Acta Philippi

Acta Philippi

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

(39) Καὶ ταῦτα εἰπὼν ὁ Φίλιππος παρέδωκεν τὸ πνεῦμα, πάντων τῶν ὄχλων βλεπόντων εἰς αὐτὸν καὶ κλαιόντων καὶ λεγόντων· Ἐπληρώθη ἐν εἰρήνῃ ὁ βίος τούτου τοῦ πνεύματος. Καὶ ἔλεγον τὸ ἀμήν.

(40) Ὁ δὲ Βαρθολομαῖος καὶ ἡ Μαριάμνη καθεῖλαν τὸ σῶμα αὐτοῦ καὶ ἐποίησαν καθ᾽ ἃ ἐνετείλατο αὐτοῖς ὁ

Φίλιππος, καὶ ἔθαψαν αὐτὸν ἐν ἐκείνῳ τῷ τόπῳ. φωνὴ δὲ εὐθέως ἐκ τῶν οὐρανῶν ἐγένετο· Φίλιππος ὁ ἀπόστολος ἐστεφάνωται τὸν τῆς ἀφθαρσίας στέφανον ὑπὸ τοῦ ἀγωνοθέτου Ἰησοῦ Χριστοῦ. Καὶ πάντες ἔκραξαν τὸ ἀμήν.

(41) Μετὰ δὲ τὰς τρεῖς ἡμέρας ἐβλάστησεν τὸ φυτὸν τῆς ἀμπέλου ὅπου ἔσταξεν τὸ αἷμα τοῦ ἁγίου Φιλίππου. καὶ ἐποίησαν πάντα τὰ ἐντεταλμένα αὐτοῖς παρ᾽ αὐτοῦ, ἐπὶ ἡμέρας τεσσαράκοντα προσφέροντες προσφορὰς, ἀδιαλείπτως προσευχόμενοι. καὶ ᾠκοδόμησαν τὴν ἐκκλησίαν ἐν τῷ τόπῳ ἐκείνῳ, καταστήσαντες τὸν Στάχυν ἐπίσκοπον ἐν τῇ ἐκκλησίᾳ. καὶ ἡ Νικανόρα δὲ καὶ πάντες οἱ πιστοὶ συνήγοντο καὶ οὐ διέλειπον

πάντες δοξάζοντες τὸν θεὸν διὰ τὰ θαυμάσια τὰ γεγενημένα ἐπ᾽ αὐτούς. καὶ πᾶσα ἡ πόλις ἐπίστευσεν εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ· ἐνετείλατο δὲ ὁ Βαρθολομαῖος τῷ Στάχυϊ βαπτίζειν τοὺς πιστεύοντας εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, καὶ ἵνα λέγωσιν ἀμήν.

(42) Μετὰ δὲ τὰς τεσσαράκοντα ἡμέρας φανεὶς ὁ σωτὴρ ἐν μορφῇ τοῦ Φιλίππου εἶπεν τῷ Βαρθολομαίῳ καὶ τῇ Μαριάμνῃ· Ἀδελφοί μου ἠγαπημένοι θέλετε ἀναπαῆναι ἐν τῇ ἀναπαύσει τοῦ θεοῦ; ἠνοίχθη μοι ὁ παράδεισος καὶ

εἰσῆλθον ἐν τῇ δόξῃ τοῦ Ἰησοῦ. ἀπέλθατε εἰς τὸν τόπον τὸν κεκληρωμένον ὑμῖν· τὸ γὰρ φυτὸν τὸ ὡρισμένον καὶ φυτευθὲν ἐν τῇ πόλει ταύτῃ καρποφορεῖ καλῶς. Ἀσπασάμενοι οὖν τοὺς ἀδελφοὺς καὶ ἐπευξάμενοι ἑκάστῳ αὐτῶν ἐξῆλθον ἀπὸ τῆς πόλεως Ὀφιορύμης τῆς Ἱεραπόλεως τῆς Ἀσίας, καὶ ὁ Βαρθολομαῖος ἀπῆλθεν εἰς τὴν Λυκαονίαν, ἡ δὲ Μαριάμνῃ ἐπορεύθη ἐν τῷ Ἰορδάνῃ· ὁ δὲ Στάχυς καὶ οἱ σὺν αύτῷ ἔμειναν κατέχοντες τὴν ἐκκλησίαν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.