Acta Philippi
Acta Philippi
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
(5) Ὃ δὲ ταχέως ἐπορεύθη εἰς τὰς ἀποθήκας, καὶ ἐζήτει τὸν ξένον, καὶ εὑρὼν τὸν Φίλιππον καθήμενον εἶπεν· Σὺ εἶ ὁ ξένος ὁ ἐπιδημήσας τῇ πόλει ταύτῃ ἰατρός; Ἀποκριθεὶς δὲ ὁ Φίλιππος εἶπεν· Ἰησοῦς ἐστιν ὁ ἐμὸς ἰατρός, ὁ τῶν κρυπτῶν καὶ φανερῶν θεραπευτής· ἀπέρχομαι οὖν μετὰ σοῦ. Καὶ ἀναστὰς ὁ Φίλιππος εἰσῆλθεν εἰς τὴν οἰκίαν αὐτοῦ, καὶ εὗρεν τὴν θυγατέρα αὐτοῦ κλαίουσαν πικρῶς.
(6) Καί φησιν ὁ πατὴρ αὐτῆς· Τί κλαίεις τέκνον; ἰδοὺ ἤγαγον τὸν ἰατρόν. Ἣ δὲ εἶπεν· Καλῶς ὦ πάτερ ὅτι σήμερον ἀνέπαυσας τὴν ψυχήν μου. Ὁ δὲ ἀπόστολος εἶπεν αὐτῇ· Μὴ φοβοῦ κόρη· τὰ φάρμακα τοῦ ἐμοῦ ἰατροῦ ἄρτι ἴασίν σοι παρέξουσιν. Καὶ ὡς ἤκουσεν ἡ κόρη, ἔπεσεν ἐπὶ πρόσωπον, καὶ προσεκύνησεν αὐτῷ λέγουσα· Προσκυνῶ τὸν ἐν σοὶ ἰατρόν. ἰδοὺ ῥαίνω μου τὴν οἰκίαν ὕδατι καθαρῷ εἰς ἐπίβασιν τοῦ σοῦ ἰατροῦ, καὶ ἐκδυσαμένη μου τὰ βύσσινα ὑποστρώσω αὐτὰ ὑπὸ τοὺς πόδας αὐτοῦ. ἄνθρωπε τοῦ ἀληθινοῦ θεοῦ βοήθησόν μοι· οἶδα γὰρ ὅτι δύνασαι. Καὶ λέγει τῷ πατρὶ αὐτῆς· Εἰσαγάγωμεν αὐτὸν ἐνδοτέρω, ἵνα ἴδῃ ὁ τοῦ θεοῦ ἄνθρωπος τὴν πληγὴν τὴν οὖσαν ἐν ὅλῳ τῷ προσώπῳ μου.
(7) Ὁ δὲ Φίλιππος ἰδὼν παρεμυθεῖτο αὐτήν τε καὶ τὸν πατέρα αὐτῆς, διδάσκων αὐτοὺς καὶ παραδιδοὺς τὰ περὶ τοῦ Ἰησοῦ, ὅτι Αὐτός ἐστι μόνος μονογενὴς ὁ τοῦ ἐπουρανίου
θεοῦ υἱός, ὅνπερ ἐὰν πιστεύσητε, ὅλους τους αἰῶνας ζήσεσθε. Καὶ λέγει Χαριτίνη τῷ ἀποστόλῳ· Παρακαλῶ οὖν σε δοῦλε τοῦ θεοῦ, θεράπευσόν μου τὴν ὀδύνην, καὶ τελεία ἔσομαί σοι δούλη. Λέγει αὐτῇ ὁ Φίλιππος· Ἀνάστα καὶ ἔνεγκαι τὴν δεξιάν σου χεῖρα διὰ τοῦ προσώπου σου λέγουσα· Ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἰαθήτω ἡ πληγὴ τοῦ ὀφθαλμοῦ μου. Ἐποίησεν δὲ καθὼς εἶπεν αὐτῇ, καὶ παραχρῆμα ἰάθη ἐν αὐτῇ τῇ ὥρᾳ.(8) Ἐπίστευσεν δὲ καὶ ὁ πατὴρ αὐτῆς καὶ ἡ θυγάτηρ αὐτοῦ, καὶ κατηξιώθησαν τῆς ἐν Χριστῷ σφραγῖδος. ἐγένετο δὲ χαρὰ μεγάλη ἐν τῷ οἴκῳ αὐτῶν· καὶ πολλοὶ δοῦλοι πολλαί τε παιδίσκαι καὶ παῖδες καὶ νήπια ἐπίστευσαν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ἡ δὲ Χαριτίνη σχῆμα καὶ ἔνδυμα ποιήσασα ἀρρενικὸν ἠκολούθει τῷ Φιλίππῳ ἐν πίστει Χριστοῦ δοξάζουσα τὸν θεόν.
(1) Φίλιππος δὲ ὁ τοῦ Χριστοῦ ἀπόστολος πρὸ ὀφθαλμῶν θέμενος ἀνελθεῖν καὶ εἰς Νικάτηρα πόλιν οὕτω λεγομένην τῆς Ἑλλάδος, ἠκολούθησαν αὐτῷ πολλοὶ μαθηταί, καὶ ἦσαν ἀγαλλιώμενοι. βαδίζοντες οὖν σὺν αὐτῷ ἐθεώρουν τὴν χάριν τῆς ἀποκαλύψεως τοῦ Χριστοῦ· ἐν οἷς ἦν ὁ Φίλιππος ἡμέρας καὶ νυκτὸς μὴ διαλιμπάνων ὁμιλῶν μετ᾽ αὐτῶν καὶ διδάσκων αὐτοὺς τὰ μεγαλεῖα τοῦ Χριστοῦ καὶ τὴν σωτηρίαν καὶ τὴν πρᾳότητα καὶ τὴν ἐλπίδα τῆς αἰωνίου ζωῆς.
(2) Καὶ ἐν τῷ τὸν Φίλιππον ἀνιέναι ἐν τῇ πόλει σὺν τοῖς μετ᾽ αὐτοῦ, ἐκινήθη ἡ πόλις ὅλη, ὅτι ἦλθεν Φίλιππος ὁ μαθητὴς τοῦ Ἰησοῦ, καὶ ἐταράχθησαν λέγοντες· Τί ποιοῦμεν περὶ αὐτοῦ; ὅτι ἐὰν συγχωρήσωμεν αὐτῷ πᾶσα ἡ πόλις αὐτῷ ἀκολουθήσει· καὶ οὐ μικρὸν πρᾶγμα ἐὰν οὗτος ὧδε οἰκήσῃ, ὅτι ἠκούσαμεν αὐτὸν πολλὰ πεποιηκέναι σημεῖα εἰς τὰς ἄλλας πόλεις, καὶ οὐδεὶς ἠδυνήθη κακῶσαι αὐτόν. ἡ δὲ διδασκαλία αὐτοῦ ἐστι διαχωρίζουσα ἄνδρας καὶ γυναῖκας, λέγων ὅτι Ἡ
ἁγνεία φησὶν ὁμιλεῖ τῷ θεῷ. Καὶ διδάσκει πιστεύειν εἰς ὄνομά τινος Ἰησοῦ. νῦν οὖν, ἐπειδὴ οὔπω εὗρεν ἐν τῇ πόλει ἡμῶν οἴκησιν, ἐκβάλλωμεν αὐτὸν πρὶν κηρύξει, καὶ τὰς γυναῖκας ἡμῶν ὑπ᾽ αὐτοῦ ἀπατηθῆναι.(3) Ἦσαν δὲ καὶ Ἰουδαῖοι λέγοντες σκληρὰ ῥήματα κατὰ Φιλίππου, ὅτι ἦν παραλύων τὰς παραδόσεις αὐτῶν. ἀποκριθεὶς δὲ εἷς ἐξ αὐτῶν ἄρχων ὀνόματι Ἴρεος ἔφη· Ἀκούσατέ μού φησιν ὦ ἄνδρες φίλοι καὶ συμπολῖται· μὴ ἐπαναστῶμεν ἀνδρὶ ξένῳ ἐπ᾽ ἀδικίᾳ καὶ βίᾳ· ἀλλὰ ἀκούσωμεν καὶ δοκιμάσωμεν τὴν διδασκαλίαν αὐτοῦ, καὶ τότε τελέσωμεν τὰ λαλούμενα.
(4) Ἦν δὲ ὁ Ἴρεος πλούσιος ἐν αὐτοῖς· ἠρέμα δὲ βουλόμενος διασκορπίσαι τὴν βουλὴν αὐτῶν ταῦτα ἔλεγεν· ἦν γὰρ συνετὸς καὶ ἀγαθὸς καὶ μισῶν ἄδικα· διὸ οὐδεὶς ἐτόλμησεν ἀντ ειπεῖν αὐτῷ. ἀναχωρήσας δὲ ὁ Ἴρεος ἀπὸ τῆς συστροφῆς αὐτῶν ἀπῆλθεν πρὸς τὸν Φίλιππον, καὶ δέδωκεν αὐτὸν τὸ χαῖρε πρῶτος. καὶ ὁ Φίλιππος εἶπεν αὐτῷ· Κεχαριτωμένος σὺ ἐν εἰρήνῃ Χριστοῦ, ὅτι οὐκ ἔστι δόλος ἐν τῇ ψυχῇ σου. Καὶ εἶπεν ὁ Ἴρεος· Ἀκολουθήσω σοι, καὶ τί ἄρα ἔσται μοι; Καὶ ὁ Φίλιππος· Ὅτι ὅλως ἔθου ἐν τῇ καρδίᾳ σου ζητῆσαι τὴν ὄντως ζωήν, λέγω σοι· σωθήσῃ σὺ καὶ ἡ οἰκία σου καὶ πάντες οἱ σὺν σοί· καὶ καθὼς ἠγωνίσω σὺ ὑπὲρ ἐμοῦ ἐν τῷ ὄχλῳ, ὁ κύριος Ἰησοῦς δώσει σοι ἀνάπαυσιν ἐν τῇ ἐσχάτῃ σου πνοῇ.
(5) Λέγει ὁ Ἴρεος· Πῶς οἶδας ὅτι ὑπὲρ σοῦ ἠγωνισάμην; Καὶ λέγει ὁ Φίλιππος· Οἶδα τέκνον, οἶδα τὰ παρ᾽ ἑκάστου εἰρημένα. Λέγει ὁ Ἴρεος· Γίνωσκε ἄνθρωπε τοῦ θεοῦ ὅτι ἦλθον εἰς συνάντησίν σου οὐκ ἔχων δόλον· μὴ οὖν ἀμελήσῃς μου, ὅτι ἡτοίμακα τὴν ψυχήν μου εἰς σωτηρίαν. Καὶ ὁ Φίλιππός φησι· Ὁ κύριος τελειώσει τὴν ἐπιθυμίαν σου· μόνον μὴ διστάσῃς πρὸς τὸν καταρτισμὸν οὗ ἕνεκεν πρὸς ἡμᾶς παρεγένου. Λέγει ὁ Ἴρεος· Ἐγὼ οὐκ ἐπιστρέφομαι πρὸς τὰ ὀπίσω ἐν ᾧ τὴν ἐλπίδα ἔχω. Λέγει ὁ Φίλιππος· Θέλημά ἐστι τοῦ θεοῦ δι᾽ ὃν καὶ ἦλθον ἵνα μὴ ἐκπέσωσιν οἱ πιστεύσαντες, ἀλλὰ ζήσωσιν ἐν τῷ Χριστῷ, καὶ λάβωσι τὰς ἐπαγγελίας τὰς ὑπ᾽ αὐτοῦ τεταγμένας εἰς σωτηρίαν.
(6) Λέγει οὖν ὁ Ἱρεὺς πρὸς τὸν Φίλιππον· Δοῦλε τοῦ θεοῦ, εἰ εὗρον χάριν ἐνώπιόν σου, εἴσελθε εἰς τὴν οἰκίαν μου, εἰ ἄξιός εἰμι, κἀγὼ ποιήσω αὐτὴν συναγωγὴν χριστιανῶν. Εἶπεν δὲ ὁ Φίλιππος αὐτῷ· Ἄπελθε πρῶτον εἰς τὴν οἰκίαν σου, καὶ καθάρισον αὐτήν. Ὃ δὲ Καὶ πῶς φησι κύριε καθαρίσω αὐτήν; Λέγει ὁ Φίλιππος· Μηδεμίαν ἀδικίαν ἐάσῃς, καὶ τῇ γυναικί σου ἀπόταξαι. Ἀκούσας δὲ ὁ Ἴρεος ἔδραμεν, καὶ ἦν θαυμάζων ὁ Φίλιππος. καὶ ὁ Ἴρεος ἔλεγεν πρὸς ἑαυτὸν ἐν τῇ καρδίᾳ αὐτοῦ· Γένοιτό μοι Ἰησοῦ κύριε καὶ ἕως θανάτου ὑπὲρ τοῦ σοῦ ἀποστόλου ἀγωνίσασθαι.
(7) Ὡς δὲ εἰσῆλθεν εἰς τὴν ἑαυτοῦ οἰκίαν, λέγει αὐτῷ ἡ γυνὴ αὐτοῦ· Ἤκουσα ἄνερ καλὲ ὅτι ἐσκόρπισας τὴν βουλὴν τῶν ἱερέων καὶ Ἰουδαίων περί τινος ξένου μάγου ὀνόματι Φιλίππου. Ὃ δὲ εἶπεν αὐτῇ· Εἴθε γύναι ἄξιοι ὑπήρχομεν τοῦ ποιῆσαι τὴν οἰκίαν ἡμῶν τοῦ θεοῦ αὐτοῦ κατοικητήριον. Λέγει αὐτῷ· Οὐ θέλω αὐτὸν εἰσελθεῖν εἰς τὴν οἰκίαν μου, ὅτι ὡς ἔμαθον χωρίζει ἄνδρας καὶ γυναῖκας· ἀπελεύσομαι δὲ εἰς τὴν οἰκίαν τῶν γονέων μου, καὶ οὐκ ἀφήσω τὴν προῖκά μου εἰς τὴν οἰκίαν σου. ἀποσπάσω δὲ καὶ τοὺς δούλους μου οὓς προήγαγόν σοι, καὶ τὰς ἅβρας μου, σὺν πᾶσι τοῖς τέκνοις αὐτῶν. ἰδοὺ χρόνους εἴκοσι τέσσαρας συνέζησά σοι καὶ οὐκ ἀντεῖπόν σοι μικρὸν ἢ μέγα ῥῆμα. τί δὲ καὶ τὰ τέκνα σου ποιήσεις ἐὰν εἰσάγῃς τὸν μάγον ἐκεῖνον ὧδε; πάντως γὰρ καὶ θόρυβος πολὺς ἔσται τῆς πόλεως ἐν τῇ οἰκίᾳ σου.
(8) Λέγει αὐτῇ ὁ Ἴρεος ἐν πρᾳότητι· Τί λυπῆσαι; μακροθύμησον μᾶλλον. πιστεύω γὰρ ὅτι καὶ σὺ αὐτὴ πιστεύσεις τῷ διὰ τοῦ ξένου κηρυττομένῳ θεῷ, ὅτι αὐτὸς κρείττων ἡμῖν ἐστιν ὑπὲρ τὸν μάταιον ἡμῖν πλοῦτον. Λέγει αὐτῷ ἡ γυνὴ αὐτοῦ· Ἀνάστηθι, φάγε καὶ πίε, καὶ γενοῦ εὐφραινόμενος· ἐμὲ γὰρ οὐ δύνασαι ἀπατῆσαι. Λέγει αὐτῇ· Καὶ ποῖον δίκαιον φαγεῖν με ἢ πιεῖν τοῦ ἀνθρώπου τοῦ θεοῦ πεινῶντος ἐν τῇ ἡμετέρᾳ πόλει; ὅνπερ ἐὰν ἴδῃς, πιστεύεις ὅτι ἅγιός ἐστι. κατάστειλον οὖν σεαυτὴν ἐκ τῆς ματαίας ἀπονοίας καὶ ἀπιστίας σου, ἵνα κἀγὼ ἀπαγγείλω σοι μέρος τι τῆς ἐν αὐτῷ ἐπιστήμης. γνῶθι οὖν ὦ γύναι ὅτι ἄνθρωπος
θεοῦ ἐστι, καὶ ὅτι χάρις πολλὴ ἐν προσώπῳ αὐτοῦ, πρᾳότης δὲ καὶ ἁπλότης ἐν αὐτῷ.(9) Λέγει αὐτῷ ἡ γυνή· Ἆρα ὁ θεὸς αὐτοῦ ὡς οἱ θεοὶ τῆς πόλεως ἡμῶν εἰσι, χρυσοῖ καὶ ἠσφαλισμένοι ἐν τῷ ναῷ; Ὃ δέ φησι· Οὐχ οὕτως· ὁ γὰρ θεὸς αὐτοῦ θεός ἐστι ζῶν ἐν οὐρανοῖς, δυνατός, ὑπερηφάνοις θραύων· οἱ δὲ θεοὶ τῆς πόλεως ἡμῶν τέχνη ἀσεβῶν μελετήματα. Λέγει αὐτῷ ἡ γυνὴ αὐτοῦ· Καὶ ἄγαγε αὐτόν, ἵνα ἴδω κἀγὼ τὸν ἐν αὐτῷ θεόν.
(10) Καὶ ἐξῆλθεν ὁ Ἴρεος τῆς οἰκίας συναντῆσαι τῷ Φιλίππῳ, καὶ λέγει αὐτῷ· Δέομαι, ἀνάστα καὶ εἴσελθε εἰς τὴν οἰκίαν μου, καὶ ἀνάπαυσον σεαυτὸν ἐν εἰρήνῃ. Προφθάσας δὲ ὁ Φίλιππος ἀνήγγειλεν αὐτῷ πάντα ὅσα ἐστασίασεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· ὁ δὲ Ἴρεος ἐξεπλάγη πῶς πάντα ἔγνω. καὶ λέγει ὁ Φίλιππος· Γίνωσκε τέκνον ὅτι, εἰ καὶ ἐλάχιστός εἰμι καὶ ταπεινός, ἀγῶνα ἔχω ὅπως τελειώσω τὴν ἐμπιστευθεῖσάν μοι οἰκονομίαν. εἰ δὲ θέλεις, ἀναγγέλλω σοι καὶ τὰ λαληθέντα ῥήματα πάντα ἐν τῇ οἰκίᾳ σου. Ὁ δὲ Ἴρεος παρεκάλεσεν αὐτὸν σιωπῆσαι τὸν ἔλεγχον τῆς γυναικὸς αὐτοῦ.
(11) Οἱ δὲ συνόντες τῷ Φιλίππῳ λέγουσιν αὐτῷ· Ἀπόστολε Χριστοῦ, ἕως πότε ἐσόμεθα ὡς αἰχμάλωτοι ἐνταῦθα; ἐπεὶ οὖν ἡτοίμασεν ἡμῖν Ἰησοῦς Χριστὸς τὸν ἄνδρα τοῦτον, ἀπέλθωμεν μετ' αὐτοῦ ἐν εἰρήνῃ. Ὁ δὲ Ἴρεος ἠγαλλιάσατο ὅτε ἤκουσεν ταῦτα παρὰ τῶν μαθητῶν αὐτοῦ, καὶ πεσὼν ἐπὶ πρόσωπον παρεκάλει τῷ Φιλίππῳ καταλῦσαι ἐν τῇ οἰκίᾳ αὐτοῦ. καὶ ἀναστάς ἠκολούθησεν αὐτόν, ὁ δὲ Ἴρεος ἐβάδιζεν ἔμπροσθεν χαίρων.
(12) Ἰδόντες δὲ τοῦτο οἱ ἄρχοντες καὶ τὸ πλῆθος ἐταράχθησαν ἅπαντες, καὶ ἔλεγον· Ἴδε πῶς ὁ μάγος ἀκολουθεῖ τῷ Ἰρέῳ· ἀλλὰ μὴ συγχωρήσωμεν. Καὶ ὡς ἔφθασεν ὁ Ἴρεος πρὸς τὸν πυλῶνα τῆς οἰκίας ἐβόησεν· Ἀνοίξατε τῷ ἀνθρώπῳ τοῦ θεοῦ. Καὶ ὁ θυρωρὸς ταχέως ἤνοιξεν, καὶ εἰσελθὼν ὁ Φίλιππος σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν· Εἰρήνη τῷ οἴκῳ τούτῳ. Ἔδραμεν δὲ ὁ Ἴρεος ὅπου ἡ γυνὴ αὐτοῦ ἦν ἐν τῷ κοιτῶνι αὐτῆς, καὶ εἶπεν αὐτῇ· Ἀνάστα, ἴδε τὴν χαρὰν ἡμῶν τῆν εἰσελθοῦσαν ἐν τῇ οἰκίᾳ ἡμῶν σήμερον· ἔκδυσαι δὲ ταῦτα τὰ ἱμάτια τὰ διάχρυσα, καὶ βάλε τὰ κοσμοῦντά σε
εἰς ἀφθαρσίαν. Ἣ δὲ μετὰ θυμοῦ εἶπεν αὐτῷ· Ἀπόστα ἀπ᾽ ἐμοῦ· οὐδὲ γὰρ οἱ ἐκ τῆς οἰκίας μου εἶδόν ποτε τὸ πρόσωπόν μου ἁπλῶς· καὶ πῶς ξένῳ ἀνθρώπῳ ὀφθήσομαι;(13) Καὶ ὡς οὐκ ἐβούλετο ἐξελθεῖν, ἐκέλευσεν ὁ Ἴρεος τοῖς ἑαυτοῦ δούλοις βαστάσαι καθέδρας ποικίλας καὶ κεκοσμημένας ἐκ χρυσοῦ, καὶ θεῖναι πρὸ τοῦ πυλῶνος, ὅπως ὁ Φίλιππος καθίσῃ καὶ οἱ σὺν αὐτῷ. ὡς δὲ εἶδεν ὁ Φίλιππος, εἶπεν τοῖς οἰκέταις· Ἄρατε αὐτάς, οὐ γὰρ ἐπ᾽ αὐταῖς καθίσομεν. Καὶ ὁ Ἴρεος Μή μέ φησι διδάσκαλε λύπει. Καὶ ὁ Φίλιππος Ἐγώ φησιν οὐ λυπῶ οὐδένα, ἀλλὰ πάντας ἀναπαύω· περὶ χρυσοῦ δὲ καὶ ἀργύρου ὅλως οὐκ ἔστι μοι χρεία, ὅτι ταῦτα μάταια, καὶ πυρὶ ἀναλωθήσονται. καὶ τί ὄφελος ἀνθρώπῳ ὅτι κοσμεῖ ἑαυτὸν ἱματισμῷ καὶ χρυσῷ, τῆς ψυχῆς αὐτοῦ μελλούσης ἐν πυρὶ χειμάζεσθαι; ἢ τί ὄφελος ὡραιότης; ὅτι φθείρεται κάλλος καὶ ὁ ἐν τῷ κόσμῳ πλοῦτος οὐχ ὑπάρξει.
(14) Εἶπεν δὲ ὁ Ἴρεος· Ἆρα ζήσομαι; ὅτι ἐν ὀδύνῃ καρδίας εἰμὶ ἐφ᾽ οἷς πρότερον ἥμαρτον. Λέγει ὁ Φίλιππος· Μὴ φοβηθῇς, μηδὲ διψυχήσῃς· δύναται γὰρ ὁ Ἰησοῦς, ἐὰν καὶ σὺ μετανοήσῃς ἐκ ψυχῆς, ἀφιέναι σου τὰς ἁμαρτίας ἅσπερ ἐν ἀγνοίᾳ ἐποίησας. τί δὲ καὶ ἡ γυνή σου ἡ φοροῦσι νῦν τὰ διάχρυσα καὶ ὑπὸ κοιτῶνος οὖσα; οὐχὶ εἶπέν σοι ὅτι Ἀπόστα ἀπ᾽ ἐμοῦ, ὅτι οὐκ ἐξελεύσομαι εἰς πρόσωπον ἀνθρώπου ξένου; Ὡς δὲ ἤκουσεν ταῦτα ὁ Ἴρεος, ἀνέστη μετὰ σπουδῆς, καὶ ἦλθε πρὸς τὴν ἑαυτοῦ γυναῖκα λέγων· Ἕως πότε ἡ τοσαύτη περὶ σέ ἐστι λήθη; ἀνάστα καὶ θέασαι ἀληθῶς θεοῦ ἄνθρωπον, ὅτι τοὺς λόγους οὓς εἰς ἑαυτοὺς ἐλαλήσαμεν καὶ πάντα τὰ ἐν κρυπτῷ ἀνήγγειλέν μοι. Λέγει αὐτῷ ἡ γυνὴ αὐτοῦ· Καὶ μέγα ὅτι ἀνήγγειλέν σοι τὰ ῥήματά μου; ὕπαγε, μή με ἀπάτα· τὰ δὲ περὶ σεαυτοῦ ποίει ὡς θέλεις. Καὶ πάλιν φησὶ πρὸς αὐτόν· Τί οὖν ποιήσομεν τοὺς υἱοὺς ἡμῶν ἢ τὰς θυγατέρας ἡμῶν ἢ τοὺς δούλους, καὶ περὶ τῶν ὑπαρχόντων ἡμῶν, εἰ ὅλως εἴπῃ ἡμῖν ὁ ξένος ὅτι Ἐὰν μὴ καταλείψητε τὸν πλοῦτον, οὐ δύνασθε σωθῆναι; Τί ποιήσομεν καὶ ὅτι τοὺς δύο υἱοὺς ἡμῶν ἐμνηστευσάμεθα κατὰ τὴν ἡμετέραν ὁμοιότητα; καὶ ἐὰν μαθητεύσωμεν τῷ ξένῳ, τί ἔσται;
(15) Καὶ ὡς ταῦτα ἔλεγον, Ἀρτεμήλα ἡ θυγάτηρ αὐτῶν ἀκούσασα ταῦτα εἶπεν· Ὦ μῆτερ, τί ταῦτα λέγεις; εἰ
γάρ τίς ἐστι ζωὴ εἰς ἣν εἰσελεύσῃ σὺ καὶ ὁ πατήρ μου, δῆλον ὅτι κἀγὼ αὐτης βούλομαι μετασχεῖν. Ἦν δὲ ἡ Ἀρτεμήλα σφόδρα ὡραία. Καὶ λέγει αὐτῇ ἡ μήτηρ αὐτῆς Νερκέλα· Ἀνάστα ὦ θύγατερ καὶ ἔκδυσαι τοῦτο τὸ πολύχρυσον ἔνδυμα ὃ φορεῖς. Ἣ δὲ εἶπεν· Τὸ θέλημα τοῦ θεοῦ τοῦ ξένου ἔσται ἐν παντί. Λέγει πάλιν ὁ Ἴρεος τῇ γυναικὶ αὐτοῦ Νερκέλᾳ· Ἐξέλθωμεν πρὸς αὐτόν· ἐὰν γὰρ ἴδῃς αὐτόν, πᾶσα ἡ οἰκία ἡμῶν πιστεύει εἰς αὐτόν.(16) Καὶ εὐθὺς ἀνέστη, καὶ ἐξεδύσατο τὰ ἱμάτια τὰ διάχρυσα, καὶ ἐνεδύσατο ἔνδυμα ταπεινὸν αὐτή τε καὶ ἡ θυγάτηρ αὐτῆς, καὶ ἐξῆλθον ἐκ τοῦ κοιτῶνος. ὁ δὲ Ἴρεος προεπορεύετο ἀγαλλιῶν· ἦν δὲ ἡ καταστολὴ αὐτῶν εὐπρεπὴς καὶ οὐδὲν ἦν ἀκατακάλυπτον τοῦ σώματος αὐτῶν, εἰ μὴ τάχα μόνον οἱ ὀφθαλμοί. καὶ λέγει ὁ Ἴρεος· Δεῦτε, μὴ διστάσητε. Ὡς οὖν ἦλθον πρὸς τὸν ἀπόστολον τοῦ Χριστοῦ Φίλιππον, καὶ εἶδον αὐτὸν ὡς μέγα τι φῶς, καὶ τοὺς μαθητὰς κύκλῳ αὐτοῦ, οὐκ ἴσχυσαν ἐγγίσαι αὐτῳ· καὶ ὁ Ἴρεος δὲ ἐφοβήθη τὸν Φίλιππον, πῶς οὕτως μετεμόρφωσεν ἑαυτόν. καὶ πεσόντες ἐπί πρόσωπον ἔκλαιον λέγοντες· Ἵλεως ἡμῖν γενοῦ. Καὶ ἐσαλεύθη πᾶσα ἡ οἰκἰα διὰ τὸν φόβον τὸν ἐπελθόντα ἐπ᾽αὐτούς.