Acta Barnabae

Acta Barnabae

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

Ταῦτα δέ μου κατηχηθέντος παρ᾽ αὐτοῦ, ἐμείναμεν ἐν Εἰκονίῳ ἡμέρας ἱκανάς· ἦν γὰρ ἐκεῖ ὅσιος ἀνὴρ καὶ εὐλαβής, ὅστις ἡμᾶς καὶ ὑπεδέξατο, οὗ καὶ τὸν οἶκον ἡγίασε Παῦλος. ἐκεῖθεν τοίνυν κατηντήσαμεν ἐν Σελευκείᾳ, καὶ προσμείναντες ἡμέρας τρεῖς ἐπλεύσαμεν εἰς Κύπρον, καὶ ἤμην ἐγὼ διακονῶν αὐτοῖς ἄχρις οὗ παρήλθομεν τὴν Κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς Κύπρου κατήχθημεν ἐν Πέργῃ τῆς Παμφυλίας. κἀκεῖσε λοιπὸν παρέμεινα ὡσεὶ μῆνας δύο, βουλόμενος ἐπὶ τὰ δυτικὰ μέρη ἀποπλεῦσαι· καὶ οὐκ εἴασέν με τὸ πνεῦμα τὸ ἅγιον. ἐπιστρέψας

δὲ πάλιν ἐζήτησα τοὺς ἀποστόλους, καὶ μαθὼν ὅτι ἐν Ἀντιοχείᾳ εἰσὶν ἐπορεύθην πρὸς αὐτούς.

Εὗρον δὲ τὸν Παῦλον ἀπὸ τοῦ κόπου τῆς ὁδοιπορίας ἐν Ἀντιοχείᾳ ἐπὶ τῆς κλίνης· ὃς καὶ ἰδών με σφόδρα ἐλυπήθη διὰ τὸ βραδῦναί με ἐν Παμφυλίᾳ. καὶ προσελθὼν ὁ Βαρνάβας παρεκάλεσεν αὐτόν, καὶ ἐγεύσατο ἄρτου· ὀλίγον δὲ ἔλαβεν αὐτόν. καὶ εὐηγγελίσαντο τὸν λόγον τοῦ κυρίου, καὶ πολλοὺς τῶν Ἰουδαίων καὶ Ἑλλήνων ἐφώτισαν. ἐγὼ δὲ μόνον προσεῖχον αὐτοῖς. καὶ ἐφοβούμην Παῦλον προσεγγίσαι αὐτῷ καὶ διὰ τὸ ἔχειν με ἱκανὸν χρόνον ἐν Παμφυλίᾳ διάγοντα καὶ πάνυ ταράσσεσθαι αὐτὸν κατ᾽ ἐμοῦ. μετάνοιαν δὲ ἐδίδων ἐπὶ τοῖς γόνασιν εἰς τὴν γῆν Παύλῳ, καὶ οὐκ ἠνείχετο· ὡς δὲ ἐπέμενον ἐπὶ σάββατα τρία τῇ παρακλήσει καὶ τῇ δεήσει γονυπετῶν, οὐκ ἠδυνήθην δυσωπῆσαι αὐτὸν ὑπὲρ ἐμαυτοῦ· ἡ δὲ πολλὴ λύπη αὐτοῦ ἦν πρός με διὰ τὸ ἔχειν με τὰς πλείους μεμβράνας ἐν Παμφυλίᾳ.