Acta Philippi
Acta Philippi
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
(18) Ὡς οὖν ταῦτα οὕτως διελογίζοντο, οἱ γονεῖς ἔκλαιον. σπλαγχνισθεὶς δὲ ὁ Φίλιππος εἶπεν τῷ πατρὶ τοῦ παιδὸς καὶ τῇ μητρί· Τί ποιήσητε ἐὰν τὸν υἱὸν ὑμῶν ἀναστήσω; Λέγουσιν αὐτῷ· Ὅπερ ἐὰν θέλῃς ποιήσομεν. Οἱ δὲ μέλλοντες κατακαίεσθαι δοῦλοι διένευον τῷ ἀποστόλῳ μνησθῆναι αὐτῶν· νόμος γάρ τις ἄνομος ἦν ἐν αὐτοῖς, ὅταν γάρ τις ἐκ τῶν πλουσίων ἐτελεύτα, σὺν αὐτῷ καὶ δούλους καὶ δουλίδας κατακαίεσθαι· καὶ ἄλλα τινὰ χείρονα ἔπραττον, οἱ πολλοὶ δὲ αὐτῶν καὶ τὰς ἰδίας γυναῖκας συνανῄρουν.
(19) Εἶπεν οὖν ὁ Φίλιππος· Τοὺς δούλους τούτους δότε μοι. Οἱ δὲ γονεῖς εἶπον· Ἄλλους πλείους μετ᾽ αὐτῶν καὶ ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν δώσομέν σοι, καὶ πρὸς τούτοις πιστεύσομεν καὶ τῷ θεῷ σου, ὅτι θεὸς μόνος, δυνατὸς ὢν καὶ νεκροὺς ἀνιστᾶν Προσέταξεν δὲ ὁ Φίλιππος τῷ ὄχλῳ ἀποστῆναι τῆς κλίνης, συνέθλιβον γὰρ ἀλλήλους· εἶπεν δὲ ὁ Φίλιππος πρὸς τὸν Ἀρίσταρχον· Ἄγε δὴ ὦ Ἰουδαῖε, ἰδοὺ ὅτι νεκρὸς κεῖται· εἰ οὖν τι δύνασαι, ἔγειρον αὐτόν. Καὶ ὑπὸ πάντων ἀναγκασθεὶς ὁ Ἀρίσταρχος μόλις προσῆλθεν τῷ νεκρῷ, καὶ ἥπτετο εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ πολλὰ ἐνέπτυσεν αὐτόν, καὶ ἔσυρεν αὐτὸν ἀπὸ τῆς χειρός· καὶ οὐκ ἦν φωνὴ οὐδὲ ἀκρόασις τῷ νεκρῷ. καὶ ὡς οὐδὲν ἴσχυσεν, ἔκραξαν οἱ ὄχλοι· Ἄρατε τὸν Ἰουδαῖον ἐκ τοῦ μέσου. Καὶ ἀπέστη
αἰσχυνόμενος. ὁ Ἴρεος θαρσοποιηθεὶς εἶπεν· Ὦ ἄνδρες Ἰουδαῖοι οἱ ἐναντιούμενοι τῷ θεῷ διὰ παντός, ἐτολμήσατε βλασφημῆσαι λέγοντες ὅτι Μάγος ἐστὶν ὁ Φίλιππος· Εἰ μὴ ἦν φιλάνθρωπος καὶ ἀγαθὸς ὁ ἐν αὐτῷ θεός, ἄρα ἂν ἐθανατώθητε σὺν αὐτῷ.(20) Νηρεὺς δὲ ὁ τοῦ τεθνηκότος πατὴρ εἶπεν· Ἀναστήτω μόνον ὁ υἱός μου, κἀγὼ κατὰ Ἰουδαίων ἀγωνίζομαι. Λέγει ὁ Φίλιππος· Ἐὰν μὴ ὁμολογήσῃς τοῦ μὴ ἀδικῆσαι Ἰουδαίους, οὐκ ἀναστήσεται ὁ υἱός σου. Ὁ δὲ πατὴρ τοῦ παιδὸς εἶπεν· Ποιῶ τὸ θέλημά σου. Ἐθαύμαζον δὲ πάντες οἱ ὄχλοι καὶ οἱ ἄρχοντες λογιζόμενοι τί ἄρα ποιήσει ὁ Φίλιππος, εἰ ἄρα δυνήσηται ἀναστῆσαι τὸν νεκρόν.
(21) Μὴ μελλήσας δὲ ὁ Φίλιππος, ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ προσελθὼν τῇ κλίνῃ ἔθηκεν τὰς χεῖρας ἐπὶ τὸν παῖδα, καὶ ηὔξατο λέγων· Ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ἀεὶ ἐπακούων μου τῆς δεήσεως, ἐλθέτω καὶ νῦν ἡ δέησίς μου ἐνώπιόν σου, καὶ χάρισαι ζωὴν τῷ σῷ δούλῳ Θεοφίλῳ διὰ τὸν παρεστῶτα ὄχλον. Καὶ εὐθέως εἰσῆλθεν ἡ πνοὴ εἰς τὸν παῖδα, καὶ ἀνέῳξε τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ προσέσχεν τῷ Φιλίππῳ. οἱ δὲ ὄχλοι θεασάμενοι τὸ γεγονὸς ἔθλιβον ἀλλήλους ἐγγίζειν τὴν κλίνην θέλοντες ἰδεῖν τὸ θαῦμα. προσέθετο δὲ ὁ Φίλιππος ἐκ δευτέρου λέγων· Νεανία, ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ σταυρωθέντος ἐπὶ Ποντίου Πιλάτου, ἔγειρε. Καὶ εὐθέως ὁ Θεόφιλος ἀνεπήδησε τῆς κλίνης καὶ ἔκραξεν· Εἷς θεὸς ὁ Φιλίππου, Ἰησοῦς Χριστός, ὃς ἔδωκέν μοι τὸ ζῆν. Ὡς δὲ οἱ ὄχλοι ἐθεάσαντο τὸν παῖδα ἑστῶτα, ὡς ἐν μιᾷ φωνῇ ἔκραξαν· Εἷς θεὸς ὁ Φιλίππου ὁ τοὺς νεκροὺς ἀνιστῶν. Διεκρίνοντο δὲ εἰς ἀλλήλους καὶ ἔλεγον· Ποῖον λοιπὸν θαῦμα μεῖζον ἔχομεν ἰδεῖν;
(22) Ἀπὸ δὲ τοῦ θαύματος τούτου ἐκέλευσεν ὁ Φίλιππος τῷ πατρὶ τοῦ παιδὸς ἐνέγκαι τοὺς δούλους, οὓς εἶπεν ἐλευθεροῦν. ἐλθόντες δὲ ἐν τῷ τόπῳ ὅπου ἦν ὁ παῖς ἐγηγερμένος, ἀπιδὼν ὁ ἀπόστολος τοῦ Χριστοῦ εἰς αὐτοὺς εἶπεν· Οἱ δοῦλοι μέχρι σήμερον, νῦν δὲ ἐλεύθεροι διὰ Χριστόν, μὴ ἀμελήσητε τῆς ἑαυτῶν σωτηρίας. Ὁ δὲ πατὴρ τοῦ παιδὸς
καὶ ἡ μήτηρ ἠγαλλιάσαντο ἐπ᾽ αὐτοῖς, καὶ ὅτι τελείως εἶδον τὸν υἱὸν αὐτῶν ἐγηγερμένον. Ἐπεὶ δὲ τούτῳ τῷ τρόπῳ ἐπίστευσαν ἅπαντες εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν,(23) καὶ τῇ ἕωθεν ἤρξατο ὁ Φίλιππος κατηχεῖν καὶ βαπτίζειν εἰς τὸ ὄνομα τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος, καὶ λαβὼν τὸν Ἴρεον καὶ τοὺς πρώτους τῆς πόλεως περιῄει καταλύων τὰ ἱερὰ τῶν εἰδώλων καὶ ἀνοικοδομῶν ἐκκλησίας ἱεράς, χειροτονῶν πρεσβυτέρους καὶ κληρικούς, καὶ κανόνας ἐκθέμενος αὐτοὺς καὶ τύπους εἰς δόξαν Χριστοῦ, ἐμεγαλύνοντο καὶ ἐκρατύνοντο τῇ πίστει.
(1) Νερκέλλα δὲ ἡ τοῦ Ἰρέου γυνὴ καὶ ἡ θυγάτηρ αὐτῆς 'Aρτεμήλα ἐχάρησαν ἐπὶ τῷ Φιλίππῳ, καὶ παρεκάλουν αὐτὸν εὐλογῆσαι αὐτάς. καὶ λέγει ὁ Φίλιππος· Ἰδοὺ τὸ αἴτημα ὑμῶν δίδωσιν ὑμῖν Ἰησοῦς Χριστός, καὶ εὐλογία ἐν ταῖς ψυχαῖς ὑμῶν.
(2) Ὁ δὲ Ἴρεος εἶπεν τῷ Φιλίππῳ· Ποῦ θέλεις οἰκοδομήσωμεν συναγωγὴν καὶ ἐπισκοπεῖον ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ; Ὁ δὲ ἀπόστολός φησι· Ἐν ᾧ αὐτὸς οἶδας τέκνον· μόνον ἐκ τῶν σῶν ὑπαρχόντων καὶ μὴ ἐξ ἀδικίας. Λέγει ὁ Νηρεὺς ὁ τοῦ ἐγηγερμένου πατήρ· Καταξιώσατε ἐμὲ μᾶλλον οἰκοδομῆσαι. Καὶ ἦν χαρὰ μεγάλη, καὶ οὐκ ἡδύνατο χωρεῖν ἡ οἰκία τοὺς εἰσερχομένους ὄχλους. καὶ ἐξελθὼν ὁ Ἴρεος καὶ Νηρεὺς ἐκ τῆς οἰκίας συνεβουλεύσαντο μετ᾽ ἀλλήλων περὶ τῆς οἰκοδομῆς, καὶ λέγουσι· Βάλωμεν κλήρους περὶ τοῦ τόπου ἐν ᾧ οἰκοδομήσωμεν, εἴτε ἐν τῷ σῷ τόπῳ, εἴτε ἐν τῷ ἐμῷ. Ὁ δὲ Ἴρεος ἔφη· Ἀγαθώτατε Νηρεῦ, εἰ θέλεις ἐν τῷ σῷ τόπῳ γενέσθαι τὴν οἰκοδομήν, οὐ λυπῶ σε· μόνον τὸ θέλημα τοῦ θεοῦ γινέσθω. Καὶ χρηματισθέντες καθ᾽ ὃν ἔδει τρόπον οἰκοδομῆσαι, ἀνάλωσαν πολὺ χρυσίον οἱ δύο, καὶ τὸ πλῆθος τῶν ἀδελφῶν ἔχαιρεν ἐν τῇ σπουδῇ τῆς οἰκοδομῆς.
(3) Μόνοι δὲ οἱ Ἰουδαῖοι ἦσαν ζηλοῦντες, ἔλεγον δὲ εἰς ἑαυτοὺς ὅτι Οὐδεμίαν πρόφασιν ἔχομεν τοῦ κωλῦσαι αὐτοὺς
διὰ τὰ θαυμάσια τοῦ Φιλίππου· ἀλλ᾽ ἀποστῶμεν, μή τι κακὸν πάθωμεν ὑπ᾽ αὐτοῦ, ὡς καὶ ὁ Ἀρίσταρχος ἐπλήγη, καὶ δεηθέντων ἡμῶν ἰάσατο αὐτόν. ἀναχωρήσωμεν οὖν ἀπ᾽ αὐτῶν· δόξα γὰρ θεοῦ ἐστιν ἀληθῶς ἐπ᾽ αὐτούς.(4) Μετὰ δὲ ταῦτα εἰσῆλθεν ὁ Φίλιππος εἰς τὴν οἰκοδομὴν καὶ ἠγαλλιάσατο · ἄπαντες δὲ οἱ πιστεύσαντες ἀπήρχοντο πρὸς αὐτὸν εἰς τὴν συναγωγήν, καὶ ἐδιδάσκοντο ὑπ᾽ αὐτοῦ. ἔλεγεν δὲ αὐτοῖς· Ἀδελφοί μου, θέλω ἵνα ἡ εὐωδία ὑμῶν τῆς πίστεως γένηται ἐν παντὶ τόπῳ κατάδηλος· ἐξάρατε οὖν ἀφ᾽ ὑμῶν πᾶσαν κακίαν καὶ πᾶσαν πονηρίαν καὶ ἀδικίαν καὶ ζῆλον καὶ ἔριν καὶ φθόνον καὶ φιλονεικίαν, ἵνα εὑρεθῆτε πραεῖς ἐν τῇ πίστει, καὶ ἐν τοῖς ἀγαθοῖς ἔργοις δόκιμοι. γινώσκω γὰρ ὅτι οὐ μὴ ἐκπέσητε τῆς ἐλπίδος τοῦ Χριστοῦ; καὶ οὐκ ἐγκαταλείψει ὑμᾶς εἰς τοὺς αἰῶνας· αὐτὸς γὰρ κατευθυνεῖ τὰς ὁδοὺς ὑμῶν ἐνώπιον αὐτοῦ.
(5) Ταῦτα δὲ εἰπὼν ὁ Φίλιππος ἐκράτησεν τὸν Ἴρεον, καὶ κατέστησεν αὐτὸν ἐπίσκοπον, καὶ ἐστήριξεν αὐτὸν ἐφ᾽ οἷς ἤκουσεν καὶ ἐφ᾽ ἅπασιν οἷς ἐθεάσατο. καὶ εἶπεν αὐτῷ ὁ Φίλιππος· Εἰρήνη ἐπὶ σὲ ἡ δοθεῖσα ἡμῖν παρὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἔλεος. Καὶ ἐπεφώνησαν ἅπαντες οἱ ἀδελφοί· Ἄξιος, ἄξιος, ἄξιος. Καὶ ἐπηύξατο ὁ Φίλιππος τῷ Ἰρέῳ, ἵνα γένηται πρᾳότης ἐν αὐτῷ, καὶ ἵνα δυνηθῇ ποιμᾶναι τοὺς ἀδελφοὺς ἐν πίστει, καὶ πᾶν αἴτημα ἀγαθὸν ὃ ἐὰν αἰτήσηται παρὰ τοῦ θεοῦ δοθήσεται. καὶ στραφεὶς εἶπεν τοῖς ἀδελφοῖς· Ὑμεῖς οὖν τέκνα δουλεύσατε αὐτῷ ἐν ὑποταγῇ, φανεροῦντες ἐνώπιον αὐτοῦ ὡς πατρὶ τοὺς λογισμούς. καὶ ἡ εἰρήνη τοῦ θεοῦ ἔστω μεθ᾽ ὑμῶν πάντοτε· ἐγὼ γὰρ πορεύομαι.
(6) Ὡς δὲ ταῦτα ἤκουσαν οἱ ἀδελφοὶ ἐστέναξαν καὶ ἔκλαυσαν σφόδρα, ὅτι εἶπεν αὐτοῖς Πορεύομαι· Οὐ γὰρ ἤθελον αὐτὸν ἀπ᾽ αὐτῶν ἀπελθεῖν. λέγει αὐτοῖς ὁ Φίλιππος· Μὴ ὀδυνᾶσθε τῇ καρδίᾳ· ὥσπερ γὰρ ὁ κύριος ἡμῶν ᾠκονόμησεν ἐλθεῖν με πρὸς ὑμᾶς, οὕτως καὶ εἰς ἄλλας πόλεις ἀπέρχομαι, ἵνα πληρώσω τὸ θέλημα τοῦ Χριστοῦ· ὁ δὲ κύριος ἔσται μεθ᾽ ὑμῶν.
(7) Καὶ ταῦτα εἰπὼν ηὔξατο μετ᾽ αὐτῶν, καὶ ἠσπάσατο πάντας, καὶ ἐξῆλθεν ἀπ᾽ αὐτῶν, καὶ οἱ μαθηταὶ αὐτοῦ μετ᾽ αὐτοῦ, καὶ πολὺ πλῆθος, ὡς γεμίσαι καμήλους ἄρτους καὶ
διάφορα βρώματα· καὶ ἐπὶ σταδίοις εἴκοσι ἦσαν ἀκολουθοῦντες. καὶ λέγει αὐτοῖς· Ἵνα τί σκύλλεσθε; Οἳ δὲ εἶπον· Ἕως οὗ ἴδωμεν τὸ πλοῖον ἐν ᾧ ἐπιβῆναι μέλλεις ἀκολουθήσομέν σοι. Καὶ λέγει αὐτοῖς· Μακρόθεν ἐστίν. Ἔλαβεν δὲ μόνον ἄρτους ε´ , ἐπονομάσας τὸν Ἰησοῦν, καὶ προσέταξεν αὐτοὺς ἐπανακάμψαι εἰς τὴν πόλιν αὐτῶν μετὰ τῶν καμήλων καὶ τῆς πολλῆς αὐτῶν ἑτοιμασίας. καί φησι· Πορεύεσθε ἐν εἰρήνῃ, καὶ προσεύχεσθε περὶ ἐμοῦ πρὸς τὸν Χριστόν, ἵνα κατευθύνῃ τὴν ὁδόν μου ἐνώπιον αὐτοῦ ἐν εἰρήνῃ· καὶ ἡ δόξα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἔσται μεθ᾽ ὑμῶν εἰς αἰῶνας. Καὶ πεσόντες πάντες ἐπὶ πρόσωπον προσεκύνησαν τρίτον τῷ ἀποστόλῳ· ὁρμήσαντος δὲ τοῦ ἀποστόλου τὴν ἑαυτοῦ ὁδὸν ἔπεσον πάλιν ἅπαντες ἐπὶ πρόσωπον αὐτῶν ἐπὶ τὴν γῆν, ἕως οὗ ἀπέδυ ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν· κείμενοι δὲ ἐπὶ τοῦ ἐδάφους ἐβόων· Εὐλόγησον ἡμᾶς διδάσκαλε καὶ ὁδηγὲ τῶν ψυχῶν ἡμῶν. Καὶ ὅτε ἀπεδήμησεν ὥστε μὴ ὁρᾶσθαι αὐτὸν ὑπὸ τῶν ὀφθαλμῶν αὐτῶν, ἀναστάντες ἐπορεύοντο εἰς τὰ οἰκεῖα κλαίοντες καὶ ὑπομιμνησκόμενοι τῆς καλλίστης καὶ γλυκείας διδαχῆς τοῦ ἀποστόλου Χριστοῦ Φιλίππου, καὶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δοξάζοντες.(1) Ἐγένετο δὲ ὅτε ὁ σωτὴρ ἐμέρισεν τους ἀποστόλους κατὰ πόλιν καὶ χώραν, καὶ ἐπορεύθη εἷς ἕκαστος κατὰ τὴν πρόσταξιν ἣν διετάξατο αὐτῷ ὁ κύριος, καθὼς καὶ τὸν κλῆρον διένειμεν αὐτοῖς, ἔλαχεν ἀπελθεῖν καὶ τὸν Φίλιππον εἰς τὴν γῆν τῶν Ἑλλήνων. ἀκούσας δὲ ὁ Φίλιππος τὸ ὄνομα τῆς χώρας καὶ τῆς πόλεως τῆς κεκληρωμένης αὐτῷ, σκληρὸν αὐτῷ ἐφάνη, καὶ ἔκλαιεν. ἡ δὲ Μαριάμνη ἡ τούτου ἀδελφή—αὕτη γάρ ἐστιν ἡ ἑτοιμάζουσα τὸν ἄρτον καὶ τὸ ἅλας ἐν τῇ κλάσει τοῦ ἄρτου, ἡ δὲ Μάρθα ἐστὶν ἡ διακονοῦσα τοῖς πλήθεσι καὶ κοπιῶσα σφόδρα—ἰδοῦσα τὸν ἴδιον ἀδελφὸν βαρέως φέροντα τὸν λαχόντα αὐτῷ κλῆρον, καὶ ὅτι σφοδρῶς ἔκλαιε περὶ τούτου, προσῆλθεν τῷ Ἰησοῦ λέγουσα· Κύριέ μου Ἰησοῦ
Χριστέ, οὐχ ὁρᾷς τὸν ἀδελφόν μου Φίλιππον ὅσον λελύπηται διὰ τὴν χώραν τῶν Ἐλλήνων;(2) Λέγει αὐτῇ ὁ σωτήρ· Οἶδα ἐκλελεγμένη γυναικῶν, οἶδα· ἀλλὰ πορεύου μετὰ τοῦ ἀδελφοῦ σου εἰς πάντα τόπον ὅπου ὑπάγει καὶ γενοῦ παραθαρρύνουσα αὐτῷ· οἶδα γὰρ ὅτι ἄνθρωπος τολμηρός ἐστι καὶ ὀργίλος, καὶ ἐὰν ἀφῶμεν αὐτὸν μόνον, πολλὰς ἀνταποδόσεις ποιήσει τοῖς ἀνθρώποις. ἀλλ᾽ ἰδοὺ καὶ τὸν Βαρθολομαῖον καὶ Ἰωάννην ἀποστελῶ ἐν τῇ πόλει ἐκείνῃ συγκακοπαθῆσαι αὐτὸν διὰ τὴν πολλὴν πονηρίαν τῶν οἰκούντων ἐκεῖσε· οἱ γὰρ ἄνθρωποι ἐκεῖνοι λατρεύουσι τῇ ἐχίδνῃ μητρὶ τῶν ὄφεων. καὶ σὺ Μαριάμνη ἄλλαξόν σου τὴν ἰδέαν καὶ ὅλον τὸ εἶδος τὸ γυναικεῖον, καὶ βάδιζε ὁμοίως μετὰ Φιλίππου. Εἶτα λέγει ὁ Ἰησοῦς τῷ Φιλίππῳ· Εἰς τί ἐδίστασας ὦ Φίλιππε; οὐκ ἤκουσας τῆς διδαχῆς μου· Ἰδοῦ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων; Μὴ οὖν φοβηθῇς αὐτῶν τὴν ἀγριότητα. συνέσομαί σοι ἀεὶ βοηθῶν καὶ ἀντιλαμβανόμενος. ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἐμοὺς μαθητάς · ἀποστέλλω ὑμᾶς ὡς ἀκτῖνας ἐγὼ ὁ τῆς δικαιοσύνης ἥλιος. μεθ᾽ ὑμῶν εἰμι ἐν παντὶ τόπῳ· ἐν ποταμοῖς καὶ ἐν θαλάσσαις ἔσομαι ὑμῶν καλὸς κυβερνήτης. νῦν οὖν Φίλιππε μὴ ἐκκακήσῃς ἀγαθοποιεῖν ἐν τῷ ποιοῦντί σε κακόν, καὶ ἡ χάρις τοῦ πνεύματός μου κατευθυνεῖ σου τὰς τρίβους ἐν παντὶ τόπῳ καὶ πόλει καὶ χώρᾳ.
(3) Ταῦτα ἀκούσας ὁ Φίλιππος καὶ Βαρθολομαῖος καὶ Μαριάμνη, ἀσπασάμενοι τὴν δεξιὰν τοῦ σωτῆρος, ἐπορεύοντο εἰς τὴν χώραν τῶν Ὀφιανῶν. ὡς δὲ ἀνέβησαν εἰς τὴν ἔρημον τῶν δρακαινῶν, ὡς ἧσαν ἐκεῖ βαδίζοντες, ἰδοὺ μέγας λεόπαρδος ἐξῆλθεν ἀπὸ τῶν δρυμῶν τῶν ἐν τῷ ὄρει· καὶ ἰδὼν τοὺς ἀποστόλους κυρίου δραμὼν ἔρριψεν ἑαυτὸν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φωνῇ ἀνθρωπίνῃ ἐλάλησε πρὸς αὐτούς· Προσκυνῶ ὑμᾶς ὦ δοῦλοι τοῦ θείου μεγέθους καὶ ἀπόστολοι τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, προστάξατέ μοι τελείως λαλεῖν.
(4) Καὶ ὁ Φίλιππος· Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, λάλει. Καὶ ὁ λεόπαρδος ἀναλαβὼν τελείαν ἀνθρωπίνην φωνὴν ἤρξατο λέγειν· Ἄκουέ μου Φίλιππε νυμφαγωγὲ τοῦ θείου
λόγου· ἐγένετο ἐν τῇ πρώτῃ νυκτί, παρῆλθον δία τῆς ἀγέλης τῶν αἰγῶν τῶν ἐξ ἐναντίας τοῦ ὄρους τῆς δρακαίνης μητρὸς τῶν ὄφεων, καὶ ἥρπασα ἔριφον· ὡς δὲ εἰσῆλθον εἰς τὸν δρυμὸν φαγεῖν αὐτόν, μετὰ τὸ πλῆξαί με αὐτόν, ἔλαβεν φωνὴν ἀνθρωπίνην καὶ ἔκλαυσεν ὡς παιδίον μικρόν, λέγων μοι· Ὦ λεόπαρδε ἆρον ἀπὸ σοῦ τὴν ἀγρίαν καρδίαν καὶ τὸ θηριῶδες τῆς γνώμης, καὶ περιποίησον αὑτῷ ἡμερότητα· ὅτι οἱ ἀπόστολοι τοῦ θείου μεγέθους παρέρχεσθαι μέλλουσι διὰ τῆς ἐρήμου ταύτης, τελέσαι τελείως τὴν ἐπαγγελίαν τῆς δόξης τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ. Ἐν τούτοις οὗν τοῖς λόγοις τοῦ ἐρίφου νουθετοῦντός με ἠπόρουν ἐν ἑαυτῷ, καὶ κατὰ μικρὸν ἠλλάγη μου ἡ καρδία, καὶ ἡ ἀγριότης μου ἐστράφη εἰς ἡμερότητα, καὶ ἐφεισάμην τοῦ φαγεῖν αὐτόν. καὶ ὡς ἤμην ἀκροώμενος τῶν λόγων αὐτοῦ, ἐπάρας τοὺς ὀφθαλμούς μου εἶδον ὑμᾶς παρερχομένους, καὶ ἐπέγνων ὅτι δοῦλοί ἐστε τοῦ ἀγαθοῦ θεοῦ. ἰδὼν οὖν ἐγγίζοντας, ἐάσας τὸν ἔριφον, ἦλθον προσκυνῆσαι ὑμᾶς. νῦν οὖν παρακαλῶ σε ἀπόστολε Χριστοῦ Φίλιππε ἵνα δώσῃς μοι ἐξουσίαν κτήσασθαι παρρησίαν, καὶ συμπορευθῶ μετὰ σοῦ εἰς πάντα τόπον ὅπου ἐὰν ἀπέρχῃ, καὶ ἵνα ἀποθῶμαι τὴν θηριώδη φύσιν.(5) Ὁ δὲ ἀπόστολος εἶπεν πρὸς τὸν λεόπαρδον· Ποῦ ἐστιν ὁ ἔριφος; Καί φησιν· Ἰδοὺ ἔρριπται ὑπὸ τὴν δρῦν κατέναντι. Λέγει ὁ Φίλιππος τῷ Βαρθολομαίῳ· Ἀπέλθωμεν ὅπως ἴδωμεν τὸν πεπληγμένον ἰαθέντα καὶ θεραπεύοντα τὸν πλήξαντα. Ἐπιτρέψαντος δὲ τοῦ Φιλίππου ὁ λεόπαρδος ὡδήγει τὸν Φίλιππον καὶ τοὺς μετ᾽ αὐτοῦ, καὶ ἤγαγεν αὐτοὺς ὅπου ἦν ὁ ἔριφος κείμενος.
(6) Λέγει οὖν ὁ Φίλιππος καὶ ὁ Βαρθολομαῖος· Ἰδοὺ ἐγνώκαμεν ἀληθῶς ὅτι οὐκ ἔστιν ὑπερβαίνων τις τὴν σὴν εὐσπλαγχνίαν φιλάνθρωπε Ἰησοῦ· προλαμβάνεις γὰρ ἡμᾶς καὶ διελέγχεις διὰ τούτων τῶν ζῴων ἵνα μᾶλλον πιστεύσωμεν καὶ πληρώσωμεν σπουδῇ τὸ παρατεθὲν ἡμῖν. νῦν οὖν κύριε Ἰησοῦ Χριστὲ ἐλθὲ καὶ παράσχου ζωὴν καὶ πνοὴν καὶ σύστασιν βεβαίαν εἰς τὰ ζῷα ταῦτα, ἵνα καταλείψωσι μὲν τὴν θηριώδη φύσιν καὶ τὴν κτηνώδη, ἔλθωσι δὲ εἰς ἡμερότητα, καὶ μηκέτι φάγωσι σάρκας, μηδὲ ὁ ἔριφος τροφὴν κτηνῶν·
καρδία δὲ ἀνθρωπίνη γενέσθω ἐν αὐτοῖς, καὶ ἀκολουθήσουσιν ἡμῖν ὅπου ἂν πορευώμεθα, ἐσθίοντα ἅπερ ἡμεῖς ἐν τῇ δόξῃ σου, καὶ ἵνα λαλῶσιν ὁμοιότητα ἀνθρώπων, δοξάζοντα τὸ ὄνομά σου.(7) Ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἀναστάντα τὰ ζῷα, ὅ τε λεόπαρδος καὶ ὁ ἔριφος, ἐπῆραν τοὺς ἐμπροσθίους πόδας, καὶ ἐδόξασαν τὸν θεόν, καὶ εἶπον ἀνθρωπίνῃ φωνῇ· Δοξάζομεν καὶ εὐλογοῦμέν σε, ὁ ἐπισκεψάμενος ἡμᾶς καὶ μνησθεὶς ἡμῶν ἐν τῇ ἐρήμῳ ταύτῃ καὶ τὴν φύσιν ἡμῶν τὴν θηριώδη καὶ ἀγρίαν μετενέγκας εἰς ἡμερότητα, καὶ ἐχαρίσω ἡμῖν τὸν θεῖον λόγον, καὶ ἔθηκας ἐν ἡμῖν γλῶσσαν καὶ νόημα τοῦ εἰπεῖν καὶ ὁμολογῆσαι τὸ ὄνομά σου, ὅτι μεγάλη ἐστὶν ἡ δόξα σου.