συμβολικῶς τοῖς Ph Ι ἀφθαρσίας] es endet Ph 14 ἐπειδὴ γὰρ P | ποικίλλων B 17 ἀσχημοσύνην P: ἀσθένειαν Ο | κοσμοῦσι 18 κόσμῳ] γὰρ + 20 παντοκρ.] πατρὸς Cb Jh 21 νῦν σκεπτέον MAI, nicht w.e. seh. 22 φησίν Ρ | πλησίον unleserl. Ο, παρθένοι 2. Hd. M AI 25 τῆς ἁγνείας B | ἁγνείαν unleserl. Ο)

80
ἀποδεδώκαμεν, τοῦ κυρίου δευτέρας προσιέναι τῷ παντκράτορι »ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ‘ τὰς παρθένους ἐπαγγελλόμενον, ὑπ' ἀγγέλων δορυφορουμένας τε καὶ παραπεμπομένας. οὕτω γὰρ ἀπέραστόν τι τὸ τῆς παρθενίας ἐστὶν ὡς Μῶς καὶ τριπόθητον κλέος, ὥστε ὀπίσω τῆς βασιλίσσης, ἣν ἀνήγγαγεν ὁ κύριος ἀναμάρτητον ἀποτορνεύσας τῷ πατρί, τὸν χορὸν τῶν παρθενων καὶ τὸ τάγμα προσκομίζεσθαι, τὰ δυτερεῖα τῆς νύμφης κακληρωμένον.

Ταῦτά σοι καὶ παρ' ἡμῶν, ὠ Ἀρετή, τὰ γυμνάσματα τῶν λόγων ὑπὲρ ἀγνείας ἐστηλιτεύσθω.

Εἰπούσης δὲ ταῦτα τῆς προκίλλης, Ἐμὸς ὁ κλῆρος, ἡ Θέκλα ἴφη, μετὰ ταύτην ἐφεξῆς ἀγωνίζεσθαι, καὶ χαίρω ξυνέμπορον ἔχουσα κἀγὼ τὴν σοφίαν τῶν λόγων. αἰσθανομένη κιθάρας δίκην ἔσωθεν ἁρμοζομένην με καὶ παρασκευάζουσαν εἰς τὸ μεμελημένως εἰπεῖν καὶ εὐσχημόνως.

ΑΡΕΤ. Ἄριστα, (6 θέκλα, τὴν προθυμίαν ἀπεδεξάμην, καὶ πιστεύω εἰς δύναμιν πρέποντας ἀποδοῦναί σε μοι τοὺς λόγους· φιλοσοφίας τε γὰρ τῆς ἐγκυκλίου καὶ παιδείας οὐδενὸς ὑστερήσεις· τῆς εὐαγγελικῆς τε αὐ καὶ θείας, τί χρὴ καὶ λέγειν, Jiagd Παύλῳ σεσοφισμενην;

Οὐκοῦν λέγωμεν δὴ πρῶτον, αὐτόθεν ἀπ' αὐτῆς ἀπαρξάμεναι τῆς ἐπωνυμίας, δἰ ἣν αἰτίαν ἐκλήθη παρθενία τοῦτο τὸ κορυφαιότατον καὶ μακάριον ἐπιτήδευμα, οἷόν τε ὂν τυγχάνειν καὶ δύναμιν [*](13 Plato Phaed. lOS C — De autex. 9, 4 — 14 Athenag. Suppl. 7, 9. Hipp., De autichr. 2. Cohort. 8 — 18 Plato Tim. 2(3 D — 20 Plato Symp. 218 Β. Acta Pauli 7 f. 18 — 24 Plato Phaedi-. 237 C) [*](1 δ . . τέρας | (πρ)οσιέναι τῷ unleserl. (προσνεῖμαι τῷ M Al) 2 (ἀγαλλ)ιάσει — ἐπαγγελλ(όμενον) unleserl. | καὶ — nagQ. Lücke in M 2 f (ἀλλέλ)ων — γὰρ Ζ. 3 unleserl. 0, Lücke in M 3 οὕτω γὰρ] τοσοῦτον M AI | ἐπέ- ραστον 65 5 ἣν < P f ἀποτορνεύσας τῷ πνεύματι 0: ἀποτορνεῦσαι τῶ πατρὶ P: ἀποτορνεύσας τῷ πατρί Jh 7 δευτέρια P 9 ἐστηλτεύθω O 10 f Λόγος η΄ Θέκλα < 0: Θέκλα λόγ. ῆς΄ P 12 größerer Raum, dann . ιπούσης 13 ξυνέμπορον Ο: συνέμπορον P: PI συνεμπόρων . . θεῶν τυχοῖ·σα 15 μεμελ. vgl. S. 28, 16 u. De res. H, 5, 3 17 ἧ καὶ V (Jh) 18 PI τὸ πρέπον εἰς δύναμιν . . ἀποδοῦναι 20 PI τί δεῖ λέγειν; 22 αὐτῆς] ἀρχῆς O Jh 24 f PI οἷόν τ’ ἐστι καὶ ἣν ἔχει δύναμιν . . . , εἴτε ὠφέλειαν . . παρέχει)

81
ἣν ἔχει, καὶ εἰσύστερον, ὁποίους καρποὺς ἀποτελεῖ. κινδυνεύουσι γὰρ ὀλίγου ξύμπαντες αὐτὴν ἠγνονκέναι, καὶ μυρίων διαφέρουσαν τῶν ἄλλων τῆς ἀρετῆς πλεονεκτημάτων, ὁπόσα εἰς κάθαρσιν καὶ κόσμον διαπονούμεθα τῆς ψυχῆς. παρθεΐ γὰρ ἡ παρθενία κατὰ μίαν ὑπαλλαγὴν καλεῖται στοιχείου, ὡς δὴ μόνη τὸν ἔχοντα καὶ τετελεςμένον αὐτῆς τὰς ἀφθόρους τελετὰς θεῷ παρεικάζουσα, οὗ μεῖζον ἀγαθὸν ἀδύνατον εὑρεῖν, ἡδονῆς καὶ λύπης ἀπῳκισμένον· <ῇ> τὸ τῆς ψυχῆς καταρδόμενον ἀληθῶς αὔξεταί τε καὶ κουφίζεται πτέρωμα, τῶν ἀνθρωπίνων ἐξίπτασθαι καθ’ ἡμέραν ἐθιζόμενον σπουδασμάτων. ἐπειδὴ γὰρ πανήγυριν τὸν βίον ἡμῶν σοφῶν παῖδες εἰρήκασιν εἶναι, ἡμᾶς δὲ τὸ δρᾶμα τῆς ἀληθείας τὴν δικαιοσύνην ἥκειν ὡς εἰς θέατρον ἐπιδειφομένους — ἀντιτεχνούντων ἡμῖν καὶ ἀνταγωνζομένων τοῦ διαβόλου καὶ τῶν δαιμόνων — , ἀνανεύοντας ἄνω δεῖ καὶ ἀνιπταμένους μετεωρίζεσθαι καὶ φεύγειν τὰ θέλγητρα τῆς καλλιφωνίας αὐτῶν καὶ τὰ σχήματα, ἔξωθεν φαντασίᾳ σωφροσύνης ἐπκκεχρωσμένα, ἢ τὰς Σειρῆνας μᾶλλον τὰς Ὁμηρικάς. κηλούμενοι γὰρ ταῖς ἡδοναῖς τῆς πλάνης πτερορρυοῦσι πολλοὶ καὶ βαρύνοται εἰς τὸν καθ’ ἡμᾶς ἥκοντες βίον, χαυνωθέντων αὐτοῖς καὶ [*](3 Plato Soph. 227 C — 5 Plato Phaedr. 249 C — 7 ff Plato Phaedr. 246 E. 248 C. 249 C — 10 Pythagor. bei Diog. Laert. VIII, 1, 6; Teles ed. Hense zu 15, 11 (Tatian von d. Welt) — 13 C. Porph. 1,2 — 15 Plato Epist. VII, 340 D — 16 De autex. 1. De res. I, 28, 1 — 17 Plato Pol. III, 413 C — Plato Phaedr. 218 C) [*](4–7 Phot. Bibl. 237 S. 331 a, 23) [*](1 εἰς ὕστερον P 196 2 σύμπαντες B | καὶ + | μυρίῳ ansprechend Jh 3 PI τῶν τῆς ψυχῆς καθάρσεων 4 τῆς < | παρθεία — εὑρεῖν Ζ. 7 Ph 311 a, –23 | πανθεΐα PW d: παρθεΐα OKl: περθεῖα Ph a, παρὰ θεῖα Ph b | <Ph 5 ὑπαλλαγὴν HSS: ἀπαλλαγὴν PhbJh, schwerl. richtig | δὴ μόνη undentl. | μόηνη P 51 καὶ τετελ. < Ph | VI τελέους ἀεὶ τελετὰς τελούμενος 6 ἀφθόρους Ο: ἀφθάρτους P | τλετὰς unleserl. Ο | παρεικάζουσαν P: ἀπεικάζουσα Ph 7 εὑρεῖν — κ(κὶ) λύ(πης) unleserl. | ἔ + Jh 7 ff PI τούτοις . . αὔξεται . . τὸ τῆς ψυχῆς πτέρωμα . . 248 ᾧ πτερῷ) ψυχὴ κουφίζεται. 249 ἐξιστάμενος . . τῶν ἀνρωπίνων σπουδασμάτων 8 καταρδευόμενον B | ἀλη)θῶς — πτέρωμα Z. 9 unleserl. Ο (von αὔξεται an ücke in M) 9 ἀ)νθρωπ(ίν)ων ἀκτίων M) — σπουδα(σμ)άτων unleserl. Ο ἐξ. — σπουδ. ücke in M) 10 πανήγυριν ν 11 εἶναι vor σοφῶν Ζ. 10 Ο | εἰρήκεσαν OP 12 ἐπιδειξομένην P 14 f θέλητρα P ν δόξαις . . ἐπικεχρωσμένοι 17 Pl ὑφ' ἡδονῆς κληληθέντες πολλοὶ nach βαρύνουται Ζ. 18 Ο 1 7 f PI βαρυνθεὶσα δὲ πτερορρυήσῃ 18 εἰς τῶν (übergeschr. über τὸ) O, τὸν ab. »verblichen, viell. « P | βίον ἥκοντες P)
82
χαλασθέντων τῶν τόνων, καθ' οὓς ἡ τῶν πτερῶν τῆς σωφροσύνης συγκρατεῖται φύσις, κουφίζουσα τὰ κάτω νεύοντα περὶ τὴν φθορὰν τῶν σωμάτων. ὅθεν, ὡ Ἀρετή, εἴτε . . [δι' ἑαυτὴν] εἴτε διὰ τὸ καὶ μετεωρίζειν πρὸς οὐρανὸν τὰς ψυχὰς ταύτην ἔσχηκας τὴν ἐπωνυμίαν, ἐπὶ λευκοτάτων ἀεὶ βαίνουσα φρενῶν, ἴθι μοι συναντιληψομένη τοῦ λόγου, ὃν αὐτὴ προσέταξας εἰπεῖν.

Οἱ γὰρ πτερορρυήσαντες καὶ πεσόντες εἰς τὰς ἡδονὰς οὐ πρότερον λήγουσι λύπης καὶ πόνων, ἔστ' ἂν τῇ τοῦ πάθους ἐπιθυμίᾳ τὴν ἀνάγκην ἐκπληροῦντες τῆς ἀκρασίας ἀμύητοι καὶ ἀτελεῖς τοῦ τῆς ἀληθείας ἀπομείνωσι δράματος, ἀντὶ τῆς μετ’ αἰδοῦς καὶ σωφροσύνης παιδοποιήσεως ἀγρίαις ἐρώτων λυττήσαντες ἡδοναῖς αἱ δὲ εὔπτεροι καὶ κοῦφαι εἰς τὸν ὑπερκόσμιον τόπον ὑπερκύψσαι τοῦ βίου καὶ ἰδοῦσαι μακρόθεν ἃ μὴ ἕτερος ἀνθρώπων ἐθεάσατο, τοὺς λειμῶνας αὐτοὺς τῆς ἀφθαρσίας, ἀμήχανα κάλλη καὶ ἄνθη φέροντας καὶ πεπληρωμένους, ἀεὶ πρὸς αὐτούς εἰσιν , ἀναπολοῦσαι τὰ ἐκεῖ θεάματα, καὶ διὰ τοῦτο μικρὰ ἡγοῦνται τὰ ἐνταῦθα νομιζόμενα καλά, πλούτους καὶ δόξας καὶ γένη καὶ γάμους, καὶ οὐδὲν ἔτι ἐκείνων [*](2 vgl. zu S. 81 7 f — 3 Plato Kiatyl. 41 5 D. Phaeclr. 240 D — 5 Symp. 9, 1. De res. I, 27, 1 — 7 Plato Tim. 42 C — 9 Plato Phaed. 69 G. Phaedr. 248 B — 12 Plato Phaedr. 247 C. 249 C — 13 Plato Axioch. 371 C — Symp. S. 6, bf. Apok. Petr. 15 — 16 Plato Theaet. 173 E — 17 vgl. Plato Gorg. 523 C) [*](3 f Phot. Bibl. 237 S. 311 a, 26) [*](3 ὦ Ἀρ. — ἐπωνυμ. Ζ. 4 Ph 311 a, 24 ff | ὦ Ἀρ. εἴτε] ἡ ἀρετὴ ἤτοι Ph | ὅτι nach εἴτε u. αἱρετὴ nach ἑαυτὴν + Po Cb Jh nach PI, διὰ τὸ ehai αἱρετὴν + Kl 3 PI Phaedr. ἄνω μετεωρίζουσα | τὰς ψυχὰς < P | ἔσχηκε Ph 7 PI οὐ πρότερον πόνων λήξοι 9 f PI Phaed. ἀμὑητος καὶ ἀτέλεστος. Phaedr. 248 ἀτελεῖς τῆς τοῦ ὄντος θέας ἀπέρχονται 10 δράματος] ὁράματος Jh, aber vgl. S. 81, 11 | μετὰ B 11 PI Phaed. 81 A ἀγρίων ἐρώτων. Legg. IX, 586 ἔρωτας λυττώντας | λυοσήσαντες Ο 12 κοῦφοι P | PI 247 τὸν δὲ ὑπερουράνιον τόπον 13 μακρόθεν] πόρρωθεν viell. richtig P Jh 13 f PI εἰς τὸν τῶν εὐσεβῶν χῶρον οἰκίζονται, ἔνθα . . παντοῖοι . . λειμῶνες ἄνθεσι ποικίλοις ἐαριζόμενοι 14 λειμῶνας P 197 | αὐτοὺς undeutl. 15 καὶ vor πεπλ. < P | αὐτ)ούς sehr undeutl. 0, αὐταῖς Po Cb, αὐτοῖς MAlJh | ἀναπωλοῦσααι P, ἀναπλοῦσαι B 16 μικρὰ ἡγοῦνται undeutl. 0; μὴ ῥέπουσαι πρὸς 2. Hd. in ücke M AI | PI ταῦτα πάντα ἡγησαμένη σμικρὰ καὶ οὐδέν 17 Pl γένη καὶ πολύτους | πλού)τους undeutl. | πλοῦτον κ. δόξαν M AI | κ. γένη — γάμους unleserl. Ο (2. Hd. in ücke M) | καὶ vor οὐδὲν < M AI | οὐδε. Ο | ἕτι P: τι AlJh, auch wohl O wie Al)

83
περὶ πλείονος ποιοῦνται. ἀλλὰ καὶ εἴ τις αὐτῶν θηρίοις ἢ πυρὶ τὰ σώματα βούλοιτο παραδιδόναι καὶ τιμωρεῖσθαι, ἑτοίμως ἔχουσι τῶν ἀλγηδόνων ἀφροντιστεῖν διὰ τὸν ἐκείνων πόθον καὶ τὴν ἐκείνων ἔκπληξιν, ὥστε δοκεῖν αὐτὰς καὶ ἐν κόσμῳ οὔσας μὴ εἶναι ἐν κόσμῳ, ἀλλὰ τῷ φρονήματι καὶ τῇ ὁρμῇ τῆς ἐπιθυμίας εἰς τὴν ἄγυριν ἤδη τῶν ἐν τοῖς οὐρανοῖς τυγχάνειν. οὐ γὰρ θέμις ἐπὶ γῆς βρίθειν κατὰ τὴν ἑαυτοῦ φύσιν τῷ τῆς παρθενίας πτερῷ, ἀλλ ἄνω φέρειν εἰς καθαρὸν αἰθέρα καὶ τὸν τῶν ἀγγέλων γείτονα βίον. ὅθεν καὶ πρῶται τῶν ἄλλων μετὰ τὴν ἀνάκλησιν καὶ τὴν ἐντεῦθεν ἐκδημίαν αἱ ὀρθῶς καὶ πιστῶς παρθενεύσασαι τῷ Χριστῷ τὰ νικητήρια φέρονται τῶν ἄθλων, τοῖς τῆς ἀφθαρσίας ἄνθεσι στεφθεῖσαι πρὸς αὐτοῦ· ἅμα γὰρ τῷ καταλεῖψαι τὸν κόσμον τὰς ψυχὰς λόγος ταῖς παρθένοις ὑπαντῶντας ἀγγέλους μετὰ πολλῆς εὐφημίας εἰς τοὺς προειρημένους παραπέμπειν λειμῶνας αὐτάς, εἰς οὓς καὶ πρόσθεν ἐλθεῖν ἐγλίχοντο, μακρόθεν αὐτοὺς φαντασιωθεῖσαι τότε, ὁπότε ἔτι ἐπενδημοῦσαι τοῖς σώυμασιν ἰνδάλλοντο τὰ θεῖα.

Ἐνταῦθα οὖν δὴ ἐλθούσας θαυμαστά τινα θεάσασθαι καὶ ἔκλαμπρα καὶ μακάρια κάλλη καὶ ὁποῖα ἐξειπεῖν εἰς ἀνθρώπους δυσχερές. εἶναι γὰρ αὐτὴν δικαιοσύνην καὶ αὐτὴν σωφροσύνην, ἀγάπην αὐτὴν ἐκεῖ καὶ ἀλήθειαν καὶ φρόνησιν καὶ τὰ ἄλλα ὡσαύτως ἐπιφανῆ τῆς σοφίας ἄνθη καὶ φυτά, ὧν ἡμεῖς ἐνθάδε σκιὰς μόνας φασματώδεις ὀνειρώσσοντες ἀπὸ τῶν πράξεων ἡγούμεα τῶν ἀνθρω- [*](1 I Kor. 13, 3 ? — 4 vgl. Plato Symp. 211 D — Ep. ad Diognet. 5 — 6 Symp. S. 49, 16. 68. 18. 85, 7. 92, 15; vgl. Tatian 13 — 9 vgl. Apok. Job. 14, 4. I Thess. 4,16 — 10 II Kor. 5, 9 — 13 Apok. Petr. ? — 15 Plato Pbaedr. 248 A — 16 Kor. 5, 6 — 17 Plato Phaedr. 250 B — 18 vgl. Plato Tim. 28 C — 19 Plato Phaedr. 247 DE — 21 Symp. S. 114, 5. Plato Pol. VH, 532 C) [*](1 πλέονος P | ποιοῦνται ἀλλ)ὰ καὶ εἴ unleserl. Ο | ἀλλὰ] ὥστε Μ AI | αὐ . . . Ο: αὐτοῖς MAI | θηρ)ίοις ἢ undentl. Ο 1 f βούλ. τὰ σώμ. P Jh | 2 βούλοιτο Ο 66 3 πόθων P (nicht V) 4 καὶ vor ἐν < Cb Jh | οὕσαι B 6 τῶν ἄστρων ἐν P 7 τὸ . . πτερὸν P | ἀλλὰ P 8 φέρ.] εἰς οὐρανόν + P Jh 10 παρθενεύουσαι B 12 πρ. αὐτ. auch παρ’ ἑαυτοῦ MAI) 13 λόγος] ἔχει P 14 παραπέμ|πειν P ν 15 PI γλιχόμεναι . . τοῦ ἄνω 16 ἐπενδημοῦσαι Ο: ἐνδημοῦσαι P Jh: ἐκδημοῦσαι Po 17 οὖν + O | θεάσ. θαυμ. τινα Ο 17 f κάλλος δὲ τότ' ἦν ἰδεῖν λαμπρόν, ὅτε . . μακαρίαν ὄψιν τε καὶ θέαν . . εἶδον 18 ἐκλάμποντα Ο 19 f PI καθορᾷ μὲν αὐτὴν δικαιοσύνην, καθορᾷ δὲ σωφροσύνην, καθορᾷ δὲ ἐπιστήμην . · καὶ τἆλλα ὡσαύτως τὰ ὄντα ὄντως θεασαμένη | αὐτὴν vor σωφρ. < Cb Jh | φρόνησιν . . σωφροσύνην P 21 f PI φαντάσματα θεῖα κ. σκιάς)

84
πίνων συνίστασθαι, ὅτι μὴ ἔστιν αὐτῶν δεῦρο μηδὲν εἴδωλον καταφανές, ἀλλ' ἀπεικονίσματα μόνον ἀειδῆ, ἃ δὴ καὶ αὐτὰ σκοτεινῶς πολλάκις ἀπεικάζοντες αἰσθανόμεθα. οὐ γὰρ ἂν πώποτε δικαιοσύνης αὐτῆς ἢ συνέσεως ἢ εἰρήνης ὀφθαλμοῖς ἐθεάσατο τις μέγεθος ἢ σχῆμα ἢ κάλλος· ἐκεῖ δὲ ἐν τῷ ὄντι, ὡς εἰσίν , ὁλοτελῆ βλέπονται καὶ σαφῆ. εἶναι γὰρ δένδρον τι σωφροσύνης αὐτῆς, εἶναι ἀγάπης, εἶναι συνέσεως, ὥπερ καὶ τῶν ἐνθάδε τὰ φυτὰ καρπῶν. οἶον σταφυλῆς ἢ ῥόας ἢ μήλων. οὕτω δὴ κἀκείνων βλέπεσθαι μὲν καὶ ἐσθίεσθαι τοὺς καρπούς, οὐ μὴν ἀπόλλυσθαι καὶ φθίνειν, ἀλλ’ εἰς ἀθανασίαν αὔξειν καὶ θειότητα καὶ τοὺς δρεπομένους· καθὼς κἀκεῖνος, ἐξ οὑ πάντες ἐσμέν, πρὸ τοῦ παραπεσεῖν καὶ πηρωθῆναι τὰς ὅψεις ἐν τῷ παραδείσῳ τυγχάνων ἀπεκαρπεύετο, τοῦ θεοῦ θεμιστεύοντος τὸν ἄνθρωπον τῶν τῆς σοφίας ἐργάτην τεθῆναι καὶ φύλακα φυτῶν. τοιούτους γὰρ ἠν καρποὺς πεπιστευμένος γεωργεῖν καὶ ὁ πρῶτος Ἀδάμ. καὶ ὁ Ἱερεμίας δὲ ταῦτα τυγχάνειν ἰδικῶς ἴν τινι τόπῳ καὶ ἀφεστῶτι μεγάλην ἀπόστασιν τῆς καθ’ ἡμᾶς οἰκουμένης οἶδεν, ἔνθα τοὺς ἐξολισθήσαντας τῶν αἰωνίων ἀγαθῶν κατοικτίζων λέγει »μέθετε ποῦ ἐστι φρόνησις, ποῦ ἐστιν ἰσχύς, ποῦ ἐστιν ἡ σύνεσις τοῦ γνῶναι, ἅμα ποῦ ἐστι μακροβίωσις καὶ ζωή, ποῦ ἐστι φῶς ὀφθαλμῶν καὶ εἰρήνη. τίς εὑρε τὸν τόπον αὐτῆς, ἢ τίς εἰσῆλθεν εἰς τοὺς αὐτῶν;‘ τούτων οὐν διελθούσας εἰς τοὺς θησαυροὺς ἀποκαρπεύεσθαι λόγος τῶν ἀρετῶν τὰς παρθένους, εὐτάκτοις φωσὶ καὶ πολλοῖς καταρδομένας, ἃ δίκην πηγῆς αὐταῖς ὁ θεὸς ἀνερεύγεται, καταλάμπων ἐκεῖνον τὸν αἰῶνα φωσὶν ἀδότοις. αἱ δὲ χορεύουσιν ἐμμελῶς γεραίρουσαι τὸν θεόν· περικέχυται τὰρ αὐταῖς ἀὴρ καθαρὸς καὶ μὴ καθιππευομενος ἡλίῳ.

[*](1 vgl. Plato Phaedi-. Β — 8 f vgl. Apok. Joh. 2, 7 — 13 Gen. 2, 15 — 17 Baruch 3, 14. 15)[*](1 συνεστᾶναι Ρ (-στάναι B) 2 μόνον — ἃ undeutl. | ἀειδῆ M Al Po Jh, w. e. seh. auch O καὶ εἴδη P | ἃ δὴ ο003C; P 3 αἰσθ)ανόμεθα unleserl. O 4 ὀφθαλμ)οῖς undeutl. | μέγεθος < 5 (ὁλο) τελῆ unleserl. Ο βλέποντες MAI 6 ἀ)γάπης unleserl. 7 συνέσεως — τ(ῶν) unleserl. O anders auch MAI | τὰ Ο ν 8 ἢ vor ῥόας < B Jh | ῥοιᾶς Ρ Ι ἢ] καὶ (a. Rand ἢ) B Jh | μὲν P 198 8 f ἐσθίεσθαι PJh: ἔδεσθαι 10 καὶ vor τοὺς + 12 ἐπεκαρπεύετο 0, aber vgl. Ζ. 21 f | θεμιστεύσαντος Viell. richtig PJh 13 τῶν über d. Lin. in P: τὸν 15 ἐνδικῶς 16 οἰκούμενος B 18 ποῦ ἐστιν ἡ] ἢ | ἡ < Jh 20 τὸν < BY (ob auch P?) | τόπον durchstrichen B | τοὺς 003C; P 21 αὐτῶν PJh: αὐτῆς Ο 22 λόγους Ρ αὐτὸς P 24 αἱ Ο: ἀεὶ PJh)
85

Νῦν οὐν, ὡ παρθενοι, σωφροσύνης ἀχράντου θυγατέρες, ὑπὲρ ζωῆς ἡμῖν ἀφθόνου καὶ βασιλείας οὐρανῶν ἡ σπουδή. εἰς τὴν αὐτὴν δόζαν τῆς ἁγνείας καὶ ὑπεῖς προθύμως ταῖς πρὸ ὑμῶν συμφρονήσατε, ὀλίγα φροντίσασαι <τοῦ> βίου· οὐ γὰρ μικρὸν εἰς ἀφθαρσίας ἁγνεία, ἀνωφερῆ τὴν σάρκα πρὸς ὕψος αἴρουσα καὶ τὸ κάθυγρον αὐτῆς ἀναξηραίνουσα καὶ πηλῶδες βάρος ὁλκῇ μείζονι. Με βριθέτω τῆς ἀκοῆς ὁ ῥύπος ῥέπων εἰς τὴν γῆν, μηδὲ μετα κασμείτω λύπη τὴν χαράν, ἐκτήκουσα τὰς ἐπὶ τοῖς κρείττοσιν ἐλπίδας· ἀλλὰ ἀτρύχως αποσείεσθε τὰς ἐπισυμβαινούσας ὑμῖν συμφοράς, μὴ θολοῦσαι γόοις τὸν λογισμόν. νικάτω γὰρ ἡ πίστις πάντη, καὶ ἀπωθείσθω τὸ φῶς ἀυτῆς τὰ φερόμενα τοῦ πονηροῦ περὶ τὴν καρφίαν φάσματα. ὥσπερ γὰρ ὁπόταν ἡ σελήνη τὸν οὐρανὸν αἴγλης ἐκλάμψασα πληρώσῃ καὶ πᾶς ὁ ἀὴρ αἴθριος γτενηθῇ, ἄφνω δὲ νεφέλαι ποθὲν ἐκ δυσμῶν ὑποδραμοῦσαι βάσκανοι πρὸς ὀλίγον τὸ φῶς αὐτῆς ἐπισκιάζουσιν, οὐ μὴν ἀφαιμροῦνται, ἅτε εὐθέως τῇ ῥύμῃ τοῦ πενύματος ἐξωθόυμεναι· οὕτω δὴ καὶ ὑμεῖς ἐν τῷ κόσμῳ λάμπουσαι τὴν ἁγνείαν, ὑπὸ θλίψεων ὀχληθεῖσαι καὶ πόνων, ὦ παρθένοι, μὴ ὀκλάσητε πρὸς τὰς ἐλπίδας. ἐξωθοῦνται γὰρ τῷ πνεύματι τὰ ἐκ τοῦ πονηροῦ νέφη, ἐὰν ὥσπερ ἡ μήτηρ ὑμῶν καὶ ὑμεῖς, ἡ γεννῶσα τὸν ἄρσενα παρθένος ἐν τῷ οὐρανῷ, μὴ δειλιάσητε λοχῶντα καὶ ἐφεδρεύοντα τὸν ὄφιν· περὶ ἧς ἐγὼ πρὸς ὑμᾶς ἀμηγέπη διεξελεύσομαι δηλοῦσα· καιρὸς γὰρ τὰ νῦν. — καὶ ὤφθη μέγα σημεῖον ἐν τῷ οὐρανῷ « τὴν Ἀποκάλυψιν ὁ Ἰωάννης ἐξηγούμενος λέγει γυνὴ περιβεβλημένη τὸν ἥλιον· καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς· καὶ [*](4 Plato Legg. III, 684 D — 7 Plato Phaecir. 247 B. Vgl. zu S. 83, 6 — 13 Tgl. 96, 16 f — 16 Mt. 5, 16 — 22 Apok. Job. 12, 1–6) [*](1 Νῦν P ν | w < P 2 ὑμῖν Sh. | οὐρανῶν undeutl. 3 συμφρονήσα . . . Ο 4 τοῦ + Ausgg. | τοῦ β(ίου) unleserl. (in ücke in Μ) | PI οὐ σμικρὸν εἰς ῥᾳστώνην 5 ἀφθαρσία καὶ | ἀνωφερῆ τὴν σάρκα P, w. e. seh. auch Ο: ἄνω φέρουσα καὶ ßer ἄνω φερ. in ücke Μ) AlJh 6 κάθ)6γρον καθαρὸν M) . . αὐ . . ῆς ἀν . ξηυραίν) unleserl. Ο | αὐτῆς P: αὐτῇ Μ: < AI Cb Jb | ἀναξυραίνουσα B 7 μηδὲ — ῥέπων unleserl. (μηδὲ — ῥύπος ücke in M) | ῥύπος auf Rasur P 7 f μετακοσμεῖτο — ἐκτήκουσα unleserl. O ücke in M) 8 κρείττοσιν Ο 67 9 ἐπισείεσθε Ρ 10 παντὶ P 11 τὸ nach φῶς Ο | φερ.] φαινόμενα 12 ὅταν P Jh 13 αἴθρηος B 14 f τὸ φῶς αὐτῆς vor πρ. ὀλίγον P Jh 16 δὴ < 17 ὀχληθεῖσαι P 199 18 ὀκλά O 19 καὶ ὑμεῖς vor μὴ Ζ. 20 mit Recht Kl 20 παρθένον (παρ 0) AlPoCb, Jb 21 ἁμηγέηῃ Jh wie PI Pol. V, 474 C ἁΜ γέ πῃ)

86
ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δεκαδύο· καὶ ἐν γαστρὶ ἔχουσα κροάζει ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν. καὶ ῶφθη ἄλλο σημεῖον έν τῷ οὐρανῷ· καὶ ἰδοὺ δράκων πυρρὸς μέγας, ἔχων χεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἐπτὰ διαδήματα· καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον μέρος τῶν ἀστέρων τοῦ οὐρανοῦ, καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν· καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης ἐκτεκεῖν, ἵνα ὄταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ. καὶ ἔτεκεν υἱὸν ἄρσενα, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ· καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν Μιν καὶ πρὸς τὸν θρόνον αὐτοῦ· καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ὑπὸ τοῦ θεοῦ, ἴνα ἐκεῖ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας « καὶ τὰ μὲν οὖν περὶ τῆς γυναικὸς ἱστορούμενα καὶ τοῦ δράκοντος ὡς ἐν ἐπιτομῇ τέλος ἔχει· περὶ δὲ τοῦ τὴν ἐπίλυσιν αὐτῶν ἀνεύρασθαι καὶ εἰπεῖν μεῖζον ἢ καθ’ ἡμᾶς. ὅμως τολμητέον, πιστεύσασαν τῷ κελεύσαντι «τὰς γραφὰς« ἐρευνᾶν. εἰ οὖν καὶ σφῷν τὰ λεγόμενα συνδοκεῖ, χαλεπὸν οὐδὲν ἤδη τερίλασθαι· πάντως γὰρ συγγνώσεσθε, πρὸς τὴν ἀκρίβειαν τῆς γραφῆς ἐὰν μὴ δυνηθῶ διαρκέσαι.

Ἡ ὀφθεῖσα περιβεβλημένη τὸν ἥλιον ἐν τῷ οὐρανῷ γυνὴ καὶ στέφανον ἐξ ἀστέρων περικειμένη δώδεκα, ἧς τὴν ἕδραν εἶχε ἡ σελήμνη πρὸς τοῖς ποσί, καὶ ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν, αὔτη κυρίως ἐστὶ κατὰ τὸν ἀκριβῆ λόγον ἡ μήτηρ ἡμῶν, ὧ παρθένοι. [*](12 S. 25, 3. 33, 19. 42, 3. Plato Tim. 40 D — 15 Joh. 5, 39 — 22 vgl. Symp. S. 37, 1 ff) [*](19 ff Phot. Bibl. 237 S. 311 a, 42—b, 4 — Andi-eas PG 106, 320 B Cat. 8, 535, 13)) [*](1 καιφαλῆς, a. Rd. κε, B | δώδεκα P Jh, δόδεκα B 4 διαδ. ματα Ο 5 τῶν ἀστέρων < (viell. etw. a. Rd., μέρ. . . τ. οὐρ. < MAI) 6 καὶ ἔ(βαλ)εν αὐτοὺς unleserl. 7 (μελλού)σης ἐκτεκεῖν unleserl. (μελλ. 8 καταπίη Ρ | ἔτεκεν υἱὸν undeutl. | ἄρσενα — ποιμαί(νειν) unleserl. Ο ποιμένειν B 9 ἐν < Ρ | σ . . ηρᾶ 0, σιδηροῦ P | καὶ — τέκνον unleserl. | ἡρπάγη Po Cb Jh 10 θρόνον P ν | αὐτοῦ — ἔρημον unleserl. 11 ἐκεῖ < | τόπον ν 12 καὶ vor τὰ + 12 ff PI ταῦτα . . τὰ περὶ . . εἰρημένα . . ἐχέτω τέλος . περὶ δὲ τῶν . . μεῖζον ἢ καθ’ ἡμᾶς 14 ἀνευρᾶσθαι P 15 τολμητέον: vgl. auch PI Phaedr. 247 C | πιστεύσαντας P, πιστεύσαντες B 19 Ἡ ὀφθεῖσα etc. c. 5 — 8] Ph kurz zusammenfassend ὅτι τὰ πλεῖστα τῆς τοῦ Ἰωάννου Ἀποκαλύψεως ῥητὰ εἰς τὴν ἐκκλησίαν κ. τὰς παρθενευ ούσας ψυχὰς ἀνάγει. ἀλλὰ σχεδὸν καὶ ὅσα ἂν ῥητὰ καὶ ἄλλοθεν ἔλαβεν, ἀλληγορικῶς αὐτὰ καὶ οὐ κατὰ τὸ γράμμα διηγεῖται ἐν τῷδε τῷ διαλόγῳ | s. Andr zu S. 89, 7 ff 20 ἐξ] ἐκ τῶν Cb Jh 22 κυρίως < | ἡ < P | ὑμῶν P | ὁ παρθέν οι B)

87
δύναμίς τις οὖσα καθ’ ἑαυτῆν ἑτέρα τῶν τέκνων, ἣν ὁτὲ μὲν Ἱερουσαλὴμ οἱ προφῆται κατὰ τὴν σύνοψιν τῶν ἐπιφερομένων, ὁτὲ δὲ νύμφην, ὁτὲ δὲ Σιὼν ὄρος, ὁτὲ δὲ ναὸν καὶ σκηνὴν τοῦ θεοῦ κεκλήκασιν. ἡ γὰρ παρορμωμένη φωτίζεσθαι δύναμις ἐν τῷ Προφήτῃ, φωτίζου, φωτίζου« κεκραγότος αὐτῇ τοῦ πνεύματος »Ἱερουσαλήμ ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα κυρίου ἐπὶ δὲ ἀνατέταλκεν. ἰδοὺ καλύψει σκότος καὶ γνόφος γῆν, καλύψει ἐπ' ἔθνη· ἐπὶ δὲ σὲ φανήσεται κύριος, καὶ ἡ δόξα κυρίου ἐπὶ δὲ ὀφθήσεται. καὶ πορεύσονται βασιλεῖς ἐν τῷ φωτί σου καὶ ἔθνη ἐν τῇ λαμπρότητί σου. ἀνάβλεψον κύκλῳ τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε συνηγμένα τὰ τέκνα σου. ἥκασι πάντες οἱ υἱοί σου μαΚρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ' ὤμων ἀρθήσονται« ἔστιν ἡ ἐκκλησία, ἧς τὰ τέκνα πασσυδὶ ἐν τῷ βαπτίσματι μετὰ τὴν ἀνάστασιν πάντοθεν πρὸς αὐτὴν ἥξει καταθέοντα αὐτῇ, δεχομένη τε τὸ φῶς τὸ ἀνέσπερον, τὴν λαμπρότητα στολῆς σχήματι περιβεβλημένη τοῦ λόγου, ἥδεται. ποίῳ γὰρ ἄλλῳ τιμαλφεστέρῳ κόσμῳ ἢ τιμιωτέρῳ τὴν βασίλισσαν ἔπρεπε κοσμηθεῖσαν νυμφαγωγηθῆναι τῷ κυρίῳ, φῶς ὡς ἱμάτιον‘ λαβοῦσαν, δι' ὃ καὶ αὐτὴν ὑπὸ τοῦ πνεύματος ἀνακληθῆναι; ἴτε γὰρ ἀναβᾶσαι τῷ λόγῳ θεάσασθε ὥσπερ τὰς πρὸς γάμον παρθένους γυναῖκα μεγάλην, καθαρὸν καὶ ἄχραντον ὅλον καὶ μόνιμον κάλλος καὶ οὐδὲν ἐλαττούμενον τῆς λαμπρότητος τῶν φώτων ἀθοστίλβουσαν, καὶ ἀντὶ μὲν στολῆς αὐτὸ φῶς ἠμφιεσμένην, ἀντὶ δὲ λίθωι· τιμίων ἀστράσι φαιδροῖς τὴν κεραλὴν κεκοσμημένην. ὃ γὰρ ἡμῖν ἐσθής, τοῦτο ἐκείνῃ φῶς· ὃ δὲ [*](1. 3 Hebr. 12, 22 (8, 2). I Kor. 3, 16 f. 11 Kor. 6, 1(3. Ephcs. 2, 21 — 5 Jes. 60, –4 — 15 Psal. 44, 9 — 17 Psal. 103, 2) [*](12. — S. 88, 3 Andi-eas PG 106, 320 B (Gramer Cat. S, 535, 13 ff)) [*](3 τοῦ < P Jh 4 παρορμμένη : παρωρμημένη P Jh 5 (1. 2. φωτίζου < Po Cb Jh | κεκραγότι VJh: P 200, dann Rasur | αὐτῇ — πνεύματος < PJh 7 ἐπὶ ἔθνη Ο 8 κυρίου Ο: αὐτοῦ Ρ 9 ἐν + | ἐν + Ο 10 τοὺς ὀφθαλμοὺς w. e. seh. Ο (M) 11 οἱ w. e. seh. < | καὶ — ἐπ' unleserl. O 12 ἦς τὰ uudeutl. Ο | τέκνα πασσυδὶ unleserl. (a. d, Seite e. Bemerkung): ἥξει hier AI 12 f ἐν τῷ βαπτίσματι + Ο, viell. vor πασσυδὶ zu lesen 13 πάντ. πρ. αὐτὴν sehr undeutl. Ο | ἥξει < Ο | καταθεὸν 14 αὐτὴ verbindend mit dem Folgenden Jh: < Ο Ι . . . ομένη Ο | τε < | ἀνέσπερ)ον — λαμπρό)τητα — περι(βεβλημένη) Ζ. 15 unleserl. Ο (st. τὴν λ. στολῆς ücke in Μ) 15 ἥδε)ται — τιμιωτέρῳ Ζ. 16 unleserl. (nur κόσμῳ u. ücke in Μ) 16 ἢ τιμιωτέρῳ < AI | βασίλειαν Ο | ἔπρεπε Ο 68 17 διὸ Λ·αὶ δὴ Ο 18 πν. Bo, vgl. Ζ. 5: πατρὸς Ι ἀναβληθῆναι Ο | ἴθε, ab. a. Rd. corr. ἴτε, B 19 f ψαθαρὸν P (nicht B) 21 ἀντὶ P ν 22 τιμίων λίθων Ο 23 ὁ γὰρ ὁ δὲ Andr) — εὐφεγγεστέρα S. 88,3 auch Andr | τοῦτ’ ἐκείνης P)
88
ὴμῖν χρυσὸς ἢ διαφανεὶς λέθοι, τοῦτο ἐκείνῃ τὰ ἄστρα, ἄστρα δὲ οὐχ ὁποῖα ταῦτα τὰ έν τῷ ὁρατῷ κείμενα τόπῳ, ἀλλά τινα κρείττω καὶ εὐφεγγέστερα, ὥστε εἰκόνας ἐκείνων μᾶλλον νομίζεσθαι ταῦτα καὶ ἀπεικονίσματα.