Acta Philippi

Acta Philippi

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

Ἐξελθόντος Φιλίππου τοῦ ἀποστόλου ἀπὸ τῆς Γαλιλαίας χήρα τις ἐξεκόμιζε μονογενῆ τέκνον· ὁ δὲ ἀπόστολος σφόδρα ἔπαθεν τῇ ψυχῇ θεωρήσας τὴν ἀθλίαν γραΐδα οὕτως τὰς τρίχας διαρρήξασαν καὶ τὸ πρόσωπον αὐτῆς ἀφανίσασαν. εἶπεν δὲ πρὸς αὐτὴν ὁ ἀπόστολος· Ποίᾳ αἰτίᾳ οὗτος ἐτελεύτησεν; Ἣ δὲ ἔφη· Συγχώρησόν μοι, παρακαλῶ σε, καὶ μή με ἐρώτα· τὰ γὰρ σπλάγχνα μου διερράγη, καὶ ἡ φωνή μου ἀπόλωλεν, καὶ οὐ δύναμαί σοι διηγήσασθαι· ἔασόν με κόπτεσθαι τοῦτον τὸν ἀνώνυμον κοπετόν, ὅτι ἑνὸς υἱοῦ ἐστερήθην, μηδὲν τοὺς θεοὺς ἀδικήσασα, οἷς καθ᾽ ἡμέραν ἔθυον· τῷ μὲν Ἄρει θυσίας οὐκ ὀλίγας· τῷ δὲ Ἀπόλλωνι τοσαῦτα ἀνάλωσα, τῷ δὲ Ἑρμῇ σχεδὸν τὴν ἐμὴν ψυχὴν κατέρριψα, τῇ Ἀρτέμιδι μόσχους θύουσα, τῷ Διὶ στεφάνους ἐκόμισα, τῇ Ἀθήνᾷ τράγους εἰς ὁλοκαυτώματα ἀνήνεγκα· καὶ ἅπαξ ἁπλῶς ὅσοι τέ εἰσι θεοὶ πᾶσι δῶρα ἀπεκόμισα, ὥστε καὶ αὐτῷ τῷ Ἡλίῳ καὶ

τῇ Σελήνῃ· καὶ ὡς νομίζω ὅτι ἐπ᾽ ἐμοὶ κεκοίμηνται, τοσαῦτα ἐκέκραξα, καὶ οὐκ εἰσήκουσάν μου. λοιπὸν ἀναγκαζομένη εὑρίσκω ἄνθρωπον ὅστις λέγει μάντις εἶναι, καὶ εἶπέν μοι· Τί σὺ θέλεις μήτηρ μαντεύσω σοι; Καὶ αὐτὸς τοίνυν ὅμοιος εὑρέθη τῶν θεῶν· πᾶν γάρ μοι ψεῦδος ἐμαντεύσατο· ἀνωφελεῖς δὲ ἐγένοντό μοι αἱ μαντεῖαι, καὶ οἱ θεοὶ μάταιοι καὶ τετυφλωμένοι. τάχα γὰρ κἀγὼ ὁμοία εἰμὶ τούτοις τοῖς πλάνοις· εἰς μάτην ἀπώλεσα τὰ ἐμά, προσέχουσα ματαίοις εἰδώλοις. ἀπώλεσά μου τὴν ψυχὴν καὶ σὺν αὐτῇ τὰ χρήματα. ἐπικατάρατος γὰρ εἴ τις εἰδώλοις λατρεύει ἢ μαντεύεται. οἴμοι, τίνα ἀπαιτήσω τὰ χρήματα ἅτινα εἰς μάτην ἀπώλεσα, προσέχουσαι εἰδώλοις καὶ μαντείαις, τοὺς χριστιανοὺς ἐξουθενοῦσα; ἀπώλεσά μου τὸν υἱόν, ὅς μοι καὶ μόνος ὑπῆρχεν.

Ὁ δὲ ἀπόστολος εἶπεν· Οὐδὲν ξένον πέπονθας ὦ μῆτερ τοιαῦτα πλανηθεῖσα ὑπὸ τοῦ ἐχθροῦ τοῦ ἀπόλλοντος τὰς ψυχάς· οὕτως γὰρ ὁ διάβολος πλανᾷ τοὺς ἀνθρώπους, καὶ ὑστεροῦνται τῆς αἰωνίου ζωῆς. σὺ δὲ κατάστειλον τὸν κοπετὸν, καὶ ἄρτι σου τὸ τέκνον ἀναστήσω τῇ τοῦ θεοῦ μου δυνάμει Ἰησοῦ Χριστοῦ τοῦ σταυρωθέντος καὶ ἀναστάντος καὶ βασιλεύοντος τῶν αἰώνων, ὅστις δὲ πιστεύει εἰς αὐτὸν λαμβάνει ζωἠν αἰώνιον.

Ἡ δὲ γραῦς εἶπεν· Εἰ τὰ λεγόμενά μοι σωτήρια ἄνθρωπε καὶ ὡς ἀληθῶς ἀπόστολε τοῦ θεοῦ, βοήθησον τῷ γήρατί μου τῷ κακῶς γεγηρακότι· ὡς δὲ ηὐξάμην ἀποθανεῖν καὶ οὐκ εἰσηκούσθην τοσαῦτα κακὰ παθοῦσα, τάχα μᾶλλον οὐ συμφέρει μοι γαμεῖν, καὶ μηδὲν ἐσθίειν τὰ εἰς ὕστερον δονοῦντα τὸ σῶμα, οἶνος καὶ κρέα, ἀλλὰ μᾶλλον ἄρτον καὶ ὕδωρ, καὶ λύπας κερδαίνειν καὶ πολλὰ κακὰ καὶ πένθη πικρά. Ὁ δὲ ἀπόστολος εἶπεν· Ἀληθῶς μήτηρ ταῦτα οὐχ ἁπλῶς φθέγγῃ· τί γάρ σοι δοκεῖ ἡ ἁγνεία; ὅτι αὐτῇ τῇ ἁγνείᾳ ὁ θεὸς ὁμιλεῖ, καὶ φθόνον ἔχει πολὺν παρὰ τοῖς ἀνθρώποις· μὴ δυνάμενοι γὰρ ἁγνεῦσαι ἢ ὑδροποτῆσαι σπουδάζουσί τι καταψεύσασθαι τοῦ ἁγνῶς διάγοντος· ὅθεν καὶ ὁ θεὸς ἐμακάρισεν

τοὺς τοιούτους· εἶπεν γάρ· Μακάριοί ἐστε ὅταν λαλήσωσιν οἱ ἄνθρωποι καθ᾽ ὑμῶν πᾶν ψεῦσμα. χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· δυνήσεσθε δαίμονας ἐπιστομίζειν ἐπὶ τῆς γῆς μηδεμίαν φροντίδα ποιούμενοι, ἔχοντες σωτῆρα Ἰησοῦν τὸν σταυρωθέντα.

Καὶ ταῦτα εἰπόντος τοῦ ἀποστόλου εἶπεν ἡ γραῦς· Πιστεύω εἰς τὸν Ἰησοῦν τὸν ὑπὸ σοῦ κηρυττόμενον. Τότε προσέρχεται ὁ ἀπόστολος τῷ πτώματι καὶ λέγει· Ἀνάστα νεανίσκε δυνάμει Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ. Καὶ εὐθέως ἀνέστη ὡς ἐξ ὕπνου, καὶ εἶπεν ἐμβλέψας πρὸς τὸν Φίλιππον· Πόθεν τὸ φῶς τοῦ ἀνθρώπου τούτου ἐλθεῖν εἰς τὸν τόπον τοῦτον καὶ ἐμὲ ἀποθανόντα ἀναστῆσαι τηλικαύτῃ σπουδῇ, ἐλθεῖν τε ἄγγελον θεοῦ καὶ ἀνοῖξαι τὰ δεσμωτήρια τῆς κρίσεως, ἔνθα ἤδη ἐγὼ ἐγκεκλεισμένος ἐτύγχανον; εἶδον γὰρ ἐκεῖ κριτήρια καὶ κολάσεις ἃς γλῶσσα ἀνθρωπίνη οὐχ ἱκανὴ διηγήσασθαι. εἴ τις οὖν ἀδελφοὶ θελήσειεν ἑαυτὸν ἐλεῆσαι, πάντων τῶν κακῶν ἐκφεύξεται, καὶ πιστεύσει τῷ θεῷ τῷ ὑπὸ τοῦ ἀνθρώπου τούτου κηρυττομένῳ, καὶ μακάριος ἔσται· καὶ εἴ τις ὁμολογήσει τὸν ἀγαπητὸν Χριστὸν δοξασθήσεται.