Acta Philippi

Acta Philippi

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

(20) Καὶ εἰπὼν ταῦτα ὁ Φίλιππος διεπέτασεν τὴν δεξιὰν αὐτοῦ χεῖρα σκεπάσας δι᾽ ἀέρος ἐπάνω τῶν πεντακοσίων ἀνδρῶν ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ. καὶ ἀνεῴχθησαν αὐτῶν

οἱ ὀφθαλμοί, καὶ ὕμνησαν τὸν θεὸν πάντες ἐν ἐνὶ στὀματι λέγοντες· Εὐλογοῦμέν σε Χριστὲ Ἰησοῦ τὸν θεὸν τοῦ Φιλίππου ὅτι ἐδίωξας ἀφ᾽ ἡμῶν τὴν πήρωσιν καὶ ἔδωκας ἡμῖν τὸ σὸν φῶς τὸ εὐαγγέλιον. Ὁ δὲ Φίλιππος κατ᾽ ὀλίγον ἦν ἀγαλλιώμενος τοῖς ῥήμασιν αὐτῶν, ὅτι οὕτως ἐστηρίζοντο τῇ πίστει. μετὰ δὲ ταῦτα στραφεὶς ὁ Φίλιππος πρὸς τὸν ἀρχιερέα εἶπεν· Ὁμολόγησον καὶ σὺ ἐν καθαρᾷ καρδίᾳ ὅτι κύριος Ἰησοῦς ἐστιν, ἵνα σωθῇς ὡς οὗτοι οἱ μετὰ σοῦ. Ὁ δὲ ἀρχιερεὺς ἦν καταγελῶν τοῦ Φιλίππου καὶ ἐπιμένων τῇ ἀπιστίᾳ.

(21) Ἰδὼν οὖν ὁ Φίλιππος ὅτι ἐπιμένει τῇ ἀπιστίᾳ βλέψας εἰς αὐτὸν λέγει τῇ γῆ· Ἄνοιξόν σου τὸ στόμα καὶ κατάπιε αὐτὸν μέχρι τοῦ τραχήλου αὐτοῦ ἐνώπιον τῶν πιστευσάντων εἰς τὸν Χριστὸν Ἰησοῦν. Καὶ ἐν αὐτῇ τῇ ὥρᾳ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς ἐδέξατο αὐτὸν ἕως τραχήλου. ὡς δὲ οἱ ὄχλοι ἦσαν ὁμιλοῦντες ἀλλήλοις διὰ τὰ γεγονότα θαυμάσια,

(22) ἦλθέν τις πρῶτος τῆς πόλεως βοῶν καὶ λέγων· Ὦ μακάριε ἀπόστολε, τῷ υἱῷ μου δαίμων τις ἐπέστη, καὶ ἔκραζεν λέγων πρός με· Ἐπειδὴ ἀφῆκας ξένον ἄνθρωπον εἰσελθεῖν εἰς τὴν πόλιν ἡμῶν σὺ ὢν πρῶτος, ὃς κατέλυσεν τὰς λατρείας ἡμῶν καὶ τὰς θυσίας ἡμῶν, τί σοι ποιήσω εἰ μὴ τοῦτον ἀνελῶ τὸν μονογενῆ σου υἱόν; Καὶ μετὰ τὸ εἰπεῖν αὐτὸν ταῦτα ἀπέπνιξεν τὸν υἱόν μου. νῦν οὖν, παρακαλῶ σε ἀπόστολε τοῦ Χριστοῦ, μὴ ἐάσῃς τὴν χαράν μου στραφῆναι εἰς πένθος, ὅτι κἀγὼ ἐπίστευσα τοῖς σοῖς λόγοις.

(23) Ἀκούσας δὲ ὁ ἀπόστολος ταῦτα εἶπεν· Θαυμάζω τὴν ἐνέργειαν τῶν δαιμόνων, ὅτι ἐνεργεῖ ἐν παντὶ τόπῳ, τολμᾷ δὲ εἰς οὓς οὐκ ἔχει δύναμιν ἐπιβαίνειν, ὡς νῦν ἐπείρασαν

ὑμᾶς θέλοντες σκανδαλίσαι. Καὶ λέγει τῷ ἀνθρώπῳ· Ἔνεγκέ μοι τὸν υἱόν σου, κἀγὼ αὐτὸν δώσω σοι ζῶντα διὰ τὸν Χριστόν μου. Καὶ ἔδραμεν χαίρων τοῦ ἐνέγκαι τὸν υἱὸν αὐτοῦ. καὶ ὡς ἤγγισεν τῇ οἰκίᾳ αὐτοῦ, ἔκραξεν λέγων· Υἱέ μου βλέπεις; ἦλθον ἐπὶ σέ, ἀπενέγκαι σε πρὸς τὸν ἀπόστολον, ὅστις σε ζῶντα παρέξει μοι. Καὶ ἐκέλευσεν τοῖς ἑαυτοῦ δούλοις βαστάξαι τὴν κλίνην· ἦν δὲ ὁ παῖς ἐτῶν κγ´ . ὅτε δὲ εἶδεν αὐτὸν ὁ Φίλιππος, συνεχύθη, καὶ στραφεὶς πρὸς τὸν ἀρχιερέα λέγει αὐτόν· Τοῦτο γέγονεν τῇ σῇ ἀφροσύνῃ· ἐὰν οὖν ἀναστήσω αὐτόν, πιστεύσεις λοιπόν; Ὃ δὲ λέγει· Οἶδα τὰς μαγείας ὑμῶν ὅτι ἀναστήσεις αὐτόν· ἐγὼ δὲ οὐ πιστεύσω σοι. Ὀργισθεὶς δὲ ὁ Φίλιππος εἶπεν· Κατάθεμα· ἄπελθε λοιπὸν κάτω ὅλος εἰς τὴν ἄβυσσον ἐνώπιον τούτων ἀπάντων. Καὶ ἐν αὐτῇ τῇ ὥρᾳ κατῆλθεν εἰς τὸν ᾅδην ζῶν· πλὴν τὸ ἀρχιερατικὸν ἔνδυμα ἐξεπετάσθη ἀπ᾽ αὐτοῦ, καὶ διὰ τοῦτο ἀπὸ τῆς ἡμέρας ἐκείνης οὐδεὶς ἔγνω τί ἐγένετο τὸ ἔνδυμα τὸ ἱερατικόν. καὶ ἐπιστραφεὶς ὁ ἀπόστολος ἐπηύξατο τῷ παιδί, καὶ ἀπελάσας ἀπ᾽ αὐτοῦ τὸν δαίμονα ἀνέστησεν αὐτὸν καὶ παρέστησεν αὐτὸν τῷ πατρὶ ζῶντα.