Acta Philippi
Acta Philippi
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
(7) Καὶ ταῦτα εἰπὼν ηὔξατο μετ᾽ αὐτῶν, καὶ ἠσπάσατο πάντας, καὶ ἐξῆλθεν ἀπ᾽ αὐτῶν, καὶ οἱ μαθηταὶ αὐτοῦ μετ᾽ αὐτοῦ, καὶ πολὺ πλῆθος, ὡς γεμίσαι καμήλους ἄρτους καὶ
διάφορα βρώματα· καὶ ἐπὶ σταδίοις εἴκοσι ἦσαν ἀκολουθοῦντες. καὶ λέγει αὐτοῖς· Ἵνα τί σκύλλεσθε; Οἳ δὲ εἶπον· Ἕως οὗ ἴδωμεν τὸ πλοῖον ἐν ᾧ ἐπιβῆναι μέλλεις ἀκολουθήσομέν σοι. Καὶ λέγει αὐτοῖς· Μακρόθεν ἐστίν. Ἔλαβεν δὲ μόνον ἄρτους ε´ , ἐπονομάσας τὸν Ἰησοῦν, καὶ προσέταξεν αὐτοὺς ἐπανακάμψαι εἰς τὴν πόλιν αὐτῶν μετὰ τῶν καμήλων καὶ τῆς πολλῆς αὐτῶν ἑτοιμασίας. καί φησι· Πορεύεσθε ἐν εἰρήνῃ, καὶ προσεύχεσθε περὶ ἐμοῦ πρὸς τὸν Χριστόν, ἵνα κατευθύνῃ τὴν ὁδόν μου ἐνώπιον αὐτοῦ ἐν εἰρήνῃ· καὶ ἡ δόξα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἔσται μεθ᾽ ὑμῶν εἰς αἰῶνας. Καὶ πεσόντες πάντες ἐπὶ πρόσωπον προσεκύνησαν τρίτον τῷ ἀποστόλῳ· ὁρμήσαντος δὲ τοῦ ἀποστόλου τὴν ἑαυτοῦ ὁδὸν ἔπεσον πάλιν ἅπαντες ἐπὶ πρόσωπον αὐτῶν ἐπὶ τὴν γῆν, ἕως οὗ ἀπέδυ ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν· κείμενοι δὲ ἐπὶ τοῦ ἐδάφους ἐβόων· Εὐλόγησον ἡμᾶς διδάσκαλε καὶ ὁδηγὲ τῶν ψυχῶν ἡμῶν. Καὶ ὅτε ἀπεδήμησεν ὥστε μὴ ὁρᾶσθαι αὐτὸν ὑπὸ τῶν ὀφθαλμῶν αὐτῶν, ἀναστάντες ἐπορεύοντο εἰς τὰ οἰκεῖα κλαίοντες καὶ ὑπομιμνησκόμενοι τῆς καλλίστης καὶ γλυκείας διδαχῆς τοῦ ἀποστόλου Χριστοῦ Φιλίππου, καὶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δοξάζοντες.(1) Ἐγένετο δὲ ὅτε ὁ σωτὴρ ἐμέρισεν τους ἀποστόλους κατὰ πόλιν καὶ χώραν, καὶ ἐπορεύθη εἷς ἕκαστος κατὰ τὴν πρόσταξιν ἣν διετάξατο αὐτῷ ὁ κύριος, καθὼς καὶ τὸν κλῆρον διένειμεν αὐτοῖς, ἔλαχεν ἀπελθεῖν καὶ τὸν Φίλιππον εἰς τὴν γῆν τῶν Ἑλλήνων. ἀκούσας δὲ ὁ Φίλιππος τὸ ὄνομα τῆς χώρας καὶ τῆς πόλεως τῆς κεκληρωμένης αὐτῷ, σκληρὸν αὐτῷ ἐφάνη, καὶ ἔκλαιεν. ἡ δὲ Μαριάμνη ἡ τούτου ἀδελφή—αὕτη γάρ ἐστιν ἡ ἑτοιμάζουσα τὸν ἄρτον καὶ τὸ ἅλας ἐν τῇ κλάσει τοῦ ἄρτου, ἡ δὲ Μάρθα ἐστὶν ἡ διακονοῦσα τοῖς πλήθεσι καὶ κοπιῶσα σφόδρα—ἰδοῦσα τὸν ἴδιον ἀδελφὸν βαρέως φέροντα τὸν λαχόντα αὐτῷ κλῆρον, καὶ ὅτι σφοδρῶς ἔκλαιε περὶ τούτου, προσῆλθεν τῷ Ἰησοῦ λέγουσα· Κύριέ μου Ἰησοῦ
Χριστέ, οὐχ ὁρᾷς τὸν ἀδελφόν μου Φίλιππον ὅσον λελύπηται διὰ τὴν χώραν τῶν Ἐλλήνων;(2) Λέγει αὐτῇ ὁ σωτήρ· Οἶδα ἐκλελεγμένη γυναικῶν, οἶδα· ἀλλὰ πορεύου μετὰ τοῦ ἀδελφοῦ σου εἰς πάντα τόπον ὅπου ὑπάγει καὶ γενοῦ παραθαρρύνουσα αὐτῷ· οἶδα γὰρ ὅτι ἄνθρωπος τολμηρός ἐστι καὶ ὀργίλος, καὶ ἐὰν ἀφῶμεν αὐτὸν μόνον, πολλὰς ἀνταποδόσεις ποιήσει τοῖς ἀνθρώποις. ἀλλ᾽ ἰδοὺ καὶ τὸν Βαρθολομαῖον καὶ Ἰωάννην ἀποστελῶ ἐν τῇ πόλει ἐκείνῃ συγκακοπαθῆσαι αὐτὸν διὰ τὴν πολλὴν πονηρίαν τῶν οἰκούντων ἐκεῖσε· οἱ γὰρ ἄνθρωποι ἐκεῖνοι λατρεύουσι τῇ ἐχίδνῃ μητρὶ τῶν ὄφεων. καὶ σὺ Μαριάμνη ἄλλαξόν σου τὴν ἰδέαν καὶ ὅλον τὸ εἶδος τὸ γυναικεῖον, καὶ βάδιζε ὁμοίως μετὰ Φιλίππου. Εἶτα λέγει ὁ Ἰησοῦς τῷ Φιλίππῳ· Εἰς τί ἐδίστασας ὦ Φίλιππε; οὐκ ἤκουσας τῆς διδαχῆς μου· Ἰδοῦ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων; Μὴ οὖν φοβηθῇς αὐτῶν τὴν ἀγριότητα. συνέσομαί σοι ἀεὶ βοηθῶν καὶ ἀντιλαμβανόμενος. ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἐμοὺς μαθητάς · ἀποστέλλω ὑμᾶς ὡς ἀκτῖνας ἐγὼ ὁ τῆς δικαιοσύνης ἥλιος. μεθ᾽ ὑμῶν εἰμι ἐν παντὶ τόπῳ· ἐν ποταμοῖς καὶ ἐν θαλάσσαις ἔσομαι ὑμῶν καλὸς κυβερνήτης. νῦν οὖν Φίλιππε μὴ ἐκκακήσῃς ἀγαθοποιεῖν ἐν τῷ ποιοῦντί σε κακόν, καὶ ἡ χάρις τοῦ πνεύματός μου κατευθυνεῖ σου τὰς τρίβους ἐν παντὶ τόπῳ καὶ πόλει καὶ χώρᾳ.
(3) Ταῦτα ἀκούσας ὁ Φίλιππος καὶ Βαρθολομαῖος καὶ Μαριάμνη, ἀσπασάμενοι τὴν δεξιὰν τοῦ σωτῆρος, ἐπορεύοντο εἰς τὴν χώραν τῶν Ὀφιανῶν. ὡς δὲ ἀνέβησαν εἰς τὴν ἔρημον τῶν δρακαινῶν, ὡς ἧσαν ἐκεῖ βαδίζοντες, ἰδοὺ μέγας λεόπαρδος ἐξῆλθεν ἀπὸ τῶν δρυμῶν τῶν ἐν τῷ ὄρει· καὶ ἰδὼν τοὺς ἀποστόλους κυρίου δραμὼν ἔρριψεν ἑαυτὸν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φωνῇ ἀνθρωπίνῃ ἐλάλησε πρὸς αὐτούς· Προσκυνῶ ὑμᾶς ὦ δοῦλοι τοῦ θείου μεγέθους καὶ ἀπόστολοι τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, προστάξατέ μοι τελείως λαλεῖν.
(4) Καὶ ὁ Φίλιππος· Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, λάλει. Καὶ ὁ λεόπαρδος ἀναλαβὼν τελείαν ἀνθρωπίνην φωνὴν ἤρξατο λέγειν· Ἄκουέ μου Φίλιππε νυμφαγωγὲ τοῦ θείου
λόγου· ἐγένετο ἐν τῇ πρώτῃ νυκτί, παρῆλθον δία τῆς ἀγέλης τῶν αἰγῶν τῶν ἐξ ἐναντίας τοῦ ὄρους τῆς δρακαίνης μητρὸς τῶν ὄφεων, καὶ ἥρπασα ἔριφον· ὡς δὲ εἰσῆλθον εἰς τὸν δρυμὸν φαγεῖν αὐτόν, μετὰ τὸ πλῆξαί με αὐτόν, ἔλαβεν φωνὴν ἀνθρωπίνην καὶ ἔκλαυσεν ὡς παιδίον μικρόν, λέγων μοι· Ὦ λεόπαρδε ἆρον ἀπὸ σοῦ τὴν ἀγρίαν καρδίαν καὶ τὸ θηριῶδες τῆς γνώμης, καὶ περιποίησον αὑτῷ ἡμερότητα· ὅτι οἱ ἀπόστολοι τοῦ θείου μεγέθους παρέρχεσθαι μέλλουσι διὰ τῆς ἐρήμου ταύτης, τελέσαι τελείως τὴν ἐπαγγελίαν τῆς δόξης τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ. Ἐν τούτοις οὗν τοῖς λόγοις τοῦ ἐρίφου νουθετοῦντός με ἠπόρουν ἐν ἑαυτῷ, καὶ κατὰ μικρὸν ἠλλάγη μου ἡ καρδία, καὶ ἡ ἀγριότης μου ἐστράφη εἰς ἡμερότητα, καὶ ἐφεισάμην τοῦ φαγεῖν αὐτόν. καὶ ὡς ἤμην ἀκροώμενος τῶν λόγων αὐτοῦ, ἐπάρας τοὺς ὀφθαλμούς μου εἶδον ὑμᾶς παρερχομένους, καὶ ἐπέγνων ὅτι δοῦλοί ἐστε τοῦ ἀγαθοῦ θεοῦ. ἰδὼν οὖν ἐγγίζοντας, ἐάσας τὸν ἔριφον, ἦλθον προσκυνῆσαι ὑμᾶς. νῦν οὖν παρακαλῶ σε ἀπόστολε Χριστοῦ Φίλιππε ἵνα δώσῃς μοι ἐξουσίαν κτήσασθαι παρρησίαν, καὶ συμπορευθῶ μετὰ σοῦ εἰς πάντα τόπον ὅπου ἐὰν ἀπέρχῃ, καὶ ἵνα ἀποθῶμαι τὴν θηριώδη φύσιν.(5) Ὁ δὲ ἀπόστολος εἶπεν πρὸς τὸν λεόπαρδον· Ποῦ ἐστιν ὁ ἔριφος; Καί φησιν· Ἰδοὺ ἔρριπται ὑπὸ τὴν δρῦν κατέναντι. Λέγει ὁ Φίλιππος τῷ Βαρθολομαίῳ· Ἀπέλθωμεν ὅπως ἴδωμεν τὸν πεπληγμένον ἰαθέντα καὶ θεραπεύοντα τὸν πλήξαντα. Ἐπιτρέψαντος δὲ τοῦ Φιλίππου ὁ λεόπαρδος ὡδήγει τὸν Φίλιππον καὶ τοὺς μετ᾽ αὐτοῦ, καὶ ἤγαγεν αὐτοὺς ὅπου ἦν ὁ ἔριφος κείμενος.
(6) Λέγει οὖν ὁ Φίλιππος καὶ ὁ Βαρθολομαῖος· Ἰδοὺ ἐγνώκαμεν ἀληθῶς ὅτι οὐκ ἔστιν ὑπερβαίνων τις τὴν σὴν εὐσπλαγχνίαν φιλάνθρωπε Ἰησοῦ· προλαμβάνεις γὰρ ἡμᾶς καὶ διελέγχεις διὰ τούτων τῶν ζῴων ἵνα μᾶλλον πιστεύσωμεν καὶ πληρώσωμεν σπουδῇ τὸ παρατεθὲν ἡμῖν. νῦν οὖν κύριε Ἰησοῦ Χριστὲ ἐλθὲ καὶ παράσχου ζωὴν καὶ πνοὴν καὶ σύστασιν βεβαίαν εἰς τὰ ζῷα ταῦτα, ἵνα καταλείψωσι μὲν τὴν θηριώδη φύσιν καὶ τὴν κτηνώδη, ἔλθωσι δὲ εἰς ἡμερότητα, καὶ μηκέτι φάγωσι σάρκας, μηδὲ ὁ ἔριφος τροφὴν κτηνῶν·
καρδία δὲ ἀνθρωπίνη γενέσθω ἐν αὐτοῖς, καὶ ἀκολουθήσουσιν ἡμῖν ὅπου ἂν πορευώμεθα, ἐσθίοντα ἅπερ ἡμεῖς ἐν τῇ δόξῃ σου, καὶ ἵνα λαλῶσιν ὁμοιότητα ἀνθρώπων, δοξάζοντα τὸ ὄνομά σου.(7) Ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἀναστάντα τὰ ζῷα, ὅ τε λεόπαρδος καὶ ὁ ἔριφος, ἐπῆραν τοὺς ἐμπροσθίους πόδας, καὶ ἐδόξασαν τὸν θεόν, καὶ εἶπον ἀνθρωπίνῃ φωνῇ· Δοξάζομεν καὶ εὐλογοῦμέν σε, ὁ ἐπισκεψάμενος ἡμᾶς καὶ μνησθεὶς ἡμῶν ἐν τῇ ἐρήμῳ ταύτῃ καὶ τὴν φύσιν ἡμῶν τὴν θηριώδη καὶ ἀγρίαν μετενέγκας εἰς ἡμερότητα, καὶ ἐχαρίσω ἡμῖν τὸν θεῖον λόγον, καὶ ἔθηκας ἐν ἡμῖν γλῶσσαν καὶ νόημα τοῦ εἰπεῖν καὶ ὁμολογῆσαι τὸ ὄνομά σου, ὅτι μεγάλη ἐστὶν ἡ δόξα σου.