Acta Philippi

Acta Philippi

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

(6) Καὶ ὡς ἦν ἐν τῇ οἰκίᾳ τοῦ Ἰρέου ὁ Φίλιππος, λαβόντες ξύλα οἱ ὄχλοι καὶ οἱ ἄρχοντες τῆς πόλεως παρεγένοντο μετὰ θυμοῦ καὶ ἔκραξαν λέγοντες· Δὸς ἡμῖν τὸν πλάνον, ἐξάγαγε τὸν μάγον, μὴ καὶ σὺ καὶ ὁ οἶκός σου καὶ τὰ τέκνα καὶ οἱ παῖδες καὶ ὁ μάγος μετὰ τῶν αὐτοῦ μαθητῶν πυρίκαυστοι γενήσεσθε· πᾶσα ἡ πόλις βοᾷ.

(7) Ὡς δὲ ἔγνω ὁ Φίλιππος ὅτι ταράσσειν μέλλουσι τὴν οἰκίαν ἕνεκεν αὐτοῦ, ἀνοίξας τὸν πυλῶνα ἐξῆλθεν ἅμα τοῖς σὺν αὐτῷ· συνεξῆλθεν δὲ καὶ ὁ Ἴρεος. καὶ πᾶς ὁ ὄχλος ἰδόντες τὸν Φίλιππον ἔκραξεν· Ἰδού, οὗτός ἐστιν ὁ μάγος ἀποκτείνωμεν αὐτόν. Προσέταξεν δὲ ὁ Ἴρεος ἱκανοὺς δούλους ἀκολουθεῖν τῷ Φιλίππω, ἵνα μὴ ἀδικήσωσιν αὐτὸν ἐν τῇ μωρίᾳ αὐτῶν. ἁρπάσαντες οὖν οἱ ὄχλοι τὸν Φίλιππον ἤγαγον εἰς τὸ βουλευτήριον, ἵνα μαστίξωσιν αὐτὸν· οἱ δὲ ὄχλοι ἔκραζον· Δήσατε τοῦ πλάνου τὰς χεῖρας καὶ τοὺς πόδας ἰσχυρῶς, καὶ οὕτως μαστίξατε.

(8) Θεασάμενος δὲ ὁ Ἴρεος τὴν ὀργὴν αὐτῶν ἀνέδραμεν ἐπὶ τοὺς ἀναβαθμοὺς τοῦ βουλευτηρίου, καὶ ἐβόησεν φωνῇ μεγάλῃ· Οὐ πλήξετε τὸν ἄνδρα ἄνευ αἰτίας· ταῦτα γὰρ ὁ Καῖσαρ ἀκούσει. Ὡς δὲ εἶδον οἱ ὄχλοι τὸν Ἴρεον οὕτως ἑστῶτα, ἠγανάκτησαν λέγοντες· Μὴ ἀκούσωμεν τοῦ Ἰρέου, ἀλλ᾽ ὅπερ τολμῶμεν ποιήσωμεν. Καὶ προσῆλθον τῷ Φιλίππῳ τοῦ μαστίζειν, ὁ δὲ Ἴρεος κατελθὼν ἀπέσπασεν ἀπ᾽ αὐτῶν τὸν Φίλιππον, καὶ κρατῶν αὐτὸν τῆς χειρὸς εἶπεν· Ἰδοὺ πάντες λέγετε ὅτι μάγος ἐστὶν οὗτος· ἐλέγξατε τὰς μαγείας αὐτοῦ. Εἶτα ἀνέκραξαν ὅτι Καινὸν καὶ ξένον ἄκουσμα ἤγαγεν ἡμῖν, Ἁγνοὶ λέγων μείνατε, καὶ ζήσεσθε, καὶ ἔσεσθε ὡς φωστῆρες ἐν οὐρανῷ· Καὶ τὸν ἐσταυρωμένον λέγει θεόν.

(9) Ἀκούσας δὲ ταῦτα ὁ Φίλιππος εἶπεν· Οἶδα ὅτι ἐὰν θελήσω οὐ μαστίζετέ με· τῇ γὰρ δυνάμει τοῦ ἐσταυρωμένου πατάξω ὑμᾶς πάντας τυφλώσει. Εἷς οὖν ἐξ αὐτῶν ὀνόματι Ἀρίσταρχος, υἱὸς Πληγενοῦς, μέγας ὢν ἐν τοῖς Ἰουδαίοις, ἐνώπιον πάντων λέγει τῷ Φιλίππῳ· Μὴ σπεῦδε ἡμᾶς ὦ Φίλιππε τυφλῶσαι· οἶδα γὰρ ὅτι δύνασαι. ἀλλὰ συζητήσωμεν διὰ λόγων περὶ τοῦ Ἰησοῦ· πεῖθον ἡμῖν ὁ λόγος· καὶ

μὴ τῇ μαγείᾳ σου θέλε ἡμᾶς ἐκτυφλοῖν. καὶ γαρ ἐγὼ μέγας εἰμὶ ἐν τοῖς Ἰουδαίοις, καὶ ἐὰν ἐπιτρέψω, ἄρτι λιθάσωσί σε καὶ τοὺς μετὰ σέ.

(10) Καὶ ἤψατο τοῦ πώγωνος Φιλίππου ἕλκων αὐτόν· ὁ δὲ Φίλιππος οὐκ ἀλγήσας, ἀλλὰ διὰ τοὺς παρόντας πρᾴως ὀργισθείς, εἶπεν πρὸς αὐτόν· Ἰδοὺ λέγω σοι ὅτι ἡ χεὶρ αὕτη ξηρὰ καὶ τὰ ὦτά σου κωφὰ ἐν ἀλγήσει καὶ ὁ δεξιός σου ὀφθαλμὸς πηρός, ὅτι ἠπείλησας λιθοβολῆσαί με, καὶ ἐνύβρισας τὸν ἐσταυρωμένον, τὸν οὐρανοῦ καὶ γῆς ποιητήν.

(11) Καὶ ἦν ἰδεῖν ἐξαίφνης παράδοξον θαῦμα εἰς αὐτόν· εὐθέως γὰρ ὁ μὲν ὀφθαλμὸς αὐτοῦ ἐκοιλάνθη ὡς οὐκ ὤν, τὰ δὲ ὦτα αὐτοῦ ἤλγουν οὐ μικρῶς, καὶ ἡ δεξιὰ αὐτοῦ χεὶρ ἐκρέματο ξηρὰ ὧδε κἀκεῖσε περιφερομένη· καὶ ἐβόα λέγων· Ἐλέησόν με δοῦλε τοῦ ἐσταυρωμένου θεοῦ Φίλιππε· διὰ τοῦτο γὰρ καὶ προεῖπον ὅτι εἴ τι θέλεις δύνασαι ποιῆσαι. Παρεκάλει δὲ καὶ τοὺς σὺν αὐτῷ Ἰουδαίους ὅπως ἀξιώσωσι τὸν Φίλιππον ἵνα σπλαγχνισθεὶς ἰάσηται αὐτόν.

(12) Ἐπῆραν δὲ φωνὴν πάντες λέγοντες· Θεὸν ἔχεις ξένε ἰσχυρόν· θεράπευσον τὸν πρῶτον τοῦ ἔθνους ἡμῶν, ὅτι ἀληθῶς ἄνθρωποι ὄντες θεῷ μάχεσθαι οὐ δυνάμεθα.

(13) Σπλαγχνισθεὶς οὖν ὁ Φίλιππος προέτρεψεν τῷ Ἰρέῳ λέγων· Πρόσελθε καὶ ἐπίθες τὴν δεξιάν σου χεῖρα ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ σήμανον αὐτῷ τὸν σταυρὸν τοῦ Χριστοῦ, καὶ ἰαθήσεται. Ὁ δὲ Ἴρεος προσελθὼν αὐτῷ εἶπεν· Ἐν τῷ ὀνόματι τοῦ σταυρωθέντος Ἰησοῦ Χριστοῦ γενοῦ ὑγιής. Καὶ εὐθέως ἰαθεὶς ἔκθαμβος ἐγένετο, καὶ δραμὼν ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ λέγων· Οἶδα Φίλιππε ὅτι ὅσα θέλεις δύνασαι· τοῦτο γὰρ καὶ προεῖπόν σοι· πλὴν οὖν διὰ τὴν ἀπιστίαν ἐμοῦ καὶ τοῦ συμπαρόντος πλήθους ἀνάσχου μοι τὸν λόγον, ὅτι ἀκριβῶς θέλω συζητῆσαι ἐκ τῶν γραφῶν τὰ περὶ τοῦ Ἰησοῦ, διὰ τί αὐτὸν ὑμεῖς θεὸν καλεῖτε. ἀλλα᾽ ὁρκίζω σε μὴ πάλιν ἐμβριμησάμενος ἐπιθήσῃς μοι ὀδύνας. Καὶ ὄχλοι εἶπον· Ἀξιοῦμέν σε Φίλιππε, μὴ ὀργισθῇς ἐλεγχόμενος, μηδὲ πάλιν δειλιάσῃς περὶ τὴν διδασκαλίαν σου· ἀκούσαντες

γὰρ ἡμεῖς τὰ παρ᾽ ἀμφοτέρων κριταὶ ἀληθείας ἐσόμεθα, καὶ ἐὰν νικήσῃς, πάντες πιστεύσομεν τῷ διὰ σοῦ κηρυττομένῳ Χριστῷ.