Symposium Sive Convivium Decem Virginum

Methodius

Methodius, Symposium Sive Convivium Decem Virginum, Bonwetsch, Hinrichs, 1917

Τὴν μὲν οὖν Μάρκελλαν ἐντεῦθεν, ὡς οἶμαι, ἀρξαμένην εὐθέως ἒλεγεν εἰπεῖν ὅτι Μεγάλη τίς ἐστιν ὑπερφυῶς καὶ θαυμαστὴ καὶ ἒν δοξος ἡ παρθενία, καὶ εἰ χρὴ φανερῶς εἰπεῖν ἑπομένην ταῖς γραφαῖς, τὸ οὖθαρ τῆς ἐκκλησίας καὶ τὸ ἂνθος καὶ ἡ ἀπαρχὴ αὐτῆς τοῦτο τὸ ἂριστον καὶ κάλλιστον ἐπιτήδευμα μόνον τυγχάνει. καὶ διὰ τοῦτο καὶ ὁ κύριος εἰς τὴν βασιλείαν εἰσελάσαι τῶν οὐρανῶν τοὺς ἀποπαρθενεύσαντας ἐκείνους σφᾶς αὐτοὺς ἐπαγγέλλεται, ἒνθα περὶ διαφορᾶς εὐνουχισμῶν ἐν εὐαγγελίοις παρεγγυᾷ. σπάνιον γὰρ πάνυ καὶ δυσεπίτευκτον ἀνθρώποις ἁγνεία, καὶ ὃσῳ κορυφαιότατον καὶ μεγαλοπρεπές, τοσούτῳ καὶ τοὺς κινδύνους μείζονας ἒχον. δεῖται οὐν ἐρρωμένων καὶ γενναίων φύσεων, οἵτινες ἀθρόως τὸ ῥεῦμα μετοχετεύσασαι τῆς ἡδυπαθείας ἄνω μετέωρον ἀπευθύνουσι τὸ ὅχημα τῆς ψυχῆς, ἀπολήγουσαι τοῦ σκοποῦ, ἔστ᾿ ἂν ὑπερπηδήσασαι κούφως τὸν κόσμον [*](1 Plato Symp. 177 D — 8 Plato Symp. 178 A — 13 Mt. 19, 12 — 19 Plato Phaedr. 246 D — 20 Symp. S. 70, 5) [*](1 ff λόγον P 151: PI ἕκαστον ἡμῶν λόγον εἰπεῖν ἒπαινον . . . ἄρχειν δὲ φαῖδρον πρῶτον, ἐπεῖδὴ καὶ πρῶτος κατάκειται καὶ ἒστιν ἃμα πατὴρ τοῦ λόγου ἐγκ. περὶ < P 3 . . ωνισαμένην Ο 4 ποιησαίμην P Ι . . Ο 6 f Μαρκέλλα. λόγος ᾶ' nach εἰπεῖν Z. 9 P AI : < Ο 8 Τὴν μὲν Ο | μὲν < MAI 8 f PI ἀρξάμενον ἐνθένδε ποθὲν λέγειν ὅτι . . καὶ θαυμαστὸς 9 ὡς ἒλεγεν MAI 10 παρθ. καὶ εἰ undeutl. Ο Ι φανερ(ῶς) nuleserl. Ο | τ. ἁγίαις γραφαῖς Po Cb Jh 10 γραφαῖς — ἂνθος Z. 11 unleserl. O 11 ἐκκλ.] ἀφθαρσίας M Al Jh Ι αὐτῆς] αὐτὸ Ρ 11 f τοῦτο (τὸ ἄρ)ιστον unlesserl. O Ι τοῦτο < MAI 12 καὶ κάλλ. Ο 37v | κ. διὰ ταῦτα Al Jh 13 καὶ < P Ι εἰσελάσαι < P 14 ἐκείνους < PJh 15 πάνυ] V 17 καὶ vor τοὺς unleserl. Ο 17 f ἐρομένων B 18 καὶ γενναίων unleserl. Ο 18 f τὸ ῥ. μετ. τῆς ἡδυπαθείας] τῆς ἡδυπ. τὸ ῥεῦμα PJh: ὑπερπτάμεναι nach ῥεῦμα + Po Cb Jh 19 ἡδυ)παθείας unleserl. Ο Ι ἂνω undeutl. Ο Ι PI ἂνω μετεωρίζουσα 20 εὖτ’ ἂν P)

8
ὀξυτάτῳ διανοίας τάχει, καὶ ἐπὶ τὴν οὐρανίαν ἀληθῶς ἀψῖδα σταθεῖσαι, αὐτὴν εῖλικρινῶς θεάσωνται τὴν ἀφθαρσίαν, ἀπὸ τῶν ἀμιάντων τοῦ παντοκράτορος ἀναπηδῶσαν κόλπων. τοῦτο τὸ πόμα γεννᾶν οὐκ ἐχώρησε γῆ· μόνος αὐτὸ πηγάζειν οἶδεν ὁ οὐρανός. παρθενίαν γὰρ βαίνειν μὲν ἐπὶ γῆς, ἐπιψαύειν δὲ τῶν οὐρανῶν ἡγτέον· ἦς δὴ ἐφιέμενοι καὶ πρὸς μόνον τὸ τέλος αὐτῆς ἀφορῶντές τινες. ἀνίπτοις ποσὶν ἀτελεῖς ὑπὸ βαναυσίας πρεσελθόντες, ἐκ μέσης ἀνεκαμψαν τῆς ὁδοῦ, οὐδὲν ἂξιον φρόνημα τοῦ ἐπιτηδεύματος ἐπανῃρημένοι. οὐ γὰρ μόνον ἄφθορα τὰ σώματα τηρεῖσθαι δεῖ, ὥσπερ οὐδὲ τοὺς ναοὺς κρείττονας ἀποφαίνεσθαι τῶν ἀγαλμάτων, ἀλλὰ τὰς ψυχὰς ἀγάλματα τῶν σωμάτων οὒσας θεραπεύεσθαι χρὴ κοσμουμένας δικαιοσύνῃ. θεραπεύονται δὲ καὶ ἀποσμήχονται τότε μπαλλον, ὁπόταν ἀόκνως κατακούειν τῶν θείων ἁμιλλώμεναι λόγων μὴ ἀπολήγωσι πρὶν αὐτοῦ ἐφάψασθαι ὃ ἐστιν ἀληθέσ, ἐπὶ σοφῶν ἀφικνούμεναι θύρας. ὣσπερ γὰρ ἅλατι τῶν κρεῶν οἱ ἰχῶρες ἐκτήκονται καὶ αἱ σηπεδόνες καὶ πάντα τὰ φθοροποιά, τὸν αὐτὸν δὴ τρόπον καὶ τῆς παρθένου αἱ ἂλογοι πᾶσαι τοῖς μαθήμασιν ἀποστύφονται τοῦ σώματος ἐπιθυμίαι. ἀνάγκη γὰρ τὴν μὴ πασσομένην δίκην ἂλατος τοῦ Χριστοῦ ταῖς φωναῖς ψυχὴν έπόζειν καὶ σκώληκας ποιεῖν, ὥσπερ ἀμέλει »ἐπώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου« μετὰ δακρύων ἐξομολογούμενος ὁ Δαυὶδ ἐν τοῖς ὂρεσιν ἒκραζεν ὁ βασιλεύς, ὃτι μὴ ἀπέστυψεν ἁλίσας τοῖς σωφρονισμοῖς ἑαυτόν, ἀλλὰ ῥᾳθυμήσας εἰς οἶστρον ὑπεσύρη καὶ [*](1. Plato Phaedr. 250 E. 247 B C — 2 Plato Symp, 211 E — 5 Plato Pol. VI, 495 D — 9 Symp. 5,4. 9,4. 11,1 — 10 Plato SjTnp. 210 E. Pol. IH, 410 C. Phaed. 114 E — 13 Plato Pol. VI, 490 A — 14 Sir. 6, 36. Plato Phaedr. 245 A — 15 Symp. 4, 4 — 17 Sjnnp. 9, 4 — 19 Psal. 37, 6) [*](1 οὐράνιον F Jh.: οὐρανίαν ἁψῖδα anch. Fl Ι ἁψίδα OP, ἀψίδα B σταθει . . . O 2 θεάσ. P151v 3 ἀναπηδῶσαν P: ἀναπιδύουσαν Ο, ἀναπηδύουσαν MAI, ἀποπηδῶσαν Cb 4 ἐχώρησε Ο, ἐχώρηκε M Ι ὁ vor οὐρ. < Ο 5 οὐρανίων 5 ff οὗ δὴ ἐφιέμενοι πολλοὶ πολλοὶ ἀτελεῖς . . διὰ τὰς βαναυσίας τυγχάνουσιν | ἦς διεφιέμενοι P (nicht B) 7 προσυπελθόντες B Ι τῆς vor ὁδοῦ Ο 10 f PI Phaed. κοσμήσας τὴν ψυχὴν . . δικαιοσύνῃ 13 τῶν θείων < P 13 f ἁμιλλᾶσθαι . . καὶ . . οὐκ . . ἀπολήγοι . . , πρὶν ἀὐτοῦ ὃ ἒστιν . . ἐφάψασθαι 15 (ση)πεδόνες unleserl. Ο 16 παρθ)ένου αἱ imleserl. Ο: παρθενίας MAI 17 τοῦ σώμ unleserl. Ο 18 δ)ίκην ἂλτος unleserl. O 19 ψυ(χὴν) unleserl. Ο Ι . πόζειν Ο Ι σκώ)ληκας ποιεῖν ὣσπερ unleserl. Ο | ποιεῖν] γεννᾶν Μ AI Jh Ι ἐπώζεσαν unleserl. Ο 20 καὶ ἐσάπ. Ο 38 | οἱ μώλ. F 152 21 ὂρεσι βάρεσι empfiehlt Cb) κέκραγεν Ο 22 εἰς ὓστερον P. εἰσύστερον B)
9
ἐξώζεσε μοιχείαν. ταύτῃ πᾶν δῶρον ἐν τῷ Λευϊτικῷ, ἐὰν μὴ πρῶτον ἅλατι ἁλισθῇ, ἀπαγορεύεται εἰς ὀλοκάρπωμα προσφέρεσθαι κυρίῳ τῷ θεῷ. ἃλας γὰρ ἡμῖν τὸ δηκτικὸν <καὶ> πρὸς ὠφέλειαν ἀποστῦφον πνευματικὴ πᾶσα τῶν γραφῶν ἐδόθη μελέτη, ἡς δὴ χωρὶς ἀδύνατον τῷ παντοκράτορι διὰ τοῦ λόγου προσενεχθῆναι ψυχήν· »ὑμεῖς« γάρ ἐστε τὸ ἃλας τῆς γῆς« ὁ κύριος τοῖς ἀποστόλοις ἒφη. χρὴ οὐν τὴν παρθένον ἀεὶ τῶν καλῶν ἐρᾶν καὶ τοῖς πρωτεύουσιν εἰς σοφίαν ἐμπρέπειν, καὶ μηδὲν ῥᾴθυμον μηδὲ μαλθακὸν ἔχειν, ἀλλὰ καὶ ἄξια τῆς παρθενίας φρονεῖν, ἀποσμήχουσαν τῷ λόγῳ τοὺς ἀεὶ τῆς ἡδυπαθείας, μή πως λαθοῦσα βραχεῖα σηπεδὼν γεννήσῃ τὸν σκώληκα τῆς ἀκολασίας· »ἡ« γάρ »ἂγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσει τῷ κυρίῳ, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι«, ὁ μακάριος Παῦλος. πολλαὶ δὲ πάρεργον ἡγούμεναι τὴν ἀΚρόασιν νομίζουσι χαρίζεσθαι μεγάλα, ἐὰν κἂν τὸ βραχὺ παράσχωσι τὰς ἀκοάς· ἃς ἐκκριτέον· μικρολόγῳ γὰρ φύσει καὶ ταπεινῇ καὶ ἐπιμορφαζομένῃ σοφίαν οὐ χρὴ μαθημάτων θείων κοινωνεῖν. ἢ γὰρ οὐ γελοῖον ἐκείναις ἀδολεσχεῖν, αἳτινες ἐπὶ μὲν τοῖς μικροῦ ἀξίοις πάντα ποιεῖν συντείνονται, ὃτως ἀκριβέστατα ἓξουσι τὰ τελεσιουργούμενα, ἐπὶ δὲ τῶν ἀναγκαίων, δι᾿ ῳν μᾶλλον αὐτὸς ὁ τῆς σωφροσύνης ἒρως αἲυξεται, μὴ μεγίστας ἡγεῖσθαι τὰς ἀκριβείας;

Μεγάλῃ γὰρ ἀληθῶς ὑπερβολῇ τὸ τῆς παρθενίας ἀνθρώποις ἀπ᾿ οὐρανῶν κατεπέμφθη φυτόν, καὶ διὰ τοῦτο ταῖς πρώταις οὐχ άπεκαλύφθη γενεαῖς. ἒτι γὰρ ὁ ἂνθρωπος ὀλιγοστὸς ἦν, καὶ ἐχρῆν εἰς πλῆθος πρῶτον αὐτὸν αὐξήσαντα τελειωθῆναι. διὸ δὴ καὶ τὰς σφετέρας ἀδελφὰς οἱ παλαιοὶ λαμβάνοντες γυναῖκας οὐδὲν ἠσχημόνουν, [*](1 Lev. 2, 13 — 5 Mt. 5, 13 — 10 De sang. 6 — 11 IKor. 7, 34 — 15 Plato Polit. 303 B — Plato Pol. VI, 486 A. Meth. Symp. S. 50, 10 — 16 Plato Pol. VI, 504 DE — 22 Symp. 10, 2 ff — 23 vgl. S. 10, 12 — 24 Gen. 1, 28) [*](1 ἐν unleserl. Ο Ι πρῶτον < Ο Jh 2 φέρεσθαι P 3 γὰρ] δὲ Po Cb Jh ἀποστύφον HSS 4 ἧς undeutl. Ο Ι χωρὶς] αὐτῆς + Ρ 5 προσεν)εχθῆναι nnleserl. 6 ἔφη vor τοῖς PoCb Jh: < P 8 ἀλλ’ Jh 10 P 12 ἀρέσῃ Jh Ι ἦ φησιν Ο 15 ἐκκριτέον auch PI 16 σοφία Ο (Cb) Ι ἦ P 16 ff PI ἢ οὐ γελοῖον ἐπὶ μὲν ἄλλοις σμικροῦ ἀξίοις πᾶν ποιεῖν συντενομένους, ὅπως ὅτι ἀκριβέστατα ἔζει, τῶν δὲ μεγίστων μὴ μεγίστας ἀξιοῦν εἶναι καὶ τὰς ἀκριβείας; 17 αἵτινες P 152 v Ι τοῦ μικροῦ ἀξίου P 18 ἕξωσι B Ι τελεσιουργημένα P (nicht B) Ι ἐπὶ unleserl. O 19 αὐταῖς O 21 μεγάλη . . ὑπερβολὴ B Ι ἀληθ . . O 24: ἐκ πλήθους P Ι αὐτὸν vor εἰς P Jh | δὴ unleserl. Ο 25 (λαμβάνον)τες u. (οὐ)δὲν unleserl. Ο | ἦν ἀπρεπὲς M AI 25 f ἠσχημ. μέ(χρι) unleserl. O)

10
μέχρι νόμος ἐλθὼν διεστείλατο καἰ τὸ πρότερον δοκοῦν εἶναι καλὸν ἀπαγορεύσας ἁμαρτίαν ἀπεφήνατο, » ἐπικατάρατον. « καλῶν »τὸν ἀποκαλύπτοντα τὴν άσχημοσύνην τῆς ἀδελφῆς αύτοῦ«, τοῦ θεοῦ κατὰ καιρὸν καὶ καιρὸν τὴν ἁρμόζουσαν ἡμῶν τῷ γένει σπουδαίως προσφέροντος φέροντος ὢσπερ δὴ καὶ οἱ πατέρες τοῖς υἱοῖς. οὐ γὰρ εὐθέως ἄνωθεν ἐπιστατοῦσι τοὺς παιδαγωγούς, ἀλλὰ τὴν παιδικὴν ἡλικίαν ἐάσαντες ἀθύρεσθαι μοσχαρίων δίκην, πρῶτον εἰς διδασκάλων συμψελλιζόντων ἀποστέλλουσιν, ἒστ᾿ ἂν ἀποβαλόντες τὴν μειρακιώδη τρίχα τοῦ νοῦ εἰς τὴν τῶν μειζόνων μαθημάτων ἄσκησιν παραπεμφθῶσι κἀκεῖθεν αὐθις εἰς τὴν τῶν ἔτι μειζόνων. ταύτῃ γὰρ καὶ θεὸν καὶ πατέρα τῶν ὃλων ἡγητέον προσηνέχθαι τοῖς πρὸ ἡμῶν. ἒτι γὰρ ὁ κόσμος ἀνθρώπων ἀπλήρωτος ὢν ὡς νήπιος ἠν, καὶ ἐχρῆν αὐτὸν εἰς πλῆθος πρότερον ἐκ τούτων ἀνδρωθέντα πληθυνθῆναι. ἀλλ’ ὅτε λοιπὸν ἀπὸ περάτων ἐπὶ πέρατα κατῳκίσθη, τῆς εἰς ἂπειρον κεχυμένης, οὐκέτι τοῖς αὐτοῖς ἐπιμένειν τὸν ἄνθρωπον ἐπέτρεπεν ὁ θεός, σκοπῶν ὅπως ἀπὸ τῶνδε εἰς μεταβαίνοντες πλησιαίτερον προκόπτωσιν ἔρχεσθαι τῶν μέχρις ἂν εἰς αὐτὸ τὸ μέγιστον μάθημα καὶ κορυφαιότατον τὴν παρθενίαν φθάσαντες τελειωθῶσιν, ἀπὸ τῆς ἀδελφομιξίας ὀδεύσαντες πρῶτον εἰς τὸ ὀθνείας ἐπάγεσθαι γαμετάς, κἀκεῖθεν εἰς τὸ μηκέτι πολλαῖς ἐπιβαίνειν τετράποδος νόμῳ, καθάπερ εἰς ὀχείαν γεγονότας, κἀντεῦθεν εἰς τὸ μὴ μοιχοὺς γεγονέναι, καὶ av πάλιν εἰς σωφροσύνην, καὶ ἀπὸ σωφροσύνης εἰς παρθενίαν, ἒνθα μελετήσαντες τῆς σαρκὸς ὐπερφρονεῖν εἰς τὸν τῆς ἀφθαρσίας εὒδιον ἀφόβως ὁρμίζονται χῶρον.

[*](2 Lev. 18, 9. 20, 17 — 7 De cibis 7, 6. Plato Prot. 325 D — 8 Symp. 9, 4. Plato Alkib. 1, 120B — 12 Gen. 1, 28. I Kor. 13, 11. De autex. 18, 7 u. zu De res. I, 36, 2 — 16 Plato Symp. 211 BC — 21 Plato Phaedr. 250 E — 23 Plato Phaed. 67 E)[*](1 πρ. Wd: πρῶτον MAI, unleserl. Ο: < P Ι δοκοῦν Ο 38 v 4 καὶ καιρὸν < Cb Jh, aber vgl. II, 1 S. 15, 7 Ι σπουδαῖαν B 6 ἀλλὰ unleserl. Ο 7 δίκ . . | εἴς Ο Ι διδάσκαλον P: διδασκάλων auch PI 8 συμψελλίσοντας unleserl. Ο 8f PI τὴν ἀνδραποδώδη τρίχα 9 νοῦ Ο: νοῦ P | τ. ἒτι μειζόνων B | μαθημάτων < MAlJh, Auslassungszeichen u. etwas Rand Ο; ἂσκησι τ. θείων μαθημάτων Symp. 9, 4 10 τῶν unleserl. O 11 προσηνέ|χθαι P 153: προηνέχθαι 12 ὡς < P ἐπέτρεπε τὸν ἄνθρωπον P 18 μέγιστον undeutl. O 18 f τῆς παρθενίας B Jh 21 τετραπόδων O Jh: PI τετράποδος νόμον βαίνειν ἐπιχειρεῖ 21 f καντεῦθεν — γεγονέναι < 23 ἀμελήσαντες P 24 ἀφ)θαρ(σίας) undeutl. Ο: παρθενίς P (durch den Zusammenhang ausgeschl.) | ἐνορμίζονται P Jh)
11

Εἰ δέ τις ὡς ἀμάρτυρον τῶν γραφῶν αἰτιάσασθαι τολμήσει τὸν λόγον, φέρε δὴ παραθέντες καὶ τὰ τῶν προφητῶν ἀληθέστερα μᾶλλον ἀποδείξωμεν τὰ προειρημένα. ὁ γοῦν Ἀβραὰμ πρῶτος ἐν διδαθήκῃ τὴν περιτομὴν λαβὼν οὐδὲν ἕτερον αἰνίσσεσθαι δοκεῖ, τὸ περιτεμνόμενος τῆς σαρκὸς αὐτοῦ μέλος, ἢ τοῦτο, τὸ μηκέτι εἰς τὴν ἐκ τοῦ αὐτοῦ αἳματος σάρκα δημιουργηθεῖσαν ἀπὸ τῆς ἰδίας ἕκαστον διδάσκων ἀδελφῆς οἷα σαρκὸς ἀποτέμνειν κατὰ συνουσίαν ἡδονήν. ὣστε τὸ πλησιάζειν καὶ ὁμεύνοις χρῆσθαι ταῖς σφῶν ἀδελφαῖς ἀπὸ τῶν τοῦ Ἀβραὰμ πέπαυται καιρῶν· τὸ δὲ πλειόνων συναλλαγαῖς ἁρμόζεσθαι γυναικῶν ἀπὸ τῶν προφητικῶν ἀναιρεῖται χρόνων. »ὀπίσω« γάρ »τῶν ἐπιθυμιῶν σου« φησί »μὴ πορευθῇς καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου«· »οἶνος γὰρ καὶ γυναῖκες ἀποστήσουσι συνετούς«. καὶ ἐν ἑτέρῳ· »ἡ πηγή σου τοῦ ὓδατος ἒστω σοι ἰδία, καὶ συνευφραίνου μετὰ γυαικὸς τῆς ἐκ νεότητός σου«, δηλονότι παραιτούμενος ἤδη τὰς πολλάς. ὁ δὲ Ἱερεμίας »ἳππους θηλυμανεῖς« ἀναφανδὸν τοὺς εἰς διαφόρους μαργῶντας γυναῖικας καλεῖ· »πολύγονον« γάρ φησιν »ἀσεβῶν πλῆθος οὐ χρησιμεύσει, καὶ ἐκ νόθων μοσχευμάτων οὐ δώσει ῥίζαν εἰς βάρος( ἀλλὰ γάρ, ἕνα μὴ μακρηγορπωμεν ἐπὶ πολὺ τὰς προφητικὰς ἀναλεγόμενοι φωνάς, φέρε δὴ συστήσωμεν πάλιν ὅπως διαδέχεται τὴν ἐπὶ μιᾷ γυναικὶ συναλλαγὴν ἡ σωφροσύνηι μέχρις ἂν ἐκλύσῃ τελείως τὴν ἐκ τοῦ ἒθους ἐπὶ τὴν συνουσίαν καταφοράν, πρὸς ὀλίγον ἀφαιρουμένη τὰς τῆς σαρκὸς ἡδυ- [*](1 De resurr. I, 42, 1. 56, 3. Vgl. Symp. 8, 4. 10, 2 — 3 Gen. 17, 10 — 11 Sir. 18, 30—12 Sir. 19, 2 — 13 Prov. 5, 18 — 15 Jerem. 5, 8 — 17 Sal. 4, 3) [*](3—8 Phot. Bibl. 237, S. 308a, 8—14) [*](1 ὡς undeutl. Ο | τολμήσοι PJh 2 φ)έρε unleserl. Ο | καὶ unleserl. Ο 3 (ἀπ)οδείξ(ωμεν) unleserl, Ο, ἀποδείξομεν AI | ὁ γοῦν — ἡδονήν Ζ. S S. 308am 8 4 τὴν περιτ(ομὴν) unleserl. Ο | οὐδὲν unleserl. Ο | αἰνίττεσθαι Ph 4f ὀχεῖον empfiehlt Po 5 περιτέμν. τῆς unleserl. Ο περιστελλόμενος M) | ἀποτεμνόμενος Ph | ἑαυτοῦ w. e. seh. O(MAl) | μέλος — 6 δημιουργηθεῖσαν (außer ἢ τοῦτο τὸ) unleserl. Ο, von εἰς — σάρκα ßer ἐκ αὐτοῦ) auch anders bei AI G εἰς τὴν] τὰ MAI Ι αἰτοῦ — δημ. v. 2. Hd. in Μ αἳμ. σ.] σπέρματος MAI | δημιουρηγθέντα MAI: P 153v | παιδοσπορεῖν Ο 39 παιδοσπορίαν ἐπιτελεῖν Ph 8 ἡδονήν] es endet Ph | πλησι)άζειν unleserl. Ο 11 ἀνῄρηται P Jh | γάρ φησι P (nicht B) | σου τῶν ἐπιθυμιῶν Β Jh | P Jh 13 σου < P 14 ἰδία] ἡδεῖα P Ι σου undeutl. Ο 15 ἢδη + Ο 15f (θηλυμαν)εἶς unleserl. Ο 16 μαργαίνοντας Ρ 17 πλῆθος OJh: γένος Ρ 21 ἐκλ. τελ.] ἐκ λυσητελείας B 22 τῆς σαρκὸς τὰς P)

12
παθείας. αὐτίκα γοῦν εἰσάγεταί τις ἐμφανῶς ἢδη λοιπὸν παραιτούμενος τουτονὶ τὸν περισπασμόν, »κύριε« λέγων »πάτερ καὶ δἐσποτα τῆς ζωῆς μου, μὴ ἐγκαταλίπῃς με έν βουλῇ αύτῶν· μετεωρισμὸν ὀφθαλμῶν ἂφελε ἀπ᾿ ἐμοῦ· καρδίας ὂρεξις καὶ συνουσιασμὸς μὴ καταλαβέτωσάν λαβέτωσάν με«. καὶ ἐν τῇ παναρέτῳ δὲ Σοφίᾳ γυμνῶς ἢδη τοὺς ἀκροατὰς εἰς ἐγκράτειαν ἐφελκόμενον καὶ σωφροσύνην τὸ πνεῦμα τὸ ἃγιον τοιαῦτα μελῳδεῖ, »κρεῖσσον ἀτεκνία μετ’ ἀρετῆς« κεκραγός· »ἀθανασία γάρ ἐστιν ἐν μνήμῃ αὐτῆς, ὅτι καὶ παρὰ θεῷ καὶ παρὰ ἀνθρώποις, παροῦσάν τε τιμῶσιν αὐτὴν καὶ ποθοῦσιν ἀπελθοῦσαν, καὶ ἐν τῷ αἰῶνι στεφανηφοροῦσα πομπεύει, τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασα«.

Περὶ μὲν οὖν τῶν καιρῶν τῆς ἀνθρωπότητος, ὃπως ἀρξαμένη ἀπὸ τῆς ἀδελφομιξίας ὥδευσεν ἐπὶ τὴν ἐγκράτειαν, εἴρηται· τῆς παρθενίας λίπεται. ὅσον οὖν δυνατόν, πειρατέον φράσαι. πρῶτον ἐξεταστέον, δι᾿ ἣν αἰτίαν πολλῶν προφητῶν καὶ δικαίων πολλὰ καὶ καλὰ διδαξάντων καὶ ἐργασαμένων παρθενίαν οὐδεὶς οὓτε ἐνεκωμίασεν οὔτε εἳλετο. μόνῳ γὰρ ἄρα ἐφυλάσσετο τοῦτο πρεσβεῦσαι τὸ μάθημα τῷ κυρίῳ, ἐπεὶ καὶ μόνος παρελθὼν ἄνθρωπον ἐδιδαξε χωρεῖν εἰς θεόν. »ἒπρεπε γὰρ« τῷ ἀρχιερεῖ καὶ ἀρχιπροφήτῃ καὶ ἀρχαγγέλῳ τούτῳ καὶ ἀρχιπαρθένῳ προσαγορευθῆναι. τὸ δὲ παλαιὸν οὐδέπω τέλειος ὁ ἂνθρωπος ἦν, καὶ διὰ τοῦτο τὸ τέλειον οὐδέπω χωρῆσαι, τὴν παρθενίαν, ἲσχυεν. ἒτι γὰρ ἒχρῃζε, »κατ᾿ εἰκόνα« θεοῦ γεγονώς, καὶ τὸ »καθ᾿ ὁμοίωσιν‘« ἀπολαβεῖν· ὃπερ τελεσιουργῆσαι καταπεμφθεὶς ὁ λόγος εἰς τὸν κόσμον, τὴν ἡμετέραν μορφὴν πρό- [*](2 Sir. 23, 1. 4—6 — 7 Weish. Sal. 4, 1. 2 — 12 Plato Sjnnp. 196D — 13 S. 42, 1 ff — 15 Plato Symp. 179C. 177 C — 19 Hebr. 2, 10; vgl. Orig. Jerem. homil. S. 10, 17f — 22 Gen. 1, 26 — 23 Iren. Adv. haer. HI 18, 1 — 24 Phil. 2, 7) [*](20 vgl. Greg. Nyss. De virg. 2) [*](2 τοῦτον B I λέγων P 154 3 μή με ἐγκαταλ. P LXX cod. 54 | βουλῇ] ζωῆ P 4 ὀρέξεις P LXX cod. 106. 253 5 γυμνοὺς Ο P 7 τοιαῦτα undeutl. Ο | μετὰ P 8 ἐστιν ἐν undeutl. Ο 10 στεφανη(φορ.) unleserl. Ο 13 τῆς vor ἀδελφ. unleserl. O I ὣδευεν B 13 PI εἲρηται· περὶ δὲ σοφίας λείπεται. ὅσον ὃσον δυνατόν, πειρατέον μὴ ἐλλείπειν. καὶ πρῶτον | δὲ — 14 ὅσον unleserl. oder undeutl. Ο 14 τῆς Po Cb Jh, auch PI, schwerl. < P, da in V 14 φράσαι — 15 αἰτίαν unleserl. O | φᾶναι Μ, φάναι Al 15 ἐξετ. — αἰτίαν < M | αἰτίαν] + πατριαρχῶν καὶ (v. 2. Hd.) MAlJh 15 f PI πολλῶν πολλὰ καὶ καλὰ ἐργασαμένων 16 πολλὰ Ο 39 v 17 ἄρα < P 18 ἐπὶ καὶ B | παρελθὼν ἂνθρωπον P, vgl. 1,5 S. 13, 13: ἀπ’ ἀνθρώπων Ο 21 ὁ < P | τοῦτο Ρ 154v Ι τὸ < P 23 ἀπολαβεῖν wohl auch Ο | τελεσιουρηῆσαι < P 24 f προτέρως P)

13
τερον ἀνέλαβε πολλοῖς ἁμαρτήμασι κατεστιγμένην, ἵνα δὴ τὴν ἡμεις, δι’ οὓς αὐτὸς ἐφόρεσε, πάλιν χωρῆσαι δυνηθῶμεν. καθ’ ὁμοίωσιν γὰρ ἀκριθβθῆναι τότε πάρεστι θεοῦ, ὁπότε δὴ τοὺς αὐτοὺς αὐτῷ χαρακτῆρα τῆς κατὰ ὒνθρωπον πολιτείας ζωγράφων δίκην ἐπιστημόνων ἐν ἑαυτοῖς <ὥσπερ> σανίσιν ἐντυπωσάμενοι ἀσινεῖς ἣν αὐτὸς ἐφανέρωσε μαθητεύοντες τρίβον. ταύτῃ γὰρ ᾐρετίσατο τὴν ἀνθρωπίνην ἐνδύσασθαι σάρκα θεὸς ὤν, ὅπως ὥσπερ ἐν πίνακι θεῖον ἐκτύπωμα βίου βλέποντες ἒχωμεν καὶ ἡμεῖς τὸν γράψαντα μιμεῖσθαι. οὐ γὰρ ἓτερα φρονῶν ἒτερα ἐποίει· οὐδὲ μὴν ἕτερα νομίζων εἶναι τὰ καλὰ ἐδίδασκεν ἓτερα· ἀλλ’ ἃπερ ἦν ἀληθῶς ὠφέλιμα καὶ καλά, ταῦτα καὶ ἐδίδασκε καὶ ἐποίει.

Τί οὖν ὁ κύριος, ἡ ἀλήθέια, τὸ φῶς, εἰς τὸν κόσμον ἐπραγματεύσατο κατελθών; ἂφθορον ἐφύλαξεν ἐν παρθενίᾳ τὴν σάρκα κοσμήσας. καὶ ἡμεῖς ἂρα, εἰ μέλλοιμεν »καθ᾿ ὁμοίωσιν« ἒσεσθαι θεοῦ, τοῦ χριστοῦ φιλοτιμώμεθα τὴν παρθενίαν τιμᾶν· ὁμοίωσις γὰρ θεῷ φθορᾶς ἀποφυγή. ὅτι· δὲ καὶ ἀρχιπάρθενος, ὃν τρόπον καὶ ἀρχιποιμὴν καὶ ἀρχιπροφήτης, γέγονεν ὁ λόγος ἐνανθρωπήσας τῆς ἐκκλησίας, καὶ ὁ χριστόληπτος ἡμῖν παρίστησιν ἐν βίβλῳ τῆς Ἀπακαλύψεως Ἰωάννης λέγων καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον ἑστὼς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ᾿ αὐτοῦ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὂνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ [*](1 vgl. Plato Gorg. 524 E — 4 Plato Pol. VI, 500 E — 7 Plato Pol. VI, 501 A — 10 vgl. De resurr. ΙΙ, 18, 8 — 12 Joh. 14, G. 3, 19. 8, 12 — 14 Gen. 1, 26 — 15 Plato Theaet. 176 B — 19 Apok. Joh. 14, 4) [*](7 vgl. Athan. De incarn. 16, 5) [*](1 PI διαμεμαστιγωμένην 2 δι’ ἦς Ρ 3f PI οἱ τῷ θείῳ ᾶραδεόγ,ατο χρώμενοι ζωγράφοι | αὐτοὺς αὐτῷ] αὐτοῦ P Jh 4 πολιτείαν B 5 ἐπιστιμόνων B | ὥσπερ + Po Cb Jh | σανίσιν < Ο: sollte es in P ἀσινεῖς entstanden sein? | ἐντυποσάμενοι B: ἐκτυπ. P Jh | ἀσινεῖς < 6 ταύτην P 7 ἠρετήσατο P (nicht B) | ἀνθρωπίνην undeutl. Ο 8 ἐντύπωμα B | κ. ἡμεῖς < P 10 ἓτερα ἐδίδασκεν P | ἀληθ)ῶς unleserl. 11 καὶ vor ἐδίδ. < P 12 ovv unleserl. Ο | εἰς τὸν κόσμον < Cb 13 κατελθών PMAl, unleserl. Ο: παρελθὼν B viell. Ο 14 ἒσεσθαι undeutl. Ο 14 τοῦ τοῦ Χρ.) καὶ Χρ. Cb Jh 15 Χριστοῦ unleserl. Ο | φιλοτιμούμεθα Ρ τὴν < P | ὁμοί)ωσις unleserl. Ο 1(5 φθορᾶς P 155 | ἀρχιποιμ . . 17 ἐνανθρ. γέγ. ὁ λόγος P | (ἐνανθ)ρωπήσας τῆς unleserl. Ο 18 ὁ unleserl. Ο | παρ)ἰ(στ)ησι(ν ἐν) — τῆς Ἀπο(καλ.) unleserl. Ο Ι παρρέστησεν AlJh | βιβλίῳ Aussg. 19 Ἰωάννης — ὂρος unleserl. Ο | τὸ < Μ AI | ἐστὸς MAI 20 καὶ μετ’ Ο 40 | ἑκατὸν καὶ P | τέσσαρες < B)

14
τῶν μετώπων αὐτῶν. καὶ ἢκουσα φωνὴν ἐκ του οὐρανοῦ ὣς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης· καὶ ἡ φωνὴ ἣν ἢδουσα, ὡς φωνὴ κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. καὶ ᾂδουσι ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεβυτέρων· καὶ οὐδεὶς ἠδύνατο μαιεῖμ τὴν ᾠδήν, εἰ μὴ αἰ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, οἱ ἡγορασμένοι ἀπὸ τῆς γῆς. οὗτοί εἰσιν, οἳ μετὰ γυναικῶν οὐχ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν οὗτοι οἱ ἀκολουθήσαντες Τῷ ἀρνίῳ ὃπου ἂν ὑπάγῃ«, τοῦ χοροῦ τῶν παρθένων ἐξάρχοντα δεικνύων τὸν κύριον. ἐπίστησον δὲ πρὸς τούτοις, ὃπως τὸ ἀξίωμα τῆς παρθενίας μέγιστον παρὰ τῷ θεῷ. »οὑτοι ἠγοράσθησαν ἀπὸ τῶι ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ, καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος· ἄμωμοί εἰσιν· ἀκολουθοῦσι« φησί »τῷ ἀρνίῳ ὃπου ἂν ὑπάγῃ«. σαφῶς ἡμᾶς καὶ ἐντεῦθεν διδάσκειν βούλεται, ὃτι ἐν ἀριθμῷ τοσούτῳ, τουτέστιν ἑκατὸν τεσσαράκοντα καὶ τέσσαρσι χιλιάσιν, ἀπάνωθεν τὸ πλῆθος περιώριστο τῶν παρθένων, τῶν ἄλλων ἁγίων εἰς πλῆθος ἀόριστον ὁχλιζομένων. τί γὰρ παρεγγυᾷ καὶ περὶ τῶν λοιπῶν διαλεγόμενος, προσεκτέον· »καὶ εἶδον ἀπὸ πάσης λγώττης καὶ φυλῆς καὶ παντὸς ἒθνους πλῆθος πολύ, ὃ ἀριθμῆσαι αὐτὸ οὐδεὶς ἠδύνατο«. οὐκοῦν συνέστηκεν, ὡς ἒφην, ἐπὶ μὲν τῶν ἄλλων ἁγίων αὐτὸν πληθὺν ἂφατον εἰσάγειν, ἐπὶ δὲ τῶν ἐν παρθενίᾳ βραχύτατον ἀριθμόν, ὡς πρὸς σύγκρισιν τῶν εἰς ἀναρίθμητον πλῆθος συντελούντων.

Οὗτος, ὦ Ἀρετή, ὁ παρ᾿ ἐμοῦ σοι περὶ παρθενίας, ἒφη, λόγος εἰ δέ τι παρέλιπον, ἀναπληρούτω διαδεξαμένη με Θεοφίλα.

[*](11 Apok. Joh. 14, 4. 5. 4 — 18 Apok. Job. 7, 9. — 23 Plato Symp. 197 E. 188 E)[*](1 ὣσπερ Ο: ὡς P Jh NT 3 ὠς < P | καθαρωδῶν] ἦν Ρ (nicht B) 4 ὠιδὴν καινὴν P NT: κ. ὠδὴν Ο 5 καὶ πρεσβυτέρων Ρ 7 οὑτοί εἰσιν Ο: οὗτοι γάρ εἰσιν P 8 vor οἱ + εἰσιν Jh 8 oἱ ἀκολουθ. Ο: ἀκολουθοῦσι wie Z.13 P 9 ὑπάγπο a. Rand γη B 10 ὅπως Ο: πῶς P 11 τῷ < Ο Ι ἀπὸ τ. ἀνθρώπων O Jh: παρὰ τ. ἐθνῶν P 12 καὶ ἐν P 155v 13 γάρ εἰσι· καὶ ἀκ Po Cb Jh 14 κἀντεῦθεν Jh | ὅτι] οὐ γὰρ O 15 ἓκατον καὶ Ρ | τέτρασι HSS | ἐπάνωθεν Ο 17 καὶ vor περὶ < Ο 18 γλώσσης P 19 ὃ < Ρ 20f (π)ληθὺ(ν) unleserl. Ο 22 πρὸς] ὡσπερ B, ab. a. Rand ὡς πρὸς | πρὸς σύγ unleserl. O | πλῆθος < Ο 23 f PI Symp. 197 E οὗτος, ἒφη, ὁ παρ’ ἐμοῦ λόγος, ὦ Φαῖδρε. 188 Ε ἀλλ᾿ εἲ τι ἐξέλιπον, σὸν ἒργον, ὦ Ἀριστο., ἀναπληρῶσαι 23 ὁ πα(ρ᾿) unleserl. Ο | περὶ < Ρ 24 ἀποπληρούτω Ο | . . . .ξαμ. . .Ο: διαδεχομένη Ρ | με? Ο (ab. MAl))
15

Εἰπεῖν οὖν ἴφη τὴν Θεοφίλαν, ὂτι Δοκεῖ μοι ἀναγκαῖον εἶναι, ἐπειδὴ καλῶς ἡ Μάρκελλα ὁρμήσασα ἐπὶ τὸν λόγον οὐχ ἱκανῶς ἐπλήρωσεν, ἐμὲ πειρᾶσθαι τέλος ἐπιθεῖναι τῷ λόγῳ. τὸ μὲν γὰρ εἰς παρθενίαν ἐκ προβάσεως προκόψαι τὸν ἂνθρωπον, τοῦ θεοῦ παρορμήσατος αὐτὸν κατὰ καιρὸν καὶ καιρόν , δοκεῖ μοι καλῶς διελέσθαι, τὸ δὲ μηκέτι χρῆναι λέγειν τοὐντεῦθεν τεκνογονεῖν οὐ καλῶς. ἐγὼ γὰρ καθεωρακέναι μοι δοκῶ σαφῶς ἀπὸ τῶν γραφῶν ὅτι παρθενίας ἐλθούσης ὁ λόγος οὐκ ἀνεῖλε πάντῃ τὴν τεκνογονίαν. οὐ γὰρ ἐπειδὴ τῶν ἄστρων ἡ σελήνη μείζων ἐστί, παρὰ τοῦτο τῶν ἄλλων ἀστέρων τὸ φῶς ἀναιρῖται. ἀρξώμεθα δὲ ἀπὸ τῆς Γενέσεως, ἴνα δὴ καὶ πρεσβεύωμεν μᾶλλον τὴν γραφήν. ἡ γὰρ ἀπόφασις τοῦ θεοῦ καὶ τὸ διάταγμα τὸ ἐπὶ τῆς παιδοποιίας ὁμολογουμένως μέχρι καὶ νῦν συμπληροῦται, πλάσσοντος τὸν ἄνθρωπον ἒτι τοῦ δημιουργοῦ. τοῦτο γὰρ καὶ παντὶ καταφανές, ὡς ἄρα τὸν κόσμον ἀκμὴν ἐργίζεται ζωγραφῶν ὁ θεός, ὣσπερ δὴ καὶ ὁ κύριος ἐδίδαξεν, »ἓως ἂρτι ὁ πατήρ μου ἐργάζεται« λέγων. ἀλλ’ ὁπόταν οἱ ποταμοὶ ἤδη λωφήσωσιν εἰς τὸ τῆς θαλάσσης ἐμβάλλοντες ἀγγεῖον, καὶ τὸ φῶς ετλείως χωρισθῇ τοῦ σκότους (νῦν γὰρ ἒτι διαχωρίζεται) καὶ τοὺς καρποὺς μετὰ τῶν ἑρπετῶν καὶ τετραπόδων ἀναδιδόναι παύσηται λοιπὸν ἡ ξηρά, καὶ ὁ προωρισμένος τῶν ἀνθρώπων ἀριθμὸς [*](3 Plato Symp. 185 Ef — 13 Gen. 1, 28 — 17 De creatis 6. Plato Tim. 28f — 18 Joh. 5, 17 — Gen. 1, 9. 4. 11. 24) [*](9—12 Phot. Bibl. 237 S. 308) [*](1 f θεοφίλα λόγος Β᾿ ος P: < Ο 3 ff PI Εἰπεῖν δὴ τὸν Ἐρυξ.· Δοκεῖ μοι ἀναγκαῖον εἶναι, ἐπειδὴ Παυσ. ὁρμήσας ἐπὶ τὸν λόγον καλῶς οὐχ ἱκανῶς ἀπετέλεσε, δεῖν ἐμὲ πειρπασθαι τέλος ἐπιθεῖναι τῷ λόγῳ. τὸ μὲν γὰρ . . δοκεῖ μοι καλῶς διελέσθαι . . . καθεωρακέναι μοι δοκῶ ἐκ τῆς . . ἄρξομαι δὲ ἀπὸ τῆς .., ἳνα καὶ πρεσβεύωμεν τὴν τέχνην 3 (θεο)φίλ(αν) ὃτι(?) unleserl. Ο | ὅτι] Οὑκοῦν M Al 4 ὁρ)μήσασα ἐπὶ unleserl. O περὶ, übergeschr. ἐπὶ Μ) 5 πειρ)ᾶ σθαι — τῷ unleserl. O | πειρ] δεῖ + MAI, δεῖν + Jh PI | τέλος < (M?) AI προσεπιθεῖναι (2. Hd. in ücke MAI 6 ἐκ O 40v | προσβάσεως O | τοῦ < P 7 παρορ|μήσ. P 156 | καιρ. καὶ καιρὸν] vgl. ob. S. 10, 3f 8 τὸ P 9 ἐγὼ — ἀναιρεῖται Z. 12 Ph 10 τὴν < Ph | (τεκν)ογ(ον)ίαν Ο 11 ἀστέρων P Jh 12 Ο 14 τεκνοποιίας B Jh 16 παντὶ Jh nach PI Tim. 53 C. Symp. 187 A vind Meth. Symp. 105: πάντη HSS 18 ἐργ. ὁ πατήρ μου V 19 ἢδλ λωφήσνσιν Ο Jh: πληρώσωσιν viell. richtig P | ἐμβάλλ. Ο: εἰσβάλλοντες P Jh άναδ. δ. Ο 21 f παύσεται PM: ηται unleserl. Ο)

16
ἀναπληρωθῇ· τότε δὴ λοιπὸν καὶ τῆς παίδοποιίας ἀφεκτέον. νῶν γὰρ εἰς τὴν εἰκόνα τοῦ θεοῦ τὸν ἄνθρωπον συνεστῶτος τοῦ κόσμου καὶ τεκταινμένου. »αὐξάνεσθε« γὰρ ἐλέχθη »καὶ πληθύνεσθε«. καὶ οὐ χρὴ τὸ διάταγμα βδελύττεσθαι τοῦ δημιουργοῦ, ἐξ οὑ δὴ καὶ αὐταὶ γεγόναμεν. ἀρχὴ γὰρ γενέσως ἀνθρώπων ἡ τοῦ σπέρματος εἰς τὰς αὓλακας τῆς μήτρας γίνεται καταβολή, ὃπως τὸ ἐκ τῶν ὀστέρων ὀστοῦν καὶ ἡ ἐκ τῆς σαρκὸς σαρξ ἕτερος ἄνθρωπος άοράτῳ ληφθέντα δυνάμει πάλιν ὑπὸ τεχνίτου δημιουργηθῶσι. ταύτῃ γὰρ ἐκείνην ἡγητέον πληροῦσθαι τὴν φωνήν τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκος μου«.

Τοῦτο γὰρ ἴσως ᾐνίσσετο καὶ ἡ κατὰ τὸν ἐπιβληθεῖσα τῷ πρωτοπλάστῳ, προδιατυπουμένη τὴν ἐπὶ τῆς φιλοτησίας θέλξιν τοῦ ἀνδρός, ὁπότε διψήσας τέκνων ἐξισταται παιδογόνοις ἐκθηλυνόμενος καθ᾿ ὕπνον ἡδοναῖς, ἴνα πάλιν τι τῶν ὀστῶν αὐτοῦ καὶ τῆς σαρκὸς ἀποσπασθὲν ἕτερος ἄνθρωπος, ὡς ἔφην, ἀναπληρωθῇ. ἐκταρασσομένης γὰρ ἀρτῆς ἁρμονίας τῶν ἐν τοῖς κατὰ τὴν συνουσίαν ἐρεισμοῖς, ὡς οἱ τετελεσμένοι τὴν γαμήλιον ἡμᾶς διδάσκουσι τελετήν, πᾶν τὸ μυελῶσες τοῦ αἳματος καὶ γονιμώτατον, ὅπερ ἐστὶν ὑγρὸν ὀστοῦν, ἐκ πάντων τῶν μελῶν, ἀφροποιῆσαν καὶ θρομβωθὲν διὰ τῶν παιδογόνων ὀργάνων εἰς τὴν ἒμψυχον τῆς θηλείας ἐξέσσυται γῆν. εἰκότως ἂρα [*](2 Gen. 1, 27 — 3 Gen. 1, 28 — 7 Symp. 3, 1 — 7. 10 Gen. 2, 23 — 12 Gen. 2, 21 — 14 Symp. 2,5 — 16 Demokrit Fr. 32 Diels — 17 De lepra 5, 2) [*](18–20 Theophan. Keram. PGr. 132, 385BC) [*](1 δὴ < P I τὸ τῆς P Ι ἐφεκτέον Ρ, ε übergeschr. Ο Ι νῦν — unleserl. 2 τοῦ P ν 3 τος τοῦ κόσμοι· unleserl. O | αὐξάνεσθαι P 1 ἐλέχθη Ο: ἒφη P 4 οὐ χρὴ unleserl. Ο | βδελύσσεσθαι P Jh 5 αὐτοὶ HSS 6 (σπέρμα)τος εἰς τὰς αὐ(λ.) ünlcserl. Ο Ι τοὺς αὔλακας P 7f Symp. 3, 1 ἀπὸ τῶν ὀστέων ὀστοῦν ἂνθρωπος ἓτερος ληφθέν 7 (ὀστ)οῦν καὶ unleserl. 8 ληφθέντα — τοῦ undeutlich Ο 9 ταύτῃ γὰρ ἐκεί(νην) unleserl. Ο | δὲ πληρ, Μ: δὴ πληρ. AI, wohl auch Ο 10 νῦν— καἰ unleserl. Ο 11 σαρκὸς — ὕπνον Z. 12 unleserl. 12 ἴσως ᾐνίσσ. καὶ] δείκνυσιν M Al | μετὰ Μ AI Jh | ἒκστασις Ο 41 13 f φιλοτισίας P (nicht B) 14 τέκνων] ν scheint ausradiert in P 15 θηλυνόμενος Ρ | καὶ vor καθ᾿ + Ο | πάλιν τι τῶν Ο: πάλιν P 18 τὴν < Cb Jh (schwerl. P, da in Y) 18 ff οἱ γὰρ πρὸς τὴν λυσσώδη μίξιν ἐρεθισμοὶ ἐξ αὐτοῦ τοῦ σώματος πᾶν τὸ γόνιμον τοῦ αἳματος καὶ μυελῶσες ἐξοίσουσι (ἐκσευουσι Jh) Theoph. 20 ἐστὶν wohl auch Ο 20 f P 21 ἀφρο)ποίησαν undeutl. Ο ἀφροποιεῖ De lepra) | θρομ|βωθὲν P 157 22 ἐξέσσυται] ἐξύεται P: ἐξύσσεται Ο, ἐξέσσυται auch Demokr.)

17
ἕνεκεν τούτου καταλιπεῖν λέλεκται »τὸν πατέρα καὶ τὴν τότε πάντων ἀθρόως ἀμνημονήσας, ὅτε φιλοστόρηοις ἑνούμενος τῇ γυναικὶ συμπλοκαῖς κάτοχος ἐπιθυμίας γίνεται γεννητικῆς, παρέχων ἀφαιρεῖσθαι τῷ θείῳ τὴν πλευρὰν δημιουργῷ, ὃπως ἐξ υἱοῦ δὴ καὶ αὐτὸς ὁ πατὴρ πάλιν ἐκφανῇ. οὐκοῦν εἰσέτι πλάσσοντος καὶ νῦν δὴ τὸν ἄνθρωπον τοῦ θεοῦ, πῶς οὐ τολμηρὸν τὸ βδελύσσεσθαι παιδουργίαν, ἣν αὐτὸς οὐκ ἐπαισχύνεται ταῖς ἀμιάντοις ὁ ἐργαζόμενος χερσί; »πρὸ τοῦ« γάρ με πλάσαι σε ἐν κοιλίᾳ μητρός, ἐπίσταμαί δε« τῷ Ἱερεμίᾳ φησί· τῷ δὲ Ἰώβ »μὴ σὺ λαβὼν πηλὸν ἒπλασας ζῷον καὶ λαλητὸν αὐτὸ ἒθου« ἒφη »ἐπὶ τῆς γῆς;« καὶ ὁ Ἰὼβ δὲ πρὸς αὐτὸν εὐκτικῶς φέρεται λέγων τό »κἱ χεῖρές σου ἐποίησάν με καὶ ἒπλασάν με«. πῶς δὲ οὐκ ἄτοπον τὸ ἀπαγορεύεσθαι γάμων συναλλαγάς, προσδοκωμένων ἔτι καὶ μεθ’ ἡμᾶς ἔσεσθαι καὶ τῶν ἀντιτασσομένων τῷ πονηρῷ, δι᾿ οὓς δὴ καὶ τὰς τὰς ὁ λόγος ἐπηγγείλατο κολοβωθήσεσθαι; εἰ γὰρ φαῦλον, ὡς ἔφης, ἀπεντῦθεν νενόμισται τῷ θεῷ τὸ παιδοσπορεῖν, δι᾿ ἢν αἰτίαν οἱ παρὰ δόγμα φυόμενοι καὶ τὴν βουλὴν τὴν θείαν εὐάρεστοι δυνήσονται παραστῆναι τῷ δεῷ; ἀνάγκη γὰρ εἶναι κίβδηλον, ἀλλὰ μὴ θεοφιλὲς τὸ τεχθέν, εἰ παρὰ τὴν γνώμην καὶ τὸ διάταγμα δίκην παραχαράγματος πλάσσεται τῆς δυνάμεως, ἴνα δὴ καὶ ἀνθρώπους δύνασθαι δῶμεν ἀνθρωποπλαστεῖν;

Καὶ ἡ Μάρκελλα ὑπολαβοῦσα, Ὧ Θεοφίλα, μέγα σφάλμα ἒφη, καὶ ἐναντίον οἷς εἶπας ἀναφαίνεται, καὶ οἲει λεληθέναι παρωσαμένη τηλικοῦτον νέφος; ἥκει γὰρ ἐκεῖνος ὁ λόγος, ὃν ἴσως [*](1 Gen. 2, 24 — 3 Gen. 2, 21 — 8 Jereni. 1, 5 — 9 ffiob 38, 14 — 10 Hiob 10, 8 — 14 vgl. Ephes. 6, 13. 16. Jak. 4, 7 — Mt. 24, 22 — 24 Plato Gorg. 521 E) [*](2 ὅτε ὁ δὲ P 3 γίνε(ται) unleserl. Ο, γένηται Μ AI 4 τ. πλ. τὴν δημιουρηίαν P 5 ὁ < Ο | ἐκφανῆ Ο: ἐφάνη P | . κοῦν Ο εἰσέτι καὶ mit übergeschriebenem καὶ vor νῦν P (nicht B) 6 τὸ < P 8f μητρὸς < P LXX 9 φησί < Ρ 10 ἒθου Ο LXX: ἐποίησας P | φη O 11 δὲ < Jh | (χεῖρ)ές σου ἐποί(ησάν) unleserl. Ο 12 τὸ < P γ(άμ.) unleserl. Ο 13 f ἒσ μαρτ. καὶ unleserl. Ο Ι μάρτυρας Μ AI 14 f ἡμ. ὁ λόγ. ἐπηγγείλ(ατο) unleserl. Ο | ὁ λόγος < M Al 15 ἐπειγγείλατο κολωβωθήσεσθαι Β | (ἔ)φης— νενόμ(ισται) Ζ. 16 unleserl. 16 τὸ < Ο — θείαν Ζ. 17 unleserl. Ο 16 f π. τὸ δόγμα γινόμενοι MAI 17 τὴν vor βουλὴν < M | δυνήσον)ται — εἶναι Ζ. 18 unleserl. 18 πάλιν παραστ. MAI ἀνάγκη γὰρ P 157v: ἢ πῶς οὐκ ἀνάγκη M Al Jh | θεοφιλές P, θεοφιλὴς B: θεοφυὲς MAI Jh: unleserl. Ο 19 τὸ τεχθέν Ο 41v: τὸ λεχθὲν P 20 ἀνθρώποις P 23 οἴη B 24f PI ὁ αὐτὸς δέ μοι ἣκει λόγος, ὃνπερ . . ἔλεγον 24 ἐκεῖνος undeutl. O)

18
ἀπαιτῶν σέ τις, ὠ σοφτάτη, λέξει· Περὶ τῶν ἐκ μοιχίας ἀνόμως φυομένων Τί φῄς; ἒδωκας γὰρ εἰσελθεῖν εἰς τὸν κόσμον ἀμήχανον εἶναι καὶ ἀδύνατον, μὴ χειραγωγηθέντα τῷ θελήματι τῆς μεγαλοσὐνης, κατασκευασθέντος αὐτοῦ τοῦ σκηνώματος πρὸς τοῦ θεοῦ. καὶ ἵνα μὴ καταφύγῃς ὥσπερ εἰς τειχίον, ἐχέγγυον λέγουσαν γραφήν »τέκνα δὲ μοιχῶν ἀτελεσφόρητα«, ἀποκρούσεταί σε πράως εἰπὼν ὃτι· Καὶ μὴν τελεσφόροις πολλαχῶς ὠδῖσιν ὥριμον καρπὸν τοὺς ἐκ παρανόμων συλληφθέντας ὡδε συναλλαγῶν ὁρῶμεν φυομένους. εἰ δ᾿ αὖ πάλιν σοφιζομένη φαίης· Ὦ οὗτος, ἐγὼ τὸ ἀτελεσφόρητον ἐπὶ τῶν μὴ τελειουμένων ἡγοῦμαι τάσσεσθαι τῇ χριστοδιδάκτῳ δικαιοσύνῃ, λελέξεται· Καὶ μήνι ὠ μακαρία, πλεῖστοι τεχθέντες ἔξ ἀδίκου σπορᾶς οὐδὲν ἡσσον οὐ μόνον τῇ ποίμνῃ καταξιοῦνται τῶν ἀδελφῶν , ἀλλὰ καὶ προκαθηγεῖσθαι τούτων κληροῦνται πολλαχῶς. οὐκοῦν ὄντος φανεροῦ καὶ πάντων ἱστορούντων καὶ τὰ ἐκ μοιχείας φυόμενα τελεσιουργεῖσθαι, οὐ χρὴ νομίζειν συλλήψεων πέρι καὶ τοκετῶν τὸ πνεῦμα πεπροφητευκέναι, ἀλλ᾿ ἴσως περὶ τῶν τὴν ἀλήθειαν μοιχωμένων, οἵτινες κλεψισόφοις νοθεύοντες δόγμασι τὰς γραφὰς ἀτελεσφόρητον γεννῶσι σοφίαν, τῇ θεοσεβίᾳ [*](4 vgl. Plato Axioch. 366 A — 5 Plato Pol. VI, 496D — 6 Weish. Sal. 3, 16) [*](6—16 u. 17—S. 19, 1 Phot. Bibl. 237 S. 308a, 21. 24) [*](1 ὡς σοφωτάτην P: PI ὦ σοφωτάτη | περὶ undeutl. Ο | μοιχίας 3 μὴ unleserl. Ο | χορηγηθέντα B 3 f μεγαλωσύνης B: δυνάμενς viell. richtig Ο 4 (κατασκ)ευασθέντος unleserl. Ο | αὐτῶ Ο 5 ὥσπερ < Ο | O: verb. mit ἐχέγγυον HSS | PI ὑπὸ τειχίον ἀποστάς 6 τέκνα — τὴν πλάνην S. 19,1, bzw. κυρίου S. 19,4 bei Ph | δὲ < P άποκρούσ. — ἴσως Ζ. ἄλλως γὰρ νοηθῆναι οὐκ ἐγχωρεῖ. οὕτε γὰρ ἐπὶ τοῦ μὴ τίκτεσθαι τὰ τέκνα καὶ εἰς φῶς αἰσθητὸν ἂγεσθαι δύναται νοεῖσθαι (νοεῖσθ. δύν. B), ὅτι οὐ μόνον ἐτέχθησαν, ἀλλὰ καὶ τετόκασιν ἐκ μοιχείας τεχθεντες· οὔτε ἐπὶ τοῦ πνευματικῶς καὶ θείως τελεσφορηθῆναι, πολλῶν γὰρ μοιχῶν τέκνα πλήρη πλήρεις A) ἐγένοντο (πλήρης ἐγένετο B) ἁγίου πμεύματος Ph Ζ. 25 ff 7 Καὶ μὴν] μὲν καὶ P 9 ὡς οὕτως Ο 10 μὴ < Jh 11 λέξεται P 11 | τεχθέντες 12 ἦττον P, ἶσον B | (συν)σγε(λάζεσθαι) undeutl. Ο 13 καταξ. Kl: καθαριθμοῦνται Ο P | προκαθηγ)εῖσθαι unleserl. O, καθ. Jh | τούτων unleserl. Ο 14 πληροῦνται P 14 f ἱστορ(ούντ)ων unleserl. O 15 νομίζ)ειν unleserl. Ο 16 περὶ συλλήψεων P | τόκων P (auch S. 28, 1) | πεπρ. — ἴσως unleserl. Ο ἀλλὰ P 17 μοιχομένων Ph: + φησὶν εἰρῆσθαι Ph | (οἵτ)τινες — unleserl. Ο 17 f κλεψ. . . δογμ.] κλεψίσοφοι Ph 18 δόγμασι < Ph | — θεοσεβείᾳ unleserl. Ο | θεοσεβία MAl)
19
συγκιρνῶντες τὴν πλάνην. διὸ καὶ ταύτης σου τῆς προφάσεως ἐξῃρημένης ἴθι δή, εἰ καὶ τὰ ἐκ μοιχείας εὐδοκοῦντος, ἀπόκριναι, τοῦ θεοῦ. ἔφης γὰρ εἶναι ἀδύνατον ἀνθρώπου γονήν, μὴ μορφώσαντος αὐτὴν καὶ ἐμψυχώσαντος τοῦ κυρίου.

Καὶ ἡ Θεοφίλα ὑπὸ γενναίου ὥσπερ ληφθεῖσα τῶν μέσων ἀνταγωνιστοῦ ἐσκο τοδινίασε, καὶ μάλα μόλις ἀναπνεύσασα ἴφη· Ἐρωτᾷς ἐρώτημα διὰ παραδείγματος, ὦ μακαρία, χρῇζον ἀποδειχθῆναι, ἵν ἒτι μᾶλλον Ἴδῃς ὡς διὰ πάντων ἡ ποιητικὴ δύναμις διοικοῦσα τοῦ πλέον εἰς τὴν τῶν ἀνθρώπων γένεσιν αὐτουργεῖ, αὒξουσα τὰ εἰς γὀνιμον φυτευόμενα γῆν. οὐ γἀρ τὸ σπειρόμενον αἰτιατέον, ἀλλὰ τὸν εἰς ἀλλοτρίαν ἄρουραν κλεψιγάμοις εὐναῖς, οἱα μισθωτὸν ὀλίγης ἡδονῆς, τὴν ἰδίαν ἀναισχύντως πιπράσκοντα σποράν. ἀπείκασον γὰρ τοιούτῳ τινὶ τὴν ἡμετέραν γέννεσιν εἰς τὸν βίον, οἱον οἴκῳ παρακειμένην ἔχοντι τὴν εἲσοδον ὂρεσιν ὑψηλοῖς· διήκειν δὲ τὸν ἐπὶ πολὺ κάτω μέχρι μακρὰν τῆς εἰσόδου, ἒχοντα πολλὰς ὀπὰς ἐκ τῶν ὀπίσω καὶ περιφερῆ κατὰ τοῦτο τὸ μέρος γεγονότα.

[*](2 Plato Gorg. 452 D — 5 Plato Prot. 339 E — 6 Symp. ΙΙ, 5. De res. I, 27, 1 — Plato Pol. VI, 487 E — 8 De creatis 9 — 10 Plato Tim. 87 B; vgl. Meth. Symp. 228 AI — Plato Tim. 91 D — 12 Plato Pol. VH, 514 AB)[*](1 συγκρνῶντες B συγκερνῶντες V), συχκρίνοντες Ph | διὸ — ἐξῃρημένης < Ph: unleserl. Ο | διὸ δὴ καὶ MAI | < MAI 2 ἲθι — κυρίου Ζ. ἀπορεῖ λέγων, εἰ παρὰ θεοῦ δίδονται αἱ ψυχαί, ἀλλ’ οὐ παρὰ τοῦ πατρὸς τοῖς τικτομένοις, πῶς διδωσι καὶ τοῖς ἐκ μοιχείας τικτομένοις; εἰ γὰρ δίδωσι, συνεργεῖν ἂν δόξειεν τοῖς μοιχευομένοις· εἰ γὰρ μὴ ἒδωκε τὴν ψυχήν, οὐκ ἂν ἐτίκτοντο Ph. Ph schließt λύει δὲ τὴν ἀπορίαν διὰ πλειόνων καὶ σαφῶν παραδειγμάτων (εὐδοκ)οῦντες — ἒ(φης) Ζ. 3 unleserl. Ο 3 ἀδύνατον — μορφώσαντος Ζ. O | τελεσφορουμένην Μ Αl 4: μορφῶσαι .. ἐμψυχῶσαι M AI | καὶ] ἢ Ο | ἐμψυχ)ώσαντος — ὥσπερ Ζ. 5 ßer (ὑ)πὸ γεννα(ίου) unleserl. ψυχώσαντος P Jh | τὸν κύριον M AI 5 Καὶ ἡ Θ.] ἡ δὲ Μ Al Jh | ὥσπερ ἀπὸ γενναίου MAI; ὥσπερ vor ὑπὸ wohl auch Ο | ληφθεῖσα Ο 42 6 ἐσκοτοδεινίασεν P (nicht B) | μάλα μόγις PI z. B. Pol. I, 342 C. De res. 1, 27, 1 μόλις u. μόγις bezeugt | πρὶν ἀναπνεῦσαι PI Euthyd. 276 C. 6 ff PI ἐρωτᾷς . . ἐρώτημα δεόμενον ἀποκρίσεως δι’ εἰκόνος λεγομένης . . ἄκουε δ’ οὖν τῆς εἰκόνος, ἵν᾿ ἔτι μᾶλλον ἲδῃς ὡς 8 ἲδῃς Jh PI : εἰδῆς Ο P | διοικοῦσα Ο : διήκουσα P 10 αἰτιᾶται M Al: ? O: vgl. S. 20, 22 10 f PI Tim. 91 D ὡς εἰς ἄρουραν τὴν μήτραν . . κατασπείραντες 12 f PI ἀπείκασον τοιούτῳ πάθει τὴν ἡμετέραν φύσιν . · ἰδὲ γὰρ . . οἷον ἐν καταγείῳ οἰκήσει . . τὴν εἴσοδον ἐχούσῃ μακράν. . Ὁρῶ, ἔφη | ἀπείκα)σον undeutl. Ο 13 γέννεσιν Ο: γένεσιν P | (οἴ)κῳ unleserl. Ο 13 f παρακειμένω Ρ 14 δὲ] τε P 15 μέχρις Β | μακρὰν] ἄκρων)
20

Ἀπεικάζω, ἒφη ἡ Μάρκελλα.

Οὐκοῦν ὑπόλαβε ἔνδον καθεζόμενον ἐργάζεσθαι πλάστην ἀνδριάντας῾ τούτῳ δ᾿ αὐ τὴν ὕλην τοῦ πηλοῦ διὰ τῶν ὀπῶν ἔξωθεν νόησον ὑπὸ πολλῶν ἀνθρώπων ἀνενδεῶς χορηγείσθαι, οὐδενὸς αὐτῶν ὁρῶντος τὸν τεχνίτην. δὸς δὲ κεκαλύφθαι τὸν οἶκον ὁμίκλῃ καὶ νεφέλαις καὶ μηδὲν αὐτοῖς ἒξωθεν εἶναι καταφανὲς ἢ μόνας τὰς ὀπάς.

Δεδόσθω, ἔφη, κω τοῦτο.

Εχειν τε ἓκαστον αὐτῶν τῶν συμπονούντων εἰς τὴν τοῦ πηλοῦ συγκομιδὴν ἀπονενεμημένην αὐτῷ μίαν ὀπήν , εἰς ἣν μόνην αὐτὸν φέροντα τὴν ἰδίαν ὕλην ἀποτίθεσθαι, μὴ ἁπτόμενον ἑτέρας. εἰ δ’ αὐ περιέργως ἀνοιγνύναι τὴν ἑτέρῳ κεκληρωμένην ἐπιχειροίη, πῦρ αὐτῷ καὶ μάστιγας ἀπειλητέον. † οὐκοῦν τὸ μετὰ ταῦτα λοιπὸν δὴ θεώρησον, ἒσωθεν τὸν πλάστην περιερχόμενον τὰς ὀπὰς καὶ τὸν εὑρισκόμενον ἐν ἑκάτστῃ πηλὸν κατ᾿ ἰδίαν λαμβάνοντα πλάττειν, καὶ μηνῶν περιόδοις ἀποπλάσαντα πάλιν ἀποδιδόναι τοῖς ἔξω διὰ τῆς αὐτῆς τὸν πλάστην ὀπῆς, ἔχοντα τοιαύτην ἐντολήν, πάντα τὸν δυνάμνον δημιουργηθῆναι πηλὸν ἀδιαφόρως ἐργάσζεσθαι, κἂν εἰς ἀλλοτρίαν ὑπό τινος εἰσοχετεύηται κακοτρόπως ὀπήν (οὐδὲν ἠδικηκέναι τὴν ὕλην· διὸ ὡς ἀναιτίαν μὲν δὴ χρῆναι πλάττεσθαι καὶ μορφοῦσθαι) , τὸν δὲ παρὰ τὸ διάταγμα καὶ τὴν ἐντολὴν εἰς ἀλλοτρίαν αὐτὴν ἀποτιθέμενον ὀπήν, τοῦτον ὡς ἀλάστορά τε καὶ παραβάτην τιμωρεῖσθαι. οὐ γὰρ τὸν πηλὸν αἰτιατέον, ἀλλ᾿ ἐκεῖνον τὸν παρὰ τὸ ὅσιον τοῦτο πεποιηκότα· ἀκρασίας γὰρ χάριν εἰς ἀλλοτρίαν ἀποκομίσας ὀπὴν ἀπέθετο λαθραίως ἢ βίᾳ.

Ἀληθέστατα λέγεις.

[*](18 vgl. De autex. 15, 7)[*](3 τοῦ πηλοῦ < P 4 αὐτὸν B Jh 5 δὸς γὰρ P 8 τε] δὲ V | ξυμπονούντων O 9 (ἀπονενε)(ημέν)ην αὐ(τῶ) unleserl. Ο | χρὴ vor μόν. + Cb Jh | μόνον P 11 ἀνοιγνύναι Jh: ἀνεωγνύναι OP (a. Rd., im Text ἀνεώγυνυται) 12 ἀπειλητε ἀπειλητεον καὶ . . γὰρ + MAI, unleserl. Ο, < P) Ο: ἀπειλητέον (?). Καὶ μάλα (etwa; dann Οὐκοῦν) vermutet mit Recht Kl | τὰ μετὰ B Jh 13 δὴ < P | ἔσΜεν] ἔνδοθεν Jh | περιεχό|μενον P 14 ἐν < Ο | ἰδίαν λαμβ(άνοντα) unleserl. Ο 15 ἀποπλ;σσοντα Ρ (ἀποδ)ιδόναι τοῖς unleserl. Ο 16 ἐν)το(λὴν) — δτνάμενον Ζ.17 unleserl. Ο 17 πηλὸν δημιουργηθῆναι Ρ | διαφόρως P (nicht B) | κἂν — ὑπὸ Ζ. 18 unleserl. Ο | κἂν MAI (w. e. seh. auch Ο) Cb Jh: εἰ καὶ P 18 ἀλλότρια B | κακοτρόπως ὀχεύηται ὑπό τινος B | ὀχεύηται P 19 ἠδικηκέναι — ὡς unleserl. Ο | διὸ ὡς δοκεῖ τὴν καταβληθεῖσαν MAI | ἀναιτίαν] . . αὐτὴν Ο | δὴ < Ο | ( unleserl. Ο 19 f καὶ μορφ. Ο 42 v 21 τοῦτον < Cb Jh 22 ob. S. 19, 10 | ἢ Kl : τῆ Ο P)
21

Οὐκοῦν λοιπὸν δὴ καιρὸς τούτων ἤδη προδιηνυσμένων ταύτην σε πᾶσαν προσάπτειν, ὠ σοφωτάτη, τὴν εἰκόνα τοῖς ἢδη ἒμπροσθεν εἰρημένοις, τὸν μὲν οἰκον ἀφομοιοῦσαν τῇ ἀοράτῳ τῆς γενέσεως ἡμῶν φύσει, τὴν δὲ προσκειμένην εἲσοδον τοῖς ὅρεσι τῇ ἀπὸ οὐρανῶν εἰς τὰ σώματα καταβάσει καὶ παραπομπῇ τῶν ψυχῶν, τὰς δὲ ὀπὰς τῷ θηλυκῷ καὶ γυναικείῳ γένει, τὸν δὲ πλάστην τῇ ποιητικῇ δυνάμει τοῦ θεοῦ, ἥτις ἐπικαλύμματι τῆς γενέσεως ἡμῶν ὡς ἒφην τῇ φύσει χρωμένη ἒνδον ἡμᾶς ἀοράτως ἀνθρωποπλαστεῖ, τὰ ἐνδύματα ταῖς ψυχαῖς ἐργαζομένη. τοὺς δὲ κομίζοντας τὴν ὕλην πηλοῦ τῷ ἀνδρείῳ καὶ ἀρρενικῷ παραβλητέον, ὁπότε διψήσαντες τέκνων εἰς τοὺς κατὰ φύσιν τῆς θηλείας φερόμενοι πόρους ἐγκαταβάλλουσι τὴν σποράν, ὥσπερ κἀκεῖ τὸν πηλὸν εἰς τὰς ὀπάς. θείας γάρ, ὡς ἔπος μοίρας τῆς δημιουργικῆς τὸ σπέρμα μεταλαμβάνον οὐκ αὐτὸ αἲτιον νομιστέον εἶναι τῶν τῆς ἀκολασίας ὑπεκκαυμάτων. ἡ μὲν γὰρ τέχνη τὴν ὑποκειμένην ὓλην ἀεὶ τεκταίνεται· οὐδὲν γὰρ αὐτό τι καθ’ ἑαυτὸ τῶν πραγμάτων ἡγητέον εἶναι κακόν, ἀλλὰ [*](1 Plato Pol. Vn, 517 A B — 5 Plato Pol. X, 614 D — 6 Symp. E, 4 S. 19, 8 — 8 Plato Gorg. 523 D — 10 Symp. H, 2 S. 16, 14 — 12 Plato Symp. 206 C — 15 Plato Symp. 180 Ef — 16 De autex. 15) [*](15—S. 22, 6 SS Parall. S. 198 Holl) [*](1 δὴ λοιπὸν P | καιρὸς tilgt Jh | ἤδη < P | προηνυσμένων P 1 ff PI ταύτην τοίνυν . . τὴν εἰκόνα, ὦ φίλε Γλ., προσαπτέον ἅπασαν λεγομένοις, τὴν μὲν . . , τὸ δέ 2 ὡς σοφωτάτην P 3 οἰκον undeutl. O 4 δὲ προσκ. unleserl. Ο | προκειμένην AI 5 PI καταβαίνειν ἑτέρας ἐκ τοῦ οὐρανοῦ | καὶ undeutl. Ο | ψυχῶν] in hier in kleiner Schrift eine Verteidigung des Verfassers gegen Ηäresie, abgedruckt bei AI 393 6 γυναικείω καὶ (θηλυκῷ unleserl.) Ο; γυν. τε καὶ θηλυκῷ MAI Ι γένει unleserl. Ο ποιητὴ P 159v 7 τοῦ θεοῦ — (γεν)έσεως unleserl. Ο | ἐπικαλύμματι] αἰτία M AI | ὡς ἒφην < B 8 χρωμένη — ἀοράτως unleserl. Ο | MAI | ἔνδον ἠμ. ἀορ.] ἐστὶ. αὕτη δὲ ἲσως MAI | ἀνθρωπ. Ο 43 8 f ἀμφιέσματα PI 9 τοὺς δὲ unleserl. 10 ἀρρ. παραβλ. unleserl. Ο | ἀρρενωπῷ MAI 11 κατὰ φ unleserl. Ο | θηλ)είας φερ. πόρ)ους unleserl. 0, auch kein Raum ür < M AI | φερομένους P 12 (τ)ὰς — Ο 13 (σπ)έρμα unleserl. O 14 (ἂ)κολασίας unleserl. O 15 (ἄ)ει unleserl. Ο | οὐδὲν — δημιουργὸν S. 22, 6 in C (C 234 r f. u, R 222 r). Lemma τοῦ ἁγίου Μεθοδίου ἐκ τοῦ περὶ συμποσίων 15 ff PI πᾶσα γὰρ πρᾶξις . . αὐτὴ ἐφ’ ἑαυτῆς πραττομένη οὔτε καλὴ οὔτε αἰσχρά, . . ἀλλ’ ἐν τῇ πράξει . . τοιοῦτον απέβη· καλῶς μὲν γὰρ πραττόμενον καὶ ὀρθῶς καλὸν γίγνεται, μὴ ὀρθῶς δὲ αἰσχρόν 15 οὐδὲ P 16 γὰρ αὐτό τι < C | πραγμ.] C | ἡγητ) unleserl. Ο)

22
παρὰ τὴν πρᾶξιν ταῖν χρωμένων τοιοῦτο γίνεσθαι. κοσμίως μὶν γὰρ πραττόμενον καὶ σωφρόνως κόσμιον ἀπέβη, αἰσχρώς δὲ καὶ ἀσχημόνως αἰσχρόν. τί γὰρ ἠδίκησε σίδηρος γεωρικῆς χάριν καὶ τεχνῶν εὑρεθεὶς τοὺς εἰς ἀλληλοφόνους θήξαντας αὐτὸν μάχας; τί δὲ χρυσὸς ἢ ἄργυρος ἢ χαλκὸς καὶ συλλήβδην ἡ εὐέργαστος πᾶσα γῆ τοὺς πλημμελοῦντας ἀχαρίστως εἰς τὸν σφέτερον δημιουργὸν ἐν τῷ προστρέπεσθαι τὰ ἀπ᾿ αὐτῶν ποικιλλόμενα βρέτη; κἂν γὰρ ἀπὸ κλεψιμαίων τῇ ὑφαντικῇ παρέχοιτό τις ἔρια τέχνῃ, πρὸς ἓν τοῦτο ἡ τέχνη δημιουργεῖ τὴν ὑποκειμένην ὓλην, εἰ δέξεται τὴν κατασκευήν, οὐδὲν ἀποβαλλομένην τῶν ἑαυτῇ χρησίμων, ἐπεὶ μηδὲ αἲτιόν ἐστιν ἐνταῦθα τὸ κλαπέν, ἄψυχον ὄν. διὸ δὴ αὐτὸ μὲν καὶ κοσμητέον. τὸν δὲ ὑφελόμενον ἀδίκῳ φωρᾷ τιμωρητέον. ἀτὰρ δὴ καὶ τοὺς δηλήμονας τῶν γάμων καὶ διαρρήκτας τῆς εὐαρμοστίας τοῦ βίου, τῶν χορδῶν φέγ,αόμπμτας οἴστρῳ καὶ τὴν ὅρεξιν εἰς μοιχείαν ἐκκαλουμένους, αὐτοὺς μὲν βασανιστέον καὶ τιμωρητέον· ἀπ᾿ ἀλλοτρίων γὰρ κήπων τὰς παιδογόνους λυμαίνονται κλέπτοντες συμπλοκάς· τὴν δὲ σποράν, ὣσπερ δὴ κἀκεῖ τὰ ἒρια, μορφωτέον καὶ ἐμωυχωτἐον.

Καὶ τί χρὴ παραδείγμασι τοσούτοις καταχρωμένην μηκύνειν [*](19 Plato Pollt. 227 D. Menex. 244 D 13 f Theophan. Xer. hom. 45, PGr 133, 841 B — 19 S. 24, 1 SS. S. 199f Holl) [*](1 τοιο)ῦτο γ)ί(νεσθαι) unleserl. O | τοιοῦτο C τοιοῦτον Cr): τοιῶσδε P: τοιουτῶδες Μ Al Jh | μὲν] οὖν C r | γὰρ < C 2 πλαττόμενον Ο | ἀπ. βη | αἰσ(χρῶς) undeutl. 3 ἠδίκησεν Cc | (γεωρ)γικῆς χάριν undeutl. Ο | γεωργῶν AI: γεοργικῆς B 4 αὐτὸν θήξαντες BAI αὐτ. θήξ. αὐτόν Μ, ab. Punkte u. d. l. αὐτ.) | χρ(υσὸς) unleserl. Ο 5 ἃπασα P Jh 6 σφετέρων Cr | δημιουρηὸν] es endet C 6f προτρέπεσθαι Ο P, παρατρέπεσθαι Cb 7 πηλικωμένα P | βρέφη P | 8 nach ἔρια Rasur in P 9 . ημιουργεῖ Ο 10 Jh 11 α . τιόν Ο 12 κοσμη(τέον) unleserl. Ο | φορᾶ P 13 τ. δηλήμ. — βίου Ζ. 14] οἱ γάμ(ον ἀλλοτρίων δηλήμονες κ. διαρρῆκται τῆς ἁρμστίας τοῦ βἰου Theopban. | δηλήμονας undeutl. Ο | τῶν < Ο | γά(μων) unleserl. Ο νόμων MAI 14 τ. β., τ. χορδῶν φλ. Interpunktion Wd's | φλεγμα . . οντας Ο | οἲστρω undeutlich Ο 15 κ. τιμωρ)ητέο(ν) undeutl. Ο 16 λυμαίνοτας B κλ(έπτο)ντες unleserl. 17 κἀκεῖ] καὶ P | ορ m. καὶ unleserl. Ο 18 ψυχωτέον Ρ, ψυχοτέον B 19 Καὶ — ἰδέας S. 23, 13 in C nachK (Vat. 1553) 24 vf, bzw. O AL c , Lemma in K τοῦ ἁγίου Μεθοδίου ἐκ τῶν περὶ ἀγνείας συμποσίων; in Ο A Lc τοῦ ἁγίου Μεθοδίου περὶ ἀναστάσεως, π. ἀν. ächl. zum Folgenden örend | χρὴ] δεῖ AlJh 1 καταχ·ρώμενον C: κεχρημένην Cb | μηκύνειν — ἂν S. 23,1 unleserl. O)

23
τὸν λόγον; ούδὲ γὰρ ἂν οὕτως ἐν ὀλόγῳ χρόνῳ τοσοῦτον ἄνευ κομιδῆς ἒργον ἐξήνυσε φύσις. τίς γὰρ ὀστέων ἔπηξεν ἄπηκτον τίς δὲ ξυνέδησεν ἐπιτείνεσθαι νεύροις καὶ ἀνίεσθαι περὶ τὰς ἁρμογὰς καμπτόμενα τὰ μέλη; ἢ τίς θεὸς ἐζύμωσε χυμὸν δεύσας αἳματι καὶ μαλθακὴν ἐκ χοὸς σάρκα ἢ μόνος ὁ ἀριστοτςεχνας, τὴν λογικωτάτην εἰκόνα καὶ ἔμψυχον τὸν ἄνθρωπον, ἡμᾶς, ἑαυτοῦ τεκταινόμενος καὶ κηροπλαστῶν ἐξ ὑγρῶν καὶ βραχυτάτων σπερμάτων ἐν μήτρᾳ; τίς γάρ ἐστιν ὁ προμηθούμενος μὴ συμπνίγεσθαι τῷ ὑγρῷ καὶ τῇ συνοχῇ τῶν ἀγγείων ἐπικλυζόμενον ἔσω τὸ ἔμβρουν; ἢ τός ὁ μετὰ τὸ καὶ εἰς φῶς ἀνελθεῖν εἰς μέγεθος καὶ λάλλος καὶ ῥώμην ἐξ ἀσθενοῦς καὶ βραχέος μεταβάλλων, εἰ μὴ αὐτὸς οὑτος ὁ ἀριστοτέχνας, ὡς ἔφην, θεός, τῇ ποιητικῇ δυνάμει τῷ Χριστῷ μετασχηματίζων καὶ μεταζωγραφῶν τὰς ἰδέας;κλ ὅθεν δὴ καὶ τημελούχοις ἀγγέλοις, κἂν ἐκ μοιχείας ὦσι, τὰ ἀποτικτόμενα παραδίδοσθαι παρειλήφαμεν ἐν θεοπνεύστοις γράμμασιν. εἰ γὰρ παρὰ τὴν γνώμην ἐγίνοντο καὶ τὸν θεσμὸν τῆς μακαρίας ἐκείνης φύσεως τοῦ θεοῦ, πῶς ἀγγέλοις ταῦτα [*](1 De res. E, 20, 6 — 13 Apok. Petri in Klem. AI, Eklog. 48) [*](1 οὐ γὰρ C | τοσοῦτον < C | ἄνευ θείας] εὐθείας P (in V ἀν B: ἒξω θείας Po Cb Jh 2 κομηδῆς C | ἒγρον ἐξ. φύ)σις unleserl. O | ἐξένυνσεν C | ἒπηξεν ἄπηκτον PB: ἂπηκτον ἒπηξεν Ο: ἐξῆπτεν ἄτηκτον C: ἂτηκτον ἒπηξεν Jh | 3 δὲ < P | συνέδησεν C | ἐπιτ. — ἀνίεσθαι unleserl. Ο | ἐπιτ. M Al Jh | ἀνίεσθαι] ζευγνυνύεσθαι M (2. Hd.) AI 4 (καμπ)τόμενα — αἳματι unleserl. Ο | ἢ τίς — σάρκα Ζ. 5] τίς δ’ ὑπονόμους κατεσκεύασε τῷ αἵματι καὶ μαλακὴν ἀρτηρίαν τῷ πνεύματι Μ (ab. τίς δ’ — τῷ u. ἀρτ. τ. πνεύμ. ν. 2. Hd.) AI : vor ἢ τίς — σάρκα schalten dies ein Cb Jh | ἢ 003C; C | θεὸς] dg C : ἄλλος Cb | ἐζύμωσεν C | ἒχυμον C : χυμοὺς Jh | αἳμ. δεύσας C 5 μαλακην Ο: μαλθ. ἡμῖν C | ἐ(κ χ)οὸς σάρκα unleserl. Ο | ἢ μόνος Ο 43 | ἢ < | ὁ ἀρι(στοτ)έχνας unleserl. O | ἀριστοτ|τέχνας P 160 v; AlJh 5 f λογ. εἰκόνα καὶ unleserl. Ο 5 λογικοτάτην B 6 ἑαυτῶ Ρ 8 τὸ ὑγρὸν B 8 f καὶ τῇ συνοχ(ῇ τῶν ἀ)γγείων ἐ unleserl. Ο 8 καὶ] ἐν M AlJh | συνοχεῖ M 9 ὁ μετὰ τὸ λοχευ unleserl. Ο | ὁ + C M AI Jh 10 ῥώμην ἐ unleserl. Ο 11 ἀριστοτέχνης AlJh: unleserl. 12 τῷ χρηστῷ C, τοῦ χριστοῦ P | καὶ unleserl. Ο 13 ζωγραφῶν MAI (nicht Ο) | ἰδέας] es endet C; ab. sofort wieder bis ῥᾳστώνης S. 24, 1 Holl S. 199f aus C Bl. 63 r (Cc) und R Bl. 61 v (Cr). Lemma in Cc τοῦ ἁγίου Μεθοδίου ἐκ τοῦ(?) περὶ ἁγνείας συμποσίων , in Cr Μεθοδίου ἐκ τοῦ περὶ ἀγνείας συμποσίου | ἀ . . ἐλοις Ο | κἂν — ἀποτικτ. Ζ. 14 < C 14 (παρειλήφ)αμεν unleserl. Ο 15 ἐγένοντο Ο, ἐγίνετο C (ἐγένετο Cr) 16 θ)εσμὸν unleserl. O)
24
παρεδίδοτο τραφγσίνεβα μετὰ πολλῆς ἀναπαύσεως καὶ πῶς δὲ καὶ κτηγορήσοντα σφῶν αὐτῶν τοὺς γονεῖς εὐπαρρησιάσατως εἰς τὸ δικαστήριον ἐκίκλησκον τοῦ Χριστοῦ, »σὺ οὐκ ἐφθόνησας ἡμῖν, ὡ κύριε, τὸ κοινόν‘ λέγοντα »τοῦτο φῶς· οὗτοι δὲ εἰς θάνατον ἡμᾶς ἐξέθεντο, καταφρονήσαντες ἧς σῆς ἐντολῆς;« »ἐκ« γάρ ἀνόμων. φησίν »ὕπνων τέκνα γεννώμενα μάρτυρές εἰςι πονηρίας κατὰ γονέων έν ἐξετασμῷ«.

Καὶ τάχα μὲν οὐν δὴ χώραν ἓξει πιθανολογῶν τις ἐν οὐ κριτικοῖς καὶ φρονίμοις ἀνδράσι, τὸν χιτῶνα τῆς ψυχῆς τὸν σάρκινον τοῦτον ὑπὸ ἀνθρώπων φυτευόμενον ἀυτοματὶ μορφοῦσθαι παρὰ τὴν ἀπόφασιν τοῦ θεοῦ· οὐ μὴν ἢδη καὶ τῆς ψυχῆς τὴν οὐσίαν μετὰ τοῦ θνητοῦ σπείρεσθαι διδάσκων πιστευθήσεται σώματος. τὸ γὰρ ἀθάνατον καὶ ἀγήρων μόνος ὁ παντοκράτωρ ἐμφυσᾷ, ᾐ καὶ μόνος τῶν ἀοράτων ἐστὶ καὶ ἀνωλέθρων ποιητής. »ἐνεφύσησε« γάρ εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο« φησίν »ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.« ἀμέλει τοὺς χειροτέχνας τούτους αἰτιώμενος ὁ λόγος, ἐπὶ λύμῃ τῶν ἀνθρώπων τὰ ἀνδροείκελα κατασκευάζοντας ἀγάλματα, οὐχ αἰσθανομένους τὸν ἒδιον ποιητήν , ἐν τῇ παναρέτῳ Σοφίᾳ φησί· »σποδὸς ἡ καρδία αὐτῶν, καὶ γῆς εὐτελεστέρα ἡ ἐλπὶς αὐτῶν, πηλοῦ τε ἀτιμότερος ὁ βίος αὐτῶν, ὅτι ἡγνόησαν τὸν πλάσαντα αὐτοῦς καὶ τὸν ἐμπνεύσαντα αὐτοῖς ψυχὴν ἐνεργοῦσαν καὶ ἐμφυσήσαντα αὐτοῖς πνεῦμα ζωτικόν.« οὕτως ἐστὶ πάντων ἀνθρώπων ποιητὴς ὁ θεός. [*](5 Weish. Sal. 4, 6 — 14 Gen. 2, 7 — 19 Weish. Sal, 15, 10.11) [*](1 παραδίδοται C : (παρεδίδο)το unleserl. Ο, παρεδίδος M AI | ῥαστ.] endet C 2 πῶς] ὡς mit Rasur vor ω P | δὲ < P | κατηγορήσοντας ς üb. Easur in P) 3 ἐκίκλησκον < P 4 ἡμᾶς elg θάν. P 5 τῆς < (wohl auch P) 7 nach ἐζ. + πιθανῶν λόγοιν OJh: + αὐτῶν LXX 8 δὴ < | χώραν P 161 | πιθανολόγων P, πειθανῶν λόγων B f οὐκ ἐν κριτικ. Al; im Text auch Μ, ab. corr. a. Rd. 10 ὐπ᾿ B | μορφ)οῦσθαι unleserl. Ο II ἢδη < Ρ | ἀθάνατον vor οὐσίαν + Jh 12 θνητοῦ] ἐνθανάτου P | P (nicht B) 13 ἀγήρω Ο | ᾐ] ἡμῖν P | τῶν unleserl. O 14 ἀορά)των unleserl. Ο 14 f εἰς τὸ πρόσωΠον unleserl. Ο 15 πνοὴν unleserl. Ο 15 f ψυχ)ὴν ζῶ(σαν) unleserl. 16 χειρο)τέχνας unleserl. Ο | αἰτιώμενοι B | ὁ λόγος < P 17 τῶν — ἀνδροεί(κελα) undeutl. Ο 18 αἰσθ)αν. — τῇ O | αἰσθόμενα P: δὲ + MAlJh 19 σποδὸς ἡ — ἡ (außer γῆς unleserl. Ο | πηλ)οῦ — ἠγνόσαν Ζ. 20 unleserl. Ο | πήλου εὐτελέστερον εὐτελεστέρα Μ) ἠ ζωὴ αἰτῶν M AI 20 ὅτι] ἒτι Μ | πλάσαντα] ποιήσαντα P κακὶ τὸν MAI | τὸν Ο 44 21 ἐμφτεύσαντα P | αὐτοῖς Ο 22 οὕτως corrig. aus οὗτος (so Jh) od. umgek. Ο, ὁὕτω B | ἐστὶ < P | ὀ θεός ἐστι ποιητὴς P)

25
διὸ καὶ »πάντας ἀνθρώπους« κατὰ τὸν ἀπόστολον »σῴζεσθαια βούλεται καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν«. — καὶ ἐπειδὴ τοῦτο μόλις ἴσχε τέλος, λοιπὸν δὴ τὰ μετὰ ταῦτα λεκτέον. ὁπόταν γάρ τις τὴν θεωρίαν τῶν κατὰ τὸν ἄνθρωπον συμβαινότων κατὰ φύσιν ἐκμάθῃ, εἴσεται μὴ βδελύσσεσθαι παιδοποιίαν, ἐπαινεῖν δὲ καὶ προτιμᾶν ἀγνείαν. οὐδὲ γάρ, ἐπειδὴ τῶν ἄλλων ἐστὶν ἡδύτερον καὶ τὸ μέλι, τὰ λοιπὰ δὴ ταύτῃ προσῆκε νομίζεσθαι πικρά, ὁπόσα δὴ τῇ ἐμφύτῳ γλυκασίᾳ κεέρασται τῶν ἀκροδρύων. καὶ τούτων μὲν ἐχέγγυον μάρτυρα παρέξομαι τὸν Παῦλον ὥστε καὶ ὁ γαμίζων« λέγοτα »τὴν ἑαυτοῦ παρθένον καλῶς ποιεῖ, καὶ ὁ μὴ γεμίζων κρεῖσσον ποιεῖ«. οὐ γὰρ δὴ τῇ τοῦ κρείττονος καὶ γλυκυτέρου παραθέσει τὸ ἕτερον ἀτερον ἀπαγορεύσας ὁ λόγος, ἑκάστῳ τὸ οἰκεῖον καὶ λυσιτελὲς ἀπονέμων διαθεσμοθετεῖ. τοῖς μὲν γὰρ οὐδέπω συνεχώρησε παρθενίας τυχεῖν, τοὺς δὲ καὶ οὐκέτι βούλεται χραίνεσθαι φοινισσομένους ἐρεθισμοῖς, ἀλλὰ μελετᾶν ἀπεντεῦθεν ἤδη καὶ φαντάζεσθαι τὴν ἰσάγγελον μεταστοιχείωσιν τῶν σωμάτων, ἔνθα »οὔτε γαμοῦσιν οὔτε γαμίσκονται«, κατὰ τοὺς ἀψευδεῖς χρησμούς· ἐπεὶ μηδὲ πᾶσιν ὁ ἀμόλυντος καὶ παρεκτικὸς τῆς βασιλείας τῶν οὐρανῶν εὐνουχισμὸς ἐμπιστεύεται, ἀλλὰ μόνοις ἐκείνοις δηλονότι τοῖς καὶ δυναμένοις τὸ ἀειθαλὲς ἂνθος καὶ ἄχραντον τῆς παρθενίας τηρῆσαι. ἀνθηροτάτῳ γὰρ ἀπεικάζεσθαι καὶ ποικιλωτάτῳ λειμῶνι λόγος ἔχει προφητικὸς τὴν ἐκκλησίαν, οὐ μόνον [*](1 I Tim. 2, 4 — 2 Symp. S. 33, 19. 42, 3 u. 182 AI — 8 Symp. 2, 3. 3, 5 — 9 I Kor. 7, 38 — 16 Mt. 22, 30 — 19 Mt. 19, 11 f) [*](6 f Phot. Bibl. 237 S. 308a, 19 f) [*](2 ἐπίγνωσιν undeutl. O 3 τέλος ἴσχεν (ἔσχε B) B) P 4 τῶν] mit Punkt unt. α? Ο | τὸν < P | ἂνθρωπον συ unleserl. Ο | φύσιν?: < Ο | κατὰ P 161 v 5 βδελ. μὲν P | (π)αιδο(ποιίαν) unleserl. 6 ἐπειδὴ — πικρά Ζ. 7 Ph S. 308a, 1 ff Ι ἡδύτερόν ἐστιν Jh 6 f γλυκύτερον τὸ μέλι καὶ ἡδύτερον Ph 7 δὴ — πικρά] πικρὰ καὶ ἀνήδονα νομιστέον Ph | προσήκει Jh | νομ. προσῆκε B 8 τῆς ἐμφυτοῖς γλυκασίας P, τοῖς ἐν φυτοῖς λγυκασίας B | ἀ(κροδ.) unleserl. Ο 9 ἐχ.] βέβαιον + P 10 λέγοντα < P | παρθένον ἑαυτοῦ Ο 11 δὴ < Ο | τῇ < BJh 14 συνεχώρηκε Ο | καὶ < B Jh 16 . σάγγελον Ο 17 unleserl. Ο 18 ἐπὶ B | μὴ πᾶσιν P | ὁ < Ο | ἀμόλυντος Ο: viell. richtig P 19 βασιλείας wohl auch Ο 19 f . κείνοις Ο 20 ἄνθος < P 20f ἂχραντο)ν τῆς unleserl. Ο 21 παρ . . νίας Ο 21 f καὶ ποικιλ. λειμῶνι ἀπεικάζεσθαι B 22 λόγ. ἒχει unleserl. Ο | προφ. P 162 22 f τοῖς τῆς <P)
26
τῆς ἀγνείας πεποικιλμένην καὶ κατεστεμμένην ἂνθεσιν, ἀλλὰ καὶ τοῖς τῆς τεκνογονίας καὶ τοῖς τῆς ἐγκρατείας. »ἐν κροσσωτοῖς« γάρ »χρυσοῖς πεποικιλμένη« »ἐκ δεξιῶν ἡ βασίλισσα« παρίσταται τοῦ νυμφίου.

Ταῦτά σοι κατὰ δύναμιν κἀγὼ τὴν ἐμαυτῆς, ὧ Ἀρετή, εἰς τὸν

ὑπὲρ τῆς ἀγνείας συμβάλλομαι λόγον.

Εἰπούσης δὲ ταῦτα τῆς Θεοφίλας θόρυβον ἡδὺν ἐκ πασῶν ἡ Θεοπάτρα ἴφη γεγονέναι τῶν παρθένων ἐπαινουσῶν τὸν λόγον, ὡς δὲ ἡσύχασαν, σιωπῆς ἐπὶ πολὺ γεγενημένης ἀναστῆναι τὴν θάλειαν· ταύτῃ γὰρ ἐκ τρίτου ἐπετέτραπτο μετὰ τὴν Θεοφίλαν ἀγωνίζεσθαι.