Acta Philippi

Acta Philippi

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

(27) Καὶ ἰδοὺ ἐξαίφνης ἠνεῴχθη ἡ ἄβυσσος, καὶ κατεπόθη ὅλος ὁ τόπος ἐν ᾧ ἐκάθητο ὁ ἀνθύπατος καὶ ὅλον τὸ ἱερόν, καὶ ἡ ἔχιδνα ἣν ἐσέβοντο, καὶ ὄχλοι πολλοὶ καὶ οἱ ἱερεῖς τῆς ἐχίδνης, ὡς ἄνδρες ἑπτακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων· πλὴν ὅπου ἦσαν οἱ ἀπόστολοι ἔμειναν ἀσάλευτοι· καὶ ὁ ἀνθύπατος κατεπόθη εἰς τὴν ἄβυσσον. καὶ ἦσαν αἱ φωναὶ αὐτῶν ἀνερχόμεναι κάτωθεν, μετὰ κλαυθμοῦ λέγοντες· Ἐλέησον ἡμᾶς ὁ τῶν ἐνδόξων σου ἀποστόλων θεός, ὅτι ἄρτι ὁρῶμεν τὰς κρίσεις τῶν μὴ ὁμολογησάντων τὸν

σταυρωθέντα· ἰδού, ὁ σταυρὸς φωτίζει ἡμᾶς. Ἰησοῦ Χριστέ, φάνηθι ἡμῖν, ὅτι ζῶντες πάντες κατερχόμεθα εἰς τὸν ᾅδην καὶ μαστιζόμεθα, ὅτι ἀδίκως τοὺς σοὺς ἀποστόλους ἐσταυρώσαμεν. Καὶ ἠκούσθη φωνὴ λέγοντος· Ἵλεως ἔσομαι ὑμῖν ἐν τῷ φωτεινῷ μου σταυρῷ.

(28) Ἀπέμειναν δὲ ὅ τε Στάχυς καὶ πᾶς ὁ οἶκος αὐτοῦ, καὶ ἡ τοῦ ἀνθυπάτου γυνή, καὶ ἄλλαι πεντήκοντα γυναῖκες αἵτινες ἐπίστευσαν σὺν αὐτῇ ἐπὶ τὸν κύριον, καὶ ἄλλο πλῆθος ἀνδρῶν τε καὶ γυναικῶν, καὶ παρθένοι ἑκατόν, αἵτινες οὐ κατεποντίσθησαν διὰ τὴν ἁγνείαν αὐτῶν, ἐσφραγισμέναι τῇ σφραγῖδι τοῦ Χριστοῦ.

(29) Τότε ὁ κύριος φανεὶς τῷ Φιλίππῳ εἶπεν· Ὦ  Φίλιππε, οὐκ ἤκουσας Μὴ ἀποδώσῃς κακὸν ἀντὶ κακοῦ; Καὶ διὰ τί τοσοῦτον ἔπληξας ἀφανισμῷ; ὦ Φίλιππε, τίς θέμενος τὴν χεῖρα αὐτοῦ ἐπ᾽ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν αὐτοῦ ἡ αὖλαξ; ἢ τίς παραχωρεῖ τὸν ἑαυτοῦ λύχνον ἑτέρῳ καὶ αὐτὸς ἐν σκότει καθέζεται; ἢ τίς καταλείπει τὸ ἑαυτοῦ οἰκητήριον καὶ αὐτὸς οἰκεῖ ἐν κοπρία; τίς δὲ ἐάσας τὸ ἑαυτοῦ ἔνδυμα ἐν χειμῶνι πορεύεται γυμνός; ἢ τίς χαρήσεται ἐχθρὸς ἐν τῇ χαρᾷ τοῦ μισοῦντος αὐτόν; τίς δὲ στρα

τιώτης πορεύεται ἐπὶ πόλεμον ἄνευ πανοπλίας; τίς δὲ δοῦλος πληρώσας τὸ τοῦ κυρίου αὐτοῦ πρόσταγμα οὐκ ἐπαινεθήσεται; τίς δὲ ἐν σταδίῳ γενναίως δραμὼν οὐ λαμβάνει τὸ βραβεῖον; τίς δὲ πλύνας τὰ ἱμάτια αὐτοῦ ἡδέως αὐτὰ μολύνει; ὦ Φίλιππε ἰδοὺ ὁ νυμφών μου ἕτοιμός ἐστιν, ἀλλὰ μακάριός ἐστιν ὁ εὑρεθεὶς ἐν αὐτῷ ἔχων τὸ ἔνδυμα λαμπρόν· αὐτὸς γάρ ἐστιν ὁ λαμβάνων τὸν στέφανον ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. ἰδοὺ τὸ δεῖπνον ἕτοιμον, καὶ μακάριος ὁ καλούμενος καὶ ἕτοιμος γενόμενος ἐλθεῖν πρὸς τὸν κεκληκότα αὐτόν. πολύς ἐστιν ὁ θερισμὸς τοῦ ἀγροῦ, μακάριος δέ ἐστιν ὁ ἐργάτης ὁ καλός. ἰδοὺ τὰ κρίνα καὶ πάντα τὰ ἄνθη· ὁ δὲ καλὸς γεωργός ἐστιν ὁ πρῶτος μεταλαμβάνων αὐτῶν. πῶς δὲ σὺ γέγονας ὦ Φίλιππε ἄσπλαγχνος, καταρασάμενος τοὺς ἐχθρούς σου ἐν ὀργῇ;

(30) Λέγει ὁ Φίλιππος· Τί μοι ὀργίζῃ κύριε ὅτι κατηρασάμην τοὺς ἐχθροὺς μου; διὰ τί γὰρ οὐ πατάσσεις αὐτούς; ὅτι ἔτι ζῶσιν εἰς τὴν ἄβυσσον· καὶ σὺ ἐπίστασαι κύριε ὅτι διὰ σὲ ἦλθον εἰς τὴν πόλιν ταύτην, καὶ τῷ σῷ ὀνόματι ἐδίωξα πᾶσαν πλάνην εἰδώλων καὶ πάντα τὰ δαιμόνια. οἱ δράκοντες ἐξηράνθησαν καὶ οἱ ὄφεις· ἐπειδὴ δὲ οὗτοι οὐκ ἐδέξαντό σου τὸ φῶς, διὰ τοῦτο κατηρασάμην αὐτοὺς καὶ κατέβησαν εἰς ᾅδου ζῶντες.