Symposium Sive Convivium Decem Virginum

Methodius

Methodius, Symposium Sive Convivium Decem Virginum, Bonwetsch, Hinrichs, 1917

Ὅτι δὲ καὶ ἡ ἐλαία τὴν ἐπὶ Μωσέως αἰνίσσεται νομοθεσίαν ὁ Ζαχαρίας παρίστησιν οὕτω λέγων· »καὶ ἀπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί, καὶ ἐξήγειρέ με ὂν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ, καὶ εἶπε πρός με· τί σὺ βλέπεις; καὶ εἶπα· ἑώρακα, καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ δύο ἐλαῖαι, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς καὶ μία ἐξ εὐωνύμων«. καὶ μετ' ἀλίγα· »καὶ τίνες εἰσίν« ἐρομένου αἱ ἀλαῖαι« τοῦ προφήτου »αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ αἱ ἐξ εὐωνύμων‘ καὶ οἱ δύο κλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶ τῶν δύο μυξωτήρων;‘ ἀπεκρίθη καὶ εἶπεν ὁ ἄγγελος »οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος, οἳ παρεστήκασι τῷ κυρίῳ πάσης τῆς γῆς«, τὰς δύο λέγων ἀρχεγόνους δυνάμεις εἶναι τὰς δορυφορούσας τὸν θεόν, αἳ ἐν τῷ οἴκῳ περὶ τὸ σχοίνισμα διὰ τῶν κλάδων ἐπιχορηγοῦσαι τὸ πνευματικὸν ἔλαιον τοῦ θεοῦ, ἵνα φῶς ἔχῃ θείας γνώσεως. οἱ γὰρ δύο κλάδοι τῶν δύο ἐλαιῶν ὁ νόμος εἰσὶ καὶ οἱ προφῆται οἱ περὶ τὸ σχοίνισμα τῆς κληρονομίας ἀπικληθέντες, οὓς ἐβλάτησεν ὁ Χριστὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, οὔπω δυναμένων ἡμῶν χωρῆσαι τὸν καρπὸν ὅλον καὶ τὸ μέγεθος τῶν φυτῶν τούτων, πρὶν ἄρξαι τοῦ κόσμου καὶ βασιλεῦσαι τὴν ἁγνείαν· ἀλλὰ τοὺς κλάδους αὐτῶν μόνους ·τὸν νόμον οἱονεὶ καὶ τὴν προφητείαν πρόσθεν ἐγεωργήσαμεν, καὶ ταῦτα μετρίως, πολλάκις διολισθήσαντες. τίς γὰρ Χριστὸν ἢ τὸ πνεῦμα τέλειον ἴσχυσε χωρῆσαί ποτε, μὴ καθαρεύσς [*](1 Psal. 103, 15 — 2 ΙΙ ön. 20, 7. Jes. 38, 21 — 4 Gal. 5, 22 — 7 Mich. 4, 4 — 14 Sachar. 4, —3. 11. 12. 14 — 24 vgl. Plato Pol. IX, 574 D — 27 vgl. Deut. 32, 9) [*](1 ἱλαρύν. ντος B 9 ὃν] ὦν Ρ 7 ἀναπαύσεται P (nicht B) 10 ἀνα- παυσάμενοι Po Cb Jh Ι καὶ] κατὰ B 14 ὁ ἄγγελος P 227 15 ἐξήγ. K: ἐξέγειρε P 19 ἐρωμένου B 20 αἱ vor ἐξ εὐων. < P (nicht B) 25 ἀπιχορηγοῦσι Jh Ι τῷ θεῷ P 32 ταῦτα P 227ν)

129
πρῶτον; ἡ γὰρ πρὸς εὐδοξίαν ἐπιθυμητήν τε καὶ ἐραστὴν ἐκ παίδων ἐργαζομένη τὴν ψυχὴν ἄσκησις, καὶ τὸν κόσμον αὐτῇ τοῦτον μετὰ ῥᾳστώνης ἀβασάνιστον ἐκεῖ διακομίζουσα, καὶ μικρῶν αἱρουμένη πόνων μεγάλας ἀλπίδας, ἐστὶν ἡ ἀθανατοπιὸς τῶν σωμάτων ἡμῶν Ι ἁγνεία, ἥν δεῖ πάντας ἀσμένως ἀνθρώπους προτιμᾶν καὶ αἰνεῖν, τοὺς μὲν ὅτι δἰ αὐτὴν ἀνυμφαγωγήθησαν τῷ λόγῳ παρθενίαν ἀσκήσαντες, τοὺς δὲ ὅτι πρὸς αὐτῆς ἠλευθερώθησαν τῆς »γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ« κατακρίσεως.

Οὗτος, ὦ Ἀρετή καὶ ὁ παρ’ ἐμοῦ σοι, καθ’ ὅσον ἐγὼ δύναμαι, λόγος ὑπὲρ ἁγνείας, ὂν ἀξιῶ, κἂν μέτριος ᾖ, δέσποινα, καὶ ὀλίγος, προθυμότατά σε δέξασθαι παρ’ ἐμοῦ τελευταίαν εἰπεῖν ᾑρημένην.