Acta Philippi
Acta Philippi
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
(19) Τότε προσέταξεν ὁ ἀνθύπατος ἐξαγαγεῖν αὐτοὺς
ἐκ τοῦ ἱεροῦ τοὺς περὶ τὸν Φίλιππον καὶ ἀναγαγεῖν ἐπὶ τοῦ βήματος, εἰπὼν τοῖς δημίοις· Ἀποδύσαντες τὸν Φίλιππον διερευνήσατε μή πως εὕρητε αὐτῶν τὰς μαγείας. Ἀπέδυσαν οὖν πρῶτον τὸν Φίλιππον, εἶτα τὸν Βαρθολομαῖον· ἧλθον δὲ καὶ ἐπὶ τὴν Μαριάμνην, καὶ σύροντες αὐτὴν ἔλεγον· Γυμνώσωμεν αὐτήν, ἵνα πάντες ἴδωσιν αὐτὴν ὅτι γυνὴ οὖσα πῶς ἀνδράσιν ἐπακολουθεῖ· αὐτὴ γὰρ μάλιστα πάσας τὰς γυναῖκας ἀπατᾷ. Καὶ λέγει ὁ τύραννος πρὸς τοὺς ἱερεῖς· Κηρύξατε ἐν τῇ πόλει κύκλῳ ἵνα ἔλθωσιν πάντες ἄνδρες τε καὶ γυναῖκες, ὅπως ἴδωσιν τὴν ἀσχημοσύνην αὐτῆς, ὅτι συμπορευεται μετὰ τῶν, μάγων τούτων, καὶ πάντως ὅτι μοιχεύεται ὑπ᾽ αὐτῶν. Ἐκέλευσεν δὲ κρεμασθῆναι τὸν Φίλιππον καὶ τὰ σφυρὰ αὐτοῦ διατρηθῆναι, κομίσαι δὲ κόρακας σιδηροῦς καὶ τὰς πτέρνας αὐτοῦ διαπαρῆναι, καὶ κρεμασθῆναι κατὰ κεφαλῆς ἀπέναντι τοῦ ἱεροῦ ἐπί τινος δένδρου· καὶ τὸν Βαρθολομαῖον ἐκτείναντες ἀπέναντι τοῦ Φιλίππου ἐπερόνησαν τὰς χεῖρας αὐτοῦ ἐν τῷ τοίχῳ τῆς πύλης τοῦ ἱεροῦ.(20) Ἐμειδίασαν δὲ ἀμφότεροι ὁρῶντες ἀλλήλους ὅ τε Φίλιππος καὶ ὁ Βαρθολομαῖος· ἦσαν γὰρ ὡς οὐ βασανιζόμενοι· αἱ γὰρ κολάσεις αὐτῶν ἦσαν βραβεῖα καὶ στέφανοι. ὅτε δὲ καὶ τὴν Μαριάμνην ἀπέδυσαν, ἰδοὺ εὐθέως ἠλλάγη ἡ ὁμοίωσις τοῦ σώματος αὐτῆς ἐνώπιον πάντων, καὶ εὐθέως ἐγένετο περὶ αὐτὴν νεφέλη πυρὸς ἔμπροσθεν πάντων, καὶ οὐκ
ἠδυνήθησαν ἔτι ἐμβλέψαι τὸ σύνολον εἰς τὸν τόπον ἐν ᾠ ἐτύγχανεν ἡ ἁγία Μαριάμνη, ἀλλ᾽ ἔφυγον ἄπαντες ἀπ᾽ αὐτῆς.(21) Ἐλάλησεν δὲ ὁ Φίλιππος μετὰ Βαρθολομαίου ἐν τῇ ἑβραΐδι διαλέτῳ λέγων· Ποῦ ὁ ἀδελφὸς ἡμῶν Ἰωάννης; ἰδοὺ γὰρ ἐγὼ ἀπολύομαι ἀπὸ τοῦ σώματος, καὶ τίς ὁ εὐξάμενος περὶ ἡμῶν; ὅτι καὶ εἰς τὴν ἀδελφὴν ἡμῶν Μαριάμνην ἐπεχείρησαν παρὰ τὸ καθῆκον· καὶ ἰδοὺ πῦρ ἔρριψαν εἰς τὴν οἰκίαν τοῦ Στάχυος, λέγοντες ὅτι Καύσωμεν αὐτήν, ἐπειδὴ ὑπεδέξατο αὐτούς. Θέλεις οὖν Βαρθολομαῖε εἴπωμεν πῦρ ἐλθεῖν ἀπ᾽ οὐρανοῦ καὶ κατακαύσωμεν αὐτούς;
(22) Ὡς δὲ ταῦτα ἦν λέγων ὁ Φίλιππος, καὶ ἰδου Ἰωάννης εἰσῆλθεν εἰς τὴν πόλιν ὡς συμπολίτης αὐτῶν· καὶ διακινῶν ἐν τῇ πλατείᾳ ἠρώτησεν· Τίνες οὗτοι οἱ ἄνθρωποι, καὶ διὰ τί τιμωροῦνται; Οἳ δὲ λέγουσιν αὐτῷ· Μὴ οὐκ εἶ ἐκ τῆς πόλεως ἡμῶν, καὶ ἐρωτᾷς περὶ τῶν ἀνθρώπων τούτων; οἵτινες πολλοὺς ἠδίκησαν, ἔκλεισαν δὲ καὶ τοὺς θεοὺς ἡμῶν, καὶ ἐν τῆ μαγεῖᾳ αὐτῶν ἀνεῖλον καὶ τοὺς ὄφεις καὶ τοὺς δράκοντας· πολλοὺς δὲ καὶ νεκροὺς ἤγειραν, οἵτινες κατέπληξαν
ἡμᾶς πολλὰς κολάσεις ἐξηγούμενοι. θέλουσιν δὲ καὶ κρεμάμενοι οὗτοι οἱ ξένοι πῦρ αἰτῆσαι ἐξ οὐρανοῦ καὶ κατακαῦσαι ἡμᾶς καὶ τὴν πόλιν ἡμῶν.